TLG 1337 003 :: DOROTHEUS :: Fragmenta alia antiqua

DOROTHEUS Astrol.
(Sidonius: 1 B.C.–A.D. 1)

Fragmenta alia antiqua

Source: Pingree, D. (ed.), Dorothei Sidonii carmen astrologicum. Leipzig: Teubner, 1976: 435–437.

Citation: Fragment — (line)

3a

(1t)

Δωροθέου Σιδωνίου τῶν ἑπτὰ ἀστέρων ἐπίθετα
2 Κρόνος· Φαίνων, ἀγκυλομήτης, βλαβερός, βραδύς, χλευαστής, δυσαυγής, κρυόεις, βραβευτής, ψυχρός. Ζεύς· Φαέθων, αἰγίοχος, βασίλειος, εὐφεγγής, πολυφεγγής, Κρο‐
5νίδης, ὑψιμέδων. Ἄρης· Πυρόεις, ὑπήνεμος, ἐγχέσπαλος, θοῦρος, κορυθαίολος, βροτολοιγός, φλογολαμπής, ὄμβριμος. Ἥλιος· Τιτάν, φάων, Ὑπερίων, χρυσαυγής, λαμπής. Ἀφροδίτη· Φωσφόρος, Ἕσπερος, χρυσῆ, λαμπάκτις, ἀφρογένεια,
10διπρόσωπος, εὐστέφανος, Παφίη, Κυθερία. Ἑρμῆς· Στίλβων, Ἀργεϊφόντης, διάκτωρ, Κυλλήνιος, ὀξύς, πινυ‐ τός, ὠκύς, φαιδρός. Σελήνη· σελασφόρος, Μήνη, διχόζωνος, Τιτανίς, πλησιφαής, δι‐ χόμηνος, Ἑκάτη, κερόεσσα, χρυσάμπυξ, Θειαντίς, Ἄρτεμις, τριοδῖτις.

3a,1

(1t)

Ἐπίθετα ὀνόματα τῶν ζ ἀστέρων
2 Ἥλιος· Τιτάν, φάων, ἀκάμας, Ὑπεριονίδης, βασιλεύς, χρυσαυγής. Κρόνος· Φαίνων, ἀγκυλομήτης, βλαβεραυγής, βραδύς, χλευα‐ στής, ψυχρός, δυσαυγής, κρυόεις, βραβευτής.
5 Σελήνη· πλησιφαής, σελασφόρος, ἑλικαυγής, κερόεσσα, τροχόεσσα, Μήνη, νυκτιμέδουσα, χρυσάμπυξ, πότνια, νυκταυγής, διχόζωνος, διχομήνη, Θειαντίς, ἀργυρόφεγγος. Ζεύς· ὑψιμέδων, πολύφεγγος, Φαέθων, αἰγίοχος, Κρονίδης,
εὐφεγγής.435
10 Ἄρης· ἐγχέσπαλος, κορυθαίολος, οὐλαμόεργος, ὀλοφώιος, βρο‐ τολοιγός, πυριμάρμαρος, λοιγολαμπής, ὄβριμος, χαλκεομίτρης, θοῦ‐ ρος, Πυρόεις, Ἐνυάλιος, † κρισαιχμής, ὑπήνεμος, ῥινοτόρος. Ἀφροδίτη· Κυθέρεια, Κύπρις, κογχογενής, ζευξίγαμος, Παφίη, νήσου βασίλεια, Διωναίη, λαμπροφαής, οὐρανίη, θαλασσαίη, ἐρασμίη.
15Ἑρμῆς· Στίλβων, διάκτορος, Ἑρμείας, σῶκος, ἐριούνης, χελυοξόος.

3b

Σχόλιον. σημειωτέον ὅτι οὐ μόνον τὴν φάσιν ἐπὶ ἀνατολῆς, ἀλλὰ καὶ ἐπὶ δύσεως δεῖ λαμβάνειν καὶ στηριγμοῦ. ἀλλὰ καὶ Δωρόθεος τὰς δυτικὰς φάσεις τῶν περιπολούντων ἀστέρων κελεύει ἐγκρίνειν.

3c

Ὁ Δωρόθεος ἐν τοῖς ἔπεσιν αὐτοῦ κόλλησιν μὲν καλεῖ τὴν κατὰ σῶμα, συναφὴν δὲ τὴν κατὰ σχῆμα οἱονδήποτε.

3d

Ἐπικάμπια δὲ λέγει τὰ τετράγωνα τῶν ἐκλειπτικῶν συνδέσμων. οὕτω καὶ παρὰ τῷ Δωροθέῳ ἔχεις εἰρημένον·
ἐπικάμπια λυγρά.436

3e,1

Ἀλλ’ ἀπό γε τῆς θαυμασίας ἐπιστολῆς ἑῷός μοι ἐπέστης καὶ μαρ‐ μαρύσσεις ἀπρόσιτα καὶ ἀπαστράπτεις ὡς ἐαρινὸς Ἥλιος, οἷον κατει‐ ληφὼς αὐτὸ τοῦ οὐρανοῦ τὸ μεσαίτατον. τὸ
τοῦ παντὸς ἔρεισμα
5εἶπεν ἂν ὁ Σιδωνόθεν Δωρόθεος.

3e,2

Πολλοῦ δέω πιστεῦσαι Μανέθωνί τε καὶ Δωροθέῳ καὶ Κολοκύνθῳ καὶ τῷ πάντων μάλιστα τὰ τοιαῦτα ἠκριβωκότι Κλαυδίῳ τῷ Πτολε‐ μαίῳ ταῖς ἐκείνων γενεθλιαλογουμέναις βίβλοις τὰ ἡμέτερα ταλαν‐ τεύουσιν. ... οἷον αὐτίκα καὶ τὰ περὶ γάμου ἐρωτήματα διαιρῶ,
5παραιτούμενος τά τε τοῦ Μανέθωνος καὶ Δωροθέου τοῦ Σιδωνίου.

3f,1

Ἔτι δὲ Δωρόθεός τε καὶ Ἀννουβίων καὶ Κολόκυνθος καὶ πᾶς μαθη‐ ματικὸς ἁπλῶς εἰπεῖν καὶ φυσικὸς καὶ πᾶς ἀρχαῖος ποιητὴς τὸν περὶ θεῶν λόγον οὕτως ἐκλαμβάνεται.

3f,2

Οὐ μόνον δὲ οὗτοι, ἀλλὰ καὶ πάντες οἱ ποιηταί, ἔτι δὲ καὶ οἱ μαθη‐ ματικοὶ Ἄμμων καὶ Τιμαῖος, Πτολεμαῖος, Παῦλος, Ἑκτόριος (lege Ῥητόριος), Ἀννουβίων, Κολόκυνθος, Πρωταγόρας Νικήρατος (lege Νικαεύς), Δωρόθεος καὶ λοιποί, ὧν τά τε ὀνόματα καὶ τὰς χρήσεις
5ἐπέφερον ἄν, εἰ μὴ φορτικός τε καὶ ἀλαζὼν καὶ μακρός τισιν ἔμελλον ἀποφαίνεσθαι, καίπερ νὴ τὴν Ἀδράστειαν δίκην τὴν τοῦ θεοῦ ἀπὸ
στήθους ταῦτα λαλῶν καὶ οὐκ ἀπὸ βιβλίων ὁρῶν.437