TLG 1337 002 :: DOROTHEUS :: Fragmenta e Hephaestionis Ἀποτελεσματικῶν libris hausta

DOROTHEUS Astrol.
(Sidonius: 1 B.C.–A.D. 1)

Fragmenta e Hephaestionis Ἀποτελεσματικῶν libris hausta

Source: Pingree, D. (ed.), Dorothei Sidonii carmen astrologicum. Leipzig: Teubner, 1976: 427–434.

Citation: Fragment — section — (line)

2a

5

() Τούτῳ δὲ ὑπόκεινται ἀρχαίη Βαβυλών, Τυρίου Βήλοιο πόλισμα,
ὕστατα δ’ Ἀρραβίη, γείτων χθονὸς Αἰγύπτοιο.427

2a

25

() Προσοικειοῦνται δὲ αὐτῷ χῶραι οὕτως· θηρὶ δ’ ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίη τε ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο.

2a

44

() Ὁμοίως κατὰ Δωρόθεον· ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε ἠδέ τε Περραιβῶν καὶ Φοινίκων θεοτεύκτων.

2a

63

() Τῷ δ’ ὕπο Θρηικίων καὶ Αἰθιόπων κλίμα κεῖται.

2a

83

() Τῷ δ’ ὑπόκειθ’ Ἑλλάς, Φρυγίη θ’ ἅμα καὶ στόμα Πόντου.

2a

102

() Τῇ δ’ ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι καὶ δρύες Ὠγύγιαι, ἃς Ἀρκάδες ἄνδρες ἔδεσκον, καὶ βαθυδινήεις τε μέγας ῥόος Ὠκεανοῖο καὶ κλίμ’ Ἀχαιικὸν ἔσχε Λακωνίδος ἠδὲ Λακώνων.

2a

121

()— Καὶ κλίμα Κυρήνης ὑπὸ χηλαῖς, Ἰταλίη χώρη τε πέλει πλάστιγγας ὑπ’ αὐτάς.

2a

141

()
Ὑπὸ δ’ αὐτῷ ἔπλετο πᾶσα Καρχηδών, Τυρίης Διδοῦς χερὶ δωμηθεῖσα, Ἄμμωνος Λιβύη τ〈ε〉 ὑπ’ ὄμμασι Σικελίη χθών.

2a

160

() Ἔστρωται δ’ ὑπὸ τῷδε βαθύπλουτον κλίμα Γάλλων, καὶ Κρήτη, Κρονίδαο Διὸς τροφός, ἡ δέ τε Μυσῆς ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπης.

2a

180

() Τῷ δ’ ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος.

2a

199

() Ὑπόκειται δὲ αὐτῷ
κλίμα τῆς Αἰγύπτου καὶ ἡ Μέσ〈σ〉η τῶν ποταμῶν.

2a

218

() Ὑπόκειται δ’ αὐτῷ
ἡ Ἐρυθρὰ θάλασσα
ἕως τῶν Ὠκεανοῖο ῥοῶν.428

2b

9

() Διεῖλον δὲ τὰ ὅρια οἱ παλαιοὶ Αἰγύπτιοι μέν, Δωρόθεος δὲ ἐμμέτρως οὕτως· ἓξ δ’ ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ τὰς πρώτας, μετέπειτα δ’ ἴσας λάχεν ἡ Κυθέρεια,
5ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέ τε πέντε, τὰς δ’ ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ.

2b

28

() Τὰ δὲ ὅρια οὕτως· ὀκτὼ δὲ πρώτας ὁρίων μοίρας Κυθέρεια ἐν τούτῳ, Στίλβων δὲ μετ’ αὐτὴν ἔλλαχε μοίρας δὶς τρεῖς, καὶ Φαέθων ἔλαχ’ ὀκτώ, πέντε δὲ Φαίνων,
5τὰς δ’ ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε.

2b

47

() Τὰ δὲ ὅρια οὕτως· Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας, τὰς δ’ ἴσας Φαέθων, τριτάτας Παφίη λάχε πέντε, ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δ’ αὖ Φαίνων μετέπειτα.

2b

66

() Τὰ δὲ ὅρια οὕτως· ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος ἐν τούτῳ, μετέπειτα δὲ ἓξ λάχεν ἡ Κυθέρεια, τὰς δ’ ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετ’ αὐτόν,
5δὶς δὲ δύω πυμάτας ἔλαχεν Κρόνος ἀγκυλομήτης.

2b

86

() Τὰ δὲ ὅρια οὕτως· ἓξ δ’ ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ, πέντε δ’ ἔχει Παφίη, Φαίνων δ’ ἔχει ἑπτὰ μετ’ αὐτήν, ἓξ δ’ ἔχει Ἑρμείας, πυμάτας δ’ ἓξ ἔλλαχεν Ἄρης.

2b

105

() Ἡ δὲ τῶν ὁρίων τάξις οὕτως· ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων ἐπὶ τῆσδε μοίρας καὶ δέκα Κύπρις ἔχει, Φαέθων δὲ κατ’ αὐτήν
τέσσαρας, ἑπτὰ δ’ Ἄρης, πυμάτας δύο δ’ ἔλλαχε Φαίνων.429

2b

124

() Τὰ δὲ ὅρια οὕτως· ἓξ δ’ ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ, ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος, ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δ’ ἴσας λάχεν ἑπτά,
5τὰς δ’ ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ.

2b

144

() Τὰ δὲ ὅρια οὕτως· ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου, τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων μετέπειτα, πέντε Ζεὺς φαέθων, πυμάτας δ’ ἓξ ἔλλαχε Φαίνων.

2b

164

() Τὰ δὲ ὅρια οὕτως· δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου, πέντε δέ τοι Παφίη, τρι〈τά〉τας στίλβων μετὰ τούσδε τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέ τε πέντε,
5τὰς δ’ ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας.

2b

183

() Τὰ δὲ ὅρια οὕτως· ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας, ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια, Φαίνων δὶς δύ’ ἔχει, πυμάτας δ’ Ἄρης ἴσα τούτῳ.

2b

202

() Τὰ δὲ ὅρια οὕτως· ἑπτὰ δὲ τὰς προτέρας Ἑρμῆς λάχεν, εἶτα μετ’ αὐτόν ἓξ μοίρας Κύπρις, Φαέθων μετέπειτα λάχ’ ἑπτά, πέντε δὲ θοῦρος Ἄρης, πυμάτας δὲ Κρόνος λάχε πέντε.

2b

222

() Τὰ δὲ ὅρια οὕτως· δώδεκα δὲ προτέρας μοίρας λάχε Κύπρις ἁπάσας, δὶς δὲ δύω Φαέθων, Στίλβων τρεῖς, ἐννέα Θοῦρος,
τὰς δ’ ὑπολειπομένας δισσὰς Φαίνων λάχε μοίρας.430

2b,1

1

(1t)

Ὅρια κατὰ Δωρόθεον
2 ϛ ϛ η ε ε η ϛ η ε γ ϛ ϛ ε ζ ϛ
5 ζ ϛ ϛ ζ δ ϛ ε ζ ϛ ϛ ζ ι δ ζ β ϛ η ζ ζ β ζ δ η ε ϛ
10 ιβ ε δ ε δ ζ ζ η δ δ ζ ϛ ζ ε ε ιβ δ γ θ β

2c

1

Ταὐτὰ σχεδόν φησι Δωρόθεος λέγων οὕτως·
δίζεο καὶ πρῆξιν τίς τ’ ἀνέρος ἐστὶν ἑκάστου. τῶν μέντοι κέντρων προτάττει τὸ μεσουράνημα, βʹ τὸ ὑποχθόνιον, τρίτον τὸν ὡροσκόπον, δʹ τὸν κλῆρον τῆς τύχης· τοῦ γὰρ δύνοντος οὐ
5μνημονεύει. καὶ ὅταν, φησίν, τοὺς τόπους τούτους πάντας ἐρήμους εὕρῃς ἀπὸ τῶν τριῶν ἀστέρων Ἄρεως, Ἀφροδίτης, Ἑρμοῦ, τότε σκέπτου τίς τὴν συναφὴν τῆς Σελήνης ἔσχεν ἐν τῇ γενέσει, ἢν δὲ καὶ ταύτην
ἔρημον εὕρῃς σκόπει τίς πρὸς τὸν Ἥλιον ἔσχεν.431

2d

1

Ἐκκείσθω πάλιν τὰ παρὰ Δωροθέῳ τοιαῦτα οὕτω περὶ κλήρου στρα‐ τιᾶς.
Ὅσσοι δ’ ἐν στρατίῃσι φιλοπτολέμοισιν ἔσονται
τῇδε διδαγμοσύνῃ πεπνυμένος ἐξαγορεύσεις.
5πρῶτα μὲν ἐκ Φαίνοντος ἀρίθμεε μέχρι Σελήνης, ἐξ ὥρης δὲ μεταῦθις, ἐπὴν δὲ τοιοῦτος ἀριθμός Σκορπίον εἰσαφίκηται ἢ ἐς δέμας Ἀρνειοῖο, οἴκους εἰς Ἄρεως ἢ ἀστέρος ἀγκυλομήτεω, Αἰγοκέρωτα καὶ Ὑδροχόον, στρατίῃσιν ἔνεσται
10κεῖνος ἀνήρ. κἂν κέντρον ἔχῃ πτολιπόρθιος Ἄρης λεύσσων ἀγλαὰ φῶτα καὶ ἢν βεβάῃσιν ἐν ὥρῃ αὐγή, εἴσπρηξιν 〈δὲ〉 λάχει βιότοιο μερίζει. οὐ μὴν ἐν στρατίῃ ποτὲ κύδιμος ἔσσεται ἀνήρ εὖτέ νυ μὴ σύγκρασιν ἔχῃ Κρονίδης τε καὶ Ἄρης.

2d,1

1

Διὰ τὸ τὸν κλῆρον τῆς στρατείας ἐν Ταύρου δ κγ καταλῆξαι, οἴκῳ Ἀφροδίτης καὶ Σ〈ελήνησ〉 ὑψώματι, καὶ ὑπὸ Διὸς μαρτυρεῖσθαι κατὰ τρίγωνον σχῆμα, σὺ〈ν〉 ἱππεῦσιν στρατεύει, καὶ ἔνδοξος καὶ ἀγαθὴ ἡ στρατεία γενήσεται. Ἄρη〈σ〉 ἐπίκεντρος ἰδιοθρονῶν καὶ τοὺς φωστῆρας
5ἐπιθεωρῶν, ἐνδόξ〈ωσ〉 στρατεύει.

2e

1

Ἐκκείσθω δὲ πάλιν καὶ τὰ παρὰ Δωροθέῳ σφόδρα καλῶς εἰρημένα. ἄλλοι δέ, φησίν, ἐπιβλέπουσι τὸν κλῆρον τοῦ ἔρωτος, δηλονότι πῶς κεῖται, ὑπὸ ποίων ἀστέρων θεωρεῖται, καὶ 〈πρὸσ〉 αὐτὸν τὰ περὶ φιλίας σκοποῦσιν.
5
Ἄρης δ’ εὖτέ κεν 〈ᾖ〉 καθυπέρτερος Ἑρμείαο, ὁμῶς ἐὰν ᾖ ἐν τοῖς ἀκούουσι ζῳδίοις ἤτοι ἐν τοῖς βλέπουσιν, συμπαθεῖς ἔσονται αἱ γενέσεις. ἀκούει δὲ ἀλλήλων τὰ ἴσον ἀπέχοντα τοῦ ἰσημε‐ ρινοῦ ζῳδίου, οἷον Ταῦρος καὶ Ἰχθύες, Δίδυμοι καὶ Ὑδροχόος, καὶ ἐφεξῆς τὰ ἄλλα ζῴδια· Κριὸς δὲ καὶ Ζυγός, φησὶν ἀκολουθῶν Θρασύλ‐
10λῳ, οὐκ ἀκούει ἀλλήλων. βλέποντα δὲ ζῴδια τὰ ἴσον ἀπέχοντα τῶν
τροπικῶν ζῳδίων. Κριὸς δὲ ἐπιτάττει τῷ Ζυγῷ διὰ τὸ ἐν μὲν Κριῷ αὔξειν τὴν ἡμέραν, ἐν δὲ Ζυγῷ μειοῦν· ὁμοίως καὶ Ταῦρος Παρθένῳ ἐπιτάττει τῷ αὐτῷ τρόπῳ, καὶ τὰ ἄλλα. καὶ τὰ ἰσανάφορα δὲ ζῴδια συμπαθῆ ἐστιν ἀλλήλοις, μάλιστα ἐὰν τῶν δύο γενέσεων οἱ κλῆροι τοῦ432
15ἔρωτος ἐμπέσωσιν εἰς αὐτά. ἔστι δὲ καὶ ἐν τούτοις πλείων ἰσχὺς καὶ ἐλάττων, πλείων μὲν ἐν τοῖς ἀπὸ Κριοῦ ἕως Παρθένου καὶ αὐτῆς, ἐλάτ‐ των δὲ ἐν τῷ ἄλλῳ ἡμισφαιρίῳ. οὐ μόνον δὲ χρὴ ἐπὶ τῶν φίλων τὰ περὶ φιλίας σκοπεῖν ἐν τοῖς προεκτεθειμένοις σχήμασιν, ἀλλὰ καὶ ἐπὶ γυναικὸς καὶ ἀνδρός, καὶ πατρὸς καὶ μητρὸς καὶ τέκνων.

2e,2

1

Κλῆρος φιλίας Παρθένου δ λζ, κλῆρος ἔρωτος Σκορπίου ϛ λε· καὶ ἐπειδὴ οὗτοι μ〈ὲν〉 οἱ κλῆροι ἐν κακοῖς πεπτώκασι τόποις, οἱ δὲ τού‐ των οἰκοδεσπόται ἐν καλοῖς εὑρέθησαν τόποις καὶ ἔξαυγοι, μαρτυρού‐ μενοι ὑπό τε ἀγαθοποιῶν καὶ κακοποιῶν, ἕξει παρὰ φίλων ὠφελείας
5μὲν μᾶλλον, βλάβας δὲ ἧττον.

2e,3

1

Ὅτι ἐπὶ πάσης καταρχῆς δεῖ τοὺς δ κλήρους θεωρεῖν—τύχης, δαίμονος, ἀνάγκης, ἔρωτος. καὶ ἄπορον πότερον κατὰ τὸν Τρισμέγι‐
στον Ἑρμῆν δεῖ τὴν ἀνάγκην καὶ τὸν ἔρωτα διεκβάλλειν ἢ καθὼς ἐν τῷ δʹ βιβλίῳ Δωρόθεος ἱστορεῖ τὴν τῶν Αἰγυπτίων δόξαν ἢ ὡς ὁ αὐτὸς433
5Δωρόθεος λέγει, ἀπὸ Σελήνης ἐπὶ Ἑρμῆν καὶ τὰ ἴσ〈α〉 ἀπὸ ὡροσκόπου καὶ ἐν ἡμέρᾳ καὶ νυκτὶ τὸν κλῆρον τῆς φιλίας τινὰς λαμβάνειν.

2f

1

Εἰ δὲ ἴδῃς καὶ τὰς γενέσεις τούτων οἷς συντυχεῖν θέλεις,
καὶ δ’ ὅταν ἐξ ὥρης κυκλώμενον ἔν τινι ζῴῳ
κείμενον εἰς ἐνιαυτόν, ἔχῃ δ’ ἐν τῷδε Σελήνην,
ᾧτινι συμβαλέεις μάλα κεν πεφιλήσεαι αὐτῷ.
5ἢν ἔτος ἀμφοτέροισιν ὁμοῦ πέσῃ εἰς ἕνα χῶρον σύμφωνον, τὸ δ’ ὅμοιον ἐπὶ ζῴων ἀκουόντων ἦν ἢ δερκομένων, ἀριθμὸς δέ κεν ἐν χρόνῳ εὖτε ζωιδίῳ φιλίης ἐκλειπτικὸς οὐ παροδεύῃ. εὖτε δέ περ μέλλῃς φιλίας ξυνδήμεναι ἀρχήν
10πρῶτα μὲν ἀλλήλοις εὐσύνδετα φῶτά τοι ἔστω καὶ δ’ ἀγαθοὶ τούτοις ἐπιμάρτυρες, οἱ δ’ ὀλοεργοί εἶεν ἀπόστροφοι· μᾶλλον 〈γάρ〉 γε μέν ἐστι κακίων Ἄρης Ἠέλιός τ〈ε〉 ἐναντίος ἢ τετράγωνος εἴη, ἀτὰρ Φαίνων ὁπόταν λευκάντυγα Μήνην
15
καὶ δ’ αὔτως συνίδησι. ἄμεινον ἐπεί κε πέλοιεν
ἀστέρες ὀρφναῖοι θέσιας λελαχόντες ἀγαυάς
〈αἱ〉ρεσίεσσι γάνυνται. Καὶ πρὸς τὰ πρόσωπα τοὺς ἀστέρας ἐφάρμοζε, τὰ μὲν στρατιωτικὰ τῷ Ἄρει, τὰ δὲ ἡγεμονικὰ καὶ βασιλικὰ Διί, τὰ πρεσβυτικὰ τῷ Κρόνῳ,
20τὰ θηλυκὰ τῇ Ἀφροδίτῃ, τὰ λογικὰ τῷ Ἑρμῇ.

2g

1

Εἴ τις οὖν χρῄζων προσενέγκῃ αἵρεσιν περὶ οἱουδήποτε πράγματος
κεῖνον ἀφ’ ὡρονόμοιο λογίζεο, σὸν δὲ τὸ δῦνον·
ἡ πρᾶξις τὸ μεσουράνημα, τὸ τέλος τὸ ὑπόγειον.434