TLG 1319 001 :: DIOGENES :: Testimonia

DIOGENES Phil.
(Apolloniates: 5 B.C.)

Testimonia

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn. Berlin: Weidmann, 1952 (repr. Dublin/Zurich: Weidmann, 1966): 51–58.

test. 1–33

Citation: Fragment — (line)

1

DIOG. IX 57 Διογένης Ἀπολλοθέμιδος Ἀπολλωνιάτης, ἀνὴρ φυσικὸς καὶ ἄγαν ἐλλόγιμος. ἤκουσε δέ, φησὶν Ἀντισθένης [vgl. FHG III 182], Ἀναξιμένους.
ἦν δὲ τοῖς χρόνοις κατ’ Ἀναξαγόραν· τοῦτόν φησιν ὁ Φαληρεὺς Δημήτριος ἐν τῆι Σωκράτους ἀπολογίαι [FGrHist. 228 F 42 II 970] διὰ μέγαν φθόνον μικροῦ51
5κινδυνεῦσαι Ἀθήνησιν. ἐδόκει δὲ αὐτῶι τάδε· στοιχεῖον εἶναι τὸν ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἄπειρον· τόν τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων· οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι οὐδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι· τὴν γῆν στρογγύ‐ λην, ἠρεισμένην ἐν τῶι μέσωι, τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν ἐκ τοῦ θερμοῦ
10περιφορὰν καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ. ἀρχὴ δὲ αὐτῶι τοῦ συγγράμματος ἥδε· ‘λόγου ... σεμνήν‘ [B 1].

2

DIOG. VI 81 γεγόνασι δὲ Διογένεις πέντε· πρῶ‐ τος Ἀπολλωνιάτης φυσικός, ἀρχὴ δ’ αὐτῶι τοῦ συγγράμματος ἥδε· ‘λόγου ... παρέχεσθαι‘ [B 1].

3

STEPHAN. S. V. Ἀπολλωνία p. 106, 13 κγ Κρήτης ἡ πάλαι Ἐλεύθερνα, Λίνου πατρίς· ἐκ ταύτης ὁ φυσικὸς Διογένης. AEL. V. H. II 31 Εὐήμερος ὁ Μεσσήνιος ἢ Διογένης ὁ Φρὺξ ἢ Ἵππων.

4

SIMPL. Phys. 151, 20 ἐπειδὴ δὲ ἡ μὲν τῶν πλειόνων ἱστορία Διογένην τὸν Ἀπολλωνιάτην ὁμοίως Ἀναξιμένει τὸν ἀέρα τίθεσθαι τὸ πρῶτον στοιχεῖόν φησι, Νικόλαος δὲ ἐν τῆι Περὶ θεῶν πραγματείαι τοῦτον ἱστορεῖ τὸ μεταξὺ πυρὸς καὶ ἀέρος τὴν ἀρχὴν ἀποφήνασθαι ..., ἰστέον ὡς γέγραπται μὲν πλείονα
5τῶι Διογένει τούτωι συγγράμματα (ὡς αὐτὸς ἐν τῶι Περὶ φύσεως ἐμνήσθη καὶ πρὸς φυσιολόγους ἀντειρηκέναι λέγων οὓς καλεῖ καὶ αὐτὸς σοφιστάς, καὶ Μετεωρολογίαν γεγραφέναι, ἐν ἧι καὶ λέγει περὶ τῆς ἀρχῆς εἰρηκέναι, καὶ μέντοι καὶ Περὶ ἀνθρώπου φύσεως), ἐν δέ γε τῶι Περὶ φύσεως, ὃ τῶν αὐτοῦ μόνον εἰς ἐμὲ ἦλθε, προτίθεται μὲν διὰ πολλῶν δεῖξαι, ὅτι ἐν τῆι ὑπ’ αὐτοῦ
10τεθείσηι ἀρχῆι ἐστι νόησις πολλή ...

5

SIMPL. Phys. 25, 1 (D. 477; Theophr. Phys. Opin. fr. 2) καὶ Δ. δὲ ὁ Ἀπολλωνιάτης, σχεδὸν νεώτατος γεγονὼς τῶν περὶ ταῦτα σχολασάντων, τὰ μὲν πλεῖστα συμπεφορημένως γέγραφε τὰ μὲν κατὰ Ἀναξαγόραν, τὰ δὲ κατὰ Λεύκιππον λέγων· τὴν δὲ τοῦ παντὸς φύσιν ἀέρα καὶ οὗτός φησιν ἄπειρον εἶναι καὶ ἀίδιον,
5ἐξ οὗ πυκνουμένου καὶ μανουμένου καὶ μεταβάλλοντος τοῖς πάθεσι τὴν τῶν ἄλλων γίνεσθαι μορφήν. καὶ ταῦτα μὲν Θεόφραστος ἱστορεῖ περὶ τοῦ Διογένους, καὶ τὸ εἰς ἐμὲ ἐλθὸν αὐτοῦ σύγγραμμα Περὶ φύσεως ἐπιγεγραμμένον ἀέρα σαφῶς λέγει τὸ ἐξ οὗ πάντα γίνεται τὰ ἄλλα. Νικόλαος μέντοι τοῦτον ἱστορεῖ μεταξὺ πυρὸς καὶ ἀέρος τὸ στοιχεῖον τίθεσθαι. καὶ οὗτοι δὲ τὸ εὐπαθὲς καὶ
10εὐαλλοίωτον τοῦ ἀέρος εἰς μεταβολὴν ἐπιτηδείως ἔχειν ἐνόμισαν· διὸ τὴν γῆν δυσκίνητον καὶ δυσμετάβλητον οὖσαν οὐ πάνυ τι ἠξίωσαν ἀρχὴν ὑποθέσθαι· καὶ οὕτως μὲν οἱ μίαν λέγοντες τὴν ἀρχὴν διηιρέθησαν.52

6

[PLUT.] Strom. 12 (D. 583) Δ. ὁ Ἀ. ἀέρα ὑφίσταται στοιχεῖον· κινεῖσθαι δὲ τὰ πάντα ἀπείρους τε εἶναι τοὺς κόσμους. κοσμοποιεῖ δὲ οὕτως· ὅτι τοῦ παντὸς κινουμένου καὶ ἧι μὲν ἀραιοῦ ἧι δὲ πυκνοῦ γινομένου, ὅπου συνεκύρησεν τὸ πυκνὸν συστροφῆι 〈τὴν γῆν〉 ποιῆσαι καὶ οὕτως τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον, τὰ
5〈δὲ〉 κουφότατα τὴν ἄνω τάξιν λαβόντα τὸν ἥλιον ἀποτελέσαι.

7

AËT. I 3, 26 (D. 289) Δ. δὲ ὁ Ἀπολλωνιάτης ἀέρα ἄπειρον [τὴν ἀρχὴν ἀπεφήνατο]. ARISTOT. de gen. et corr. A. 6. p. 332b 12 καίτοι ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίησιν, καὶ τοῦτο ὀρθῶς λέγει Δ., ὅτι εἰ μὴ ἐξ ἑνὸς ἦν ἅπαντα, οὐκ ἂν ἦν τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπ’ ἀλλήλων, οἷον
5τὸ θερμὸν ψύχεσθαι καὶ τοῦτο θερμαίνεσθαι πάλιν· οὐ γὰρ ἡ θερμότης μεταβάλλει καὶ ἡ ψυχρότης εἰς ἄλληλα, ἀλλὰ δηλονότι τὸ ὑποκείμενον.

8

PHILOD. de piet. c. 6b (D. 536) Δ. ἐπαινεῖ τὸν Ὅμηρον ὡς οὐ μυθικῶς ἀλλ’ ἀληθῶς ὑπὲρ τοῦ θείου διειλεγμένον. τὸν ἀέρα γὰρ αὐτὸν Δία νομίζειν φησίν, ἐπειδὴ πᾶν εἰδέναι τὸν Δία λέγει. CIC. de d. nat. I 12, 29 quid? aër quo D. Apolloniates utitur deo, quem sensum habere potest aut quam formam dei?
5AËT. I 7, 17 (D. 302) Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν [θεόν φασιν]. AUGUSTIN. de civ. d. VIII 2 (D. 174) D. quoque Anaximenis alter auditor aërem quidem dixit rerum esse materiam, de qua omnia fierent; sed eum esse compotem divinae
10rationis, sine qua nihil ex eo fieri posset.

9

ARISTOT. Meteorol. B 2. 355a 21 τὸ δ’ αὐτὸ συμβαίνει καὶ τούτοις ἄλογον καὶ τοῖς φάσκουσι τὸ πρῶτον ὑγρᾶς οὔσης καὶ τῆς γῆς, καὶ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὑπὸ τοῦ ἡλίου θερμαινομένου, ἀέρα γενέσθαι καὶ τὸν ὅλον οὐρανὸν αὐξη‐ θῆναι, καὶ τοῦτον πνεύματά τε παρέχεσθαι καὶ τὰς τροπὰς αὐτοῦ ποιεῖν.

10

AËT. II 1, 3 (D. 327) Δ. ... ἀπείρους κόσμους ἐν τῶι ἀπείρωι κατὰ πᾶσαν περιαγωγήν [sc. γίνεσθαι καὶ φθείρεσθαι]. 1, 6 (D. 328) Δ. καὶ Μέλισσος τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι. 4, 6 (D. 331) Ἀναξίμανδρος ... Δ., Λεύκιππος φθαρτὸν τὸν κόσμον.

11

—II 8, 1 (D. 337) über die ἔγκλισις τοῦ κόσμου.

12

— II 13, 5. 6 (D. 341f.) Δ. κισηροειδῆ τὰ ἄστρα, διαπνοὰς δὲ αὐτὰ νομίζει τοῦ κόσμου. εἶναι δὲ διάπυρα. συμπεριφέρεσθαι δὲ τοῖς φανεροῖς ἄστροις ἀφανεῖς λίθους καὶ παρ’ αὐτὸ τοῦτ’ ἀνωνύμους· πίπτοντας δὲ πολλάκις ἐπὶ τῆς γῆς σβέννυσθαι καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα
5πέτρινον.

13

— II 20, 10 (D. 349) Δ. κισηροειδῆ τὸν ἥλιον, εἰς ὃν ἀπὸ τοῦ αἰθέρος ἀκτῖνες ἐναποστηρίζονται. 23, 4 (D. 353) Δ. ὑπὸ τοῦ ἀντιπίπτοντος τῆι θερμό‐
τητι ψυχροῦ σβέννυσθαι τὸν ἥλιον.53

14

AËT. II 25, 10 (D. 356) Δ. κισηροειδὲς ἄναμμα τὴν σελήνην.

15

—III 2, 8 (D. 367) Δ. ἀστέρας εἶναι τοὺς κομήτας.

16

— III 3, 8 (D. 368) Δ. ἔμπτωσιν πυρὸς εἰς νέφος ὑγρόν, βροντὴν μὲν τῆι σβέσει ποιοῦν, τῆι δὲ λαμπηδόνι τὴν ἀστραπήν· συναιτιᾶται δὲ καὶ τὸ πνεῦμα. SEN. Nat. qu. II 20 D. Apolloniates ait quaedam tonitrua igne, quaedam spiritu fieri: illa ignis facit, quae ipse antecedit et nuntiat; illa spiritus,
5quae sine splendore crepuerunt.

16a

SCHOL. in BASIL. Marc. 58 Δ. ὁ Ἀπολλωνιάτης ὑπὸ ἀέρος φέρεσθαι τὴν γῆν.

17

ALEX. in Meteor. Β 1 p. 67, 1 Hayduck λέγει δὲ περὶ τῶν φυσικῶν· οὗτοι δὲ γένεσιν ποιοῦσι τῆς θαλάσσης, ἀλλ’ οὐκ ἀγένητον αὐτὴν λέγουσιν ἰδίας πηγὰς ἔχουσαν, ὡς οἱ θεολόγοι. οἱ μὲν γὰρ αὐτῶν ὑπόλειμμα λέγου‐ σιν εἶναι τὴν θάλασσαν τῆς πρώτης ὑγρότητος. ὑγροῦ γὰρ ὄντος τοῦ περὶ τὴν
5γῆν τόπου κἄπειτα τὸ μέν τι τῆς ὑγρότητος ὑπὸ τοῦ ἡλίου ἐξατμίζεσθαι καὶ γίνε‐ σθαι πνεύματά τε ἐξ αὐτοῦ καὶ τροπὰς ἡλίου τε καὶ σελήνης, ὡς διὰ τὰς ἀτμίδας ταύτας καὶ τὰς ἀναθυμιάσεις κἀκείνων τὰς τροπὰς ποιουμένων, ἔνθα ἡ ταύτης αὐτοῖς χορηγία γίνεται, περὶ ταῦτα τρεπομένων· τὸ δέ τι αὐτῆς ὑπολειφθὲν ἐν τοῖς κοίλοις τῆς γῆς τόποις θάλασσαν εἶναι· διὸ καὶ ἐλάττω γίνεσθαι ξηραινομένην
10ἑκάστοτε ὑπὸ τοῦ ἡλίου καὶ τέλος ἔσεσθαί ποτε ξηράν. ταύτης τῆς δόξης ἐγένετο, ὡς ἱστορεῖ Θεόφραστος [Phys. Opin. fr. 23 D. 494], Ἀναξίμανδρός τε καὶ Δ.· Δ. δὲ καὶ τῆς ἁλμυρότητος ταύτην αἰτίαν λέγει, ὅτι ἀνάγοντος τοῦ ἡλίου τὸ γλυκὺ τὸ καταλειπόμενον καὶ ὑπομένον ἁλμυρὸν εἶναι συμβαίνει.

18

SCHOL. APOLL. RHOD. IV 269 (D. 228) Δ. δὲ ὁ Ἀ. ὑπὸ ἡλίου ἁρπάξε‐ σθαι τὸ ὕδωρ τῆς θαλάσσης, ὃ τότε εἰς τὸν Νεῖλον καταφέρεσθαι· οἴεται γὰρ πληροῦσθαι τὸν Νεῖλον ἐν τῶι θέρει διὰ τὸ τὸν ἥλιον εἰς τοῦτον τὰς ἀπὸ γῆς ἰκμάδας τρέπειν. SEN. N. quaest. IV a 2, 28ff D. Apolloniates ait: ‘sol
5humorem ad se rapit: hunc adsiccata tellus ex mari ducit, tum ex ceteris aquis. fieri autem non potest, ut una sicca sit tellus, alia abundet. sunt enim perforata omnia et invicem pervia, et sicca ab humidis sumunt. alioquin, nisi aliquid terra acciperet, exaruisset. ergo undique sol trahit, sed ex his, quae premit, maxime: haec meridiana sunt. (29) terra, cum
10exaruit, plus ad se humoris adducit. ut in lucernis oleum illo fluit, ubi exuritur, sic aqua illo incumbit, quo vis caloris et terrae aestuantis arcessit. unde ergo trahit? ex illis scilicet partibus semper hibernis: septem‐
trionales exundant. ob hoc Pontus in infernum mare assidue fluit rapidus (non ut cetera maria alternatis ultro citro aestibus) in unam partem semper54
15pronus et torrens. quod nisi factis itineribus quod cuique deest redderetur, quod cuique superest emitteretur, iam aut sicca essent omnia aut inundata‘. (30) interrogare Diogenem libet, quare, cum pertusa sunt cuncta et invicem commeant, non omnibus locis aestate maiora sint flumina. ‘Aegyptum sol magis percoquit, itaque Nilus magis crescit‘.

19

THEOPHR. de sens. 39ff. (D. 510) Δ. δ’ ὥσπερ τὸ ζῆν καὶ τὸ φρονεῖν τῶι ἀέρι καὶ τὰς αἰσθήσεις ἀνάπτει· διὸ καὶ δόξειεν ἂν τῶι ὁμοίωι ποιεῖν (οὐδὲ γὰρ τὸ ποιεῖν εἶναι καὶ πάσχειν, εἰ μὴ πάντα ἦν ἐξ ἑνός)· τὴν μὲν ὄσφρησιν τῶι περὶ τὸν ἐγκέφαλον ἀέρι· τοῦτον γὰρ ἄθρουν εἶναι καὶ σύμμετρον τῆι ὀσμῆι· τὸν γὰρ
5ἐγκέφαλον αὐτὸν μανὸν καὶ 〈τὰ〉 φλεβία, λεπτότατον δ’ ἐν οἷς ἡ διάθεσις ἀσύμ‐ μετρος, καὶ [?] οὐ μείγνυσθαι ταῖς ὀσμαῖς· ὡς εἴ τις εἴη τῆι κράσει σύμμετρος, δῆλον ὡς αἰσθανόμενον ἄν. (40) τὴν δ’ ἀκοήν, ὅταν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινηθεὶς ὑπὸ τοῦ ἔξω διαδῶι πρὸς τὸν ἐγκέφαλον. τὴν δὲ ὄψιν [ὁρᾶν] ἐμφαινομένων εἰς τὴν κόρην, ταύτην δὲ μειγνυμένην τῶι ἐντὸς ἀέρι ποιεῖν αἴσθησιν· σημεῖον δέ·
10ἐὰν γὰρ φλεγμασία γένηται τῶν φλεβῶν, οὐ μείγνυσθαι τῶι ἐντὸς οὐδ’ ὁρᾶν ὁμοί‐ ως τῆς ἐμφάσεως οὔσης. τὴν δὲ γεῦσιν τῆι γλώττηι διὰ τὸ μανὸν καὶ ἁπαλόν. περὶ δὲ ἁφῆς οὐδὲν ἀφώρισεν οὔτε πῶς οὔτε τίνων ἐστίν. ἀλλὰ μετὰ ταῦτα πει‐ ρᾶται λέγειν, διὰ τί συμβαίνει τὰς αἰσθήσεις ἀκριβεστέρας εἶναι καὶ τῶν ποίων. (41) ὄσφρησιν μὲν οὖν ὀξυτάτην οἷς ἐλάχιστος ἀὴρ ἐν τῆι κεφαλῆι· τάχιστα γὰρ
15μείγνυσθαι· καὶ πρὸς τούτοις ἐὰν ἕλκηι διὰ μακροτέρου καὶ στενοτέρου· θᾶττον γὰρ οὕτω κρίνεσθαι· διόπερ ἔνια τῶν ζώιων ὀσφραντικώτερα τῶν ἀνθρώπων εἶναι· οὐ μὴν ἀλλὰ συμμέτρου γε οὔσης τῆς ὀσμῆς τῶι ἀέρι πρὸς τὴν κρᾶσιν μάλιστα ἂν αἰσθάνεσθαι τὸν ἄνθρωπον. ἀκούειν δ’ ὀξύτατα, ὧν αἵ τε φλέβες λεπταί, 〈καὶ ἃ〉 καθάπερ τῆι ὀσφρήσει κἀν τῆι ἀκοῆι τέτρηται βραχὺ καὶ λεπτὸν
20καὶ ἰθὺ καὶ πρὸς τούτοις τὸ οὖς ὀρθὸν ἔχει καὶ μέγα· κινούμενον γὰρ τὸν ἐν τοῖς ὠσὶν ἀέρα κινεῖν τὸν ἐντός. ἐὰν δὲ εὐρύτερα ἦι, κινουμένου τοῦ ἀέρος ἦχον εἶναι καὶ τὸν ψόφον ἄναρθρον διὰ τὸ μὴ προσπίπτειν πρὸς ἠρεμοῦν. (42) ὁρᾶν
δ’ ὀξύτατα ὅσα τε τὸν ἀέρα καὶ τὰς φλέβας ἔχει λεπτάς, ὥσπερ ἐπὶ τῶν ἄλλων, καὶ ὅσα τὸν ὀφθαλμὸν λαμπρότατον. μάλιστα δ’ ἐμφαίνεσθαι τὸ ἐναντίον χρῶμα·55
25διὸ τοὺς μελανοφθάλμους μεθ’ ἡμέραν καὶ τὰ λαμπρὰ μᾶλλον ὁρᾶν, τοὺς δ’ ἐναν‐ τίους νύκτωρ. ὅτι δὲ ὁ ἐντὸς ἀὴρ αἰσθάνεται μικρὸν ὢν μόριον τοῦ θεοῦ, σημεῖον εἶναι, διότι πολλάκις πρὸς ἄλλα τὸν νοῦν ἔχοντες οὔθ’ ὁρῶμεν οὔτ’ ἀκούομεν. (43) ἡδονὴν δὲ καὶ λύπην γίνεσθαι τόνδε τὸν τρόπον· ὅταν μὲν πολὺς ὁ ἀὴρ μίσ‐ γηται τῶι αἵματι καὶ κουφίζηι κατὰ φύσιν ὢν καὶ κατὰ πᾶν τὸ σῶμα διεξιών,
30ἡδονήν· ὅταν δὲ παρὰ φύσιν καὶ μὴ μίσγηται συνιζάνοντος τοῦ αἵματος καὶ ἀσθε‐ νεστέρου καὶ πυκνοτέρου γινομένου, λύπην. ὁμοίως καὶ θάρσος καὶ ὑγίειαν καὶ τἀναντία. κριτικώτατον δὲ ἡδονῆς τὴν γλῶτταν· ἁπαλώτατον γὰρ εἶναι καὶ μανὸν καὶ τὰς φλέβας ἁπάσας ἀνήκειν εἰς αὐτήν· διὸ σημεῖά τε πλεῖστα τοῖς κάμνουσιν ἐπ’ αὐτῆς εἶναι, καὶ τῶν ἄλλων ζώιων τὰ χρώματα μηνύειν· ὁπόσα
35γὰρ ἂν ἦι καὶ ὁποῖα, τοσαῦτα ἐμφαίνεσθαι. τὴν μὲν οὖν αἴσθησιν οὕτω καὶ διὰ τοῦτο γίνεσθαι. (44) φρονεῖν δ’, ὥσπερ ἐλέχθη [§ 39], τῶι ἀέρι καθαρῶι καὶ ξηρῶι· κωλύειν γὰρ τὴν ἰκμάδα τὸν νοῦν· διὸ καὶ ἐν τοῖς ὕπνοις καὶ ἐν ταῖς μέθαις καὶ ἐν ταῖς πλησμοναῖς ἧττον φρονεῖν· ὅτι δὲ ἡ ὑγρότης ἀφαιρεῖται τὸν νοῦν, σημεῖον, διότι τὰ ἄλλα ζῶια χείρω τὴν διάνοιαν· ἀναπνεῖν τε γὰρ τὸν ἀπὸ
40τῆς γῆς ἀέρα καὶ τροφὴν ὑγροτέραν προσφέρεσθαι. τοὺς δὲ ὄρνιθας ἀναπνεῖν μὲν καθαρόν, φύσιν δὲ ὁμοίαν ἔχειν τοῖς ἰχθύσι· καὶ γὰρ τὴν σάρκα στιφράν, καὶ τὸ πνεῦμα οὐ διἱέναι διὰ παντός, ἀλλὰ ἱστάναι περὶ τὴν κοιλίαν· διὸ τὴν μὲν τρο‐ φὴν ταχὺ πέττειν, αὐτὸ δ’ ἄφρον εἶναι· συμβάλλεσθαι δέ τι πρὸς τῆι τροφῆι καὶ τὸ στόμα καὶ τὴν γλῶτταν· οὐ γὰρ δύνασθαι συνεἷναι ἀλλήλων. τὰ δὲ φυτὰ
45διὰ τὸ μὴ εἶναι κοῖλα μηδὲ ἀναδέχεσθαι τὸν ἀέρα παντελῶς ἀφηιρῆσθαι τὸ φρο‐ νεῖν. (45) ταὐτὸν δ’ αἴτιον εἶναι καὶ ὅτι τὰ παιδία ἄφρονα· πολὺ γὰρ ἔχειν τὸ ὑγρόν, ὥστε μὴ δύνασθαι διὰ παντὸς διἰέναι τοῦ σώματος, ἀλλὰ ἐκκρίνεσθαι περὶ τὰ στήθη· διὸ νωθῆ τε εἶναι καὶ ἄφρονα· ὀργίλα δὲ καὶ ὅλως ὀξύρροπα καὶ εὐ‐ μετάπτωτα διὰ τὸ ἐκ μικρῶν κρίνεσθαι τὸν ἀέρα πολύν· ὅπερ καὶ τῆς λήθης αἴτιον

19

(50)

εἶναι· διὰ γὰρ τὸ μὴ ἰέναι διὰ παντὸς τοῦ σώματος οὐ δύνασθαι συνεἷναι· ση‐ μεῖον δέ· καὶ γὰρ τοῖς ἀναμιμνηισκομένοις τὴν ἀπορίαν εἶναι περὶ τὸ στῆθος, ὅταν δὲ εὕρωσιν, διασκίδνασθαι καὶ ἀνακουφίζεσθαι τῆς λύπης.

20

ARISTOT. de anima Α 2. 405a 21 Δ. δ’ ὥσπερ καὶ ἕτεροί τινες ἀέρα [τὴν ψυχὴν εἶναι], τοῦτον οἰηθεὶς πάντων λεπτομερέστατον εἶναι καὶ ἀρχήν· καὶ
διὰ τοῦτο γινώσκειν τε καὶ κινεῖν τὴν ψυχήν, ἧι μὲν πρῶτόν ἐστι καὶ ἐκ τούτου τὰ λοιπά, γινώσκειν, ἧι δὲ λεπτότατον, κινητικὸν εἶναι. AËT. IV 7, 1 (D. 392 not.)56
5Πυθαγόρας μὲν καὶ Ἀναξαγόρας καὶ Δ. ... ἄφθαρτον εἶναι τὴν ψυχὴν ἀπεφή‐ ναντο. (Ebenda IV 5, 7 [D. 391] Διογένης ἐν τῆι ἀρτηριακῆι κοιλίαι τῆς καρ‐ δίας, ἥτις ἐστὶ πνευματικὴ [εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς])

21

AËT. IV 16, 3 (D. 406) Δ. τοῦ ἐν τῆι κεφαλῆι ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου [τὴν ἀκοὴν γίνεσθαι].

22

—IV 18, 2 (D. 407) Δ. τῆι ἀραιότητι τῆς γλώττης καὶ τῆι μαλακότητι καὶ διὰ τὸ συνάπτειν τὰς ἀπὸ τοῦ σώματος εἰς αὐτὴν φλέβας διαχεῖσθαι τοὺς χυμοὺς ἑλκομένους ἐπὶ τὴν αἴσθησιν καὶ τὸ ἡγεμονικὸν καθάπερ ἀπὸ σπογγιᾶς.

23

—IV 9, 8 (D. 397) οἱ μὲν ἄλλοι φύσει τὰ αἰσθητά, Λεύκιππος δὲ 〈καὶ〉 Δημόκριτος καὶ Διογένης νόμωι, τοῦτο δ’ ἐστὶ δόξηι καὶ πάθεσι τοῖς ἡμετέροις.

24

CLEM. Paedag. I 6, 48 [I 119, 2 St.] τινὲς δὲ καὶ τὸ σπέρμα τοῦ ζώιου ἀφρὸν εἶναι τοῦ αἵματος κατ’ οὐσίαν ὑποτίθενται, ὃ δὴ τῆι ἐμφύτωι τοῦ ἄρρενος θέρμηι παρὰ τὰς συμπλοκὰς ἐκταραχθὲν ἐκριπιζόμενον ἐξαφροῦται κἀν ταῖς σπερματίσιν παρατίθεται φλεψίν· ἐντεῦθεν γὰρ ὁ Ἀπολλ. Δ. τὰ ἀφροδίσια
5κεκλῆσθαι βούλεται.

25

ARISTOPHANES epit. hist. anim. I 78 [Suppl. Arist. I 1 p. 23, 13] διαπίπτειν δὲ Διογένην τὸν Ἀπολλωνιάτην εἰρηκότα ταῖς κοτυληδόσι ταῖς ἐν τῆι μήτραι τρέφεσθαι τὰ ἔμβρυα.

26

CENSOR. 9, 2 D. Apolloniates qui masculis corpus ait quattuor men‐ sibus formari et feminis quinque.

27

—5, 4 (D. 190) utrumne ex patris tantummodo semine partus nascatur, ut D...., an etiam ex matris. 6, 1 D. Apoll. ex umore primum carnem fieri existimavit, tum ex carne ossa nervosque et ceteras partes enasci.

28

AËT. V 15, 4 (D. 426) Δ. γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα, ἐν θερμα‐ σίαι [?] δέ· ὅθεν τὸ ἔμφυτον θερμὸν εὐθέως προχυθέντος τοῦ βρέφους τὸ ψυχρὸν εἰς τὸν πνεύμονα ἐφέλκεσθαι.

29

— —24, 3 (D. 436) Δ. ἐὰν ἐπὶ πᾶν τὸ αἷμα διαχεόμενον πληρώσηι μὲν τὰς φλέβας, τὸν δὲ ἐν αὐταῖς περιεχόμενον ἀέρα ὤσηι εἰς τὰ στέρνα καὶ τὴν ὑποκειμένην γαστέρα, ὕπνον γεγενῆσθαι καὶ θερμότερον ὑπάρχειν τὸν θώρακα· ἐὰν δὲ ἅπαν τὸ ἀερῶδες ἐκ τῶν φλεβῶν ἐκλίπηι, θάνατον συντυγχάνειν.

29a

[GALEN.] de humor. XIX 495 Κ. καὶ μὲν δὴ καὶ ἀπὸ τοῦ χρώματος ὥσπερ [ἐπὶ] τοῦ χυμοῦ ἐπικράτεια οὕτω καὶ τοῦ νοσήματος διαγινώσκεται. ἔστι
δὲ καὶ αὕτη οὐδὲν ἧττον τῶν μεγίστων διαγνώσεων ἀκριβεστάτη καὶ Διογένει καὶ τοῖς κατ’ ἐκεῖνο καιροῦ σοφοῖς ὡς μαντική τις νομιζομένη. πολὺν μὲν γὰρ οἱ ἄνδρες57
5ἐκεῖνοι περὶ χρωμάτων ἐποιήσαντο λόγον, ταῖς διαφοραῖς αὐτῶν καὶ τὰ νοσήματα μεριζόμενοι, ἐρυθρόχρους τε τοὺς αἱματώδεις καὶ πυρρόχρους, οἷς ὁ πικρὸς πλεο‐ νάζει χυμός, καὶ μελανόχρους, οἷς 〈ὁ〉 μέλας, καὶ λευκόχρους τοὺς φλεγματίας ἀποκαλοῦντες, ἐρυθρόχροά τε καὶ πυρρόχροα τὰ ἐπὶ τούτοις νοσήματα καὶ μελανό‐ χροα καὶ λευκόχροα λέγοντες οὐκ οἶδα ἀνθ’ ὅτου τὰ πολλὰ τῆς τέχνης καταλι‐
10πόντες μαρτύρια κἀκεῖνα 〈ἃ〉 μᾶλλον δύναται τοῦ νοσήματος τὴν ἀκριβῆ διάκρισιν παρασχεῖν, τοῖς χρώμασι μόνοις τὴν ἐντελῆ διάκρισιν τῆς ἀσθενείας ἀνέθεντο.

30

AËT. v 20, 5 (D. 432) Δ. μετέχειν μὲν αὐτὰ [τὰ ζῶια] τοῦ νοη‐ τοῦ καὶ ἀέρος, διὰ δὲ τὸ τὰ μὲν πυκνότητι, τὰ δὲ πλεονασμῶι τῆς ὑγρασίας μήτε διανοεῖσθαι μήτε αἰσθάνεσθαι προσφερῶς δὴ αὐτὰ διακεῖσθαι τοῖς μεμηνόσι παρα‐ πεπαικότος τοῦ ἡγεμονικοῦ.

31

ARISTOT. de respir. 2. 471a 3 Δ. δ’ ὅταν ἀφῶσι [οἱ ἰχθύες] τὸ ὕδωρ διὰ τῶν βραγχίων ἐκ τοῦ περὶ τὸ στόμαπεριεστῶτος ὕδατος ἕλκειν τῶι κενῶι τῶι ἐν τῶι στόματι τὸν ἀέρα ὡς ἐνόντος ἐν τῶι ὕδατι ἀέρος ... b 12 διὰ τίν’ αἰτίαν ἐν τῶι ἀέρι ἀποθνήισκουσι καὶ φαίνονται ἀσπαρίζοντα ὥσπερ
5τὰ πνιγόμενα, εἴπερ ἀναπνέουσιν; οὐ γὰρ δὴ τροφῆς γε ἐνδείαι τοῦτο πάσχουσιν. ἣν γὰρ λέγει Δ. αἰτίαν, εὐήθης· φησὶ γὰρ ὅτι τὸν ἀέρα πολὺν ἕλκουσι λίαν ἐν τῶι ἀέρι, ἐν δὲ τῶι ὕδατι μέτριον, καὶ διὰ τοῦτ’ ἀποθνήισκειν.

32

THEOPHRAST. Hist. pl. III 1, 4 Δ. δὲ σηπομένου τοῦ ὕδατος καὶ μίξιν τινὰ λαμβάνοντος πρὸς τὴν γῆν [sc. τὸν ἀέρα γεννᾶν τὰ φυτά].

33

ALEX. Quaest. II 23 (περὶ τῆς Ἡρακλείας λίθου, διὰ τί ἕλκει τὸν σίδη‐ ρον) [II 73, 11 Bruns] Δ. δὲ ὁ Ἀπολλ. πάντα τὰ ἐλατά φησιν καὶ ἀφιέναι τινὰ ἰκμάδα ἀφ’ αὑτῶν πεφυκέναι καὶ ἕλκειν ἔξωθεν τὰ μὲν πλείω τὰ δὲ ἐλάττω, πλείστην δὲ ἀφιέναι χαλκόν τε καὶ σίδηρον, οὗ σημεῖον τό τε ἀποκαίεσθαί τι καὶ
5ἀπαναλίσκεσθαι ἀπ’ αὐτῶν ἐν τῶι πυρί, καὶ τὸ χριόμενα αὐτὰ ὄξει καὶ ἐλαίωι ἰοῦσθαι· τοῦτο γὰρ πάσχειν διὰ τὸ ἕλκειν ἐξ αὐτῶν τὴν ἰκμάδα τὸ ὄξος. τὸ 〈μὲν〉 γάρ, τὸ πῦρ, καίειν ἃ ἀνακηκίει αὐτοῦ, τὸ δὲ εἰσδυόμενον εἰς ἕκαστον ἕλκειν τε καὶ ἀναλίσκειν τὸ ἐν αὐτοῖς ὑγρόν. τοῦ 〈οὖν〉 σιδήρου ἕλκοντός τε καὶ πλεῖον ἀφιέντος ὑγρὸν τὴν λίθον οὖσαν ἀραιοτέραν τοῦ σιδήρου καὶ γεωδεστέραν πλεῖον ἕλκειν
10τὸ ὑγρὸν τὸ ἀπὸ τοῦ παρακειμένου ἀέρος ἢ ἀφιέναι. τὸ μὲν οὖν συγγενὲς ἕλκου‐ σαν ἐν αὑτῆι δέχεσθαι, τὸ δὲ μὴ συγγενὲς ἀπωθεῖν. εἶναι δ’ αὐτῆι συγγενῆ τὸν σίδηρον, διὸ τὸ ἀπὸ τούτου 〈ὑγρὸν〉 ἕλκειν τε καὶ δέχεσθαι ἐν αὑτῆι, καὶ διὰ τῆς τούτου ἕλξεως καὶ τὸν σίδηρον ἐπισπᾶσθαι διὰ τὴν ἀθρόαν ἕλξιν τοῦ ἐν αὐτῶι ὑγροῦ, μηκέτι δὲ τὸν σίδηρον ἕλκειν τὴν λίθον 〈τῶι〉 μηδ’ οὕτως εἶναι τὸν σίδηρον
15ἀραιὸν ὡς δέχεσθαι δύνασθαι ἀθρόαν τὴν ἀπ’ αὐτῆς ὑγρότητα.58