TLG 1316 003 :: DINON :: Fragmenta

DINON Hist.
(Colophonius: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 89–95.

  • frr. 1–30
  • frr. 3, 10, 27 verba Latina solum

Citation: Fragment — (line)

t1-30

ΠΕΡΣΙΚΑ.

t1-3

(ΠΡΩΤΗ ΣΥΝΤΑΞΙΣ.) ἈΣΣΥΡΙΑΚΑ.

1

Aelian. V. H. VII, 1: Σεμίραμιν τὴν Ἀσσυρίαν ἄλλοι μὲν ἄλλως ᾄδουσιν· ὡραιοτάτη δὲ ἐγένετο γυναι‐ κῶν, εἰ καὶ ἀφελέστερον ἐχρῆτο τῷ κάλλει. Ἀφικομένη δὲ πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα κλητὴ, κατὰ κλέος
5τῆς ὥρας, ὅδε ἐντυχὼν τῇ ἀνθρώπῳ ἠράσθη αὐτῆς. Ἡ δὲ ᾔτησεν ἐκ τοῦ βασιλέως τὴν βασίλειον στολὴν λα‐ βεῖν δῶρα, καὶ πέντε ἡμερῶν τῆς Ἀσίας ἄρξαι, καὶ τὰ ἀπὸ ταύτης προσταττόμενα δρᾶσαι· καὶ οὐδὲ τῆς αἰτήσεως ἠτύχησεν. Ἐπεὶ δὲ ἐκάθισεν αὐτὴν ὁ βασι‐
10λεὺς ἐπὶ τοῦ θρόνου, καὶ ἔγνω διὰ χειρὸς καὶ γνώμης ἔχουσα πάντα, προσέταξε τοῖς δορυφόροις αὐτὸν τὸν βασιλέα κτεῖναι· καὶ οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν κατέσχε. Λέγει δὲ ταῦτα Δείνων.

1a

Diodor. II, 20, 3: Κτησίας μὲν οὖν ὁ Κνίδιος περὶ Σεμιράμιδος τοιαῦθ’ ἱστόρηκεν· Ἀθήναιος δὲ καί τινες τῶν ἄλλων συγγραφέων φασὶν αὐτὴν ἑταί‐ ραν γεγονέναι εὐπρεπῆ, καὶ διὰ τὸ κάλλος ἐρωτικῶς
5ἔχειν αὐτῆς τὸν βασιλέα τῶν Ἀσσυρίων. Τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βα‐ σιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευθεῖσαν γυ‐ ναῖκα πεῖσαι τὸν βασιλέα πένθ’ ἡμέρας αὐτῇ παραχω‐ ρῆσαι τῆς βασιλείας. Τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν
10τό τε σκῆπτρον καὶ τὴν βασίλειον στολὴν, κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ δεῖπνα, ἐν οἷς τοὺς τῶν δυνάμεων ἡγεμόνας καὶ πάντας τοὺς ἐπιφανεστάτους πεῖσαι συμπράττειν ἑαυτῇ· τῇ δ’ ὑστεραίᾳ τοῦ τε πλήθους καὶ τῶν ἀξιολογωτάτων ἀν‐
15δρῶν ὡς βασίλισσαν θεραπευόντων, τὸν μὲν ἄνδρα καταβαλεῖν εἰς τὴν εἱρκτὴν, αὐτὴν δὲ φύσει μεγαλε‐ πίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχὴν, καὶ μέχρι γήρως βασιλεύσασαν πολλὰ καὶ μεγάλα κα‐ τεργάσασθαι.

2

Aelianus H. A. XVII, 19: Λέγει δὲ Δείνων ἐν Αἰθιοπίᾳ γίνεσθαι τοὺς ὄρνιθας τοὺς μο‐ νοκέρως καὶ ὗς τετρακέρως καὶ πρόβατα ἐρίων μὲν
ψιλὰ, τρίχας δὲ καμήλων ἔχοντα.89

3

Plinius H. N. X, 70: Nec Sirenes impetraverint fidem, licet affirmet Dino, Clitarchi celebrati au‐ ctoris pater, in India esse, mulcerique earum cantu, quos gravatos somno lacerent.

t4-7

ΔΕΥΤΕΡΑ ΣΥΝΤΑΞΙΣ. ΜΗΔΙΚΑ.

4

(t)

E LIBRO SECUNDO.
1 Suidas [Οὐδὲ Ἡρακλῆς πρὸς δύο.] Τοὺς [γὰρ] Μολιονίδας ἔφυγε. Δείνων δὲ ἐν δευτέρῳ τῆς δευτέρας συντάξεως Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον, καταδεί‐ ξαντα τὰ Ὀλύμπια, πρὸς δύο διαπυκτεύσαντα ἡττη‐
5θῆναι.

5

(t)

E LIBRO QUINTO.
1 Diogenes Laert. I, 8: Τὴν δὲ γοητικὴν μαντείαν οὐδ’ ἔγνωσαν, ὡς φησὶν Ἀριστοτέλης ἐν τῷ Μαγικῷ καὶ Δείνων ἐν τῇ πέμπτῃ τῶν ἱστοριῶν, ὃς καὶ μεθερμηνευόμενόν φησι τὸν Ζωροάστρην ἀστροθύτην
5εἶναι· φησὶ δὲ τοῦτο καὶ Ἑρμόδωρος.

6

Idem IX, 50: Πρωταγόρας Ἀρτέμωνος, ἢ, ὡς Ἀπολλόδωρος καὶ Δίνων ἐν τοῖς Περσικοῖς, Μαιανδρίου.

7

Athenaeus XIV: Ὅμηρος γοῦν φησιν ἐπ’ Ἀχιλλέως· «Ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν ἡρώων·» καὶ τὸν Φήμιον δέ φησιν, ὅτι
πολλὰ βροτῶν θελκτήρια οἶδεν,
5 ἔργ’ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί. Τὸ δὲ ἔθος τοῦτο καὶ παρὰ τοῖς βαρβάροις ἐσώζετο, ὥς φησι Δείνων ἐν τοῖς Περσικοῖς. Τὴν γοῦν Κύρου
τοῦ πρώτου ἀνδρείαν καὶ τὸν μέλλοντα πόλεμον ἔσε‐ σθαι πρὸς Ἀστυάγην προείδοντο οἱ ᾠδοί. «Ὅτε γὰρ90
10(φησὶν) ἡγήσατο τὴν εἰς Πέρσας ἀποδημίαν ὁ Κῦρος· ἐγεγόνει δ’ αὐτοῦ πρότερον ἐπὶ τῶν ῥαβδοφόρων, εἶθ’ ὕστερον ἐπὶ τῶν ὁπλοφόρων, καὶ ἀπῆλθεν· εὐωχουμέ‐ νου οὖν τοῦ Ἀστυάγους μετὰ τῶν φίλων, τότε Ἀγγάρης ὄνομα, (οὗτος δ’ ἦν τῶν ᾠδῶν ὁ ἐνδοξότατος,) ᾖδεν
15εἰσκληθεὶς τά τε ἄλλα τῶν εἰθισμένων, καὶ τὸ ἔσχατον εἶπεν, ὡς ἀφεῖται εἰς τὸ ἕλος θηρίον μέγα, θρασύτερον ὑὸς ἀγρίου· ὃ ἂν κυριεύσῃ τῶν καθ’ αὑτὸν τόπων, πολ‐ λοῖς μετ’ ὀλίγον ῥᾳδίως μαχεῖται. Ἐρομένου δὲ τοῦ Ἀστυάγους, ποῖον θηρίον; ἔφη Κῦρον τὸν Πέρσην.
20Νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι, καὶ μετα‐ πεμπόμενος οὐδὲν ὤνησεν.»

t8-30

ΤΡΙΤΗ ΣΥΝΤΑΞΙΣ. ΠΕΡΣΙΚΑ.

8

(t)

E LIBRO PRIMO.
1 Schol. Nicandr. Ther. 613: Μάγοι δὲ καὶ Σκύ‐ θαι μυρικίνῳ μαντεύονται ξύλῳ· καὶ γὰρ ἐν πολλοῖς τόποις ῥάβδοις μαντεύονται. Δείνων δὲ ἐν τῷ πρώτῳ τῆς τρίτης συντάξεως καὶ τοὺς μάντεις φησὶ Μήδους
5ῥάβδοις μαντεύεσθαι.

9

Clem. Alex. Protr. I, c. 5.: Θύειν ἐν ὑπαίθρῳ τούτους (sc. τοὺς Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς μάγους) ὁ Δείνων λέγει, θεῶν ἀγάλματα μόνα τὸ πῦρ καὶ τὸ ὕδωρ νομίζοντας.

10

Cicero De divinat. I, c. 23: Quid ego quae Magi Cyro illi principi interpretati sunt, ex Dinonis Per‐ sicis [libris] proferam? Nam quum dormienti ei sol ad pedes visus esset, ter eum, scribit, fru‐
5stra appetivisse manibus, quum se convolvens sol elaberetur et abiret: ei Magos dixisse (quod genus sapientum et doctorum habebatur in Persis) ex tri‐ plici appetitione solis, triginta annos Cyrum re‐ gnaturum esse portendi. Quod ita contigit. Nam
10ad septuagesimum pervenit, quum quadraginta na‐ tus annos regnare coepisset.

11

Athenaeus XIII: Δείνων δ’ ἐν τοῖς Περ‐ σικοῖς, καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτια‐ κῶν, τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ Ἀμά‐ σιδος· ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα
5τῇ μητρὶ ἐπ’ Αἴγυπτον ποιήσασθαι στρατείαν.

12

Athenaeus XIV: Σφόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δείνων γοῦν ἐν τοῖς Περσι‐ κοῖς φησι· «Παρετίθεντο δ’ ἐπὶ τῆς τραπέζης τῆς βα‐ σιλέως ὅσα ἡ γῆ βρώματα φέρει, ἧς ἄρχει βασιλεὺς,
5ἀφ’ ἑκάστου ὅσον ἀπαρχήν. Ξενικῷ δὲ οὐδενὶ οὔτε βρώματι οὔτε ποτῷ ᾤετο δεῖν ὁ Ξέρξης τοὺς βασιλεῖς χρῆσθαι· ὅθεν καὶ νόμος τις ὕστερον ἐγένετο. Εἰσενέγ‐
καντος γάρ ποτε τῶν εὐνούχων τινὸς ἐν τοῖς λοιποῖς91
10τραγήμασιν ἰσχάδας Ἀττικὰς, ἐρωτῆσαι, ποδαπαὶ εἶεν. Ἐπεὶ δὲ ἐπύθετο ἐξ Ἀθηνῶν, τοῖς ἀγορασταῖς ἐκέλευεν ὠνεῖσθαι, ἕως ἂν ἐξουσία γένηται αὑτῷ λαμβάνειν ὅταν ἐθέλῃ, καὶ μὴ ἀγορά‐ ζειν. Λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι,
15ἵνα αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ τὰς Ἀθήνας στρατείας.»

13

Schol. Theocrit. II, 107: Ὅτι δὲ αἱ Ἀττικαὶ ἰσχάδες ἡδεῖαι, καὶ Δείνων μαρτυρεῖ.

14

(t)

E LIBRO TERTIO.
1 Athenaeus XI: Δείνων ἐν τρίτῳ Περσι‐ κῶν φησὶν οὕτως· «Ἔστι δὲ ποτίβαζις, ἄρτος κρίθι‐ νος καὶ πύρινος ὀπτὸς, καὶ κυπαρίσσου στέφανος, καὶ οἶνος κεκραμένος ἐν ᾠῷ χρυσῷ, οὗ αὐτὸς βασιλεὺς
5πίνει.»

15

Athenaeus II: Κτησίας δ’ ἐν Καρμανίᾳ φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φό‐ ρων τρίτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευα‐
5ζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων. Ἀλλὰ μὴν οὐδὲ Δείνων ἐν τῇ Περσικῇ πραγματείᾳ· ὅς γέ φησι καὶ ἅλα Ἀμμωνιακὸν ἀπ’ Αἰγύπτου ἀναπέμ‐ πεσθαι βασιλεῖ, καὶ ὕδωρ ἐκ τοῦ Νείλου.

16

Plutarch. Alex. c. 36: Δείνων δέ φησι καὶ ὕδωρ ἀπό τε τοῦ Νείλου καὶ τοῦ Ἴστρου μετὰ τῶν ἄλλων μεταπεμπομένους εἰς τὴν γάζαν ἀποτίθεσθαι τοὺς βα‐ σιλεῖς, οἷον ἐκβεβαιουμένους τὸ μέγεθος τῆς ἀρχῆς
5καὶ τὸ κυριεύειν ἁπάντων.

17

Athenaeus XIII: Παρὰ δὲ Πέρσαις ἀνέ‐ χεται ἡ βασίλεια τοῦ πλήθους τῶν παλλακίδων, διὰ τὸ ὡς δεσπότην ἄρχειν τῆς γαμετῆς τὸν βασιλέα, ἔτι δὲ καὶ διὰ τὸ τὴν βασιλίδα, ὥς φησι Δείνων ἐν τοῖς
5Περσικοῖς, ὑπὸ τῶν παλλακίδων θρησκεύεσθαι· προσ‐ κυνοῦσι γοῦν αὐτήν.

18

Athenaeus XII: Καὶ τὸ παράσημον δὲ, ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς, οὐδ’ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. Κατε‐ σκευάζετο γὰρ, ὥς φησι Δείνων, ἐκ σμύρνης καὶ τοῦ
5καλουμένου λαβύζου. Εὐώδης δ’ ἐστὶν ἡ λάβυζος, καὶ πολυτιμότερον τῆς σμύρνης. Ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι, φησὶ, βασιλεὺς, οὔτε καθήλλετο ὀλί‐ γου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους, οὔτε διὰ χειρῶν ἐρει‐ δόμενος, ἀλλ’ ἀεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο, καὶ
10τούτῳ ἐπιβαίνων κατῄει· καὶ ὁ βασιλέως διφροφόρος
εἰς τοῦτο εἵπετο.92

19

Athenaeus IV: Ὁ δὲ Περσῶν βασι‐ λεὺς, ὥς φησι Κτησίας καὶ Δείνων ἐν τοῖς Περσικοῖς, ἐδείπνει μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων, καὶ ἀνηλίσκετο εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια.

20

Plutarch. Themist. c. 27: Θουκυδίδης μὲν οὖν καὶ Χάρων ὁ Λαμψακηνὸς ἱστοροῦσι τεθνηκότος Ξέρξου πρὸς τὸν υἱὸν αὐτοῦ τῷ Θεμιστοκλεῖ γενέσθαι τὴν ἔν‐ τευξιν, Ἔφορος δὲ καὶ Δείνων καὶ Κλείταρχος καὶ
5Ἡρακλείδης, ἔτι δ’ ἄλλοι πλείονες, πρὸς αὐτὸν ἀφι‐ κέσθαι τὸν Ξέρξην.

21

(t)

E LIBRO QUARTO.
1 Athenaeus XIII: Δείνων δ’ ἐν τῇ πέμπτῃ τῶν Περσικῶν τῆς πρώτης συντάξεώς φησιν, ὅτι ἡ Βα‐ γάζου γυνὴ, ἥτις ἦν ὁμοπάτριος Ξέρξου ἀδελφὴ, ὄνομα Ἀνοῦτις, καλλίστη ἦν τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν καὶ
5ἀκολαστοτάτη.

22

Plutarch. Artox. c. 1: Ὁ δὲ Ἀρτοξέρξης Ἀρσίκας πρότερον ἐκαλεῖτο, καίτοι Δείνων φησὶν, ὅτι Ὀάρτης. Ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἄλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν
5πυλαίαν, οὐκ εἰκός ἐστιν ἀγνοεῖν τοὔνομα τοῦ βασι‐ λέως, παρ’ ᾧ διέτριβε θεραπεύων αὐτὸν καὶ γυναῖκα καὶ μητέρα καὶ παῖδας.

23

Plutarch. Artox. c. 6: Ἐκ δὴ τούτων μισοῦσα τὴν Στάτειραν ἡ Παρύσατις καὶ φύσει βαρύθυμος οὖσα καὶ βάρβαρος ἐν ὀργαῖς καὶ μνησικακίαις ἐπεβούλευεν αὐτὴν ἀνελεῖν. Ἐπεὶ δὲ Δείνων μὲν ἐν τῷ πολέμῳ
5συντελεσθῆναι τὴν ἐπι‐ βουλὴν εἴρηκε, Κτησίας δ’ ὕστερον, ὃν οὔτ’ ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι· κτλ.

24

Plutarch. Artox. c. 9: Τὸν μὲν οὖν Ἀρταγέρσην ἀποθανεῖν ὑπὸ Κύρου σχεδὸν ἅπαντες ὁμολογοῦσι· περὶ δὲ τῆς αὐτοῦ Κύρου τελευτῆς ἐπεὶ Ξενοφῶν ἁπλῶς καὶ συντόμως, ἅτε δὴ μὴ παρὼν αὐτὸς, εἶπεν, οὐδὲν ἴσως
5κωλύει τὰ Δείνωνος ἰδίᾳ καὶ πάλιν τὰ Κτησίου διελθεῖν. Φησὶν οὖν ὁ μὲν Δείνων, ὅτι τοῦ Ἀρ‐ ταγέρσου πεσόντος εἰσελάσας βιαίως ὁ Κῦρος εἰς τοὺς προτεταγμένους τοῦ βασιλέως κατέτρωσεν αὐτοῦ τὸν
10ἵππον, ὁ δὲ ἀπεῤῥύη· Τηριβάζου δ’ ἀναβαλόντος αὐ‐ τὸν ἐπ’ ἄλλον ἵππον ταχὺ καὶ εἰπόντος αὐτῷ, «Ὦ βα‐ σιλεῦ, μέμνησο τῆς ἡμέρας ταύτης, οὐ γὰρ ἀξία λή‐ θης ἐστί,» πάλιν ὁ Κῦρος ἐνσείσας τῷ ἵππῳ κατέβαλε
τὸν Ἀρτοξέρξην· πρὸς δὲ τὴν τρίτην ἐπέλασιν δυσ‐93
15ανασχετήσας ὁ βασιλεὺς καὶ εἰπὼν πρὸς τοὺς παρόν‐ τας, ὡς βέλτιόν ἐστι μὴ ζῆν, ἀντεξήλαυνε τῷ Κύρῳ προπετῶς καὶ ἀπερισκέπτως εἰς ἐναντία βέλη φερο‐ μένῳ, καὶ βάλλει μὲν αὐτὸς ἀκοντίῳ, βάλλουσι δ’ οἱ περὶ αὐτόν. Πίπτει δ’ ὁ Κῦρος, ὡς μὲν ἔνιοι λέγουσι,
20πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δ’ ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος, ᾧ γέρας ἔδωκε τῆς πράξεως ταύτης ὁ βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν· καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ
25τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.

25

Plutarch. Artox. c. 13: Ἐξεληλάκει δ’, ὡς ὁ Κτησίας φησὶν, ἐπὶ τὴν μάχην τεσσαράκοντα μυριάσιν· οἱ δὲ περὶ Δείνωνα καὶ Ξενοφῶντα πολὺ πλείονας γενέσθαι λέγουσι τὰς
5μεμαχημένας.

26

Plutarch. Artox. c. 19: Θεράπαιναν εἶχε πιστὴν καὶ δυναμένην παρ’ αὑτῇ μέγιστον ὄνομα Γίγιν· ἣν ὁ μὲν Δείνων ὑπουργῆσαι τῇ φαρμακείᾳ φησὶ, συγγνῶναι δὲ
5μόνον ἄκουσαν ὁ Κτησίας. Τὸν δὲ δόντα τὸ φάρμακον οὗτος μὲν ὀνομάζει Βελιτάραν, ὁ δὲ Δείνων Μελάνταν. Γίνεται δὲ μικρὸν ἐν Πέρσαις ὀρνίθιον, ᾧ περιττώ‐ ματος οὐδέν ἐστιν, ἀλλ’ ὅλον διάπλεον πιμελῆς τὰ ἐν‐ τός· ᾗ καὶ νομίζουσιν ἀνέμῳ καὶ δρόσῳ τρέφεσθαι τὸ
10ζῷον· ὀνομάζεται δὲ ῥυντάκης. Τοῦτό φησιν ὁ Κτη‐ σίας μικρᾷ μαχαιρίδι κεχρισμένῃ τῷ φαρμάκῳ κατὰ θάτερα τὴν Παρύσατιν διαιροῦσαν ἐκμάξαι τῷ ἑτέρῳ μέρει τὸ φάρμακον, καὶ τὸ μὲν ἄχραντον καὶ καθαρὸν εἰς τὸ στόμα βαλοῦσαν αὐτὴν ἐσθίειν, δοῦναι δὲ τῇ
15Στατείρᾳ τὸ πεφαρμαγμένον· ὁ δὲ Δείνων οὐ τὴν Πα‐ ρύσατιν, ἀλλὰ τὸν Μελάνταν τέμνοντα τῷ μαχαιρίῳ τὰ φαρμασσόμενα τῶν κρεῶν τιθέναι κατὰ τὴν Στά‐ τειραν.

27

Cornel. Nepos Conon. c. 5: Clam dare operam coepit (Conon), ut Ioniam et Aeoliam restitueret Atheniensibus. Id quum minus diligenter esset vela‐ tum, Tiribazus, qui Sardibus praeerat, Cononem
5evocavit, simulans ad regem eum se mittere velle magna de re. Hujus nuntio parens quum venisset, in vincula conjectus est, in quibus aliquamdiu fuit. Inde nonnulli eum ad regem abductum ibique per‐ isse scriptum reliquerunt. Contra ea Dinon histori‐
10cus, cui nos plurimum de rebus Persicis credimus, effugisse scripsit; illud addubitat, utrum Tiribazo sciente, an imprudente sit factum.

28

Plutarch. Artox. c. 21: Ὁ δ’ Ἀνταλκίδας Σπαρ‐ τιάτης ἦν, Λέοντος υἱὸς, καὶ σπουδάσας βασιλεῖ διε‐ πράξατο τὰς ἐν Ἀσίᾳ πόλεις Ἑλληνίδας ἁπάσας καὶ νήσους, ὅσαι προσκυροῦσιν Ἀσίᾳ, παρεῖναι Λακεδαιμο‐
5νίους αὐτῷ κεκτῆσθαι φόρων ὑποτελεῖς, εἰρήνης γενο‐ μένης τοῖς Ἕλλησιν, εἰ δεῖ τὴν τῆς Ἑλλάδος ὕβριν καὶ προδοσίαν εἰρήνην καλεῖν, ἧς πόλεμος οὐδεὶς ἀκλεέστε‐ ρον ἤνεγκε τέλος τοῖς κρατηθεῖσι. Διὸ καὶ τοὺς ἄλλους Σπαρτιάτας ἀεὶ βδελυττόμενος ὁ Ἀρτοξέρξης καὶ νο‐
10μίζων, ὥς φησι Δείνων, ἀνθρώπων ἁπάντων ἀναιδεστά‐ τους εἶναι, τὸν Ἀνταλκίδαν ὑπερηγάπησεν εἰς Πέρσας ἀναβάντα. Καί ποτε λαβὼν ἕνα τῶν ἀνθινῶν στεφάνων
καὶ βάψας εἰς μύρον τὸ πολυτελέστατον ἀπὸ δείπνου ἔπεμψε τῷ Ἀνταλκίδᾳ· καὶ πάντες ἐθαύμασαν τὴν φι‐94
15λοφροσύνην. Ἦν δ’, ὡς ἔοικεν, οὗτος ἐπιτήδειος ἐντρυ‐ φηθῆναι καὶ τοιοῦτον λαβεῖν στέφανον ἐξορχησάμενος ἐν Πέρσαις τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν.

29

Lucian. Macrob. c. 15: Ἀρτα‐ ξέρξης ὁ Μνήμων ἐπικληθεὶς, ἐφ’ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησε νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δείνων ἱστο‐
5ρεῖ, τεττάρων καὶ ἐνενήκοντα.

30

Plutarchus De Isid. et Os. c. 31: Διὸ καὶ τῶν Περσικῶν βασιλέων ἐχθραίνοντες μάλιστα τὸν Ὦχον ὡς ἐναγῆ καὶ μιαρὸν, ὄνον ἐπωνόμασαν. Κἀκεῖνος εἰπὼν, Ὁ μέν‐
5τοι ὄνος οὗτος ὑμῶν κατευωχήσεται τὸν βοῦν, ἔθυσε τὸν
Ἆπιν, ὡς Δείνων ἱστόρηκεν.95