TLG 1314 004 :: DINIAS :: Fragmenta

DINIAS Hist.
(Argivus: 3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 24–26.

frr. 1–9

Citation: Fragment — (line)

t1-3

ΑΡΓΟΛΙΚΑ. ΠΡΩΤΗ ΣΥΝΤΑΞΙΣ.

1

(t)

E LIBRO PRIMO.
1 Schol. Apoll. Rhod. II, 789: Ὅτι δὲ τοὺς Πα‐ φλαγόνας ὑπέταξεν Ἡρακλῆς τοῖς περὶ Λύκον (Marian‐ dynorum regem), ἱστορεῖ Δεινίας ἐν πρώτῳ Ἀργολι‐ κῶν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν δεκάτῳ Βιθυνια‐
5κῶν.

2

(t)

E LIBRO SEPTIMO.
1 Schol. Sophocl. Electr. 281, ad verba poetae, [Εὑροῦς’ (Clytaemnestra) ἐκείνην ἡμέραν, ἐν ᾗ τότε Πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, Ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ Θεοῖσιν ἔμμην’ ἱερὰ τοῖς σωτη‐
5ρίοις]: Οἱ Ἀργολικοὶ συγγραφεῖς ιγʹ εἶναί φασι μηνὸς Γαμηλιῶνος, ὡς Δεινίας ἐν ζʹ Ἀργολικῶν.

3

(t)

E LIBRO NONO.
1 Schol. Eur. Orest. 861: [Ἄκραν] τόπος οὕτω κα‐ λούμενος· λέγει δὲ τὸν Πρῶνα ... ὅπου φασὶ πρῶτον τὸν Δαναὸν μετὰ θάνατον υἱῶν Αἰγύπτου δοῦναι δίκας, Αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τῷ
5φόνῳ. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀρ‐ γείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις λῦσαι τὴν ἔχθραν. Καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. Ὁ δὲ τόπος ἔνθα ἡ δίκη συνήχθη, περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λαὸν,
10συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. Ὁ δὲ τόπος ἐξ ἐκείνου Ἁλιαία καλεῖται ἡ νῦν Ἡλιαία λεγομένη. Ἄλλως. Ἡ πολλὴ δόξα κατέχει μὴ ἐλθεῖν τὸν Αἴγυπτον εἰς Ἄρ‐ γος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως· «Ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος.»
15[Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυ‐ πτον ἥκειν εἰς Ἄργος.] Λέγεται δέ τις ἐν Ἄργει Πρών, ὅπου δικάζουσιν Ἀργεῖοι. Ἱστορεῖ δὲ περὶ τοῦ χωρίου Δεινίας [ἐν θʹ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευ‐
τέρας,] γράφων οὕτως· «Ταχέως δὲ κυριεύσαντες τὸν24
20Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες λίθοις ἀπέ‐ κτειναν. Καὶ τὸν τάφον αὐτοῦ δεικνύουσιν ἔτι καὶ νῦν ὑπεράνω τοῦ καλουμένου Πρῶνος, χῶμα παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν.»

t4-9

E LIBRIS INCERTIS.

4

Agatharchides De mari Rubr. ap. Phot. cod. 250.: Οἱ δὲ περὶ Κλεινίαν (Δεινίαν em. Reines.) ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξου‐ σίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιο‐
5πίαν (ἐκαλεῖτο δὲ τότε Κηφηνία) παραγεγονότα ἐπὶ λύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲ εἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶν ἐγγόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαι υἱὸν, καὶ ἐξ ἐκείνου τῇ θαλάσσῃ τὴν κλῆσιν παρασχεῖν.
10Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς Ἐρυθρᾶς θαλάσ‐ σης σχεδιασμός.

5

Schol. Pind. Nem. III, 104: Δεινίας δὲ ὁ Ἀργεῖος (Herculis e Megara filios esse dicit) Θηρίμαχον, Κρεοντιάδην, Δηϊκόωντα, Δηΐονα.

6

Idem Olymp. VII, 49: Τὸν Ἀλκμήνης νόθον ἀδελ‐ φὸν Λικύμνιον ῥοπάλῳ ἐλαίας τύπτων ἀπέκτεινε ἐν τῇ Τίρυνθι παραγενόμενον ἐκ τῆς οἰκίας τῆς ἑαυτοῦ μητρὸς Μιδέας ὁ Τληπόλεμος ὁ παλαιὸς οἰκιστὴς τῆς χώρας ...
5Αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν. Οἱ δὲ περὶ Δεινίαν καὶ Δερκύλλον φασὶν ἀκούσιον τὸν φό‐ νον γενέσθαι.

7

Schol. Theocrit. XIV, 48: Ἱστορεῖ γὰρ Δεινίας, ὅτι οἱ Μεγαρεῖς φρονηματισθέντες ποτὲ, ὅτι κράτιστοι τῶν Ἑλλήνων εἰσὶν, ἐπύθοντο τοῦ θεοῦ, τίνες κρείττονες τυγχάνοιεν. Ὁ δὲ ἔφη·
5Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.
Ἀλλ’ ἔτι καὶ τῶνδ’ εἰσὶν ἀμείνονες, οἵτε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,25
10Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. Ὑμεῖς δ’, ὧ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι, οὔτε δυωδέκατοι, οὔτ’ ἐν λόγῳ, οὔτ’ ἐν ἀριθμῷ.

8

Herodian. Περὶ μον. λεξ.: Μοῖρα. Οὐδὲν εἰς ρα λῆγον συνεσταλμένον θηλυκὸν δισύλλαβον τῇ οι διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ μοῖρα ἀπηνέγκατο τήνδε παράληξιν. Τὸ γὰρ χοίρα ἐκτείνε‐
5ται κατὰ τὸ ἐπώνυμον, ὥσπερ καὶ παρὰ Δεινίᾳ· «Λέγεται δὲ τοὺς Λακεδαιμονίους, καθ’ ὃν ἐν Τεγέᾳ χρόνον ἦσαν αἰχμάλωτοι, δεδεμένους ἐργάζεσθαι διὰ τοῦ πεδίου τὸν Λαχᾶν ποταμὸν, Περιμήδας ἐν Τεγέᾳ δυναστευούσης, ἣν οἱ πλεῖστοι καλοῦσι Χοίραν.»

9

Plutarch. Arat. c. 29: Γενομένης δὲ τῆς διώξεως ἄχρι Μυκηνῶν, ὁ μὲν τύραννος ὑπὸ Κρητός τινος, ὡς Δεινίας ἱστορεῖ, τοὔνομα Τραγίσκου, κατα‐
5ληφθεὶς ἀποσφάττεται, τῶν δὲ ἄλλων ἔπεσον ὑπὲρ χι‐
λίους πεντακοσίους.26