TLG 1312 004 :: DIDYMUS :: De dubiis apud Platonem lectionibus [Sp.]

DIDYMUS Gramm., Chalcenterus
(Alexandrinus: 1 B.C.)

De dubiis apud Platonem lectionibus [Sp.]

Source: Miller, E. (ed.), “Opuscles divers” [Lexica Graeca minora (ed. K. Latte & H. Erbse)] Hildesheim: Olms, 1965: 245–252.

*Published originally in E. Miller, Melanges de litterature grecque (Paris, 1868) 399–406.

Citation: Page — (line)

245

(1t)

ΠΕΡῚ ΤΩ͂Ν ἈΠΟΡΟΥΜΈΝΩΝ ΠΑΡᾺ ΠΛΆΤΩΝΙ ΛΈΞΕΩΝ.
2 Τὸ ἦ δ’ ὃς (Pol. I, 377 E), σημαίνει, ὥς φησι Βοηθὸς ὁ Στωϊκὸς φιλό‐ σοφος, τὸ ἔφη· τὸ δὲ ἦν δ’ ἐγὼ (Pol. I, 327, C), τὸ ἔφην· ἔστι δ’ ὅτε καὶ Ὁμηρικώτερον τῷ (f. τὸ) ἦ χρῆσθαι, ἀντὶ τοῦ ἔφη, ὡς ἐν ἀρχῇ τῆς Πολιτείας
5(I, 327, B) ὁ Πλάτων· ὡσαύτως καὶ ἦ δ’ ἐγὼ, ἀντὶ τοῦ ἔφην ἐγώ· Ἀρίσταρ‐ χος δὲ, τὸ ἦ δ’ ὃς, ἀντὶ τοῦ ἔφη δὲ, τὸ δὲ ἦν δ’ ἐγὼ, ἔφην δ’ ἐγώ· τὸ δὲ ἦ τῶν ἀρχαίων εἶναι φησὶ λεξειδίων. Τὸ ἀτεχνῶς, ὁτὲ μὲν ἀντὶ τοῦ ἁπλῶς καὶ ἀπλάστως, ὁτὲ δὲ ἀντὶ τοῦ τε‐ λείως καὶ ἀληθῶς καὶ ἰσχυρῶς.
10Ἐπηλυγάσασθαι· οἷον ἐπισκοτῆσαι καὶ ἀποκρύψαι· ἠλύγη γὰρ ἡ σκιά. Ἐπιτευτάζειν· πραγματεύεσθαι ἢ σκαιωρεῖν. Διωλύγιον· τὸ μέγα, ἢ τὸ ἐπὶ πολὺ διῆκον. Οὐκ ἐτός· οὐ μάτην, ἢ οὐκ ἀλόγως. Αἰεί· τινὲς μὲν ἀντὶ τοῦ ἐν παντὶ καιρῷ, τινὲς δὲ ἀντὶ τοῦ ἕως.
15 Κατόπιν· μετὰ τοῦτο, ὡς Πλάτων ἐν Γοργίᾳ (p. 281, init.)· «κατόπιν ἑορτῆς ἥκομεν.»
Θράττειν· ταράττειν, ἢ ἐνοχλεῖν.245

246

Θέρεσθαι (Phil. 46, C)· θερμαίνεσθαι. Ἀναπεμπάζεσθαι· ἐπαναλαμβάνεσθαι, ἢ ἀναλογίζεσθαι. Ἀποκναίειν· ἀπολύειν, ἢ διαφθείρειν. Ἀποδιοπομπεῖσθαι· ἀποπέμπεσθαι, καὶ οἷον ἀποκαθαίρεσθαι.
5 Ἄδδην· οἶον τὸ ἄλις, ἢ εἰς κόρον, ὡς Πλάτων ἐν τῷ Χαρμίδι (153, D)· «ἐπειδὴ τῶν τοιούτων ἄδδην ἔσχομεν (ed. ἄδην εἴχομεν)·» Ἄρρατον· ἰσχυρὸν, ἢ δυσκίνητον. Ἀκταίνειν· οἷον μετεωρίζεσθαι καὶ γαυριᾶν· τινὲς δὲ ἐπὶ τῶν τεταραγ‐ μένως κεκινημένων.
10 Ἄττα (sic)· τινὰ, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς· «τοιαῦτα ἅττα,» ἤγουν τοιαῦτα τινά. Δυσωπεῖσθαι· ὑφορᾶσθαι· ἡ δὲ συνήθεια ἀντὶ τοῦ παρακαλεῖσθαι. Ἐπιώψατο· κατέλεξεν, ἢ ἐπέλεξεν, ἢ ἐξελέξατο. Ἐπὶ κόρρης· οἱ μὲν, τὸ κατὰ κεφαλὴν τύπτεσθαι· τῶν γὰρ Ἰώνων, ὥς
15φησιν Ἐρατοσθένης, τὴν κεφαλὴν καλούντων κόρσην, οἱ Ἀθηναῖοι καθάπερ μυρρίνην τὴν μυρσίνην καὶ τὰ ὅμοια, κόρρην τὴν κεφαλὴν ὠνόμασαν, ὡς Πλάτων ἐν Γοργίᾳ (486, C), καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (562, 9)· οἱ δὲ, τὸ ἐπὶ κόρρης ἐξηγοῦνται τὸ εἰς τοὺς γνάθους τύπτεσθαι, ὡς Ὑπερίδης ἐν τῷ κατὰ Δωροθέου· «ῥαπίζειν αὐτὸν Ἱππόνικον κατὰ κόρρης, ἔπειτα καὶ
20Ἱππόνικος ὑπ’ Αὐτοκλέους ἐρραπίσθη τὴν γνάθον.» Καὶ Φερεκράτης·246

247

Ὁ δ’ Ἀχιλεὺς εὖ πως ἐπὶ κόρρης αὐτὸν ἐπάταξεν, ὥστε πῦρ ἀπέλαμψεν ἐκ τῶν γνάθων. Ἐρεσχελεῖν (al. Ἐρεσχηλεῖν)· χλευάζειν, ἐρεθίζειν, μυκτηρίζειν. Ἔμβραχυ· ἁπλῶς, καθάπαξ.
5 Ἐχθοδοπόν· ἀπεχθές· καὶ ἐχθοδοπεῖν, ἤγουν ἀπέχεσθαι. Ἔρρειν· φθείρεσθαι, ὡς Ὅμηρος (Il. Ω, 239)·
ἔρρετε, λωβητῆρες· καὶ Πλάτων ἐν Νόμοις (III, 585, D). Εἴλη (l. Εἵλη)· ἡ τοῦ ἡλίου αὐγὴ καὶ τῶν ἀκτίνων.
10 Ἠλύγη· σκιά. Θαλίαι· εὐωχίαι, ὡς παρ’ Ὁμήρῳ (Il. I, 142)·
τίσω δέ μιν ἶσον Ὀρέστῃ,
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ·
καὶ Πλάτων ἐν Πολιτείᾳ (IX, 573, D)· «καὶ κῶμαι καὶ θαλίαι (al. κῶμοι
15καὶ θάλειαι).» Ἴκταρ· ἐγγύς· Πλάτων ἐν Πολιτείᾳ (IX, 575, C)· «οὐδ’ ἴκταρ βάλλει.» Θαμά· πυκνῶς· καὶ θαμίζειν, τὸ πυκάζειν. Τὴν δὲ κακὴν, ἐπὶ τῆς κακίας τάττει. Καταδάρθω (l. Καταδαρθῶ)· κατακοιμῶμαι.
20Μέλεον· ἐπίπονον.
Μεταποιεῖσθαι· ἀντιποιεῖσθαι.247

248

Σφαδάζειν· ὀργίλως λυπεῖσθαι. Σκωλύθριον (l. Σκολύθριον)· ὑποπόδιον, ὃ καὶ ὑποθρήνυον καὶ θρῆνυς ὠνόμασται· τινὲς δ’ ἐπὶ τῶν μικρῶν διφριδίων λέγουσι τὰ σκωλύθρια (l. σκο‐ λύθρια)· Πλάτων ἐν Εὐθυδήμῳ (217, F)· «ὥσπερ οἱ τὰ σκωλύθρια (l.
5σκολ.) τῶν μελλόντων καθιζίσεσθαι (l. καθιζής.) ὑποσπῶντες, χαίρουσι καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον.» Σταθερόν· ἰσχυρόν. Τεθυμένον (l. Τεθυμμένον)· ὑπὸ πυρὸς βεβλαμμένον. Φαῦλον· ἡ συνήθεια ἐπὶ τοῦ καλοῦ τάττει; παρὰ δὲ Πλάτωνι ἐπὶ τοῦ
10ἁπλοῦ τίθεται, ὡς παρ’ Εὐριπίδῃ, ἐπὶ τοῦ Ἡρακλέος·
φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν· ἐν δὲ τῇ πρὸς Διόνυσον ἐπιστολῇ Πλάτων (Ep. XIII, 360, C)· «δεδιὼς δὲ λέγω ταῦτα (al. add. ὅτι), ὑπὲρ ἀνθρώπου δόξαν ἀποφαινόμενος (al. ἀπο‐ φαίνομαι), οὐ φαύλου ζώου, ἀλλ’ εὐμεταβόλου·» τινὲς δὲ τὸ φαῦλον ἐκδέχον‐
15ται ἐπὶ τοῦ μικροῦ, ἢ ἐπὶ τοῦ τυχόντος. Χαμεύνιον· κραββάτιον, καθάπερ καὶ παρ’ Ἱππώνακτι·
ἐν ταμείῳ τε καὶ χαμευνίῳ γυμνόν. Χήτει· ἀποστερήσει, ἢ ἀπορίᾳ, ἢ σπάνει, ὡς παρ’ Ὁμήρῳ (Il. Z, 462)·
ὥς ποτέ τις ἐρέει· σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος
20
χήτει τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ·
καὶ Πλάτων ἐν Φαίδρῳ (341, C)· «ἀλλοτρίοις (al. add. τε) χρώμασι καὶ κόσμῳ (al. κόσμοις), χήτει οἰκείων κοσμούμενοι (al. κοσμούμενον).» Ἕστι δὲ χῆτις χήτεως. Ἀμφιδρόμια· ἑορτὴ ἦν Ἀθήνῃσι τελουμένη Διονύσῳ μετὰ τὴν γέννησιν
25τῶν παίδων.248

249

Κουρεότης (l. Κουρεῶτις) Ἀπατουρίων· ἑορτὴ τρισὶν ἡμέραις Ἀθήνῃσι τελουμένη. Χαλεστραῖον· ποιόν τι νίτρον δηλοῖ· ἔστι δὲ ἐν Μακεδονίᾳ πόλις Χα‐ λέστρα προσαγορευομένη πλησίον Θεσσαλονίκης, ἧς ἐγγὺς γίνεται νίτρον
5διαφορότερον (l. διαφορώτερον) τῇ δυνάμει καὶ σμηκτικώτερον. Δευσοποιόν· ἔμμονόν τι καὶ δυσεξίτηλον καὶ ἀνέκπλυτον, ὥσπερ στύμ‐ ματός τινος ἔχον λόγον ἀμεταβλήτου προσωνομασμένον (f. —μένου). Περιαγειρόμενοι· νικηφόροι δοκοῦσι παρῳδεῖσθαι, παρὰ τὸ τῶν ἀθλη‐ τῶν παλαιὸν ἔθος· πάλαι γὰρ ἆθλα μὲν τοῖς ἀγωνιζομένοις οὐ προὐτίθετο,
10προϊόντες δὲ οἱ νενικηκότες ἀπαρχὰς παρὰ τῶν βουλομένων ἐλάμβανον· κἀκ τούτου σύνηθες ἐγένετο τὸ ἀγείρειν περιϊόντας, οἱ δὲ κατὰ φιλίαν ἢ συγ‐ γένειαν προσήκοντες στεφάνοις τε ἀνέδουν αὐτοὺς καὶ φύλλοις τε καὶ ἄνθε‐ σιν ἔβαλλον καὶ καρποῦ (l. καρποῖς)· ὅθεν καὶ Σιμωνίδης περὶ Ἀστύλου λέ‐ γων τοῦ δρομέος·
15
τίς δὴ τῶν νῦν (φησὶ) τοσάσδε
πετάλοισι μύρτων, ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας
ἐν ἀγῶνι περικτιόνων;
Τοῦτο δὲ τὸ ἔθος ἀπὸ Θησέως δοκεῖ τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρή‐ της ἀνακομισθέντα, ὅτε τὸν Μινώταυρον ἐνίκησεν, οἱ ἀπὸ τῆς χώρας ἄνθεσι
20καὶ φύλλοις ἔβαλλον, καὶ τοῖς παροῦσι καρποῖς ἐτίμων. Ο γοῦν Πλάτων τοὺς περιαγειρομένους νικηφόρους ἐν τῇ Πολιτείᾳ (X, 621, extr.) φησὶ τοὺς δικαιοσύνῃ μετὰ φρονήσεως νικήσαντας, καὶ θεοῖς καὶ ἀνθρώποις φίλους γενομένους, καὶ ἐνθάδε, καὶ ἐπειδὰν τελευτήσωσιν, ὥσπερ οἱ νικηφόροι, πε‐ ριαγειρόμενοι.
25 Χθές· ἡ Ἀττικὴ συνήθεια τὸ ε περιαιροῦσα ἐκφέρει καὶ γράφει μονο‐ συλλάβως· καὶ τὸ κάθητο χωρὶς τοῦ ε, ἀντὶ τοῦ ἐκάθητο, ὡς ἡμεῖς λέγομεν·
καὶ τὸ ξυν ἀντὶ τοῦ ςυν.249

250

Παρίεσθαι· δοκεῖ τὴν τοῦ παραιτεῖσθαι δύναμιν ἔχειν, ὡς ἐν τῇ Ἀπο‐ λογίᾳ καὶ τοῖς Νόμοις δηλοῖ· ἐν μὲν τῇ Ἀπολογίᾳ τῇ ὑπὲρ Σωκράτους (358, E) λέγει· «τίς (al. om.) τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι;» Ἐν δὲ τοῖς Νόμοις (V, 742, B)· «ἰδιώτην ἄνδρα (al. ἰδιώτῃ δὲ ἂν ἄρα) ποτὲ
5ἀνάγκη (al. add. τις) γίγνεται ἀποδημεῖν, παριέμενος (al. παρέμενος) μὲν τοὺς ἄρχοντας ἀποδημείτω.» Ἐνδίκως· ἐν δίκῃ, δικαίως. Κερασβόλον· τὸ κερασβόλον, ἔστι μὲν τῶν ἅπαξ εἰρημένων τῷ Πλάτωνι, ἔστι δὲ ἐπὶ τῶν σπερμάτων ταττόμενον, τῶν οὔτε ἐκφερόντων καρπὸν, οὔθ’
10ὕδατι καὶ πυρὶ τηκομένων. Ταῦτα δὲ εἶναι φασὶ τὰ ὑπὸ τῶν σπορέων κατὰ τῶν κεράτων βληθέντων τῶν βοῶν, ἀφ’ ὧν καὶ τοὔνομα ἔσχε· παραδέδοται γὰρ τοιοῦτός τις περὶ αὐτῶν λόγος, ὡς ἀτεράμνων ὄντων τῶν οὕτως εἰς τὴν γῆν καταπεσόντων σπερμάτων. Τοὺς οὖν ὑπὸ ἀπαιδευσίας ἀπειθεῖς τοῖς νό‐ μοις κερασβόλους προσηγόρευε· διὸ καί φησιν (Legg. IX, 853, C)· «ἀνε‐
15μέσητον δεῖ (al. δὴ) φοβεῖσθαι, μή τις ἐγγίνηται (al. ἐγγίγνηται) τῶν πολιτειῶν (al. πολιτῶν) ἡμῖν οἷον κερασβόλος, ὃς ἀτέραμνος φησὶν εἰς το‐ σοῦτον εἰ γίγνοιτο ἀνάγωγος (al. ἀτεράμνων εἰς τοσοῦτον φύσει γίγνοιτ’ ἂν ὥστε, sine ἀνάγωγος), ὥστε μὴ τήκεσθαι καθάπερ ἐκεῖνα τὰ σπέρματα πυρὶ νόμοις, οὕτω καίπερ οὐ τοῖς ἰσχυροῖς, ἄτικτοι γίγνοιντ’ ἄν (al. οὗτοι
20καίπερ οὕτως ἰσχυροῖς οὖσιν ἄτικτοι γίγνωνται).» Δημοῦσθαι· παίζειν. Ἄρνυσθαι· λαμβάνειν, ἢ ἀντικαταλλάττεσθαι· ἔστι δέ τινα καὶ παρὰ τὴν συνήθειαν λέξει διακείμενα, παρηλλαγμένως παρὰ Πλάτωνι, οἷον τὸ γελα‐ σείειν καὶ τὸ κνηστείειν, ἀντὶ τοῦ γελαστικῶς ἔχειν καὶ κνηστικῶς· ἐν γὰρ
25τῷ Περὶ ψυχῆς (64, B)· «καὶ ὁ Σιμμίας, λέγει, γελάσας, Νὴ τὸν Δία, ἔφην (al. ἔφη), ὦ Σώκρατες, οὐ πάνυ γελασείοντά με (al. γέ με νῦν δὴ γελ.) ἐποίησας γελάσαι·» ἐν δὲ Γοργίᾳ (494, C)· «καὶ πρῶτον μὲν εἰπεῖν (al. εἰπὲ), εἰ καὶ ψωριῶντα κνησιαστὰ (al. ψωρῶντα καὶ κνησιῶντα) ἀφθόνως ἔχοντα τοῦ κεκνῆσθαι (al. κνῆσθαι), κνώμενον διατελοῦντα τὸν βίον εὐδαιμό‐
30νως ἔτι (al. ἔστι) ζῆν.»
Ἑωράκη (Pol. I, 328, C)· χωρὶς τοῦ ν· καὶ τὸ η παραπληροῦσιν250

251

Ἀττικοὶ, οἷον παρῆν, καὶ τὸ ἤρεσέ με (Ep. VII, 326, B), καὶ τὸ (supra τῷ) προσέπεζον (l. προσέπαιζον) τῷ Κτησίππῳ (Euthyd. 285, A), τό, τε ἤδει (al. ᾔδη, cf. Lex. Ast.) ἀντὶ τοῦ ᾔδειν, καὶ τὸ ἠκήκοον ἀντὶ τοῦ ἀνεστήκειν, καὶ τὸ δεσποτοῦν (Tim. 44, D) ἀντὶ τοῦ δεσπόζειν, καὶ θεράπην (He‐
5sych. θεράπνη) τὴν θεράπαιναν, καὶ τὸ καταποντισθῆναι καταποντωθῆναι (Gorg. 511, E), καὶ τὸ διαπορηθέντες (Tim. 49, B) ἀντὶ τοῦ διαποροῦντες· πάντα γὰρ ἐπεξελθεῖν οὔτε ῥᾴδιον, οὔτε πρὸς τὴν παροῦσαν γραφὴν ἀναγ‐ καῖον. Κρούει (f. Κρούειν)· τινῶν αἰτιωμένων ὡς οὐκ Ἀττικὸν, ἀλλὰ παρεφθαρμέ‐
10νον τοῦτο, παρὰ τὸ κόπτειν, ἐν Πρωταγόρᾳ (310, A)· «τῆς γὰρ (al. om.) παρελθούσης νυκτὸς (al. add. ταυτησὶ), ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου υἱὸς, Φάσωνος δὲ (al. δ’) ἀδελφὸς, τὴν θύραν τῇ βακτηρίᾳ εἰς (al. πάνυ pro εἰς) σφόδρα ἔκρουσε (al. σφοδρ’ ἔκρουε)·» καὶ μικρῷ προελ‐ θὼν (Prot. 314, C), «δοκεῖ οὖν μοι, φησὶν, ὁ θυρωρὸς, εὐνοῦχός τις κατή‐
15κουεν ἡμῶν, κινδυνεύει δὲ διὰ τὸ πλῆθος τῶν σοφιστῶν, ἄχθεσθαι τοῖς ὠσὶν (al. φοιτῶσιν) εἰς τὴν οἰκίαν. Ἐπειδὴ οὖν (al. γοῦν) ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμᾶς.» Τάς τε ἀποφύσεις τῶν δένδρων ἀκρέμονας καὶ νῦν τῶν Ἀττικῶν λεγόντων, Πλάτων ἐν τῷ αὐτῷ συγγράμματι κλῶνας εἶπεν (Prot. 334, B)· «οἷον καὶ
20ἡ κόπρος πάντων τῶν φυτῶν ταῖς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δὲ θέλεις (al. δ’ ἐθέλοις) ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλῶνας ἐπιβάλλειν πάντ’ ἀπόλλυσι.» Τάς γε μὴν γνάθους τῶν Ἀττικῶν συνήθως λεγόντων, αὐτὸς παρειὰς προσ‐ ωνόμασεν ἐν τῷ Πολιτικῷ (270, E) «τῶν δ’ αὖ γενειώντων αἱ παρειαὶ λε‐
25αινόμεναι πάλιν ἐπὶ τὴν παρελθοῦσαν ὥραν ἕκασται καθίστανται (al. ἕκαστον καθίστασαν).» Τήν τε λεγομένην ὑπὸ τῶν πολλῶν τορύνην, ὑπὸ δὲ τῶν Ἀττικῶν εὐεργέ‐ τιν, κατὰ τὴν ἰδιωτικὴν συνήθειαν καὶ Πλάτων προσωνόμασεν ἐν Ἱππίᾳ τῷ μείζονι (290 E)· «ἀλλ’ ὅμως τί φήσομεν προτέραν (al. ποτέραν) πρέπειν
30τορύνην (al. τοῖν τορύναιν) τῷ ἔτνει καὶ τῇ χύτρᾳ;» Ἀπελεύθερον δὲ νῦν οὐ πάνυ τι λεγόντων, ἀλλ’ ἐξελεύθερον, καὶ νόμου κα‐ λουμένου τινὸς ἐξελευθερικοῦ, περὶ τῶν ἐξελευθέρων Πλάτων ἐν τοῖς Νόμοις
(XI, 315, A) γράφει· «ἀπαιτῶ (al. ἀγήτω) δὲ καὶ τὸν ἀπελεύθερον, ἐάν τις251

252

μὴ θεραπεύειν (al. θεραπεύῃ) τοὺς ἀπελευθερώσαντας ἢ μὴ ἱκανῶς. Θερα‐ πεία δὲ φοιτᾶν τρὶς τοῦ μηνὸς τὸν ἀπελευθερώσαντα (al. ἀπελευθερωθέντα) πρὸς τὴν τοῦ ἀπελευθερώσαντος ἐστίαν.» Καταγνύειν· ἀντὶ τοῦ συντρίβειν χρωμένων τῶν φησὶ (Men. 77, A),
5«καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνὸς ὅπερ φασὶ τοὺς συντρίβοντας (al. add. τι) ἑκάστοτε οἱ σκώπτοντες.» Τοῦ τε καταλύμματος (l. καταλύματος) ἢ κα‐ ταλύσεως· καὶ τοῦ καταλύειν ὑπὸ τῶν ἀκριβέστερον Ἀττικιζόντων, οὐ δοκι‐ μαζόντων διὰ τὸ καταγώγιον, ἀλλ’ ὀρθῶς δοκεῖν λέγεσθαι, καὶ καταγωὼς καὶ κατάγεσθαι, τὸν τούτων ὑπεριδὼν ἀπειρίαν, ἐν μὲν Φαίδρῳ (230 B) φησί·
10«Νὴ τὴν Ἥραν, καλή τε (al. καλή γ’) ἡ καταγωγή. Ἥ τε γὰρ πλάτανος αὕτη μάλα (al. μάλ’) ἀμφιλαφής.» Καὶ ἔτι ἐν τῷ αὐτῷ συγγράμματι (259, A)· «ἡγούμενος (al. ἡγούμενοι) ἀνδράποδα, φησὶν, ἐλθόντα (al. ἀνδράποδ’ ἅττα σφίσιν ἐλθόντ’) εἰς τὸ καταγώγιον ὥσπερ τε πρόβατα (al. ὥσπερ προβάτια) μεσημβριάζοντα περὶ τὴν κρήνην ἰδεῖν (al. εὕδειν).» Ἐν μέντοι Πρωταγόρᾳ
15(315, D)· «ἦν δ’ ἐν οἰκήματί τινι, ᾧ πρὸ τοῦ (al. προτοῦ) μὲν ὡς ταμιείῳ τινὶ (al. om.) ἐχρῆτο ὁ (al. ὁ om.) Ἱππόνικος, νῦν δ’ ὑπὸ τοῦ πλήθους τῶν καταλυόντων ὁ Καλλίας καὶ τοῦτο (al. τοῦτ’) ἐκκενώσας ξένοις καταλύειν (al. κατάλυσιν) πεποίηκεν.» Ὁμοίως δὲ καὶ ἐν Τιμαίῳ (20, C)· «ἐπεὶ δὲ (al. ἐπειδὴ) παρὰ Κριτίαν πρὸς τὸν ξενῶνα, οὗ κατελύομεν (al. οὗ καὶ κατα‐
20λύομεν), ἀφικόμεθα.» Καὶ ἐν Γοργίᾳ (447, B)· «οὐκοῦν ὅταν βούλησθε, χρὴ παρ’ ἐμὲ ἥκειν (al. add. οἴκαδε)· παρ’ ἐμοὶ γὰρ ὁ (al. om.) Γοργίας κατέ‐ λυσε (al. καταλύει).» Καὶ ἄλλο δὲ πλῆθος ἐστὶ τῶν οὕτως ἐχόντων λεξειδίων, περὶ ὧν μακρὸν ἂν εἴη διέρχεσθαι, καὶ ταῦτα γὰρ ἀποχρήσειν πρὸς τὴν μάθησιν τῆς Πλατω‐
25νικῆς φράσεως, τὴν δ’ ἐξήγησιν ἀπέδραμον τῶν λεξειδίων ὡς ἐφάνη μοι κατὰ τὸ πρόχειρον καὶ πιθανὸν, καὶ συνεκφαινόμενον ἐκ τῶν συμφραζομένων, ἀκολουθήσας τῶν καθηγητῶν ταῖς ὑφηγήσεσιν, οὐ διισχυριζόμενος ὡς οὐχ ἕτερος ὡς οὐχ ἑτέρως δυνατὸν αὐτῶν· ἕκαστον· περὶ δὲ τῶν ἄλλων, ὧν χρὴ παραδίδοσθαι τῆς ἀναγνώσεως, ἑξῆς ὑπομνηματισάμενος ἀναδώσω, πειρώμενος
30ἐν οἷς ὠφελεῖν σε δύναμαι, πρὸς τὴν τῶν καλλίστων μάθησιν προθύμως μετα‐
διδόναι καὶ γεραίρειν.252