TLG 1310 003 :: DICTYS :: Fragmenta

DICTYS Hist.
(Cretensis: A.D. 2/3)

Fragmenta

Source: FGrH #49. : 1A:275–284.

fr. 7a: P. Tebt. 268

Citation: Volume-Jacoby#-F — fragment — (line)

1a,49,F

1

EKLOG. IST. Cram. An Par II 201, 22: ἔδοξε δὲ τοῖς Δαναοῖς πρῶτον ἀγωνίσασθαι ἐπὶ τὰς πλησίον τοῦ Ἰλίου καὶ τῆς Τροίας πόλεις, ὡς συμμαχούσας τῶι Πριάμωι. διὸ καὶ ἀφωρίσθησαν παρὰ τοῖς βασιλεῦσιν Αἴας ὁ Τελαμώνιος καὶ Ἀχιλλεύς· καὶ πολλὰς πόλεις τῆς Φρυγίας σκυλεύσαντες πλεῖστον λαφύρων πλῆθος
5ἤγαγον ἐν τῶι στρατῶι. πολλῶν δὲ † συμβιλῶν πολέμων γενομένων μεταξὺ Ἑλλήνων καὶ βαρβάρων, ἐκπορθεῖται ὁ Ἴλιος πόλις· καθὼς ἐν τῆι τοῦ Δίκτυος ἐκφέρεται πρώτηι ῥαψωιδίαι.

1a,49,F

2

JOHANN. MALALAS Chron. V p. 135, 2 Bonn: πρὸς θεραπείαν τῶν τῆς πόλεως καὶ τῆς συγκλήτου ὅτι ἐφίλουν τὸν Ὀρέστην καὶ αὐτὸν ἠβούλοντο βασιλεῦσαι, οἱ ἱερεῖς ἁγνεύσαντες τὸν Ὀρέστην καὶ ἀποκαθαρίσαντες ἐξιλεώσαντο αὐτὸν τοῦ μητρώιου φόνου // τοῦ μαίνεσθαι //· καὶ ἀπαγαγόντες
5ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τὸν Ὀρέστην, ἐφ’ ὧι ὁ Ἄρειος πάγος ὑπῆρχε, τῆς δίκης ἀκούσαντος 〈Μενεσθέωσ〉 μεταξὺ Οἴακος τοῦ μετὰ τοῦ Τυνδαρίου 〈ἐλθόντος καὶ Ἠριγόνησ〉 τῆς Κλυταιμνήστρας καὶ τοῦ Ὀρέστου. ὅστις Μενεσθεὺς ἐξεῖπε ψῆφον δικαίως τὸν Ὀρέστην ἐκδικῆσαι τὸν φόνον τοῦ ἰδίου πατρός, μάλιστα καὶ διὰ τὰς ἄλλας γυναῖκας ὅπως μή τις ἑτέρα γυνὴ τοιοῦτόν τι δεινὸν
10ἐργάσηται. ταῦτα Δίκτυς ἐν τῆι ἕκτηι αὐτοῦ ῥαψωιδίαι ἐξέθετο.

1a,49,F

3

JOHANN. ANTIOCH. EXC. De virtut. I 166, 25—168, 4: ὅτι Πρίαμος ὁ Φρυγῶν βασιλεὺς συνελθὼν Ἑκάβηι ἔσχεν ἐξ αὐτῆς Πάριν τὸν καὶ Ἀλέξανδρον. ἥτις ἔγκυος οὖσα ἔδοξε λαμπάδα πυρὸς τίκτειν. καὶ ἐπερωτήσας εἰς τὸ μαντεῖον ὁ Πρίαμος ἔλαβε χρησμόν, ὅτι τριακονταέτης γενόμενος ἀπολέσει τὴν Τροίαν. καὶ τοῦτον
5ἀπέπεμψεν εἰς τὸ Πάριον λεγόμενον. παρελθόντος δὲ τοῦ τριακοστοῦ ἐνιαυτοῦ μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἐν τῆι Τροίαι ἑορτὴν ἐπετέλεσε. ὁ δὲ Μενέλαος ὑποστραφεὶς (sc. ἐκ τῆς Τροίας) σὺν Ἀγαμέμνονι τῶι βασιλεῖ περιήιει τοὺς τοπάρχας τῆς χώρας παρακαλῶν μὴ παριδεῖν τὴν ὕβριν τῆς Ἑλλάδος, ἀλλὰ συμμαχεῖν αὐτῶι καὶ συνα‐
10γωνίσασθαι κατὰ τῶν ταῦτα τολμησάντων βαρβάρων. καὶ συνήγαγον βασιλεῖς καὶ τοπάρχας, καθώς φησιν Ὅμηρος καὶ Δίκτυς.

1a,49,F

4

JOHANN MALALAS Chron. V p. 106, 19: Πολυξένη μακρή, καθαρία, λευκὴ πάνυ, μεγαλόφθαλμος ....... ὡραία πολύ· οὖσα ἐνιαυτῶν ιη ἐσφάγη, καθὼς ὁ σοφώτατος Δίκτυς (folgt T 2 a) .... ὅστις ἐξέθετο καὶ τοὺς προτραπέντας ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου βασιλέων καὶ τοὺς ὁπλισα‐
5μένους καὶ κατελθόντας μετὰ τοῦ στόλου ἐπὶ τὸ Ἴλιον, ἕκαστον ἔχοντα ἴδιον στρατὸν καὶ ναῦς. ὅστις πρὸ πάντων ἐξώρμησεν Ἀγαμέμνων, υἱὸς Ἀτρέως, Μυκηναίων βασιλεύς, σὺν νηυσὶν ρ, καὶ εἰς λόγον ἀποτροφῆς τῶν στρατοπέδων νῆας λ· Πηνέλεως καὶ Λήιτος καὶ Ἀρκεσίλαος καὶ Προθοήνωρ καὶ Κλονίος σὺν νηυσὶν ν· Ἐλεφήνωρ ἐξ Εὐβοίας σὺν νηυσὶν ξ· Μενέλαος δὲ υἱὸς Πλεισθένους, ὁ τῆς Σπάρτου βασιλεύς,
10σὺν νηυσὶν ξ· Διομήδης ἐξ Ἄργους νηυσὶν π· Ἀσκάλαφος καὶ Ἰάλμενος σὺν νηυσὶν λ· Σχεδίος καὶ Ἐπίστροφος σὺν νηυσὶν μ· Μέγης ἐκ Δολίχης τῆς Ἑλλάδος σὺν νηυσὶ μ· Αἴας Τελαμώνιος ἐκ τῆς Σαλαμῖνος σὺν νηυσὶ 〈ιβ· Ἀντίμαχος καὶ Θάλπιος καὶ Δόρης σὺν νηυσὶ〉 μ· Νέστωρ σὺν νηυσὶν Ϟ· Θόας σὺν νηυσὶ μ· Ἀγήνωρ καὶ Τευ‐ θίδης σὺν νηυσὶν ξ· Πρόθοος καὶ Μαγνίτωρ σὺν νηυσὶ μ· Εὔμενος σὺν νηυσὶν ια·
15Νηρεὺς ἐκ Μυκήνης σὺν νηυσὶ γ· Χαλίας ἐκ Τρίκκης σὺν νηυσὶ 〈λ· Εὐρύπυλος ἐξ Ἀστερίου σὺν νηυσὶ〉 μ· Λεοντεὺς καὶ Πολυπήτης σὺν νηυσὶ μ· Ἀμφιγενείας ἐξ Ἰλίου σὺν νηυσὶ μγ· Μενεσθεὺς ἐξ Ἀθηνῶν 〈σὺν〉 νηυσὶ ν· Ἰδομενεὺς καὶ Μηριόνης ἐκ Κρήτης σὺν νηυσὶν π· Ὀδυσσεὺς ἐκ Κεφαληνίας Ἰθάκης σὺν νηυσὶν ιβ· Τληπό‐
λεμος σὺν νηυσὶν θ· Αἴας ὁ Λοκρὸς σὺν νηυσὶν θ· Ἀχιλλεὺς ἐκ τοῦ Ἄργους τῆς
20Ἑλλάδος σὺν Πατρόκλωι σὺν νηυσὶ ν· Πρωτεσίλαος καὶ Ποδάρκης σὺν νηυσὶ μ· Παλαμήδης σὺν νηυσὶ ιβ· Φιλοκτήτης ἐκ Μεθώνης σὺν νηυσὶν 〈φ· Νερεὺς ἐκ Περαι‐ βῶν σὺν νηυσὶν〉 κβ· Σώρθης, Φίλιππος, Ἄντιφος σὺν νηυσὶν κ. αἱ πᾶσαι νῆες τῶν Ἑλλήνων ασν. οἳ ἀπέπλευσαν κατὰ τὰ ἴδια μανδᾶτα πρῶτον εἰς τὴν Αὐλίδα χώραν, κἀκεῖθεν ἐπιστάντες τῆι χώραι τῶν Φρυγῶν ἐξεπόρθησαν τὰ αὐτῶν βασίλεια, ὡς
25προγέγραπται, παραλαβόντες Πρίαμον βασιλέα καὶ φονεύσαντες αὐτὸν καὶ Ἑκάβην βασιλίδα .... ὑπέστρεψαν εἰς τὰς ἰδίας χώρας. κατέσχεν οὖν ἡ βασιλεία Ἐφέσου τῆς Ἀσίας πάσης καὶ Τροίης τῆς Φρυγίας τὰ πάντα ἔτη † ωιθ.

1a,49,F

5

SCHOL. A HOMER. Il Α 108: ἐσθλὸν δ’ οὔτε τί πω εἶπας ἔπος οὔτ’ ἐτέλεσσας (sc. Κάλχας)] ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλήνων ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας ἀθροισθέντων καὶ ἀπλοίαι κατασχεθέντων, Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλλως ἐκπλεῦσαι αὐτούς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγέ‐
5νειαν τὴν θυγατέρα αὑτοῦ σφαγιάσηι Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν τρεφομένην ἐν τῶι ἄλσει αὐτῆς, καὶ πρὸς τούτωι καυχησάμενον εἰπεῖν ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῶι βωμῶι, κατοικτειρήσασαν τὴν θεὰν καὶ ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς
10θεοῦ εἰπεῖν πεμφθῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς μὲν τῶν νεωτέρων καὶ παρὰ Δίκτυι τῶι γράψαντι τὰ Τρωικά.

1a,49,F

6

JOHANN. SIKELIOTA Chron. [Heinrich Progr. Graz 1892] p. 7, 8 —8,10. JOHANN. ANTIOCH. (EXC. SALM.) Cram. An Par II 390, 19—30: (1) καὶ ταύτας μὲν ὁ Ἀχιλλεὺς ἐπόρθησεν τὰς πόλεις· ὁ δὲ Αἴας ... Χερρόνησον ἐπολιόρκει καὶ τὸν αὐτῶν βασιλέα Πολυμνήστορα. ὁ δὲ Πολυμνήστωρ
5φοβηθεὶς τὴν τοῦ ἀνδρὸς δύναμιν συνθήκας ἐποιήσατο πρὸς αὐτόν, ὥστε παρασχεῖν αὐτῶι χρυσίον καὶ σῖτον 〈ἑνὸς ἐνιαυτοῦ〉 καὶ Πολύδωρον τὸν υἱὸν Πριάμου· αὐτῶι γὰρ ὁ βασιλεὺς Πρίαμος παρέθηκεν μικρὸν ὄντα μετὰ τῶν χρημάτων, ἵνα αὐτὸς περισωθῆι τῆς πόλεως αὐτοῦ μελλούσης καταστρέ‐ ψεσθαι. ἐκεῖθεν τοίνυν ὁ Τελαμώνιος Αἴας τὴν Τεύθραντος παραλαμβάνει
10πόλιν καὶ τὴν Τέκμησσαν τὴν τούτου θυγατέρα καὶ ποιεῖται γυναῖκα. (2) φέρονται δὲ γράμματα παρὰ Πριάμου γενόμενα πρὸς Ταυτάνην τὸν βασιλέα Ἀσσυρίων καὶ πρὸς Δαυὶδ τὸν βασιλέα Ἱερουσαλήμ, ἐν οἷς περὶ βοηθείας ἐδεήθη. καὶ ὁ μὲν Δαυὶδ οὐ προσίετο ὁ δὲ Ταυτάνης τὸν Τιθωνὸν ἔπεμψε καὶ τὸν Μέμνονα μετὰ πλήθους Ἰνδῶν. (3) ὁ δὲ Ἀχιλλεὺς κρατήσας τινὰ〈σ〉 τῶν
15κατασκόπων καὶ γνοὺς ἐξ αὐτῶν, ὡς ὑπαντήσει διὰ νυκτὸς Ἕκτωρ τῆι βασιλίδι Πενθεσιλείαι εἰς βοήθειαν αὐτῆς ἐρχόμενος, λαθὼν αὐτὸς καὶ ὑπο‐
κρύψας τοὺς ἰδίους μέλλοντι περᾶσθαι Ἕκτορι ποταμὸν ἐπιβαίνει, καὶ ἀπογνοὺς κτείνας τοῦτον καὶ τοὺς σὺν αὐτῶι ἕνα μόνον κατέλιπεν, ὃν ἀκρωτηριάσας ἔπεμψε τῶι Πριάμωι. τὸ δὲ τούτου λείψανον ἑλκύσας διὰ
20τῶν ἵππων ἤγαγε ἐπὶ τὰς σκηνὰς καὶ μυρίας πληγὰς αὐτῶι προσενεγκὼν ἀνήρτησεν ἐπὶ τοῦ δίφρου. (4) ἀκούσας δὲ Πρίαμος ὁ βασιλεὺς τοσοῦτον ὠλόλυξε μετὰ τῆς πόλεως, ὡς καὶ τὰ πετεινὰ ταραχθῆναι, καὶ τοὺς Ἕλληνας ἀκοῦσαι τῆς ἀπὸ τοῦ θρήνου κραυγῆς. ὁ δὲ Ἀχιλλεὺς τοῦτον ἐάσας κεῖσθαι τὸν ἐπιτάφιον ἐπετέλεσε Πατρόκλωι, καὶ πολλοὺς παρασκευάσας ἀγῶνας πυρὶ
25παρέδωκε τὸ τοῦ Πατρόκλου σῶμα. (5) ὁ δὲ Πρίαμος τῆι ἑξῆς ἡμέραι πένθιμον φορῶν σχήμα καὶ ἐπιβὰς ἁμάξης ἅρματος τετρατρόχου χρυσ〈ὸν καὶ ἄργυρον πο〉λὺν καὶ κόσμον καὶ ἐσθῆτα λαμπράν, ἐπαγόμενος 〈δὲ〉 καὶ Πολυξένην τὴν ἰδίαν θυγατέρα παραγίνεται νυκτὸς εἰς τὴν τοῦ Ἀχιλλέως καλύβην, πάντων ἐκθαμβουμένων ἐπὶ τῆι τούτου τόλμηι, καὶ ῥίψας ἑαυτὸν τοῖς ποσὶ
30τοῦ Ἀχιλλέως ἱκέτευσεν λαβεῖν τὸ τοῦ Ἕκτορος σῶμα. Πολυξένη δὲ περι‐ πλακεῖσα τοῖς ποσὶ τοῦ Ἀχιλλέως ἐδέετο δουλεύειν αὐτῶι καὶ παραμένειν τῶι τοῦ Ἕκτορος σώματι. οἱ δὲ περὶ τὸν Ἰδομενέα καὶ Νέστορα παρεκάλουν τὸν Ἀχιλλέα δέξασθαι τὰ δῶρα καὶ τὸν Πρίαμον μετὰ τῶν ἱκετῶν· οἷς τοίνυν πεισθεὶς ὁ Ἀχιλλεὺς ἔφη πρὸς τὸν Πρίαμον ταῦτα· ‘ἔδει σε κρατεῖν ἐξ
35ἀρχῆς τῶν σῶν παίδων καὶ μὴ συνεξαμαρτάνειν αὐτοῖς, ἀλλ’ εἶχε μᾶλλον ἔρως σε καὶ τῶν ἀλλοτρίων πραγμάτων. δότε οὖν δίκας ἀνθ’ ὧν ἠσεβήσατε· σωφρονιζέσθωσαν δι’ ὑμῶν Ἕλληνές τε καὶ βάρβαροι.‘ οὕτως εἰπὼν τὸν Πρίαμον ἅμα τῆι Πολυξένηι ἀνίστησι τοῦ ἐδάφους καὶ προσετράπη γεύσασθαι σὺν αὐτῶι, καὶ τὸν νεκρὸν αὐτοῖς ἐπαγγέλλεται δοθῆναι. ὁ δὲ Πρίαμος τῶι
40φόβωι κεκρατημένος μετέλαβε βρωμάτων, καὶ πολλῶν ἐν μέσωι λαληθέντων ἔπεισε τὸν Ἀχιλλέα δέξασθαι τὰ λύτρα καὶ δοθῆναι τὸ λείψανον, παρεκάλει δὲ καὶ τὴν Πολυξένην καταλιπεῖν αὐτῶι δουλεύειν. ὁ δὲ Ἀχιλλεὺς ἀνεβάλλετο αἰσχυνόμενος τοὺς Ἕλληνας κρατῆσαι τότε τὴν Πολυξένην, εἰπὼν μετ’ ὀλίγον αὐτὴν ὄψεσθαι. (6) οὕτω δὲ Πρίαμος λαβὼν τὸ τοῦ Ἕκτορος σῶμα ἐπανῆλθεν
45εἰς τὴν Ἴλιον· καὶ κηδεύσας τὸν νεκρὸν καὶ τὰς νενομισμένας τοῦ πένθους τελέσας ἡμέρας ἔμαθε τὴν Πενθεσίλειαν καταλαβεῖν τὴν Τροίαν μετὰ πλήθους Ἀμαζόνων, οὔπω τὸν τοῦ Ἕκτορος ἐγνωκυῖαν θάνατον. ὁ δὲ Πάρις ὑπήντησεν ταύτηι μετὰ δώρων πολλῶν, καὶ πείθει ταύτην εἰσελθεῖν ἐν τῆι Τροίαι, ἐλπίδι τοῦ διὰ αὐτῆς περισωθῆναι τὴν πόλιν. ταῦτα πάντα ὁ Δίκτυος

1a,49,F

6

(50)

ἱστορεῖ. (7) ἐν δὲ τῶι μέλλειν τὴν Πενθεσίλειαν καταλαμβάνειν τὴν πόλιν
οἱ Ἀχαιοὶ τὸν Πο〈λύδωρον〉 πρὸ τοῦ 〈τείχουσ〉 τῆς πόλεως ἀναγαγόντες διεκηρυκεύοντο πρὸς τοὺς βαρβάρους ἀποδοῦναι τὴν Ἑλένην καὶ λαβεῖν τὸν Πολύδωρον. ὡς οὖν οὐκ ἠβουλήθησαν, ὁρώντων αὐτῶν κατετόξευσαν τὸν νέον.

1a,49,F

7a

PAP. TEBTUNIS 268: // ........].υ̣σ̣ε̣ οὐ τ̣ού̣τ̣οις ἀλκή. ἡμε/[ρῶν δὲ διαδραμουσῶν οὐ πά]ν̣υ πολλῶν οἱ Ἕλληνες κα/[θωπλισμένοι ......... εἰ]ς̣ τὸ πεδίον ἔρχονται προ/[καλούμενοι αὐτοὺς εἰς πόλε]μ̣ο̣ν̣ (?) ἡγεῖτο δ’ αὖ τῶν βαρ/[βάρων Ἀλέξανδρος Μέμνον]ο̣ς̣ μηκέτι ὄντ̣ο̣ς̣. ἑπομέ/[νων
5δὲ τῶν στρατῶν καὶ μήπω] ἐ̣π̣ελθόντων ἑ̣α̣υ̣τ̣ο̣ῖ̣ς τῶν / [βαρβάρων φυγόντων βάλλον]τ̣αι πολλο[ὶ] π̣ά̣ν̣υ̣ αὐτῶν εἰς / [ποταμὸν Σκάμανδρον, ζῶντ]ε̣ς̣ δὲ λαμβάνονται τῶν πα̣ί̣/[δων Πριάμου Λυκάων τε καὶ] Τρωίλος, οὓς ἐν μέσωι τῶν Ἀ/[χαιῶν εὐθὺς προηγούμενος Ἀ]χιλλεὺς σφάζειν̣ κ̣ε̣[λεύει (?) / ἀγανα‐ κτήσας μήπω αὑτῶι τοῦ] πατρὸς πέμψαντος [ὑ]π̣ὲ̣[ρ / ὧν συνωμολόγησεν.
10πένθος δ]ὲ ο̣ὐ̣ μικρὸν τοῖς ἐν [Ἰ]λ̣ί̣ω̣ι̣ / [ἐγένετο Τρωίλου ἀπολομέν]ου· ἦν γὰρ ἔτι νέος [κ]αὶ γ̣[εν/ναῖος ..........]... τ̣ο̣υ̣ ἁ̣π̣άντ̣ω̣ν̣ [τ]ῶν̣ / [...........]..ι̣κ̣ω̣ν ε̣[.]α̣ν̣[.]α̣λ....ς̣ / [........]εσεν οὔτε̣ ετ̣ω̣ς̣.τ... / [........].ε τοὺς νε[κ]ροὺς ε...... / [........ διαγ]ε̣‐ ν̣ομένων δὲ ὀ̣λ̣[ίγων / ἡμερῶν ἐνίσταται ἑορτὴ Ἀπό]λλωνος Θυμβ[ρ]α̣[ί]ο̣[υ,
15καὶ ἀν/οχὴ γίνεται τοῦ πολέμου, ἐ]ν δὲ τῶι θ̣υ̣ι̣ν̣[..].... / [....... ... Π]ρίαμος ὑπὲρ [Πολυξένης / Ἰδαῖον πέμπει λόγους φέ]ροντα πρὸς Ἀχι[λλέα. οὗ ἐν / ἄλσει πρὸς τοῦτον ἰδιάζο]ντο̣ς θόρυβος [πολὺς ἐν τοῖς/ Ἕλλησι ἐγένετο ὡς Ἀχιλλέως] προδιδόντος τ[ὸν στρατόν] / [........]τ̣ου̣ πολὺ Ἀ̣λ̣ε̣ξ̣α̣[νδρ...... / ..........]..εχων συν[.....]..[..] / [..
20........].ο̣ν̣[..] Α̣[ἴ]α̣ς̣ σὺν̣ Δ̣ι̣ο̣[μή]δ̣ε̣ι̣ / [καὶ Ὀδυσσεῖ ........... τ]ὸν λ̣όγ̣ο̣[ν] ἔμ̣[ε]ι̣να̣[ν] α̣ὐ̣τ̣ὸ̣[ν. 28—40 nur vereinzelte buchstaben. / [.... ....... οὓς ἰδὼν εἶπεν Ὀδυσσ]εὺ[ς]· οὐ̣κ̣ [ἀγαθὸν] οὗτοι / [......... ἐπι]χ̣ειρησάμε[νοι. εἰ]σ̣ε̣λ̣θ̣[ό]ν̣/[τες οὖν εἰς τὸ ἄλσος καὶ τὸ ὅλ]ον περι‐
σκοπούμενοι ὁρῶ/[σι τὸν Ἀχιλλέα κείμενον ἐντὸς] τῆς εἱρκτῆς τοῦ βωμοῦ
25/ [καθηιμαγμένον μέν, ἔτι δὲ καὶ ἐμ]πνέοντα. πρὸς ὃν Αἴας εἶ/[πεν· ‘ἦν ἄρα ἀληθὲς ὅτι οὐδεὶς ἄ]λλος σε ἀνθρώπων ἠδύνα/[το κτεῖναι ἀλκῆι δια‐ φέροντα πά]ν̣των, ἀλλ’ ἡ σὴ προπέτεια / [ἀπώλεσέ σε.‘ ὁ δ’ εἶπε· ‘διὰ Πολυξέν]ην ταῦτά με εἰργάσαντο Ἀλ̣έ̣/[ξανδρος καὶ Δηίφοβος δόλωι.‘ συμ]πλακέντες δ’ αὐτ[ῶι] ἠσπ̣[ά]σ̣αν̣το̣ / [αὐτὸν τὸ τελευταῖον οἱ ἡγεμόν]ες.
30νεκρὸν δὲ [γε]νόμενον / [ὁ Αἴας .......... ἐ]π’ ὤμω φέρειν α[..].ε̣υ̣κ̣. . / [..... οἱ δὲ Τρῶες ἰδόντες ταῦτ]α̣ τὸν νεκρὸ[ν .].λ̣ή̣...ι̣τ̣. / ..... .... αἰκίσ]ωσιν (?). οἱ Ἕλλη[νες] δ̣ὲ̣ συνιδόν//τες τὸ γενόμενον ἀναλαμβά‐ νουσιν τὰ ὅπλα καὶ τοῖς / τὸν Ἀχιλλέα κομίζουσιν συναπήντων. 〈συναψάντων〉 δ’ ἀλλήλοις παρα/δοὺς Αἴας τοῖς περὶ τὸν Διομήδην φυλάσσ〈ε〉ιν τὸν
35νεκρὸν / βάλλει πρῶτον Ἄσιον Δύμαντος Ἑκάβης ἀδελφόν, με/τὰ δὲ τοῦτο Νάστην καὶ Ἀμφίμαχον, Καρῶν ἡγεμόνας. / παρίστανται δ’ αὐτῶι Αἴας 〈Ὀιλέωσ〉 καὶ Σθένελος κτείν̣ο̣ν̣τ̣[ες τοὺς] /πρωτοστάτας. γ̣ειτό̣ν̣ω̣ν δὲ ἀκόσμως πολλῶ̣ν̣ φυ̣γ̣[.....] / ται τῶν βαρβάρων καὶ ἀμαχεὶ ἀν̣η̣ρ̣[η]μ̣έ̣ν̣[ων καὶ] / μηκέτι ἀν〈θ〉ί̣[σ]τ̣ασθα̣ι δυναμένων διώκουσ[ιν αὐ/τ]οὺς ἕως ἐν τ̣ε[ί]χ̣ε̣σ̣ιν
40ἐγένοντο. ἐπεὶ δ’ ἐνε[γκόν]/τες ἦλθον [εἰς] τὰς σκηνὰς τὸν νεκ̣[ρὸ]ν̣ Ἀ̣χιλλ[έως, οὐ]/δ〈ε〉ὶς τῶν λαῶ̣[ν] π̣ά̣θ̣ου̣ς συν̣εστέν[αξε ........ / 66—69 vereinzelte buchstaben / ....... ἐ̣ξ̣απ̣έφ[ε]ρ̣ο[ν ..] τὸν Ἀχιλλέα, ἐφ’ [ὃν καὶ τὸν / Πάτ]ρ̣οκλ̣ον ἐ̣ξ̣έφ[ε]ρ̣ο̣[ν, κα]ὶ̣ ἐπὶ τρεῖς ἡμέρα[ς .....] / β̣α̣λ̣λ̣ο̣...φ̣ο̣ς. τῆι δὲ πυρᾶι παρήδρευσεν Αἴ[ας] κ̣α̣[ὶ .. / ..]υδ..... διανυκτ̣ε̣ρεύσ[ας]
45τ̣ὰ̣ς̣ π̣άσας ἡμέ[ρας ...] / π̣..α̣.....ι̣τιτω κα̣[ὶ] φίλον κ̣[α]ὶ συγγενῆ [κ]α̣[ὶ (?) ...../.... π̣ά̣ν̣τ̣[α]ς τοὺς λοιποὺς ἥ̣ρω̣α̣ς̣ ἀ̣λκῆι [ὑ]π̣ε̣ρ̣[βάλ/λο]ν̣τ̣α. χ̣α̣[ρὰ] δ’ ἦν πολλὴ ἐπὶ τοῖς Τρωσὶν [καὶ εὐφη/μία τοῦ] Ἀχ̣[ι]λ[λέω]ς πεσόντος. οὐ γὰρ ἤλπιζον ε[...... / ........υ̣ μηδ[ὲ] π̣ερ̣ι̣οντ[.......] / [τ]ὴ̣ν̣ Ἀ̣λ̣ε̣[ξάνδ]ρο[υ] ἐ̣π̣[ί]ν̣οιαι ον̣[.........] / αν̣........ μὴ δυνάμενος

1a,49,F

7a

(50)

ἐπ[.....] / δρ̣ο̣ν̣[..]μ[.]ντω̣[ν] ἄ[γ]γελοι πα̣ρ̣α[γίνονται Πριάμωι] / ἀπαγγέλλοντες Εὐρύπυλον τὸ[ν Τηλέφου παρεῖναι]. Πρίαμος γὰρ αὐτὸν
πρὶν Ἕκτορα π[εσεῖν παρεκάλεσε]/ ὁμολογήσας καὶ Κασσάνδραν [αὐτῶι δοῦναι καὶ πέμ]/ψας αὐτῶι τὴν χρυσῆν ἄμπελον. [ἦν δὲ διαβεβοημένος] / ἐπ’ ἀνδρείαι· καὶ παραγ[ε]ίνεται ἐ̣π[αγόμενος τοὺς Μυ]/σ̣ο̣ὺ̣ς̣ [κ]α̣ὶ Κ[η]τ̣έ̣ο̣υ̣ς̣.
55εχοντο δὲ̣ .......γ̣[...... εὐ]/φ̣ρό̣νως ὑπαντήσαντες τ̣ῶ̣ν̣ μελλόντων ἀμείνο̣[υς] / ἐλ̣[πί]δ̣ας Ἀχιλλέως καταβληθέντος. οἱ δὲ Ἕλληνες / συ[νλ]έ̣‐ ξαν[τ]ες τὰ ὀ̣σ̣τέα̣ Ἀχιλλέως εἰς ὑδρίαν φέρου/σιν θάπτοντες ἐν Σιγ〈ε〉ίωι, σὺν δ’ αὐτῶι καὶ Πατρόκλουν / νε̣υ̣.κ̣ι̣μ̣ε̣ο̣[..]ν̣τ̣ο̣ς̣ τοὺς λαοὺς Αἴαντος, ἐπ〈ε〉ὶ μηδὲ̣ν̣ / α[..]..λ.[.]η̣στου.... Ἀχιλλεῖ πο̣ι̣ή̣σασθαι θανόντ[ι] /
60[γεί]νε̣ται ἔκδο̣[σ]ι̣ς ναοῦ Ἀχιλλέως ὑπὸ Αἴαντος / τῶ̣ν̣ ἐν̣ Σ[ι]γ̣〈ε〉ί̣ω̣ι κατα‐ σκευάσαι μισθὸν λαβόντων. ἐν / δὲ̣ τῶι αὐτῶι χρόνωι Πύρρος ὃν Νεοπτόλεμον ἐκάλουν̣ / κα̣τ̣α̣ν[τ]ή̣σ̣ας εὑρίσκει τὸν τάφον καὶ τὸν ναὸν γινό/μενον· κ̣α̣ὶ̣ πάντα πυθόμενος τὸν γενόμενον αὐ/το[ῦ θ]ά̣νατ[ο]ν̣ καθοπλίσας τοὺς σὺν αὐτῶι λαοὺς —ἦσ̣α̣ν̣ / δὲ Μυ̣ρ̣μ̣ι̣δ̣ό̣ν̣ες οὗτοι, μάχιμόν τι ἔθ[νοσ]—ἀπο[λ]εί[πει] / ἐπιμελητὴν
65[τ]ῶ̣ν ἔργων Φοίνικα. ἐλθ̣ὼ̣ν̣ [δὲ εἰς] / τὰς τοῦ πατρὸς νῆας καὶ τὴν σκηνὴν [εὑρίσκει Ἱπ]/ποδάμ〈ε〉ιαν φύλακα τῶν Ἀχι[λ]λέως π̣[άντων. προ]/σ[ε]λ̣θ̣ό̣ντε̣ς̣ δ’ οἱ β[α]σιλ〈ε〉ῖς πάντες παρακ[αλοῦσι τὸν] / Νεοπτόλε‐ μον γενναίως φέρ〈ε〉ιν. ὁ δ̣[ὲ τοὺς αὐ]/τ̣ὸν̣ ποι̣κ̣ί̣λως παραμυθησαμένου[ς ***

1a,49,F

7b

JOHANN. MALALAS p. 132, 22 (= T 2 b)

1a,49,F

8

JOHANN. MALALAS Chron. V p. 119, 22 (ΕΚΛ. ΙΣΤ. p. 212, 6): περὶ ἧς Κίρκης ἐξέθεντο ταῦτα οἱ σοφώτατοι Σίσυφος Κῶιος καὶ Δίκτυς ἐκ τῆς Κρήτης.

1a,49,F

9

———p. 121, 3 (ΕΚΛ. ΙΣΤ. p. 212, 22): ἀπὸ δὲ τῆς νήσου τῆς Κίρκης ἐξορμήσας ὁ Ὀδυσσεὺς ἀνήχθη εἰς τὴν ἄλλην νῆσον, ὑπὸ ἀνέμων ἐναντίων ἐκριφείς. ὅντινα ἐδέξατο καὶ ἡ Καλυψὼ ἡ ἀδελφὴ τῆς Κίρκης καὶ πολλῆς θεραπείας ἠξίωσεν αὐτόν, συμμιγεῖσα αὐτῶι καὶ πρὸς γάμον. (2) κἀκεῖθεν ἀνήχθη, ἔνθα λίμνη ὑπῆρχε
5μεγάλη πλησίον τῆς θαλάσσης, λεγομένη ἡ Νεκυόποντος· καὶ οἱ οἰκοῦντες ἐν αὐτῆι ἄνδρες μάντεις· οἵτινες ἐξεῖπον αὐτῶι πάντα τὰ συμβάντα αὐτῶι καὶ τὰ μέλλοντα. (3) καὶ ἀναχθεὶς ἐκεῖθεν χειμῶνος μεγάλου γενομένου θαλάσσης ἐκρίπτεται εἰς τὰς Σειρηνίδας οὕτω καλουμένας πέτρας, αἳ ἐκ τῶν κρουσμάτων τῶν κυμάτων ἦχος
ἀποτελοῦσιν ἴδιον· (4) κἀκεῖθεν ἐξειλήσας ἦλθεν εἰς τὴν καλουμένην Χάρυβδιν, εἰς
10τόπους ἀγρίους καὶ ἀποτόμους, κἀκεῖ πάσας τὰς ὑπολειφθείσας αὐτῶι ναῦς καὶ τὸν στρατὸν ἀπώλεσεν, αὐτὸς δὲ ὁ Ὀδυσσεὺς μόνος ἐν σανίδι τοῦ πλοίου ἐν τῶι πελάγει ἐφέρετο, ἀναμένων τὸν μετὰ βίας θάνατον. (5) τοῦτον δὲ ἑωρακότες τινὲς ἀποπλέοντες ναῦται Φοίνικες νηχόμενον ἐν τοῖς ὕδασιν ἐλεήσαντες διέσωσαν, καὶ ἤγαγον αὐτὸν ἐν τῆι Κρήτηι νήσωι πρὸς τὸν Ἰδομενέα, ἔξαρχον Ἑλλήνων. καὶ ἑωρακὼς
15τὸν Ὀδυσσέα ὁ Ἰδομενεὺς γυμνὸν καὶ δεόμενον, συμπαθῶς φερόμενος 〈καὶ〉 δῶρα αὐτῶι πλεῖστα δεδωκὼς ὡς συστρατήγωι αὐτοῦ καὶ δύο νῆας καὶ διασώζοντας αὐτόν τινας, ἐξέπεμψεν αὐτὸν εἰς Ἰθάκην (?). ἅτινα καὶ ὁ σοφὸς Δίκτυς παρὰ τοῦ Ὀδυσ‐ σέως ἀκηκοὼς συνεγράψατο.

1a,49,F

10

ΕΚΛ. ΙΣΤΟΡ. p. 213, 13—216, 5: ὁ δὲ Ὀδυσσεὺς ἀναχθεὶς ἀπὸ τῆς Κρήτης καὶ παραγενόμενος πρὸς Ἀλκίνοον εἰς Φαιακίαν ὑποδοχῆς ἀξιοῦται λαμπρᾶς. (2) ὁ δὲ Ὀδυσσεὺς τοῖς οἰκείοις ἐδόκει τεθνάναι διὰ τὸν τοσοῦτον χρόνον τῆς ἀπο‐ δημίας. πέμπει οὖν κατασκόπους εἰς τὴν Ἰθάκην, οἵτινες ἐν τοῖς τοῦ Ὀδυσσέως
5εὑρίσκουσι μνηστῆρας τῆς Πηνελόπης τριάκοντα· τῶν δὲ ἐκ τῆς πόλεως συντυχόν‐ των αὐτοῖς καὶ πυνθανομένων περὶ τοῦ Ὀδυσσέως ἔφασαν οἵδε πάλαι αὐτὸν τεθνάναι. ταῦτα ἀκούσαντες οἱ μνηστῆρες τὸ λοιπὸν εὐωχοῦντο πεπαυμένοι τοῦ φόβου. ἡ δὲ Πηνελόπη οὐκ ἐπίστευεν. (3) ἐπαναλύσαντες δὲ οἱ ἀποσταλέντες εἰς Φαιακίαν ἀπαγ‐ γέλλουσι πάντα τὰ κατὰ τοὺς μνηστῆρας. ὁ δὲ Ὀδυσσεὺς ἀκούσας ἀποπλέει ἀγό‐
10μενος εἰς τὴν Ἰθάκην σὺν τῶι Ἀλκινόωι. τῶν δὲ Ἰθακησίων ἰδόντων τὰ πλοῖα καὶ πυνθανομένων τίνες εἶεν καὶ πόθεν, εἶπον πρὸς Τηλέμαχον ‘ἥκομεν παραμυθή‐ σασθαι διὰ τὸν Ὀδυσσέως θάνατον.‘ ἦν δὲ ὁ Τηλέμαχος υἱὸς Ὀδυσσέως, ὃς ἐζήτει μαθεῖν τὴν ἀληθῆ αἰτίαν τῆς τῶν πλοίων παρουσίας· καὶ πλησιάσας τινὶ τῶν μετὰ Ὀδυσσέως λάθρα ἔμαθε παρ’ ἐκείνου, ὅτι ὁ πατὴρ αὐτοῦ ἐστι. τῶν δὲ μνηστήρων
15εὐωχουμένων ἐν τῶι οἴκωι οἱ περὶ Ὀδυσσέα ἐλθόντες σὺν ὅπλοις ἐπιπίπτουσιν ἄφνω· ἐκείνων δὲ τῆι μέθηι κατεχομένων ἀναιροῦνται πάντες. θορύβου δὲ γενομένου ἐν τῆι πόλει κῆρυξ περιελθὼν μηνύει τὴν Ὀδυσσέως παρουσίαν. (4) λαμβάνει δὲ Τηλέ‐ μαχος γαμετὴν θυγατέρα Ἀλκινόου Ναυσικάαν ὀνόματι. (5) μετὰ δὲ τοῦτο οἱ τῶν μνηστήρων ἴδιοι καὶ φίλοι ἀκηκοότες τὸ γεγονὸς καὶ θυμοῦ πλησθέντες ἐπιστρατεύουσι
20κατὰ Ὀδυσσέως καὶ Τηλεμάχου ἐν τῆι Ἰθάκηι. οἱ δὲ περὶ Ὀδυσσέα καὶ Τηλέμαχον ὁπλισάμενοι ἀπαντῶσιν ἔξω τῆς πόλεως, καὶ γενομένης μάχης κραταιᾶς πίπτουσιν οἱ ὑπὲρ τῶν μνηστήρων πολεμήσαντες ἀριστεύοντος τοῦ Τηλεμάχου. (6) χρόνου δὲ διεληλυθότος ὁρᾶι Ὀδυσσεὺς ἐνύπνια τὴν αὐτοῦ τελευτὴν σημαίνοντα· καὶ διυπνι‐ σθεὶς συγκαλεῖ πάντας τοὺς πεῖραν ἔχοντας, ὅπως διακρίνωσι τὰ ὀνείρατα, ὧν ἦν
25καὶ Κλειτοφῶν ὁ Ἰθακήσιος καὶ ὁ Ἀργεῖος Πολύφημος. τούτοις ἀπαγγέλλει τὸ ὄναρ καί φησι ‘νομίζειν με ἐπὶ τῆς ἰδίας εὐνῆς με κατακεῖσθαι, ** εὔμορφόν τι καὶ φοβερὸν ζῶον θεοειδές, οὐκ ἀνθρώπου τελείου σχῆμα σώζειν δυνάμενον, ὅπερ ἑώρων ἡδέως· καὶ εἶχον αὐτοῦ δυσνοήτως. τὸ δὲ λέχος ἐκεῖνο ὅθεν ἐζωογονήθη οὐκ οὖν μοι φανερὸν οὔτε τῆι συνηθείαι τῆι ἐμῆι οὔτε τῆι γνώσει. γνοὺς οὖν ἠβουλήθη〈ν〉 τὰς
30χεῖρας αὐτῶι περιπλέξαι σπουδαίως· τὸ δὲ ἀνθρωπίνηι φωνῆι χρηματισάμενον ἔφη θεσμὸν εἶναι καὶ σύνδεσμον οἰκειότητος ἀμφοτέρων ἡμῶν, καὶ εἱμαρμένον εἶναι ὑπ’ ἐκείνου με ἀφανισθῆναι. ἐμφροντίστως δέ μου ἔχοντος περὶ αὐτοῦ αἰφνίδιόν τι κέντρον ἐκ τῆς θαλάσσης ὑπὸ τῆς ἐκείνου ἐπιταγῆς ἀοράτως ἀναδειχθὲν ἐπ’ ἐμὲ ἦλθεν· ἐγὼ δὲ ὑπὸ πολλῆς ἐκπλήξεως ἐγενόμην ἀδρανής, καὶ μετ’ ὀλίγον ἔθανον.
35ταῦτά ἐστιν ἅπερ ἐθεασάμην· ὑμεῖς δὲ διακρίνατε μηδὲν δεδιότες· ἐπίσταμαι γὰρ ὡς οὐκ αἴσιον τὸ ὅραμα.‘ (7) οἱ δὲ καθ’ ἑαυτοὺς γενόμενοι ἐσκόπουν τὴν διήγησιν καὶ ἔφασαν ἵνα ἐκ ποδῶν γένηται ὁ Τηλέμαχος· τοῦ δὲ ὑποχωρήσαντος ἔφησαν ὑπὸ ἰδίου παιδὸς πληγέντα τελευτήσειν. ὁ δὲ εὐθὺς ὥρμησεν ἐπὶ τὸν Τηλέμαχον ἀνελεῖν αὐτὸν βουλόμενος. θεασάμενος δὲ τὸν υἱὸν δακρύοντα καὶ δεόμενον, εἰς ἔννοιαν
40πατρικὴν ἐλθών, προέκρινεν ἀφεῖναι τὸν παῖδα, ἐκέλευσε δὲ αὐτὸν φυλάττεσθαι· εἶτα μετώικισεν αὐτὸν εἰς τὰ ἔσχατα τῆς Κεφαληνίας χωρία, ῥυσάμενος αὐτὸν τῆς ὑπονοίας τοῦ θανάτου. (8) μετὰ δὲ οὐ πολλὰς ἡμέρας· πάλιν Ὀδυσσεὺς τὸ αὐτὸ ὄναρ ἐθεάσατο, καὶ καταγνοὺς τῆς κρίσεως εὐθυμότερος διῆγε τοῦ λοιποῦ. ἀλλ’ ἦν αὐτῶι ἕτερος παῖς ὃν ἠγνόει, τὸν ἐκ τῆς Κίρκης αὐτῶι γεγενημένον, ὀνόματι Τηλέ‐
45γονον, ὃν πάντα τέλεια ἔχοντα τοῦ γεγενηκότος ἰδυῖα ἡ Κίρκη εἰς ἡλικίαν ἐλθόντα ὃ ἦν λαβοῦσα παρὰ τοῦ Ὀδυσσέως θαλασσίας τρυγόνος κέντρον δεδορατισμένον δόρυ δίδωσιν αὐτῶι, ἵνα τοῦτο σύμβολον καὶ γνώρισμα γένηται αὐτῶι τῆς πατρικῆς ἀσφαλείας. (9) ὁ οὖν Τηλέγονος λαβὼν τὸ δοράτιον παρῆν εἰς τὴν Ἰθάκην νυκτὸς τὸν πατέρα ἐπιζητῶν, καὶ μαθὼν αὐτὸν εἶναι κατ’ ἀγρὸν παραγίνεται ἐκεῖσε βιαζόμενος

1a,49,F

10

(50)

τοὺς φυλάσσοντας ἰδεῖν τὸν πατέρα· οἱ δὲ ἀγνοοῦντες αὐτὸν [μᾶλλον] ἀνθίσταντο. τοῦ δὲ Τηλεγόνου θεοὺς καλοῦντος μάρτυρας, ὅτι ὁ πατὴρ αὐτοῦ ἐστι, καὶ τοῦτον ἰδεῖν κωλύεται, ἔτι μᾶλλον ἀνθίσταντο τὸν Τηλέμαχον ὑπολαμβάνοντες εἶναι καὶ διὰ νυκτὸς ἐληλυθέναι, ἵνα ἀποκτείνηι τὸν πατέρα· οὐδεὶς γὰρ ἠπίστατο ἕτερον παῖδα τὸν Ὀδυσσέα ἔχειν. (10) ταραχῆς δὲ γενομένης ἐγνώρισαν τῶι Ὀδυσσεῖ, ὅτι ‘Τηλέμαχος ἐσθῆτα ξένην
55ἠμφιεσμένος νυκτὸς ἐλθὼν βιάζεται ἡμᾶς.‘ ὁ δὲ ταῦτα μαθὼν καὶ ὑπερζέσας τῶι θυμῶι ἐξῆλθε μετὰ δόρατος καὶ εὐθέως ἀκοντίζει τὸ δόρυ κατ’ αὐτοῦ· καὶ τοῦ μὲν ἀποτυγχάνει, τῆι δὲ παρακειμένηι μελίαι πήγνυσι· καὶ ὁ Τηλέγονος μὴ εἰδὼς ὅτι ὁ πατὴρ αὐτοῦ ἦν ὁ τὸ δόρυ ἀκοντίσας ῥίπτει καὶ αὐτός, καὶ δυστυχεστάτην εὐτυχήσας εὐτυχίαν τιτρώσκει τὸν Ὀδυσσέα κατὰ τοῦ πλευροῦ. (11) τοῦ δὲ Ὀδυσ‐
60σέως τὴν τόλμαν πυνθανομένου μεμάθηκεν ἐκ Τηλεγόνου, ὅτι παῖς αὑτοῦ ἐστιν ἐκ Κίρκης, ἐπιδεικνύντος καὶ ὅπερ ἔδωκε κέντρον θαλάσσιον τῆι Κίρκηι ὡς καὶ Τηλε‐ γόνου αὐτὸν εἶναι τὸν πατέρα πεπίστευκε, 〈καὶ〉 ῥίπτει ἑαυτὸν εἰς τὸ ἔδαφος πολλαῖς κεχρημένος οἰμωγαῖς. ὁ δὲ Ὀδυσσεὺς μαθὼν μὴ εἶναι τὸν Τηλέμαχον, ἐμέμφετο τοῖς ὀνειροπόλοις. οἱ δὲ ἐπυνθάνοντο τοῦ Τηλεγόνου πόθεν εἴη καὶ τίνων γονέων,
65ὅτι τοιοῦτον ἄνδρα, ὃν οὐδεὶς ἐν Ἰλίωι ἔτρωσε, πολλὰ θαύματα διαπραξάμενον κατὰ τὸν βίον οὗτος ἀνεῖλεν. (12) ἡμιθανὴς οὖν ὢν ὁ Ὀδυσσεὺς ἐκομίσθη εἰς τὴν Ἰθάκην καὶ μετ’ ὀλίγον τελευτᾶι τὸν βίον. (13) κατέλιπε δὲ τὴν δυναστείαν Τηλεμάχωι καὶ Πτολιπόρθωι τῶι ἐκγόνωι· ὁ δὲ Τηλέμαχος διαιρεῖ τὴν ἡγεμονίαν, καὶ αὐτὸς μὲν πάσης Ἰθάκης κρατεῖ, Τηλεγόνωι δὲ τὰ πορρωτέρω δίδωσι, τῆς δὲ μέσης χώρας
70Πτολίπορθον ἡγεμόνα κατέστησε. τοὺς δὲ ὀνειροπόλους ἤθελε ἀνελεῖν· τοῦ δὲ Τηλε‐ γόνου παραιτουμένου ταύτην τὴν γνώμην ἐκέλευσεν αὐτοὺς μένειν ἐν τῆι Σπάρτηι. οἵτινες παραγενόμενοι ἅπαντα ἐξηγήσαντο τῶι Δίκτυι. καὶ ταῦτα μὲν περὶ Ὀδυσσέως.

1a,49,F

11

Synesios Φαλακρ. ἐγκ. p. 82 C: Ἕκτορος γὰρ ἄντικρυς καταψεύδεται (sc.
ὁ Δίων), μᾶλλον δὲ Ὁμήρου τὰ περὶ Ἕκτορος. ... ὁ μὲν γὰρ παραδέδοται τὰ περὶ τὴν κουρὰν ὁμοιότατα τοῖς πάνυ σώφροσι διακείμενος, καὶ δείκνυσιν ὁ τἀληθέστατα περὶ τῶν ἡρώων συγγεγραφώς, ἅτε (οἶμαι) τῶν μὲν συστρατιώτης γενόμενος, ἐπὶ δὲ
5τοὺς στρατευσάμενος, ὃς αὐτὰ ταῦτά φησι περὶ Ἕκτορος.