TLG 1308 001 :: DEMOSTHENES :: Fragmenta

DEMOSTHENES Epic.
(Bithynius: 2 B.C.?)

Fragmenta

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 25–27.

  • frr. 4, 6, 7, 14
  • Dup. 1308 003

Citation: Fragment — (line)

4

Ἔστι δέ τις προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη Ἡραία τρήχουσα πολυσπιλάς· ἔνδοθι δ’ αὐτῆς λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδίνεα πάντῃ
5ἔμμεναι· εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης, ἔνθα θοὰς νέας ἦγον, ὀϊόμενοι σκέπας εἶναι
αὐτοφυοῦς ὅρμοιο, κακῷ δ’ ἐνέκυρσαν ἑτοίμῳ.25

6

Νάσσατο δ’ Ἀρτακίοισιν ἐφέστιος αἰγιαλοῖσιν.

7

Δαίδαλα Μαυσώλων26

14

〈Ἣν〉 Δρεπάνην κλείουσιν ἀπὸ Κρονίοιο σιδήρου.27