TLG 1307 003 :: DEMON :: Fragmenta

DEMON Hist.
(fort. Atheniensis: 4–3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1841–1870: 378–383.

frr. 1–22

Citation: Fragment — (line)

t1-4

ΑΤΘΙΣ.

t1

LIBRI QUARTI FRAGMENTUM.

1

Athen. III, 17: Δήμων ἐν τετάρτῳ Ἀτθίδος, «Ἀφείδαντά φησι βασιλεύοντα Ἀθηνῶν Θυ‐ μοίτης, ὁ νεώτερος ἀδελφὸς, νόθος ὢν, ἀποκτείνας, αὐτὸς ἐβασίλευσεν· ἐφ’ οὗ Μέλανθος Μεσσήνιος ἐκπε‐
5σὼν τῆς πατρίδος, ἐπήρετο τὴν Πυθίαν, ὅπου κατοι‐ κήσει. Ἡ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ, τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. Καὶ τοῦτ’ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελου‐
10σῶν, καὶ πάντα τὰ κρέα κατηναλωκυιῶν, τῶν δὲ πο‐ δῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων, ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.»

t2-4

FRAGMENTA INCERTAE SEDIS.

2

Suidas v. Τριτοπάτορες: Δήμων ἐν τῇ Ἀτθίδι φη‐ σὶν, ἀνέμους εἶναι τοὺς Τριτοπάτορας.

3

Plutarch. Thes. 19: Δήμων δὲ καὶ τὸν Ταῦρον ἀναιρεθῆναί φησι τὸν τοῦ Μίνω στρατηγὸν, ἐν τῷ λι‐ μένι διαναυμαχοῦντα, τοῦ Θησέως ἐκπλέοντος.

4

Plutarch. Thes. 23: Ἄγουσι δὲ καὶ τὴν τῶν ὠσχο‐ φορίων ἑορτὴν, Θησέως καταστήσαντος. Οὐ γὰρ ἁπά‐ σας αὐτὸν ἐξαγαγεῖν τὰς λαχούσας τότε παρθένους, ἀλλὰ τῶν συνήθων νεανίσκων δύο θηλυφανεῖς μὲν
5ὀφθῆναι καὶ νεαροὺς, ἀνδρώδεις δὲ τὰς ψυχὰς καὶ προθύμους, λουτροῖς τε θερμοῖς καὶ σκιατροφίαις, καὶ ταῖς περὶ τὴν κόμην καὶ λειότητα καὶ χροιὰν ἀλοιφαῖς καὶ κοσμήσεσιν ὥς ἐστιν ἐξαλλάξαντα κομι‐ δῆ, καὶ διδάξαντα φωνὴν καὶ σχῆμα καὶ βάδισιν ὡς
10ἔνι μάλιστα παρθένοις ὁμοιοῦσθαι, καὶ μηδὲν φαίνε‐ σθαι διαφέροντας, ἐμβαλεῖν εἰς τὸν τῶν παρθένων ἀριθμὸν, καὶ διαλαθεῖν ἅπαντας. Ἐπεὶ δὲ ἐπανῆλθεν, αὐτόν τε πομπεῦσαι καὶ τοὺς νεανίσκους οὕτως ἀμ‐ πεχομένους, ὡς νῦν ἀμπέχονται τοὺς ὠσχοὺς φέρον‐
15τες. Φέρουσι δὲ, Διονύσῳ καὶ Ἀριάδνῃ χαριζόμενοι, διὰ τὸν μῦθον, ἢ μᾶλλον, ὅτι συγκομιζομένης ὀπώρας ἐπανῆλθον. Αἱ δὲ δειπνοφόροι παραλαμβάνονται, καὶ κοινωνοῦσι τῆς θυσίας, ἀπομιμούμεναι τὰς μητέρας ἐκείνων τῶν λαχόντων (ἐπεφοίτων γὰρ αὐτοῖς ὄψα καὶ
20σιτία κομίζουσαι), καὶ μῦθοι λέγονται, διὰ τὸ κἀκείνας εὐθυμίας ἕνεκεν καὶ παρηγορίας μύθους διεξιέναι τοῖς
παισί. Ταῦτα μὲν οὖν καὶ Δήμων ἱστόρηκεν.378

t5-21

ΠΕΡΙ ΠΑΡΟΙΜΙΩΝ.

5

Scholiast. Aristoph. Av. 301, Τίς γλαῦκ’ Ἀθήναζ’ ἤγαγε; Παροιμία δέ ἐστιν ἐπὶ τῶν μάτην ἐπισωρευόντων τινὰ ἐπὶ τοῖς προϋ‐ πάρχουσι .... Δήμων δέ φησιν, ὅτι οὐ τοῦ ζῴου μόνον
5πληθύνοντος ἐν τῇ πόλει, ἀλλὰ καὶ τοῦ νομίσμα‐ τος· καὶ ὅτι οὐκ ἐν ἀργύρῳ μόνῳ, ἀλλὰ καὶ ἐν χαλκῷ χαράσσουσι τὴν γλαῦκα· διὸ τὴν παροιμίαν εἰρῆ‐ σθαι.

6

Hesych.: Οἰναῖοι τὴν χαράδραν· παροιμία, τιθε‐ μένη ἐπὶ τῶν ἑαυτοῖς κακόν τι προσελκομένων. Φησὶ δὲ Δήμων, ὅτι τῆς Ἀττικῆς ἐστι τόπος Οἰνόη· οἱ δ’ ἐνταῦθα γεωργοῦντες, παροχετεύοντες τὴν ἄνω φερο‐
5μένην χαράδραν, ἀρδεύειν τὰ δένδρα καὶ τὰς ἀμπέ‐ λους ἐπεχείρουν. Ὕδατος δὲ πολλοῦ γενομένου, συνέβη καταῤῥαγέντα τὸν ποταμὸν τῶν κτημάτων πολλὰ διαφθεῖραι, καὶ τῶν τόπων δὲ τοὺς κύκλους ἐγχῶ‐ σαι.

7

Photii Lex.: Ὄνος ἄγων μυστήρια, Δήμων ἐπὶ τοῦ μύλου λέγεσθαί φησιν, ὅτι στεφανοῦσιν αὐτὸν τότε.

8

Photii Lex.: Ἡ Φανοῦ θύρα· τὸν Φανόν φησι Δήμων ὀβολοστάτην εἶναι, ἄλλως δὲ τυφλόν.

9

Scholiastes Aristoph. Ran. 439: Ὁ δὲ Διὸς Κόρινθος, παῖς Διὸς, βασιλεὺς Κορίνθου .... Μεγαρέας φασὶ Κορινθίων ἀποί‐ κους, καὶ πολλὰ τοῖς Κορινθίοις κατ’ ἰσχὺν τῆς πόλεως
5ὑπείκειν· ἄλλα τε γὰρ πλείονα τοὺς Κορινθίους προσ‐ τάσσειν, καὶ τῶν Βακχιαδῶν εἴ τις τελευτήσαι (διῴ‐ κουν δὲ οὗτοι τὴν πόλιν), ἔδει Μεγαρέων ἄνδρας καὶ γυναῖκας, ἐλθόντας εἰς Κόρινθον, συγκη‐ δεύειν τὸν νεκρὸν τῶν Βακχιαδῶν. Ὡς δὲ ὕβρεως
10οὐδὲν ἀπέλειπον οἱ Κορίνθιοι, τὰ δὲ τῶν Μεγαρέων ἔῤῥωτο, καὶ πρὸς ἐλπίσι τοῦ μηδὲν παθεῖν ἀποστάν‐ τας αὐτοὺς, ἀλλ’ ἀφεῖναι, πέμπουσι δῆτα πρέσβεις οἱ Κορίνθιοι, κατηγορήσοντας Μεγαρέων· οἳ προσ‐ ελθόντες εἰς τὴν ἐκκλησίαν, ἄλλα τε πολλὰ διεξῆλ‐
15θον, καὶ τέλος, δικαίως στενάξει ὁ Διὸς Κόρινθος, εἰ μὴ λάβοι δίκην παρ’ αὐτῶν. Ἐφ’ οἷς παροργισθέντες οἱ Μεγαρεῖς τοὺς πρέσβεις λίθοις ἔβαλον, καὶ μετὰ μικρὸν, ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης, νικήσαντες, φυγῇ τῶν Κορινθίων
20ἀποφυγόντων ἐφαπτόμενοι, κτείνοντες ἅμα παίειν τὸν Διὸς Κόρινθον ἐκέλευον. Ὅθεν, φησὶν ὁ Δήμων, ἔτι καὶ νῦν ἐπὶ τῶν ἄγαν σεμνυνομένων, καὶ δειλῶς ἀπαλ‐
λαττόντων τὴν παροιμίαν ταύτην τετάχθαι.379

10

Scholiast. Aristoph. Plut. 1000: Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. Περὶ τῆς παροιμίας ταύτης Δήμων οὕτω φησί· τῶν Καρῶν περὶ τοῦ πολέμου πρὸς τοὺς Ἀμβρακιώτας βουλευσαμένων, ἀλκιμωτάτους
5ὄντας τῶν ἐν πολέμῳ γειτόνων, τίνας χρὴ ποιεῖσθαι συμμάχους, οἱ μὲν τοὺς Μιλησίους ἡγοῦντο δεῖν πα‐ ρακαλεῖν· καὶ γὰρ εὐημέρουν τότε μάλιστα τῶν πε‐ ριοίκων, καὶ διὰ τὸ γειτνιᾷν τῇ Καρίᾳ τὴν τούτων χώραν· οἱ δὲ διαλύσασθαι πρὸς τοὺς Πέρσας συνεβού‐
10λευον, τὴν τούτων ἀρχὴν μεγίστην γεγονέναι φάσκον‐ τες, καὶ πάντων ἀλκιμωτάτους εἶναι, κρατοῦντας τῆς Ἀσίας. Ἔδοξεν οὖν τοῖς Καρσὶν ἐρωτῆσαι τὸν Ἀπόλ‐ λωνα ... Τὸν δὲ θεὸν ἀποκρίνεσθαι,
Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.
15Τοῦ δὲ χρησμοῦ διαδοθέντος εἰς τὰς Ἀσιατίδας πόλεις, οἱ μὲν Μιλήσιοι τὴν προφῆτιν αἰτιασάμενοι διεφθάρ‐ θαι χρήμασιν ὑπὸ τῶν μηδιζόντων, πανδημεὶ [τοῖς Καρσὶ βοηθήσαντες, καὶ] τοῖς Πέρσαις μετ’ ἐκείνων συμβαλόντες, σχεδὸν ἅπαντες ἀπέθανον. Τὸν δὲ χρη‐
20σμὸν διὰ τὴν ἀλήθειαν εἰς παροιμίαν ἐλθεῖν.

11

Schol. Homer. Odyss. Υ, 301: Οἱ τὴν Σαρδόνα κατοικοῦντες, ἀπὸ Καρχηδονίων ὄντες, χρῶνται νόμῳ τινὶ βαρβαρικῷ καὶ πολὺ τῶν Ἑλλήνων διηλλαγμένῳ. Τῷ γὰρ Κρόνῳ θύουσιν ἡμέραις τισὶ τεταγμέναις οὐ
5μόνον τῶν αἰχμαλώτων τοὺς καλλίστους, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη γεγενη‐ μένους. Τούτοις δὴ θυομένοις τὸ μὲν δακρύειν αἰσχρὸν εἶναι δοκεῖ καὶ δοῦλον, τὸ δὲ ἀσπάζεσθαι καὶ γελᾷν ἔσχατον καὶ προϊόντων ἀνδρῶδές τε καὶ καλόν. Ὅθεν
10φασὶ καὶ τὸν ἐπὶ κακῷ προσποίητον γέλωτα κληθῆναι Σαρδόνιον. Ἡ δὲ ἱστορία παρὰ Δήμωνι.

12

Photius s. v. Σαρδ. γελ.: Παροιμία ἐπὶ τῶν ἐπ’ ὀλέθρῳ τῷ σφῶν αὐτῶν γελώντων, ἣν Δήμων μὲν δια‐ δοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες αἰχμαλώτων τε τοὺς καλλίστους καὶ πρεσβυτέρους ὑπὲρ ἑβδομή‐
5κοντα ἔτη τῷ Κρόνῳ ἔθυον γελῶντας, ἕνεκα τοῦ τὸ ἔπανδρον ἐμφῆναι.

13

Zenobii Proverb. V, 52: Ὅπου αἱ ἔλαφοι τὰ
κέρατα ἀποβάλλουσιν. Ὁ Δήμων φησὶν, ἐν τοῖς τρα‐ χέσι καὶ δυσβάτοις τόποις τοὺς ἐλάφους προστρίβον‐ τας τὰ κέρατα πρὸς τὰς θάμνους, ἀποβάλλειν αὐτά·380
5ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων εἰ‐ ρῆσθαι τὴν παροιμίαν.

14

Proverbior. graecor. e Vaticana Biblioth. Ap‐ pend. in Proverb. Graec.: Τὴν Συρακουσίων δεκάτην· Δήμων Συρακουσίους εὐδαιμονήσαντάς φησι ψηφίσασθαι τὴν
5δεκάτην τῶν ὑπαρχόντων ἀποδίδοσθαι εἰς ἐπισκευὴν ναῶν τε καὶ ἀναθημάτων καὶ ἱερείων· πολλοῦ δὲ χρή‐ ματος συναχθέντος, εἰς παροιμίαν ἐλθεῖν.

15

Photii Lex.: Φοινίκων συνθῆκαι. Οἱ τὴν Καρχηδόνα κτίσαντες Φοίνικες, ὅτε προσέπλευσαν τῇ Λιβύῃ, ἐδεή‐ θησαν τῶν ἐγχωρίων, δέξασθαι αὐτοὺς νύκτα καὶ ἡμέραν. Ἐπιτυχόντες δὲ τούτου, οὐκ ἐβούλοντο ἀπα‐
5λάσσεσθαι, ὡς συντιθέμενοι νύκτας καὶ ἡμέρας μένειν. Διὸ λέγεσθαι τοῦτο ἐπὶ τῶν ἐνεδρευτικῶς συντιθε‐ μένων. Τὰ δ’ ὅμοια Δήμων ἐπὶ Μεταποντίνων ἱστορεῖ.

16

Photii Lex.: Ἡδέα χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν. Τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει. Ὅθεν καὶ τὴν παροιμίαν. Δήμων.

17

Stephan. Byz.: Δωδώνη .... Ἔστι καὶ Δωδω‐ ναῖον χαλκεῖον παροιμία ἐπὶ τῶν πολλὰ λαλούντων, ὡς μὲν ὁ Δήμων φησὶν, ἀπὸ τοῦ τὸν ναὸν τοῦ Δωδωναίου Διὸς τοίχους μὴ ἔχοντα, ἀλλὰ τρίποδας πολλοὺς ἀλ‐
5λήλων πλησίον, ὥστε τὸν ἑνὸς ἁπτόμενον παραπέμ‐ πειν διὰ τῆς ψαύσεως τὴν ἐπήχησιν ἑκάστῳ, καὶ δια‐ μένειν τὴν ἦχον ἄχρις αὖθις τοῦ ἑνὸς ἐφάψηται. Ἡ παροιμία δὲ οὔ φησιν εἰ μὴ χαλκίον ἓν, ἀλλ’ οὐ λέβη‐
τας ἢ τρίποδας πολλούς.381

18

Suidas: Δωδωναῖον χαλκεῖον. Ἐπὶ τῶν μακρολο‐ γούντων· Δήμων γάρ φησιν ὅτι τὸ τοῦ Διὸς μαντεῖον ἐν Δωδώνῃ λέβησιν ἐν κύκλῳ περιείληπται. Τούτους δὲ ψαύειν ἀλλήλους, καὶ κρουσθέντος τοῦ ἑνὸς, ἠχεῖν
5ἐκ διαδοχῆς πάντας· ὡς διὰ πολλοῦ χρόνου γίνεσθαι τῆς ἠχῆς τὴν περίοδον. Ἀριστείδης δὲ ὡς πλάσμα διελέγχων, δύο φησὶ στύλους εἶναι, καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μά‐ στιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ’
10ἀνέμου τῷ λέβητι προσκρούειν· τὸν δὲ τυπτόμενον ἠχεῖν .... Πρὸς Δήμωνα· εἰ δὲ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροιμία.

19

Harpocrat.: Μυσῶν λείαν, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Παροιμία τίς ἐστιν οὕτω λεγομένη, ἥν φησι Δήμων ἐν τεσσαρακοστῇ περὶ παροιμιῶν τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων
5τε καὶ λῃστῶν τὴν Μυσίαν κατὰ τὴν τοῦ Τηλέφου τοῦ βασιλέως ἀποδημίαν.

20

Schol. Vat. Eurip. Rhes. 250: [Ἕνι δὲ θάρσος ἐν αἰχμαῖς ποτὲ Μυσῶν] Κέχρηται δὲ καὶ νῦν Εὐριπίδης τῇ παροιμίᾳ παρὰ τοὺς χρόνους. Δή‐ μων γοῦν ἐξηγούμενος περὶ αὐτ.. φησὶν ὡς ὕστερον
5τῶν Τρωϊκῶν λοιμοῦ καὶ φθορᾶς καρποῦ περιεληλυ‐ θυίας τὴν Ἑλλάδα μαντευομένην περὶ τῶν παρόντων χρῆσθαι τὴν Πυθίαν, τηνικαῦτα παῦλαν αὐτοῖς τῶν δεινῶν, ἐπειδάν τινες τῶν ἀπὸ Ἀγαμέμνονος ἐχόντων τὸ γένος πλεύσαντες εἰς Τροίαν τὰς πόλεις κτίσωσι,
10καὶ τῶν θεῶν τιμὰς ἀναλαμβάνωσιν, ἃς ἠφανίσθαι συνέβαινεν ὑπὸ τοῦ πολεμοῦ. Ταύτην τὴν μαντείαν παραδεξάμενον τὸν Ὀρέστην συνέβη λιπεῖν τὸν βίον. Μετὰ δὲ Ὀρέστην Τισαμενὸν λαβεῖν τὴν ἀρχὴν καὶ μετ’ ἐκεῖνον Κομήτην· οὐ χρωμένα ποῦ δέοι πλεῖν,
15κατὰ γὰρ εὐλάβειαν καὶ δὶς καὶ τρὶς παρὰ τῶν αὐτῶν ἐπανέρχεται τοῦ θειοῦ, δοθῆναι χρησμὸν, ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. Κατολιγωρήσαντας δὲ πολλῶν συνηθροισμένων τοῦ χρησμοῦ ἀφίστασθαι καὶ τὸν Κομήτην καταλιπεῖν, μικρὸν πεφροντικέναι λέγοντας
20αὐτοῦ τε καὶ τοῦ Μυσοῦ ἐσχάτου. Κατὰ τὴν ἐρχομέ‐ νην γενεὰν πλινθιλυ πάλιν συναγείραντος τὴν στρατιὰν, καὶ τοῦ θεοῦ τὸν αὐτὸν ἐπενέγκαντος χρησμὸν, διὰ τὸ παράδοξον εἰς παροιμίαν διὰ τοῦτο προστῆναι φασίν· εἰσὶ δὲ οἳ Τηλέφῳ γενέσθαι τὸν χρησμὸν τοῦτον·382
25μαντευομένῳ γὰρ αὐτῷ περὶ γονέων, ἐπὶ τίνας ἂν τόπους πλανηθεὶς ἐξεύροι τοὺς αὐτοῦ γονεῖς, τὸν θεὸν προστάξαι ἐλθεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν, νέ‐ μεσθαι γὰρ τὰ χωρία τότε Μυσοὺς, ἐπιτυχεῖν τῇ μητρί.

21

Photii Lex.: Εὐγενέστερος Κόδρου· ... διοργι‐ σθέντες δὲ οἱ λοιποὶ συλλαβόντες αὐτὸν (Κόδρον) ἀνεῖ‐ λον, ὡς Δήμων.

t22

ΠΕΡΙ ΘΥΣΙΩΝ.

22

Harpocrat.: Προκώνια, Λυκοῦργος κατὰ Μενεσ‐ αίχμου. Δίδυμος δὲ «προκώνια, φησὶν, ἐστὶ, πυροὶ μέλιτι κεχρισμένοι.» Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν, οὕτω φασὶν ὀνο‐
5μάζεσθαι. Ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γί‐ νεσθαι, ὡς Ἀντικλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποση‐ μαίνει. Δήμων δ’ ἐν τῷ περὶ θυσιῶν φησι· «καὶ προκώνιά ἐστι κάγχρυς κατηριγμέναι μετ’ ἀρωμά‐
των.»383