TLG 1306 003 :: BOLUS :: Ad Leucippem (sub nomine Democriti) [Sp.] (e cod. Paris. B.N. gr. 2327, fol. 258r)

BOLUS Med. Phil., vel Pseudo–Democritus
(Mendesicus: 3/2 B.C.?)

Ad Leucippem (sub nomine Democriti) [Sp.] (e cod. Paris. B.N. gr. 2327, fol. 258r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 53–56.

Citation: Volume — page — (line)

16tΔΗΜΟΚΡΙΤΟΥ ΒΙΒΛΟΣ Ε ΠΡΟΣΦΩΝΗΘΕΙΣΑ
17tΛΕΥΚΙΠΠῼ
18Ἰδοὺ μὲν ὃ ἦν, ὦ Λεύκιππε, περὶ τούτων τῶν τεχνῶν τῶν
Αἰγυπτίων 〈ἐν ταῖς τῶν〉 προφητῶν περσικῶν βίβλοις, ἔγραψα τῇ53

2

.

54

κοινῇ διαλέκτῳ, πρὸς ἣν δὴ μάλιστα ἁρμόζονται· ἡ δὲ βίβλος οὐκ ἔστι κοινή· αἰνίγματα γὰρ ἔχει μυστικὰ παλαιά τε καὶ ὅσα ὑγιᾶ, ἅπερ οἱ πρόγονοι καὶ θείας Αἰγύπτου βασιλεῖς τοῖς Φοίνιξι ἀνέ‐ θεντο. Ἐγὼ δὲ ὁ φίλος σου ὡς ὑγιεῖσιν αἰνίγμασιν χρήσομαι 〈οἷα〉
5οὐδεὶς γεγράφατέ μοι 〈ἐν〉 τοῖς Αἰγυπτίων παισίν. Ἀλλά σοι, ἰατρὲ, καὶ διηγερμένος πάντα οὐ παύσομαι ἀναφανδὸν ἐνεξη‐ γούμενος. Περιέχει δὲ ἡ συγγραφὴ λεύκωσίν τε καὶ ξάνθωσιν, ἢ χαλκολίθου τε μαλαξίας καὶ ἑψησίας, καὶ ἐῶ βαφικὴν, ὕστερον δὲ ὅσα πάλιν παράδοξα γίγνεται ἐξ αὐτοῦ τοῦ χαλκοῦ καὶ κινναβάρεως·
10ἔχεις ποιῆσαι χρυσὸν 〈ἐκ τῆσ〉 καδμίας τε καὶ ἄλλων εἰδῶν, καὶ καύσεων πάλιν 〈καὶ〉 ἐπιπλοκῶν, ἕως παράδοξα γίγνηται. Ἄρχεται δὲ ἡ βίβλος ὧδε· Λαβὼν ἀρσένικον σχιστὸν, ποίησον πέταλα· βάλλε εἰς τεῦχος στρογγύλον καὶ καῦσον· ὁπηνίκα δὲ δια‐ γελάσῃ, ἐπιβαλὼν γάλα 〈πάλαι〉 ἐξουρικὸς τὸ μηκέτι ῥέψαντι
15ὁπηνίκα δὲ παγῇ, ἄρον καὶ λείωσον μετὰ στυπτηρίας ἐξηποριθείσης οὔρῳ δαμάλεως ἡμέρας ζʹ· καὶ ἀναξηράνας εἰς ἥλιον, λείου πάλιν ἅλμην, τοῦ αὐτοῦ ἁλὸς ἄνθος ἐπίβαλλε, 〈ἔχε〉 ἡμέρας ζʹ, καὶ γίνε‐ ται, καὶ λαβὼν ἀναξήραινε πάλιν εἰς ἥλιον, τοῦτο βάλλε εἰς τεῦχος, ἕψει ἐλαίῳ κικίνῳ ἢ ῥαφανίνῳ ἕως ξανθὸν 〈γίγνηται〉, τούτῳ ἐπίβαλλε
20χαλκὸν, καὶ λευκανθήσεται. Τοῦτο δὲ αὐτὸ ποιεῖ καὶ ἡ σανδαράχη, καὶ ὁμοῦ ἀπὸ χλωρῆς οἰκονομηθεῖσα οὕτως τοῦτον τὸν χαλκὸν διχάσας τηρεῖν τὸ μὲν ἥμισυ εἰς ξάνθωσιν· τὸν δὲ ἄλλον εἴς τινα ταξείδια. Γίνεται δὲ οὕτως ἡ τῶν θειωδῶν οἰκονομία, εἴς τε χαλκοῦ
λεύκωσιν· λαβόμενος τὸ ἀρσένικον, ταρίχευσον ἐν ἅλατι θʹ ἡμέρας,54

2

.

55

ἢ οὔρῳ ἀφθόρῳ, ἢ κάλλιον γὰρ, ἡμέρας καʹ· εἶτα λείωσον ὄξει κιτρίνῳ ἡμέρας ζʹ, μεταξὺ λευκοῦ τῶν κιτρίων, εἶτα ἀναξηράνας ἔχε· εἶτα λαβόμενος τὴν σανδαράχην τὴν σιδηρίζουσαν κόψον καὶ ταρίχευσον ἅλμῃ ἡμέρας καʹ· εἶτα λαβόμενος ὕδατα καὶ
5τίτανον, ποίησον χυλὸν ἀποσειρώσας ἔχε. Ἔπειτα λαβόμενος τὴν σαν‐ δαράχην, ζέσον ἔλαιον ἡμέραν μίαν· εἰς πρίσματα ζέσον ὁμοίως τῇ ἀσβέστῳ, καὶ τὸ ὕδωρ νυχθήμερον ἓν ἔχε· εἶτα λαβόμενος τῶν δύο ἐξ ἴσου βάλλε εἰς ῥογήν· ἕψει ἐλαίω κικίνῳ, ἢ ῥαφανίνῳ ἕως ἂν ξηρανθῇ, καὶ ἔχε. Ἔπειτα 〈λαβόμενοσ〉 χαλκὸν τῆς ἴσου ὡς ὅτι
10μάλιστα κοράλλιον ἄθικτον· οὐκ ἐχώνων, ἐπίμιξον ἐκ τῶν τεχνιτῶν βαλλόντων, πρῶτον κάθαιρε ὕελον· εἶτα ἐξίου ὡς ὕστερον ὑποθήσομαι· εἶτα ἐπίβαλλε, καὶ ἔσται λευκός· διχάσας ἔχε, ὡς εἶπόν σοι χρείαν. Λαβὼν μόνον οὖν τοῦ οἰκονομηθέντος χαλκοῦ μέρη δύο, καὶ τοῦ ἀρσενίκου 〈καὶ〉 σανδαράχης ἀνὰ μέρος αʹ, τῆς στυπτηρίας μέρος
15ἥμισυ, καὶ τοῦ κρόκου μαλάγματος μέρη δύο· λείου ἐπὶ ἡμέρας καʹ, ἢ ιδʹ ἢ ζʹ· πρὸς τὴν λείωσιν ἐπίβαλλε τὸ ὑγρὸν 〈καὶ τοῦ‐〉 το ἀποσειρώσας, καὶ ὁρᾷς ἐν τῇ λειώσει διαφορὰν χρωμάτων ὡς τοῦ χα〈μαι〉 λέοντος· ὁπηνίκα δὲ μηκέτι μεταβάλλει εἰς ἰδέας πολλὰς, τότε νόει σε καλῶς ἔχειν τὴν λείωσιν [τοῦτο] ἀναλαμβανομένην 〈ἐν〉
20Αἰγυπτίων προφήταις εἰς τεῦχος ὑελίνῳ, καὶ ὀπτοῦσιν ὀλίγον καὶ ἐπιβαλοῦσιν. Ἡμεῖς δὲ οὐχ οὕτως [γάρ]· ὑφεστῶτες γὰρ ἐπιστεύθησαν ἄνθρωποι, κοινῇ τὴν μετὰ ταῦτα τέχνην. Λαβόμενος χαλκόν τε εἰς τὴν ἰγδὴν ἐλαιῶδες φάρμακον, κατάθου εἰς πυξίδα καὶ σῆψον ἡμέρας μαʹ,
25ἢ καʹ, ἢ ιεʹ, μάλιστα μὲν οὖν ἐν ἱππείᾳ κόπρῳ, εἶτα ἀνε‐
λόμενος ἔχε· λείωσον ἰατρικῶς, προσβάλλων 〈εἰσ〉 τὸ σύνθεμα55

2

.

56

τοῦτο μίσεως ὁμοῦ, χαλκάνθου ἱκανοῦ, κρόκου, ἐλυδρίου τούτων ὑφ’ ἓν ἐξίσου, γινόμενον μέρος ἓν πρὸς μέρη δʹ τοῦ σαπέντος ἰοῦ. Ἔπειτα χώνευσον μοσχίᾳ ὅλῃ κόμμι ξανθοῦ μικρὸν, λείου ἀπὸ τῆς σήψεως τῆς τηρησάσης τὸ πρᾶγμα ἀμετάβολον. Ὁπηνίκα δὲ λειώ‐
5σεις ἰατρικῶς, ἐπίβαλλε ἐκ τοῦ ὑγροῦ τῶν βοτανῶν μετὰ ἁλὸς ἀνθείου, καὶ πράσου χυλόν. Εἶτα ἀνελόμενος εἰς τρούλλιον ἕψει ἰατρικῶς σπαθίζων, τρίβων δὲ ἕψει ἐπὶ ἡμέρας γʹ, ἐκ τριῶν ἑψή‐ σεων, διΐες τὰς ἡμέρας ὡρῶν δʹ· ὁπηνίκα δὲ ἐκτελέσεις τὴν ἕψη‐ σιν, τηρῶν τὸ σύνθεμα μὴ ξηρανθῇ, ἀλλὰ ἐλαίου πάχος ἔχῃ, βάλλε
10εἰς τεῦχος ὑέλινον, ἕψει ὀλίγον βολβίτοις ἕως παγῇ· ἄρον καὶ λείω‐ σον καὶ ἔχε· καὶ λαβὼν γῆς ἀργύρου οὐσίας τῆς ἁπαλωτάτης ἥν τινες γῆν χίαν 〈ἢ〉 ὦχραν καλοῦσιν, ταύτης μέρη δύο, σινοπίδος ποντικῆς μέρος ἓν, καὶ τοῦ ... ἐν τῷ ληκυθίῳ μέρη δύο, λείου ὁμοῦ τὸ ὑγρὸν τοῦ θείου καὶ ὄπτα ἐπιστάσιμον, καὶ εὑρήσεις σῶμα ῥωσ‐
15τικὸν, ἢ κινναβαρίζον, ἢ κοραλλικὸν, ἢ σινωπιτικόν. Ἀδιήγητον, μέγιστον θαῦμα τοῦτο καλοῦσιν χρυσοκόραλλον, καὶ τὰ ἄλλα ὀνό‐ ματα ἅπερ ὀνομάζονται, οὐκ ἴσασιν. Τοῦτο ἐπίβαλλε καὶ καῖε ἄργυ‐ ρον, καὶ τὸ ἀφ’ ἡμῶν λευκανθὲν κρύβε, ὦ Λεύκιππε, τὸ πᾶν· ἐφθό‐
νησαν. Ἔρρωσο.56