TLG 1306 002 :: BOLUS :: Physica et mystica (fort. opus Χειρόμηκτα) (sub nomine Democriti) (e cod. Venet. Marc. 299, fol. 66v)

BOLUS Med. Phil., vel Pseudo–Democritus
(Mendesicus: 3/2 B.C.?)

Physica et mystica (fort. opus Χειρόμηκτα) (sub nomine Democriti) (e cod. Venet. Marc. 299, fol. 66v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 41–53.

Citation: Volume — page — (line)

2

.

41

(1t)

ΔΗΜΟΚΡΙΤΟΥ ΦΥΣΙΚΑ ΚΑΙ ΜΥΣΤΙΚΑ
2 Βαλὼν εἰς λίτραν μίαν πορφύρας διοβόλου λίτραν σκωρίας σιδή‐ ρου εἰς οὔρου δραχμὰς ζʹ, ἐπίθες ἐπὶ πυρᾶς ὥστε λαβεῖν βράσματα. Εἶτα λαβὼν ἀπὸ τοῦ πυρὸς τὸ ζέμα, βάλε εἰς λεκάνην,
5προβαλὼν τὴν πορφύραν, καὶ ἐπιχέας τὸ ζέμα τῇ πορφύρᾳ, ἔα βρέχε‐ σθαι νυχθήμερον ἕν. Εἶτα λαβὼν βρύων θαλασσίων λίτρας δʹ, βάλε ὕδωρ ὡς εἶναι ἐπάνω τῶν βρύων τετραδάκτυλον· καὶ ἔχε ἕως ἂν παχυνθῇ, καὶ διυλίσας, τὸ διύλισμα θέρμανον, καὶ συνθεὶς τὴν ἐρέαν, κατάχεε. Χαυνότερα δὲ συντεθήτω ὥστε φθάσαι τὸν ζωμὸν ἕως τοῦ
10πυθμένος, καὶ ἔασον νυχθήμερα δύο. Εἶτα λαβὼν μετὰ ταῦτα, ξήρανον ἐν σκιᾷ· τὸν δὲ ζωμὸν ἐγχέῃς. Εἶτα βαλὼν εἰς τὸν αὐτὸν ζωμὸν βρύων
λίτρας δύο, βάλε ἐν τῷ ζωμῷ ὕδωρ ὡς γενέσθαι τὴν ἀναλογίαν τὴν41

2

.

42

πρώτην· καὶ ἔχε ὡσαύτως ἕως ἂν παχυνθῇ. Εἶτα ὑλίσας βάλε τὴν ἐρέαν ὡς τὸ πρῶτον, καὶ ποιήσῃ νυχθήμερον ἕν. Εἶτα λαβὼν, ἀπόπλυνον εἰς οὖρον καὶ ξήρανον ἐν σκιᾷ. Εἶτα λαβὼν λακχὰν, τρίβε, καὶ λαβὼν λαπάθου λίτρας τέσσαρας, ἔκζεσον μετὰ οὔρου, ὡς λυθῆναι τὸ λάπαθον· καὶ ὑλίσας
5τὸ ὕδωρ, βάλε τὸν λακχάν· καὶ ἕψε ἕως παχυνθῇ· καὶ διυλίσας πάλιν τὸν λακχὰν βάλε τὴν ἐρέαν. Εἶτα μετὰ ταῦτα πλῦνον οὔρῳ, εἶτα πάλιν ὕδατι· καὶ μετὰ ταῦτα ξηράνας ὁμοίως ἐν σκιᾷ, θυμία ὄνυξι θαλασσίοις ἐναποβεβρεγμένην ἐν οὔρῳ ἡμέρας δύο. Εἰς δὲ τὴν κατασκευὴν τῆς πορφύρας τὰ εἰσερχόμενά εἰσιν τάδε.
10Φῦκος ὃ καλοῦσι ψευδοκογχύλιον, καὶ κόκκον καὶ ἄνθος θαλάσσιον, ἄγχουσαν λαδικίνην ἡ κρημνὸς, ἐρυθρόδανον τὸ ἰταλικὸν, φυλλάνθιον τὸ δυτικὸν, σκώληξ ὁ πορφύριος ἐκ τοῦ ἐρώου γενόμενος, ῥόδιον τὸ ἰταλικόν. Ταῦτα τὰ ἄνθη προτετίμηται παρὰ τῶν προγενεστέρων, καί εἰσι φευκτὰ οὐ τίμια. Ἔστι δὲ ὁ τῆς Γαλατίας σκώληξ, καί τι τῆς Ἀχαΐας
15ἄνθος ὃ καλοῦσιν λακχὰν, καὶ τὸ τῆς Συρίας ὃ καλοῦσιν ῥίζιον· καὶ τὸ κογχύλιον καὶ τὸ κοχλιοκογχύλιον τὸ λιβυκόν· καὶ ὁ αἰγύπτιος κόγχος ὁ τῆς παραλίου, ὃς καλεῖται πίννα· καὶ ἡ ἴσα‐ τις βοτάνη· καὶ τὸ τῆς ἀνωτέρας, καὶ τὸ τῆς Συρίας ὃ καλοῦσιν κόγχον· ταῦτά ἐστιν 〈οὔτε〉 ἀκίνητα, οὔτε τιμητὰ παρ’ ἡμῖν,
20πλὴν τῆς ἰσάτεως. Ταῦτα οὖν παρὰ τοῦ προειρημένου διδασκάλου μεμαθηκὼς, καὶ τῆς ὕλης τὴν διαφορὰν ἐγνωκὼς, ἠσκούμην ὅπως ἁρμόσω τὰς φύσεις· εἰ γὰρ καὶ τέθνηκεν ἡμῶν ὁ διδάσκαλος, μηδέπω ἡμῶν τελειωθέντων, ἀλλ’ ἔτι περὶ τὴν ἐπίγνωσιν τῆς ὕλης ἀπασχολουμένων,
25ἐξ Ἅδου φησὶν τοῦτον φέρειν ἐπειρώμην· ὡς δὲ εἰς τοῦτο ὥρμησα, εὐθὺς παρεκάλεσα λέγων· «παρέχεις δωρέας ἐμοὶ, ἀνθ’ ὧν ἀπείργασ‐
μαι εἰς σέ»; Καὶ τοῦτο εἰπὼν, ἐσιώπα· ὡς δὲ πολλὰ παρεκάλουν,42

2

.

43

ἠρώτων ὅπως ἁρμόσω τὰς φύσεις, ἔφησέ μοι δύσκολον λέγειν, οὐκ ἐπιτρέποντος αὐτῷ τοῦ δαίμονος· μόνον δὲ εἶπεν· «αἱ βίβλοι ἐν τῷ ἱερῷ εἰσιν.» Ἀναστρέψας εἰς τὸ ἱερὸν ἐγενόμην ἐρευνήσων εἴπερ δυνηθείην εὐπορῆσαι τῶν βιβλίων· οὔτε γὰρ περιὼν τῷ βιβλίῳ
5τοῦτο εἰρήκει· ἀδιάθετος γὰρ ὢν ἐτελεύτα, ὡς μέν τινές φασιν, δηλητηρίῳ χρησάμενος δι’ ἀπαλλαγὴν ψυχῆς ἐκ τοῦ σώματος· ὡς δὲ ὁ υἱός φησιν ἀπροσδοκήτως ἑστιώμενος· Ἦν δὲ πρὸ τῆς τελευτῆς ἀσφαλισάμενος μόνον τῷ υἱῷ φανήσεσθαι τὰς βίβλους, εἰ τὴν πρώ‐ την ὑπερβῇ ἡλικίαν· τούτων δὲ οὐδεὶς οὐδὲν ἡμῶν ἠπίστατο. Ὡς
10οὖν ἐρευνήσαντες εὕρομεν οὐδὲν, δεινὸν ὑπέστημεν κάματον ἔστ’ ἂν συνουσιωθῶσι καὶ συνεισκριθῶσιν αἱ οὐσίαι καὶ αἱ φύσεις. Ὡς δὲ ἐτελειώσαμεν τὰς συνθέσεις τῆς ὕλης, χρόνου τινὸς ἐνστάντος καὶ πανηγύρεως οὔσης ἐν τῷ ἱερῷ, πάντες ἡμεῖς εἰσθιώμεθα· ὡς οὖν ἦμεν ἐν τῷ ναῷ ἐξ αὐτομάτου στηλή τις 〈ἢ〉 κίων ἧν, ἣ
15διαρρήγνυται, ἣν ἡμεῖς ἑωρῶμεν ἔνδον οὐδὲν ἔχουσαν. Ὁ δὲ οὔτ’ ἄν τις ἔφασκεν, ἐν αὐτῇ τὰς πατρώας τεθησαυρίσθαι βίβλους, καὶ προκομίσας εἰς μέσον ἤγαγεν. Ἐγκύψαντες δὲ ἐθαυμάζομεν ὅτι μηθὲν, ἦμεν παραλείψαντες, πλὴν τοῦτον τὸν λόγον εὕρομεν ἐκεῖ πάνυ χρήσιμον.
20 Ἡ φύσις τῇ φύσει τέρπεται, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ, καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ. Ἐθαυμάσαμεν πάνυ ὅτι ἐν ὀλίγῳ λόγῳ πᾶσαν συνήγαγε τὴν γραφήν. «Ἥκω δὲ κἀγὼ ἐν Αἰγύπτῳ φέρων τὰ φυσικὰ, ὅπως τῆς πολλῆς περιεργείας καὶ [οὐ] συγκεχυμένης ὕλης καταφρονήσητε».
25Λαβὼν ὑδράργυρον, πῆξον τῷ τῆς μαγνησίας σώματι ἢ τῷ
τοῦ ἰταλικοῦ στίμεως σώματι, ἢ θείῳ ἀπύρῳ, ἢ ἀφροσελήνῳ, ἢ43

2

.

44

τιτάνῳ ὀπτῷ ἢ στυπτηρίᾳ τῇ ἀπὸ Μήλου, ἢ ἀρσενίκῳ, ἢ ὡς ἑπινοεῖς. Καὶ ἐπίβαλλε λευκὴν γαίαν χαλκῷ, καὶ ἕξεις χαλκὸν ἀσκίασ‐ τον. Ξανθὴν δὲ ἐπίβαλλε σελήνην, καὶ ἕξεις χρυσὸν χρυσῷ, καὶ ἔσται χρυσοκόραλλος σωματωθεῖσα. Τὸ δ’ αὐτὸ ποιεῖ καὶ ἀρσένικον
5ξανθὸν καὶ σανδαράχη οἰκονομηθεῖσα, καὶ κιννάβαρις πάνυ ἡ ἐκστρα‐ φεῖσα. Τὸν δὲ χαλκὸν ἀσκίαστον μόνη ἡ ὑδράργυρος ποιεῖ. Ἡ 〈γὰρ〉 φύσις τὴν φύσιν νικᾷ. Πυρίτην ἀργυρίτην ὃν καὶ σιδηρίτην καλοῦσιν, οἰκονόμει ὡς ἔθος, ἵνα ῥεῦσαι δυνηθῇ· ῥεύσει δὲ διὰ νύθου ἢ λευκῆς λιθαργύρου
10ἢ τῷ ἰταλικῷ στίμει· καὶ σκόρπισον μολύβδῳ (οὐχ ἁπλῶς λέγω, ἵνα μὴ πλανηθῇς, ἀλλὰ τῷ ἀπὸ κοπτικοῦ), καὶ λιθαργύρου μέλανι τῷ ἡμῶν, ἢ ὡς ἐπινοεῖς· καὶ ὄπτησον, καὶ ἐπίβαλλε ὕλῃ ξανθὸν γενό‐ μενον, καὶ βάψῃ· ἡ γὰρ φύσις τῇ φύσει τέρπεται. Πυρίτην οἰκονόμει ἕως οὗ γένηται ἄκαυστος ἀποβαλὼν τὴν
15μελανίαν· οἰκονόμει δὲ ὀξάλμῃ, ἢ οὔρῳ ἀφθόρῳ, ἢ θαλάσσῃ, ἢ ὀξυμέλιτι, ἢ ὡς ἐπινοεῖς, ἕως οὗ γένηται ὡς ψῆγμα χρυ‐ σοῦ ἄκαυστον. Καὶ ἐὰν γένηται, πρόσμιξον αὐτῷ θεῖον ἄπυρον ἢ στυπτηρίαν ξανθὴν, ἢ ὤχραν ἀττικὴν, ἢ ὡς ἐπινοεῖς. Καὶ ἐπίβαλλε ἀργύρῳ διὰ τὸν χρυσὸν, καὶ χρυσῷ διὰ τὸν χρυσοκογχύλιον· ἡ
20γὰρ φύσις τὴν φύσιν κρατεῖ. Τὸ κλαυδιανὸν λαβὼν, ποίει μάρμαρον καὶ οἰκονόμει ὡς ἔθος, ἕως ξανθὸν γένηται. Ξάνθωσον οὖν οὐ τὸν λίθον λέγω, ἀλλὰ τὸ τοῦ λίθου χρήσιμον ξανθώσεις δὲ μετὰ στυπτηρίας ἐκσηπτωθείσης θείῳ, ἢ ἀρσενίκῳ, ἢ σανδαράχῃ, ἢ τιτάνῳ, ἢ ὡς
25ἐπινοεῖς. Καὶ ἐὰν ἐπιβάλλῃς ἀργύρῳ, ποιεῖς χρυσόν· ἐὰν δὲ χρυσῷ,
ποιεῖς χρυσοκογχύλιον· ἡ γὰρ φύσις τὴν φύσιν νικῶσα κρατεῖ.44

2

.

45

Τὴν κιννάβαριν λευκὴν ποίει δι’ ἐλαίου, ἢ ὄξους, ἢ μέλιτος, ἢ ἅλμης, ἢ στυπτηρίας, εἶτα ξανθὴν διὰ μίσυος, ἢ σώρεως, ἢ χαλκάνθου, ἢ θείῳ ἀπύρῳ, ἢ ὡς ἐπινοεῖς. Καὶ ἐπίβαλλε ἀργύρῳ, καὶ χρυσὸς ἔσται, ἐὰν χρυσὸν καταβάπτῃ· ἐὰν χαλκὸν, ἤλεκτρον·
5ἡ 〈γὰρ〉 φύσις τῇ φύσει τέρπεται. Τὴν δὲ κυπρίαν καδμίαν, τὴν ἐξωσμένην λέγω, λεύκαινε ὡς ἔθος. Εἶτα ποίει ξανθήν· ξανθώσεις δὲ χολῇ μοσχείᾳ, ἢ τερεβιν‐ θίνῃ, ἢ κικίνῳ, ἢ ῥαφανίνῳ ἢ ὠῶν λεκίθοις ξανθῶσαι αὐτὴν δυνα‐ μένοις· καὶ ἐπίβαλλε χρυσῷ· χρυσὸς γὰρ ἔσται διὰ τὸν χρυσὸν καὶ
10διὰ τὸν χρυσοζώμιον· ἡ γὰρ φύσις τὴν φύσιν νικᾷ. Τὸν ἀνδροδάμαντα οἰκονόμει οἴνῳ αὐστηρῷ, ἢ θαλάσσῃ, ἢ οὔρῳ, ἢ ὀξάλμῃ τοῖς δυναμένοις σβέσαι αὐτοῦ τὴν φύσιν. Λείου μετὰ στίμεως χαλκηδονίου. Οἰκονόμει δὲ πάλιν θαλασσίῳ ὕδατι, ἢ ἅλμῃ, ἢ ὀξάλμῃ· ἀπόπλυνον, ἕως ἂν φυγῇ τοῦ στίμεως ἡ μελα‐
15νία. Φρῦξον ἢ ὄπτησον, ἕως ξανθίσῃ· καὶ ἕψει ὕδατι θείῳ ἀθίκτῳ. Ἐπίβαλλε δὲ ἀργύρῳ καὶ ὅταν θεῖον ἄπυρον προσβάλῃς, ποίει χρυσοζώμιον· ἡ γὰρ φύσις τὴν φύσιν κρατεῖ. Οὗτός ἐστιν ὁ λίθος ὁ λεγόμενος χρυσίτης. Λαβὼν γῆν λευκὴν, λέγω τὴν ἀπὸ ψιμυθίου καὶ ἑλκύσματος
20ἢ στίμεως ἰταλικοῦ, καὶ μαγνησίας, ἢ καὶ λευκῆς λιθαργύρου, λευ‐ κάνῃς· Λευκανεῖς δὲ αὐτὴν θαλάσσῃ ἢ ἅλμῃ τεθρεωμένῃ (?) ἢ ὕδατι ἀερίῳ, ἐν δρόσῳ λέγω καὶ ἡλίῳ, ὥστε αὐτὴν λειουμένην γενέσθαι λευκὴν ὡς ψιμύθιον. Χώνευσον οὖν τοῦτον καὶ ἐπίβαλλε αὐτῷ χαλκοῦ ἄνθος ἢ ἰὸν ξυστὸν, οἰκονομηθέντα λέγω, ἢ χαλκὸν κεκαυμένον
25λίαν φθαρέντα, ἢ χαλκίτην· καὶ κυανὸν ἐπίβαλλε, ἕως γένηται
ἄρρευστος καὶ ἄτρητος· εὐχερῶς δὲ γενήσεται. Τοῦτό ἐστιν τὸ μολυβ‐45

2

.

46

δόχαλκον. Δοκίμαζε οὖν εἰ γέγονεν ἀσκίαστον, καὶ ἐὰν μὴ γέγονε, τὸν χαλκὸν μὴ μέμψῃ, μᾶλλον δὲ σαυτὸν, ἐπεὶ μὴ καλῶς ᾠκο‐ νόμησας. Ποίει οὖν ἀσκίαστον καὶ λείου, καὶ βάλε τὰ ξανθῶσαι δυνάμενα, καὶ ὄπτα, ἕως ξανθὸν γένηται· καὶ ἐπίβαλλε πᾶσι τοῖς
5σώμασιν· ὁ γὰρ χαλκὸς ἀσκίαστος ξανθὸς [ὢν] γενόμενος πᾶν σῶμα βάπτει· ἡ γὰρ φύσις τὴν φύσιν νικᾷ. Τῷ θείῳ τῷ ἀπύρῳ συλλείου σῶρι καὶ χάλκανθον· τὸ δὲ σῶρί ἐστιν ὡς κυανὸς ψωρώδης, εὑρισκόμενος ἀεὶ ἐν τῷ μίσυι· τοῦτο καὶ χλωρὸν χάλκανθον καλοῦσιν. Ὄπτησον οὖν αὐτὸ μέσοις
10φωσὶν ἡμέρας γʹ, ἕως γένηται ξανθὸν φάρμακον· ἐπίβαλλε χαλκῷ ἢ ἀργύρῳ τῷ ἐξ ἡμῶν γενομένῳ· καὶ ἔσται χρυσός. Τοῦτο κατάθες γενόμενον πέταλον εἰς ὄξος καὶ χάλκανθον καὶ μίσυ καὶ στυπτηρίαν καὶ ἅλας καππαδοκικὸν, καὶ νίτρον πυρρὸν, ἢ καὶ ὡς ἐπινοεῖς ἐπὶ ἡμέρας γʹ ἢ εʹ ἢ ϛʹ, ἕως γένηται ἰὸς, καὶ καταβάψῃς· τὸν
15γὰρ χρυσὸν ποιεῖ ἡ χάλκανθος ἰόν· ἡ 〈γὰρ〉 φύσις τῇ φύσει τέρπεται. Χρυσόκολλαν τὴν τῶν Μακεδόνων τὴν ἰῷ χαλκοῦ παρεμφέ‐ ρουσαν οἰκονόμει λειῶν οὔρῳ δαμάλεως ἕως ἐκστραφῇ· ἡ γὰρ φύσις ἔσω κρύπτεται. Ἐὰν οὖν ἐκστραφῇ, κατάβαψον αὐτὴν εἰς ἔλαιον κίκινον πολλάκις πυρῶν καὶ βάπτων· εἶτα δὸς ὀπτᾶσθαι σὺν στυπ‐
20τηρίᾳ προλειώσας μίσυι, ἢ θείῳ ἀπύρῳ ποίει ξανθὸν καὶ ἐπίβαπτε πᾶν σῶμα χρυσοῦ. Ὦ φύσεις φύσεων δημιουργοὶ, ὦ φύσεις παμμεγέθεις ταῖς μεταβολαῖς νικῶσαι τὰς φύσεις, ὦ φύσεις ὑπὲρ φύσιν τέρπουσαι τὰς
φύσεις. Ταῦτα δὴ οὖν εἰσι τὰ μεγάλην ἔχοντα τὴν φύσιν· τούτων46

2

.

47

τῶν φύσεων οὐκ εἰσὶν ἄλλαι μείζους ἐν βαφαῖς, οὐκ ἴσαι, οὐχ ὑπο‐ βεβηκυῖαι· ταῦτα ἀναλυόμενα πάντα ἐργάζεται. Ὑμᾶς μὲν οὖν, ὦ συμπροφῆται, οἶδ’ οὐκ ἀπιστήσοντας, ἀλλὰ γὰρ καὶ θαυμάσαντας. Ἴστε γὰρ τῆς ὕλης τὴν δύναμιν· τοὺς δὲ νέους πάνυ βλαβησομέ‐
5νους καὶ ἀπιστήσαντας τῇ γραφῇ διὰ τὸ ἐν ἀγνοίᾳ τῆς ὕλης ὑπάρ‐ χειν αὐτοὺς, οὐκ εἰδότες ὅτι ἰατρῶν μὲν παῖδες ὁπηνίκα, ὑγιεινὸν φάρμακον βούλοιντο κατασκευάσαι, οὐκ ἀκρίτῳ ὁρμῇ τοῦτο πράττειν ἐπιχειροῦσιν· ἀλλὰ γὰρ πρῶτον δοκιμάσαντες ποῖόν ἐστιν θερμὸν, ποῖον δὲ τούτῳ συνερχόμενον μέσην ἀποτελεῖ κρᾶσιν, ψυχρὸν ἢ
10ὑγρὸν ἢ ὅποιον τὸ πάθος, εἰ κατάλληλον τῇ μέσῃ κράσει· καὶ οὕτως προσφέρουσιν τὸ πρὸς ὑγίειαν κριθὲν αὐτοῖς φάρμακον. Οὗτοι δὲ ἀκρίτῳ καὶ ἀλόγῳ ὁρμῇ τὸ τῆς ψυχῆς ἴαμα καὶ παντὸς μόχθου λύτρον κατασκευάσαι βουλόμενοι οὐκ αἰσθήσονται βλαβησόμενοι. Δοκοῦντες γὰρ ἡμᾶς μυθικὸν, ἀλλ’ οὐ μυστικὸν
15ἀπαγγέλλειν λόγον, οὐδεμίαν ἐξέτασιν ποιοῦνται τῶν εἰδῶν· οἷον εἰ τόδε μέν ἐστι σμηκτικὸν, τόδε ἐπιβλητέον, καὶ εἰ τόδε μέν ἐστιν βαπτικὸν, τόδε ἁρμοστέον, καὶ τόδε εἰ τὴν ἐπιφάνειαν ποιεῖ, καὶ εἰ κατὰ τὴν ἐπιφάνειαν ἔσται φευκτὸν, καὶ ἐκ τοῦ βάθους φεύξεται, καὶ εἰ τόδε μέν ἐστι πυρίμαχον, τόδε προσπλακὲν πυρί‐
20μαχον ποιεῖ, οἷον εἰ τὸ ἅλας σμήχει τὸ ἐπάνω τοῦ χαλκοῦ καὶ τὰ ἐντὸς ἐξ ἅπαντος σμήχει, καὶ εἰ ἰοῖ τὰ ἔξω μετὰ τὴν σμῆξιν, καὶ τὰ ἐντὸς ἰοῖ· καὶ εἰ τὰ ἔξω τοῦ χρυσοχάλκου λευκαίνει καὶ σμή‐ χει ἡ ὑδράργυρος, καὶ τὰ ἐντὸς λευκαίνει· καὶ εἰ φεύγει ἔξωθεν, καὶ ἐκ τῶν ἐντὸς φεύξεται. Εἰ ἐν τούτοις ὑπῆρχον ἀσκούμενοι οἱ
25νέοι, οὐκ ἂν ἐδυστύχουν, κρίσει ἐπὶ τὰς πράξεις ὁρμῶντες· οὐ γὰρ
ἐπίστανται τὰ τῶν φύσεων ἀντιπαθῆ ὡς ἓν εἶδος δέκα ἀνατρέπει.47

2

.

48

Ῥανὶς γὰρ ἐλαίου οἶδε πολλὴν ἀφανίσαι πορφύραν, καὶ ὀλίγον θεῖον εἴδη κατακαῦσαι πολλά. Ταῦτα μὲν οὖν περὶ τῶν ξηρίων, καὶ ὅπως δεῖ προσέχειν τῇ γραφῇ εἰρήσθω. Φέρε δὴ καὶ τοὺς ζωμοὺς καθεξῆς εἴπωμεν. Λαβὼν τὸ πόν‐
5τιον ῥὰ, λείου ἐν οἴνῳ ἀμηναίῳ αὐστηρῷ· καὶ ποίει πάχος κηρωτῆς, δέξαι πέταλον τὸ μήνης, ἵνα ποιήσῃς τὸν χρυσόν· κατεργάζου ὀνυ‐ χόπαχον· καὶ τούτου πάλιν ἰσχνότερον χρήσῃ τοῦ φαρμάκου· καὶ θὲς εἰς καινὸν ἀγγεῖον περίφιμον πάντοθεν, ὑπόκαιε ἡρέμα ἕως μεσασθῇ. Εἶτα θὲς τὸ πέταλον εἰς τὸ τοῦ φαρμάκου λείψανον· καὶ ἄνες
10οἴνῳ τῷ τεταγμένῳ ἕως χυλώδης ζωμός σοι φάνῃ· εἰς τοῦτον κατάθες εὐθὺς τὸ πέταλον, μήπω ψυγὲν ἔα συμπιεῖν. Εἶτα λαβὼν, χώνευσον, καὶ εὑρήσεις χρυσόν. Ἐὰν δὲ τὸ ῥὰ ᾖ παλαιὸν τῷ χρόνῳ πρόσμιξον αὐτῷ ἐλυδρίου τὸ ἴσον προταριχεύσας ὡς ἔθος. Τὸ γὰρ ἐλύδριον ἔχει συγγένειαν πρὸς τὸ ῥά. Ἡ 〈γὰρ〉 φύσις τῇ φύσει
15τέρπεται. Δέξαι κρόκον κιλίκιον· ἄνες ἅμα ἄνθη τοῦ κρόκου τῷ προ‐ ταγέντι χυλῷ τῆς ἀμπέλου, ποίει ζωμὸν ὡς ἔθος· βάπτε ἄργυρον ἐκ πετάλων ἕως ἀρέσῃ τὸ χρῶμα· ἐὰν δὲ χάλκεον τὸ πέταλον ἔσται, βέλτιον. Προκάθαιρε δὲ τὸν χαλκὸν ὡς ἔθος. Εἶτα
20βαλὼν ἀριστολοχίας βοτάνης μέρη βʹ, καὶ κρόκου καὶ ἐλυδρίου τὸ διπλοῦν, ποίει πάχος κηρωτῆς, καὶ χρίσας τὸ πέταλον, ἀπεργάζου τῇ πρώτῃ ἀγωγῇ, καὶ θαυμάσεις. Ὁ γὰρ κιλίκιος κρόκος τὴν αὐτὴν τῇ ὑδραργύρῳ ἔχει ἐνέργειαν, ὡς ἡ κασία τῷ κινναμώμῳ. Ἡ 〈γὰρ〉
φύσις τὴν φύσιν νικᾷ.48

2

.

49

Λαβὼν μόλυβδον τὸν ἡμῶν τὸν γενόμενον ἄρρευστον διὰ γῆς χίας καὶ Πάρου καὶ στυπτηρίας, χώνευσον ἀχύροις καὶ κατέρα εἰς πυρίτην καὶ κρόκον καὶ κνήκου καὶ οἰχομενίου ἄνθος, καὶ ἐλύδριον καὶ κροκόμαγμα, καὶ ἀριστολοχίαν· λείου ὄξει δριμυτάτῳ, καὶ ποίει
5ζωμὸν ὡς ἔθος· καὶ τῇ ῥὰ τὸν μόλυβδον ἔα συμπιεῖν, καὶ εὑρή‐ σεις χρυσόν. Ἐχέτω δὲ τὸ σύνθεμα, καὶ θεῖον ἄπυρον ὀλίγον. Ἡ 〈γὰρ〉 φύσις τὴν φύσιν κρατεῖ. Αὕτη ἡ Παμμένους ἐστὶν, ἣν ἐπεδείξατο τοῖς ἐν Αἰγύπτῳ ἱερεῦσιν, ἕως τῶν φυσικῶν τούτων ἐστὶν ἡ τῆς χρυσοποιΐας ὕλη.
10Μὴ θαυμάσητε δὲ εἰ ἓν εἶδος τὸ τοιοῦτον ἀπεργάζεται μυστήριον. Οὐκ ὁρᾶτε ὡς πολλὰ φάρμακα καὶ μόλις χρόνῳ τὴν ἐκ σιδήρου κολλήσει τομήν; κόπρος δὲ ἀνθρωπεία οὐ χρόνῳ τοῦτο ποιεῖ; καὶ καυστῆρσι μὲν πολλὰ προσφερόμενα φάρμακα οὐδὲν ἀνύσει πολ‐ λάκις. Μόνη δὲ ἄσβεστος οἰκονομηθεῖσα ἰᾶται τὸ πάθος· καὶ ὀφθαλμίᾳ
15μὲν πολλάκις ποικίλη προσφερομένη πραγματεία οἶδε καὶ βλάψαι. Ῥάμνος δὲ τὸ φυτὸν πρὸς πᾶν τὸ τοιοῦτον ποιοῦσα πάθος οὐκ ἀπο‐ τυγχάνει. Δεῖ οὖν καταφρονεῖν τῆς ματαίας καὶ ἀκαίρου ὕλης ἐκείνης, χρᾶσθαι δὲ μόνοις τοῖς φυσικοῖς. Νῦν δὲ καὶ ἐκ τούτου κρίνατε ὅτι ἄνευ τῶν προειρημένων φύσεων, τις ἀπέργασταί ποτε. Εἰ δὲ
20ἄνευ τούτων οὐδέν ἐστιν ποιῆσαι, τί ἀγαπῶμεν τὴν πολύυλον φαντασίαν; τί ἡμῖν καὶ πολλῶν εἰδῶν ἐπὶ τὸ αὐτὸ συνδρομὴ, μιᾶς φύσεως νικώσης τὸ πᾶν; Ἴδωμεν δηλαδὴ καὶ τῶν εἰς ἀργυροποιΐαν εἰδῶν τὴν σύνθεσιν.
ΠΕΡΙ ΑΣΗΜΟΥ ΠΟΙΗΣΕΩΣ. —Ὑδράργυρον τὴν ἀπὸ τοῦ ἀρσε‐49

2

.

50

νίκου, ἢ σανδαράχης, ἢ ὡς ἐπινοεῖς, πῆξον ὡς ἔθος, καὶ ἐπίβαλλε χαλκῷ σιδήρῳ θειωθέντι, καὶ λευκανθήσεται· τὸ δ’ αὐτὸ ποιεῖ καὶ μαγνησία λευκανθεῖσα, καὶ ἀρσένικον ἐκστραφὲν, καὶ καδμία ὀπτὴ, καὶ σανδαράχη ἄπυρος, καὶ πυρίτης λευκανθεὶς, καὶ ψιμύθιον ἅμα
5θείῳ ὀπτηθέν. Τὸν δὲ σίδηρον λύσεις, μαγνησίαν ἐπιβάλλων, ἢ θείου τὸ ἥμισυ ἢ μάγνητος βραχύ. Ὁ γὰρ μάγνης ἔχει συγγένειαν πρὸς τὸν σίδηρον. Ἡ 〈γὰρ〉 φύσις τῇ φύσει τέρπεται. Λαβὼν τὴν προγεγραμμένην νεφέλην, ἕψει ἐλαίῳ κικίνῳ ἢ ῥαφανίνῳ, προσμίξας βραχὺ στυπτηρίας. Εἶτα λαβὼν κασσίτερον,
10κάθαιρε τῷ θείῳ ὡς ἔθος, ἢ τῷ πυρίτῃ, ἢ ὡς ἐπινοεῖς. Καὶ κατέρα μετὰ τῆς νεφέλης, καὶ ποίει μίγμα. Δὸς ὀπτᾶσθαι φωσὶν εἰλικτοῖς, καὶ εὑρήσεις 〈τι〉 ψιμυθίῳ παρεμφερές· τὸ φάρμακον τοῦτο λευ‐ καίνει πᾶν σῶμα. Πρόσμισγε δὲ αὐτῷ ἐν ταῖς ἐπιβολαῖς γῆν χίαν, ἢ ἀστερίτην, ἢ ἀφροσέληνον, ἢ ὡς ἐπινοεῖς· τὸ γὰρ ἀφροσέληνον
15τῇ ὑδραργύρῳ μιγὲν πᾶν σῶμα λευκαίνει. Ἡ 〈γὰρ〉 φύσις τὴν φύσιν νικᾷ. Μαγνησίαν λευκήν· λευκάνῃς δὲ αὐτὴν, ἅλμῃ καὶ στυπτηρίᾳ
σχιστῇ ἐν ὕδατι θαλασσίῳ, ἢ χυλῷ, κίτρῳ λέγω, ἢ θείου αἰθάλῃ.50

2

.

51

Ὁ γὰρ καπνὸς τοῦ θείου λευκὸς ὢν, πάντα λευκαίνει. Ἔνιοι δέ φασι καὶ τὸν καπνὸν τῶν κοβαθίων λευκαίνειν αὐτήν. Πρόσμι‐ ξον αὐτῷ μετὰ τὴν λεύκωσιν, καὶ σφέκλης τὸ ἴσον, ἵνα λίαν γένηται λευκή· καὶ δεξάμενος χαλκοῦ ὑπολεύκου, ὀρειχάλκου λέγω,
5𐆄 δʹ, χώνευε, ἐπιβάλλων κάτω ὀλίγου κασσιτέρου προκαθαρισθέντος 𐆄 αʹ, καθύπο χεῖρα κινῶν ἕως συγγαμήσωσιν αἱ οὐσίαι, ἔσται ῥηγνύ‐ μενον. Ἐπίβαλλε οὖν τοῦ λευκοῦ φαρμάκου τὸ ἥμισυ καὶ ἔσται πρῶτον· ἡ γὰρ μαγνησία λευκανθεῖσα οὐκ ἐᾷ ῥήγνυσθαι τὰ σώματα, οὐδὲ τὴν σκίαν τοῦ χαλκοῦ ἐπιφέρεσθαι. Ἡ 〈γὰρ〉 φύσις τὴν φύσιν
10κρατεῖ. Λαβὼν θεῖον τὸ λευκὸν, λευκάνῃς δὲ οὔρῳ λειῶν ἐν ἡλίῳ ἢ στυπτηρίᾳ καὶ ἅλμῃ τῇ τοῦ ἁλός· ἄθικτον θεῖον, πάνυ λευκότα‐ τον. Λείου αὐτὸ σὺν σανδαράχῃ, ἢ οὔρῳ δαμάλεως ἡμέρας ἓξ, ἕως γένηται τὸ φάρμακον μαρμάρῳ παρεμφερές· καὶ ἐὰν γένηται, μέγα
15ἐστὶ μυστήριον· τὸν γὰρ χαλκὸν λευκαίνει, μαλάσσει τὸν σίδηρον, ἄτρηστον ποιεῖ τὸν κασσίτερον, τὸν μόλυβδον ἄρρευστον, ἀρρήκτους ποιεῖ τὰς οὐσίας, ἀφεύκτους τὰς βαφάς· τὸ γὰρ θεῖον θείῳ μιγὲν θείας ποιεῖ τὰς οὐσίας, πολλὴν ἔχοντα τὴν πρὸς ἄλληλα συγγένειαν. Τέρπονται γὰρ αἱ φύσεις ταῖς φύσεσιν.
20 Τὴν δὲ λευκανθεῖσαν λιθάργυρον λείου σὺν θείῳ, ἢ καδμίᾳ, ἢ ἀρσενίκῳ, ἢ πυρίτῃ, ἢ ὀξυμέλιτι, ἵνα μηκέτι ῥεύσῃ. Ὄπτησον οὖν αὐτὸ λαμπροτέροις φωσὶν, ἀσφαλισάμενος τὸ σκεῦος. Ἐχέτω δὲ τὸ σύνθεμα
καὶ τιτάνου ὀπτοῦ βραχέντος ὄξει ἡμέρας γʹ, ἵνα γένηται σμηκτικώτε‐51

2

.

52

ρον. Ἐπίβαλλε οὖν αὐτῷ λευκὸν γενόμενον μᾶλλον ἢ τὴν ψιμύθιον. Γίνεται δὲ πολλάκις καὶ ξανθὴ, ἐὰν πλεονάσῃ τὰ φῶτα· ἀλλ’ ἐὰν γένηται ξανθὸν, οὐ χρησιμεύσει σοι νῦν· λευκάναι γὰρ βούλει τὰ σώ‐ ματα. Καῦσον οὖν αὐτὸ τῇ συμμετρίᾳ, καὶ ἐπίβαλλε παντὶ σώματι
5χρείαν ἔχοντι λευκώσεως· ἡ γὰρ λιθάργυρος, ἐὰν γένηται ἄρρευστος, οὐκέτι ἔσται μόλυβδος· γίνεται δὲ εὐκόπως· ταχὺ γὰρ εἰς πολλὰ μετατρέπεται ἡ τοῦ μολύβδου φύσις. Αἱ γὰρ φύσεις νικῶσι τὰς φύσεις. Λαβὼν κρόκον κιλίκιον, τρίψον θαλάσσῃ ἢ ἅλμῃ, καὶ ποίησον ζω‐
10μόν· εἰς ὃν πυρῶν κατάβαπτε πέταλα χαλκοῦ, μολύβδου, σιδήρου, ἕως σοι ἀρέσῃ· γίνονται δὲ λευκά. Εἶτα λάβε τοῦ φαρμάκου τὸ ἥμισυ, καὶ συλλείου σανδαράχῃ, ἢ ἀρσενίκῳ λευκῷ, ἢ θείῳ ἀπύρῳ, ἢ ὡς ἐπινοεῖς· καὶ ποίησον κηρωτῆς πάχος. Χρίσον τὸ πέταλον, καὶ θὲς εἰς καινὸν ἀγγεῖον περίφιμον ὡς ἔθος. Θεὶς εἰς πρισματοκαύστην ἡμέραν ὅλην· εἶτα
15ἐξενέγκας κάτθες εἰς καθαρὸν ζωμὸν, καὶ ἔσται λευκὸς, λευκότατος ὁ χαλκός. Κατεργάζου λοιπὸν ὡς τεχνίτης· ὁ γὰρ κιλίκιος, λευκότατος ὁ χαλκός. Κατεργάζου λοιπὸν ὡς τεχνίτης· ὁ γὰρ κιλίκιος κρόκος θαλάσσῃ μὲν λευκαίνει, οἴνῳ δὲ ξανθοῖ. Ἡ 〈γὰρ〉 φύσις τῇ φύσει τέρπεται.
20 Δέξαι λευκὴν τὴν λιθάργυρον, καὶ λείου αὐτὴν μετὰ φύλλων δάφνης, καὶ κιμωλίας, καὶ μέλιτος, καὶ σανδαράχης λευκῆς, καὶ ποίησον γλοιῶδες. Χρίσον τοῦ φαρμάκου τὸ ἥμισυ, καὶ ὑπόκαιε ὡς ἔθος. Κατά‐ βαπτε εἰς τὸ τοῦ φαρμάκου λείψανον, ἀναλύσας ὕδατος σποδοῦ λευκί‐ νων ξύλων· τὰ γὰρ ἀνούσια μίγματα καλῶς ἐνεργοῦσιν χωρὶς πυρός.
25Ποίει αὐτὰ τοῖς ζωμοῖς πυρίμαχα. Ἡ γὰρ φύσις τὴν φύσιν νικᾷ.52

2

.

53

Λαβὼν τῆν προγεγραμμένην νεφέλην, συλλείου αὐτῇ στυπτηρίαν καὶ μίσυ· ὄξει τε περιπλύνας, βάλε αὐτῇ καὶ ὀλίγην λευκὴν καδμίαν, ἢ μαγνησίαν, ἢ ἄσβεστον, ἴνα γένηται σῶμα ἀπὸ σώματος Τρίψον σὺν μέλιτι λευκοτάτῳ· ποίει ζωμὸν, εἰς ὃν πύρου καταβάπτων ὃ βούλει·
5ἔασον κάτω, καὶ γενήσεται. Ἐχέτω δὲ τὸ σύνθεμα, καὶ ὀλίγον ἄπυρον θεῖον, ἵνα διαδύνῃ τὸ φάρμακον ἐντός. Ἡ 〈γὰρ〉 φύσις τὴν φύσιν κρατεῖ. Δέξαι ἀρσενίκου 𐆄 αʹ, καὶ νίτρου 𐆄 τὸ ἥμισυ, καὶ φλοιοῦ φύλ‐ λων περσεῶν ἁπαλῶν 𐆄 βʹ, καὶ ἅλατος ἥμισυ καὶ συκαμίνου χυλὸν 𐆄 αʹ, σχιστῆς τὸ ἴσον. Λείου ὁμοῦ ἐν ὄξει, ἢ οὔρῳ, ἢ ἀσβέστῳ
10στακτῇ, ἕως γένηται ζωμός· εἰς τοῦτον τὰ ἔνσκια πυρὶ κατάβαπτε πέ‐ ταλα, καὶ ἀποσκιώσεις. Ἡ 〈γὰρ〉 φύσις τὴν φύσιν κρατεῖ. Ἀπέχετε πάντα τὰ χρυσῷ καὶ ἀργύρῳ χρήσιμα. Οὐδὲν ὑπολεί‐ πεται, οὐδὲν ὑστερεῖ, πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις, ἀλλὰ ταῦτα ἑκῶν παρεσιώπησα διὰ τὸ ἀφθόνως αὐτὰ ἐγκεῖσθαι καὶ ἐν ταῖς
15ἄλλαις μου γραφαῖς. Ἔρρωσθε ἐν ταύτῃ τῇ γραφῇ.53