TLG 1306 001 :: BOLUS :: Περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν (sub nomine Democriti) BOLUS Med.
Phil., vel Pseudo–Democritus Περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν (sub nomine Democriti) Citation: Section — (line) | ||
t | Δημοκρίτου περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν. | |
prol | Ἔναγχος ἐμόχθεον ἐρευνήσας τῆς φύσεως τὸ δῶρον καὶ τῆν ἐπισκοτισμένην ἀναπτύξας τηλαυ‐ γέσι τεκμηρίοισι· βιωφελῆ πεῖραν ἔχων τε σημεῖον ἐμάς τε δυνάμεις δύναμιν ἀκάματον, ψυχὴν, δυσπαρ‐ ισώτους καὶ δυσκωλύτους ἐπίγνωσιν, ἐγκυρήσας πρήγμασι πρὸς τὴν τῶν πέλας ὠφελίην καρπὸν ἀποδέδειγμαι πρὸς τὴν τῆς πολυμαθίης ἀποχήν. Ἥ τε γῆ, παμμήτωρ οὖσα, ποικίλων ἀνεθρέψατο | |
5 | καρπῶν ἔρνος, εἴτ’ ἀπεθησαύρισε μόσχων ἀνέρξασα βολὴν εἴτε ἡσύχιον γῆς διδάξασα, μέλεσι μὲν ἀπεῖσα φθιτίην. Ὁκόσον ἡ γῆ ὦν ἐστι ξυγγεννήσασα ἢ λίμναις συγκαταπήξασα ἐν ψύχεσιν, ὁκόσον τε ἐν ἁλίῃσι ἔχευθε τὰ βυθοῦ, ταῦτα εἰς ἐμὴν ἔμολε πειρίην, ἄγνωστα μὲν εἰς γνῶσιν καὶ πολυπειρίην, ἀγαθὰ δὲ εἰς ὠφελίην, πάσης ἀπεσκοτισμένα φλυαριῶν ὑποψίας. Ἵνα δὲ φυτεύσω ταῖς σαῖς ἀκοαῖς, κρά‐ | 3 |
---|---|---|
10 | τιστε καὶ μέγιστε αὐτοκράτορ, ἃ δίχα πάσης κηλίδος ἀναγέγραπται, ἐξέταζε τὸν νόον τῆς φύσεως καὶ τὴν κατάλληλον αὐτέης δύναμιν, ὁκόσοισί τε ἐσπαργάνωται ἐπαρκέσι λόγοισιν, ὁκόσα τε, τὰ πρὸς ἄλληλα κέκτηται ξυγγένειαν, γεγενημένα ὁμοστιχέα ἀδιάπταιστον ἔχει τὴν τῆς ἐνεργείας δύναμιν, ὁκόσα τε κατὰ ἀντιπάθειαν καὶ κατὰ ἀπόῤῥοιαν ξυμπαθεῖ ἢ ἀντιπαθεῖ καὶ ὁκόσα ἀναιτιολογήτως ἐπι‐ τετήδευται τοῖς ἐμφύχοισι, ποίαις τε ἕκαστον ἐμπειρίαις καὶ τέχναις, τῷ φθόνῳ φερόμενον, τῇ πρὸς | |
15 | ἀνθρώπους ἐπιβουλίᾳ, τῇ πρὸς ἀλλήλους δειλίᾳ, ἀντίτονον ἐματαιοποίησεν ὁρμήν. | |
1 | Κάστορες μὲν διωκόμενοι ὑπὸ ἀφθόρου γυναικὸς τοὺς διδύμους ἀπεθέρισαν. | |
2 | Ἀετὸς δὲ ἀπὸ νοσσιῆς ἐγκύμονα λίθον πρὸς ὄρθριον ἔῤῥιψεν, ἀντίψυχον νοσσίων προθέμενος τὸν λίθον. | |
3 | Προ‐ γινώσκοντες μύρμηκες ἔφοδον ὄμβρων τὰς ἰδίας ἀποκλείουσι μάνδρας. | |
4 | Ἐγκεκλεισμένοι δὲ βόες ἀέρα ἐν χειμῶσι προσημαίνουσι, τοῖς δεξιοῖσι πλευροῖσιν ἐπικλιθέντες. | |
5 | Πᾶν δὲ ὄρνεον, οἷον αἱ γέρα‐ νοι, ἀπὸ τοῦ πελάγους ἐς μεσόγειον φεῦγον, τὴν ἀπειλὴν χειμῶνος καταγγέλλει. | |
6 | Ἵπποι δὲ νομάδες πώλων γεννηθέντων τὸ ἐπιμετώπιον ἀπεθέρισαν δέρμα, ἵνα τὸ φιλόστοργον τῆς φύσεως ξυναπόληται πρὶν ἄλλος ἀφέληται φθάσας. | |
7 | Μύες δὲ κατοικίδιοι ἐφαλλόμενοι ἔφοδον σημαίνουσι. Καὶ ταῦτα μὲν ἐξ ἐπινοίας οἶσθα, ἐκείνην δέ τις εὕροι τὴν πρὸς ἄλληλα ἀντιπαθείην. | |
8 | Λέ‐ βητα σβέννυσι φρύνη. | |
9 | Ὁ δὲ λίθος ὁ ἐπὶ κεραυνοῖσι γενόμενος σβέννυσι τὸ πῦρ, ἐγκρυβεὶς τῇ γωνίᾳ. | |
10 | Σκορπίῳ ῥάφανος ἐπιῤῥιφεῖσα ἀπέκτεινεν αὐτόν. Καὶ ταῦτα ἀναιτιολόγητα ἡ φύσις ἐσκόπησε. | |
11 | Θάλασσα μὲν οὖν ἀπογαληνιοῦται τοῖς ἀλ‐ κυόνος ὠοῖς ἐπωαζούσης ἐπὶ ἡμέρας ζʹ. | |
12 | Καὶ τέτρωρον ἅρμα | |
ἐπέχει λύκου ἀστράγαλος πρὸ πο‐ δῶν κείμενος. | 4 | |
13 | Λέων δὲ πρίνου πετάλων ἁψάμενος ἀκινητεῖ καὶ λύκος ἀκίνητος μένει, σκίλλης αὐτῷ προσενεχθείσης. | |
14 | Πελαργοὶ πέταλα πλατάνου ταῖς ἰδίαις νοσσιαῖς ἐπιτιθέασι, δεδοικότες τὴν τῶν νυκτερίδων πρόσψαυσιν καὶ αἱ νυκτερίδες ναρκῶσιν ἁψάμεναι πλατάνου. | |
15 | Πολύποσιν ἐπιτεθὲν πή‐ γανον ἀκινήτους ποιεῖ. | |
16 | Ὄφις, καλάμῳ πληγεὶς ἅπαξ, ναρκᾷ, κινεῖται δὲ, πολλάκις τυπτόμενος. | |
17 | Μυρσίναι δὲ ναρθήκων πρὸς δύσιν βληθέντων θάλλουσιν. | |
18 | Οὖρον λύκου ἐπουρήσασα γυνὴ ἄτοκος γίνεται. | |
19 | Ὑπὸ ἀνθρώπου λεπροῦ σῖτος πατούμενος καρπὸν οὐκ ἀναφύει. | |
20 | Συκῆ εὔκαρ‐ πος μένει πεντεκαιδεκάτης οὔσης τῆς θεοῦ ὀλύνθων αὐτῇ περιαφθέντων ἢ καὶ φυκίων αὐτῇ περιαφθέν‐ των θαλασσίων ἢ μίλτου τὰ στελέχη περιχριομένης. | |
21 | Θαλλοὶ ἐν αἰγιαλῷ κείμενοι ἐλαίας, πολύ‐ ποδας ἐκ τῆς θαλάσσης ἐπισπῶνται. Ἵνα δὲ μὴ ἐπὶ τῶν αὐτῶν μένωμεν ὑποδειγμάτων, μέγιστε αὐτοκράτορ, τὸν τῆς ἀντιπαθείας ἐρευνήσωμεν λόγον. | |
22 | Κρανείας ἀκρεμὼν πάρδαλιν ἐς φυγὴν τρέπει. | |
23 | Σκόροδον μετὰ πιμελῆς λέοντος εἰ χρίσαιτό τις τὸ ἑαυτοῦ σῶμα, οὐδὲν αὐτῷ προσελεύσεται θηρίον. | |
24 | Στρύχνον βοτάνην ὕαινα οὐχ ὑπερβαίνει οὐδὲ λύκου δέρμα πρόβατον. | |
25 | Λυκοβρώτου προβάτου ἔριον ὑφανθὲν χιτώ‐ νιον, τὸν φορέοντα πολλὴν κνησμονὴν ἔχειν ποιεῖ. | |
26 | Δόρκου καρδία πυρὶ φλεγομένη στήμονας ῥήσσειν τοὺς ὄντας ἐν τῷ δώματι ποιεῖ. | |
27 | Δρῦς θαλασσία ἀντιπάσχει πάσης μανίας ἀγωγήν. | |
28 | Τὸ αὐτὸ ποιεῖ καὶ ἀστὴρ θαλάσσιος ὑπὸ τὴν στέγην τοῦ οἴκου κρεμάμενος. | |
29 | Κάμπαι δὲ ἐν κήπῳ τελευτῶσιν, ἐὰν ἐξ ἑτέρου κήπου κάμπας εἰς ὕδωρ ἑψήσας ῥάνῃς τὸν κῆπον. | |
30 | Ταῦρος ἁλίσκεται σκοτώ‐ ματι ῥοδίνῳ τοὺς μυκτῆρας ἐπιχρισθείς. | |
31 | Ἄγριος δὲ ταῦρος ἐν ἐρινῷ σχοινίῳ δεθεὶς ἥμερος γίνε‐ ται, ἕπεται δὲ χειροπληθεῖ σχοινίῳ τὸν πόδα δεθείς, θνήσκει δὲ παρ’ αὐτὰ ὑδραργύρου εἰς τὸ οὖς αὐτοῦ ἐμφυσηθέντος. | |
32 | Κισσοῦ θυμιωμένου νυκτερίδες ἀποθνήσκουσιν. | |
33 | Ὄφεις οὐ προσέρχονται ῥαντισθέντος δρακοντίου χυλοῦ. | |
34 | Γαγάτης λίθος θυμιώμενος πᾶν ἑρπετὸν φυγαδεύει. | |
35 | Ἴβεως πτερὰ πᾶν ἑρπετὸν φυγαδεύει. | |
36 | Μύρμηκες δὲ ἐκ τοῦ φωλεοῦ οὐκ ἐξέρχονται, νυκτερίδος ἐπὶ τοῦ φωλεοῦ αὐτῶν κειμένης. | |
37 | Μύες φυγαδεύονται, χαλκάνθου συνεχῶς θυμιωμένου. | |
38 | Κόρεις θνή‐ σκουσι, βδελλῶν θυμιωμένων. | |
39 | Φθεῖρες προβάτων θνήσκουσιν, εἰ χάλκανθον μεθ’ ὕδατος λειήνας ῥάνῃς τὴν γῆν, ἔνθα κοιμῶνται. | |
40 | Γυνὴ ἔγκυος ὄφιν οἱονδηποτοῦν ὑπερβᾶσα ἐκτιτρώσκει· ὠδινούσῃ δὲ ὠκυτόκιον γυναικί. Ἕλμινθας ἀνθρώπου εἰ κατακαύσει καὶ λειοτριβήσει καὶ στιμμίσει αὐτῆς τὰ βλέφαρα καὶ τὰς ὀφρῦς καὶ παραθεῖσα ἔσοπτρον ἐμβλέψει εἰς αὐτό, | |
παραχρῆμα ἀκινδύνως ἐκτιτρώσκει. | 5 | |
5 | Ὧι λόγῳ δὲ ταῦτα πέφυκεν ἀντιπαθέσιν, πρὸς ἀκρίβειαν οὐκ ἄν τις ἐκφράσειε, καὶ παραδοξότερον δέ τι μαρτυρήσομεν ἐκ τῆς προνοίας τῆς οὔσης ἐν τοῖς ἀλόγοις ζώοις. | |
41 | Γλαὺξ οὐκ ἂν νοσσοποιήσειε ἑτέρας προλαβούσης τὸ δῶμα. | |
42 | Εὐγενὴς ἵππος σκύβαλον ἑτέρου ἵππου οὐκ ἂν προσενέγκοιτο. | |
43 | Γῦπες ὄρεσιν οὐκ ἐπινοσσοποιήσονται, ὀρθίοις κλαδίοισι * βλέποντες. | |
44 | Οὐ ταῦρος ἀκωλυτὶ διοδεύεται ἑτέροις καὶ ἀλλοφύλοις τόποις. | |
45 | Οὐ δάμαλις παύσεται οἰμώζουσα τὸν ἴδιον μόσχον βω‐ μοῖς καλλιερηθέντα. | |
46 | Γέρανοι σιγῇ πετόμενοι σημαίνουσιν εὐδίαν. | |
47 | Ἡμίονος ναρκᾷ τρυγόνος θαλασσίας κέντρον ὑπερβᾶσα. | |
48 | Πρόβατα γῆν ὀρύσσοντα χειμῶνα σημαίνει, τρόπον τινὰ πόαν σκά‐ πτοντα, ἐς διαπόνησιν ὄμβρων. | |
49 | Βόες γῆν ὀσφραινόμενοι τὸν αὐτὸν ὄμβρον ἐπισπῶνται. | |
50 | Σμύ‐ ραινα ναρκᾷ νάρθηκι πληγεῖσα. | |
51 | Αὐχμὸν δὲ σημαίνουσι κόρακες ἢ κολοιοὶ ἢ κορῶναι ἡσυχῆ | |
φθεγγόμεναι. | 6 |