TLG 1304 002 :: DEMOCRITUS :: Fragmenta DEMOCRITUS Phil. Cf. et BOLUS Phil. et Med. (1306) Fragmenta
Citation: Fragment — (line) | ||
tit,0a-4a | ΔΗΜΟΚΡΙΤΟΥ ΗΘΙΚΑ | |
0a | ΠΥΘΑΓΟΡΗΣ | |
0b | ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΣΟΦΟΥ ΔΙΑΘΕΣΕΩΣ | |
0c(tit) | ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ 〈ΑΒ..?〉. | |
1 | ATHEN. IV 168 B Δημόκριτον δ’ Ἀβδηρῖται δημοσίαι κρίνοντες ὡς κατεφθαρ‐ κότα τὰ πατρῶια, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν Μέγαν διάκοσμον καὶ τὰ Περὶ τῶν ἐν Ἅιδου εἶπεν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη. | |
---|---|---|
1 | PROCL. in remp. II 113, 6 Kroll τὴν μὲν περὶ τῶν ἀποθα‐ νεῖν δοξάντων ἔπειτα ἀναβιούντων ἱστορίαν ἄλλοι τε πολλοὶ τῶν παλαιῶν ἤθροισαν καὶ Δ. ὁ φυσικὸς ἐν τοῖς Περὶ τοῦ Ἅιδου γράμμασιν. καὶ τὸν θαυμαστὸν ἐκεῖνον Κωλώτην, τὸν Πλάτωνος | |
5 | ἐχθρόν, Ἐπικούρειον ὄντα πάντως ἔδει 〈τὰ τοῦ〉 καθηγεμόνος τῶν Ἐπικούρου δ〈ογμάτων〉 μὴ ἀγνοῆσαι μηδὲ ἀγνοήσαντα ζητεῖν, πῶς τὸν ἀποθανόντα πάλιν ἀναβιῶναι δυνατόν. οὐδὲ γὰρ ὁ θάνατος ἦν | |
ἀπόσβεσις, ὡς ἔοικεν, τῆς συμπάσης ζωῆς τοῦ σώματος, ἀλλ’ ὑπὸ μὲν πληγῆς τινος ἴσως καὶ τραύματος παρεῖτο, τῆς δὲ ψυχῆς οἱ περὶ | ||
10 | τὸν μυελὸν ἔμενον ἔτι δεσμοὶ κατερριζωμένοι καὶ ἡ καρδία τὸ ἐμ‐ πύρευμα τῆς ζωῆς εἶχεν ἐγκείμενον τῶι βάθει· καὶ τούτων μενόν‐ των αὖθις ἀνεκτήσατο τὴν ἀπεσβηκυῖαν ζωὴν ἐπιτήδειον πρὸς τὴν ψύχωσιν γενόμενον. | |
1a | PHILOD. de morte 29, 27 Mekler τῆς δ’ αὖ σηπεδόνος ἔχεται κατὰ Δημόκριτον 〈καὶ〉 τὸ δυσωπεῖσθαι διὰ τὴν ὀσφ〈ρ〉αν‐ τ〈ικ〉ῶν τού〈των φαν〉τασ〈ίαν〉 καὶ δυσμορφίας· καταφέρονται γὰρ ἐπὶ τοιοῦτο πάθος σκιαὶ τῶν μετὰ τῆς εὐσαρκίας καὶ τοῦ κάλλους | |
5 | ἀποθνησκόντων ... 30, 1 καὶ παραπέμπουσιν, ὅτι πάντες ἅμα τοῖς ὡς Μίλων εὐσάρκοις ὀλίγου μὲν χρόνου σκελετοὶ γίνονται, τὸ δὲ πέρας εἰς τὰς πρώτας ἀναλύονται φύσεις· ὑπακουστέον δὲ δῆλον ὅτι τὰ τοῖς εἰρημένοις ἀνάλογα καὶ περὶ τῆς κακοχροίας καὶ συνόλως τῆς δυσμορφίας. κενότατον τοίνυν ἐστὶν τὸ λυπεῖσθαι προορωμένους | |
10 | τὴν οὐ πολυτελῆ ταφὴν καὶ περίβλεπτον, ἀλλὰ λιτὴν καὶ προστυ‐ χοῦσαν. 39, 9 εἶθ’ ὅταν ἐναργὴς αὐτοῦ [nämlich τοῦ θανάτου] γένη‐ ται θεωρία, παράδοξος αὐτοῖς ὑποπίπτει· παρ’ ἣν αἰτίαν οὐδὲ δια‐ θήκας ὑπομένοντες γράφεσθαι περικατάληπτοι γίνονται καὶ δίσς’ ἐμφορεῖν ἀναγκάζονται κατὰ Δημόκριτον. | |
1b | ΤΡΙΤΟΓΕΝΕΙΑ | |
2 | ETYM. ORION. p. 153, 5 Τριτογένεια ἡ Ἀθηνᾶ κατὰ Δημό‐ κριτον φρόνησις νομίζεται. γίνεται δὲ ἐκ τοῦ φρονεῖν τρία ταῦτα· βουλεύεσθαι καλῶς, λέγειν ἀναμαρτήτως καὶ πράττειν ἃ δεῖ. SCHOL. GENEV. I 111 Nic. Δ. δὲ ἐτυμολογῶν τὸ ὄνομά [sc. Τριτογέ‐ | |
5 | νεια] φησιν, ὅτι ἀπὸ τῆς φρονήσεως τρία ταῦτα συμβαίνει· τὸ εὖ λογίζεσθαι, τὸ εὖ λέγειν καὶ τὸ πράττειν ἃ δεῖ. | |
2a | ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΙΑΣ ἢ ΠΕΡΙ ΑΡΕΤΗΣ. | |
2b | ΑΜΑΛΘΕΙΗΣ ΚΕΡΑΣ. | |
2c | ΠΕΡΙ ΕΥΘΥΜΙΗΣ ἢ ΕΥΕΣΤΩ. | |
3 | PLUT. de tranqu. an. 2 p. 465c ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ ... ξυνῆι πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γινομένην ὤνιον ἀπραξίας ... STOB. IV 39, 25 H. | |
5 | τὸν εὐθυμεῖσθαι μέλλοντα χρὴ μὴ πολλὰ πρήσσειν, | |
μήτε ἰδίηι μήτε ξυνῆι, μηδὲ ἅσς’ ἂν πράσσηι, ὑπέρ τε δύναμιν αἱρεῖσθαι τὴν ἑωυτοῦ καὶ φύσιν· ἀλλὰ τοσαύ‐ την ἔχειν φυλακήν, ὥστε καὶ τῆς τύχης ἐπιβαλλούσης καὶ ἐς τὸ πλέον ὑπηγεομένης τῶι δοκεῖν, κατατίθεσθαι, | ||
10 | καὶ μὴ πλέω προσάπτεσθαι τῶν δυνατῶν. ἡ γὰρ εὐογκίη ἀσφαλέστερον τῆς μεγαλογκίης. | |
4 | CLEM. Strom. II 130 [II 184, 10 St.] ἀλλὰ καὶ οἱ Ἀβδη‐ ρῖται τέλος ὑπάρχειν διδάσκουσιν· Δ. μὲν ἐν τῶι περὶ τέλους τὴν εὐ‐ θυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν. καὶ πολλάκις ἐπιλέγει· ‘τέρψις γὰρ καὶ ἀτερπίη οὖρος 〈τῶν συμφόρων καὶ τῶν | |
5 | ἀσυμφόρων‘ [B 188] ὃ προκεῖσθαι τέλος τῶι βίωι τῶν ἀνθρώπων τῶν τε νέων καὶ〉 τῶν περιηκμακότων. Ἑκαταῖος δὲ αὐτάρκειαν [73 A 4] καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν [74, 1] καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν [75 B 3]· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι. | |
4a | ΥΠΟΜΝΗΜΑΤΩΝ ΗΘΙΚΩΝ 〈ΑΒ...?〉. | |
tit,4b-11a | ΦΥΣΙΚΑ | |
4b(tit) | ΜΕΓΑΣ ΔΙΑΚΟΣΜΟΣ 〈ΛΕΥΚΙΠΠΟΥ〉 | |
1 | VOL. HERC. Coll. alt. VIII 58—62 fr. 1 [Crönert Kolotes S. 147] γ〉ράφων 〈ὅτι ....... τὰ〉 αὐτὰ πρότε〈ρον εἴρηται ἐν〉 τῶι Με〈γ〉άλω〈ι διακόσμω〉ι, ὅν φασιν εἶνα〈ι Λευκίππου.〉 κἀπ〈ὶ〉 το〈σ〉οῦτο τὸ 〈τῶν ἄλλ〉ων 〈ἰ〉διοποιούμενος 〈ἐλέγχετ’ ο〉ὐ μόνον ἐν τῶ〈ι Μικρῶι δι〉ακόσμωι τιθεὶ〈ς ἃ κἀν τῶι〉 Με〈γάλωι κεῖται〉 ... | |
5 | fr. 2, 6 steht der Name Δημόκριτ〈ο〉ς. | |
4c | ΜΙΚΡΟΣ ΔΙΑΚΟΣΜΟΣ. | |
5 | DIOG. IX 41 [s. II 83, 9] γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῶι Μικρῶι διακόσμωι, νέος κατὰ πρε‐ σβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συν‐ τετάχθαι δέ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον | |
5 | τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. IX 34. 35 [II 81, 16] Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῆι ἱστορίαι [FHG III 582 fr. 33]‘ λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλὰ ἀρχαῖαι, τὸν δὲ ὑφηιρῆσθαι· διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμή‐ | |
10 | σεως καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσή‐ | |
κατο αὐτόν. 1. DIODOR. I 7, 1 κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμειγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάν‐ των τῶν σωμάτων ἀπ’ ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην | ||
15 | ἐν αὐτῶι σύνταξιν, τὸν δ’ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα· ἀφ’ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῆι πάσηι δίνηι· τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος· (2) εἰλούμενον δ’ | |
20 | ἐν ἑαυτῶι συνεχῶς καὶ συστρεφόμενον ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλασσαν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλήν. (3) ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας· | |
25 | ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ὁ ἀὴρ γένηται μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ’ ὀλίγον. (4) ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερ‐ μασίας τὸν εἰρημένον τρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὀμίχλης, τὰς δ’ ἡμέρας ὑπὸ τοῦ καύματος στε‐ | |
30 | ρεοῦσθαι· τὸ δ’ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαμβανόντων καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους ζώιων· (5) τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγ‐ κρίσεως ἐν τῆι τῶν ἑρπετῶν καὶ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, | |
35 | τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα πλωτά. τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μει‐ ζόνων ζωογονεῖν, ἀλλ’ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων. 8, 1 καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως τοιαῦτα παρειλήφαμεν, τοὺς | |
40 | δὲ ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτωι καὶ θηριώδει βίωι κα‐ θεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς. (2) καὶ πολε‐ μουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδα‐ σκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς | |
45 | ἀλλήλων τύπους. (3) τῆς φωνῆς δ’ ἀσήμου καὶ συγκεχυμένης οὔσης ἐκ τοῦ κατ’ ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν. | |
(4) τοιούτων δὲ συστημάτων γινομένων καθ’ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμό‐ φωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχε συνταξάντων τὰς λέξεις· | ||
5(50) | διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι. (5) τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδενὸς τῶν πρὸς βίον χρησίμων εὑρημένου ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως τε καὶ πυρὸς ἀήθεις, τροφῆς δ’ ἡμέρου παντελῶς ἀνεν‐ νοήτους. (6) καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν | |
55 | τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσθαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς. (7) ἐκ δὲ τούτου κατ’ ὀλίγον ὑπὸ τῆς πείρας διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῶι χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι. γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τῶν χρησίμων κατὰ μικρὸν καὶ τὰς τέχνας εὑρεθῆναι | |
60 | καὶ τἆλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι. καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις, ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζώιωι καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν. 2. HERMIPPUS de astrol. [IOANN. CATRARES] II 1, 4ff. p. 33, 15 Kroll—V. | |
65 | πρῶτον δὲ τάς τε ὑπερκοσμίους τε καὶ ἐγκοσμίους δυνάμεις συστησάμενος, εἶθ’ οὕτως οὐρανόν τε καὶ γῆν πλάνητάς τε καὶ τοὺς ἀπλανεῖς τῶν ἀστέρων δημι‐ ουργεῖ μήτε χρόνου μήθ’ ἑτέρωθεν ὕλης προσδεηθείς· καὶ τούτων ἑκάστωι τὸν οἰκεῖον τόπον, ὡς ἐξ ἀρχῆς ὑπεθέμεθα, ἀποδοὺς κινεῖ τὴν προσήκουσαν κίνησιν. οὕτω δὴ οὐρανός τε καὶ οἱ πλάνητες ἐναντίως τὴν ἄληκτον φορὰν ἤρξαντο φέρε‐ | |
70 | σθαι. (5) γῆ δὲ (p. 34) τῶι ὕδατι συμμιγής, οὗ μὲν πλέον ὑπ’ αὐτοῦ ἐπιέζετο, βαθεῖά τε καὶ κοίλη ἐγένετο, οὗ δὲ οὐδὲν ἢ ὀλίγον ἐπῆν, τὰ ὄρη ἐλείπετο. (6) ἀλλ’ ἐπεὶ τὸ ὕδωρ ἐπὶ γῆς τὴν οἰκείαν χώραν ἐπέλαβεν, αὕτη δὲ διάβροχος οὖσα τὴν οἰκείαν μορφὴν ὑπὸ τοῦ ἡλίου προσβάλλοντος καὶ πρὸς τὸ ξηρότερον μεθιστάντος κατὰ μικρὸν ἀπελάμβανε, φύονται δὴ πρῶτον οὕτω δένδρα τε καὶ φυτὰ καί τινες | |
75 | ὑμένες ἐοικότες πομφόλυξιν, αἳ δὴ μεθ’ ἡμέραν μὲν ὑπὸ τοῦ ἡλίου διαθερ‐ μαινόμεναι, νύκτωρ δὲ ὑπὸ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων περιθαλπόμενα χρόνωι διαρραγεῖσαι τὰ ζῶια ἀπέτεκον. (7) τούτων δὲ τὰ μὲν ἱκανὴν εἰληφότα πέψιν ἄρρενά τε καὶ θερμότερα γέγονε, τὰ δὲ τοὐναντίον ὑποστάντα ἐνδείαι θέρμης | |
πρὸς τὸ θῆλυ μετεσκεύασται. (8) καὶ οὐδὲν θαυμαστὸν γῆν ὕδατι σύμμικτον | ||
80 | συστήσασθαι τὴν ἀρχὴν ζῶιά τε καὶ φυτὰ κατὰ νοῦν τῶι δημιουργῶι· ἐν μὲν γὰρ τῶι ὕδατι συνέχεσθαι εἰκὸς πνεῦμα, ἐν δὲ τούτωι θερμότητα ψυχικήν, δηλοῦσι δὲ καὶ τὰ γινόμενα ζῶια ἐν τοῖς τῆς γῆς χηραμοῖς καὶ ἔτι τὰ ἀπὸ σήψεως· ἃ πάντα καίπερ οὕτω συστάντα θαυμασίαν ἐμφαίνει τὴν σφῶν αὐτῶν καθάπαξ διάπλασιν. (9) ἀλλ’ οὐδὲ μὴν οὐδὲ τοῦτ’ οἶμαι ἀπορήσαι τις ἄν, εἰ μὴ καὶ νῦν οὕτω συνίστασθαι | |
85 | δύναιτο· οὔτε γὰρ ἡ γῆ ἔτι ὁμοίως ἂν συνανακραθείη τῶι ὕδατι, οὔθ’ οἱ ἀστέρες ἐν τοῖς αὐτοῖς συνέλθοιεν σχήμασι. (10) τὸ γὰρ γίνεσθαί πη μέχρι τοῦ νῦν, ὡς λόγος αἱρεῖ, παραλείπω· πλὴν ὥσπερ τοὐνδόσιμον ἐξ ἐκείνου παραλαβοῦσα ζῶια μὲν μέγεθος ἔχοντα οὐκέτι φύειν οἵα τ’ ἐστί, βοτάνας δὲ καὶ δένδρα καὶ φυτὰ καὶ καρπούς, καὶ τὰ ζῶια σχεδὸν νεκρωθέντα καὶ παγέντα τῶι ψύχει θέρμης τε καὶ | |
90 | ῥώμης ἐμπίπλαται. (11) τῶν δὲ ζώιων, ὡς καὶ πρότερον εἴρηται, οὐχ ὁμοία τις ἡ κρᾶσις ἐγένετο· ἀλλ’ ὅσα μὲν πλείστου τοῦ γεώδους μετέσχε, φυτά τε καὶ δένδρα γέγονε πρὸς τῆι γῆι κάτω ἐρριζωμένην τὴν κεφαλὴν ἔχοντα, τοσοῦτον τῶν ἀναι‐ μοτέρων καὶ ἀπόδων ζώιων διαφέροντα, παρ’ ὅσον ἐκεῖνα ἔξω γῆς ταύτην κινού‐ μενα φέρουσιν· ὅσα δὲ τοῦ ὑγροῦ, τὴν καθ’ ὕδατος λῆξιν ἠσπάσαντο, ἐπίσης | |
95 | ἐκείνοις σχεδὸν διακείμενα. (12) οἷς δὲ τοῦ γεώδους καὶ θερμοῦ μᾶλλον μέτεστι, ταῦτα χερσαῖα ἂν εἴη· καὶ ὅσα δὲ τοῦ ἀερώδους καὶ θερμοῦ μετέσχε μᾶλλον, πτηνά, τὰ μὲν εὐθὺ τοῦ ὅλου σώματος, τὰ δ’ ὑπὲρ αὐτὸ τὴν κεφαλὴν ἴσχοντα, κατὰ λόγον τῆς αὐτῶν κράσεως. (13) καὶ τούτων μᾶλλον ὁ ἄνθρωπος μετασχὼν θερμοῦ φαίνεται καθαρωτέρας οὔσης τῆς ὕλης, ἀφ’ ἧς τὸ σῶμά οἱ συνέστη, καὶ δεκτικῆς | |
5(100) | 〈μᾶλλον〉 τοῦ θερμοῦ· ὥστε δι’ αὐτὸ τοῦτο καὶ μόνος τῶν ἄλλων ζώιων γίνεται τὸ σχῆμα ὀρθὸς καὶ πρὸς ὀλίγον γῆς ἅπτεται· ἐρρύη δέ τι καὶ θειότερον εἰς αὐτόν, καθ’ ὃ νοῦ καὶ λόγου καὶ διανοίας μετέσχε καὶ τὰ ὄντα ἀνηρευνήσατο. TZETZES Schol. z. Hesiod (Gaisford Poet. gr. min. III 58) φασὶν Ἕλληνες ὅσοι τὸν κόσμον γεννητὸν εἶναι λέγουσιν, ὅτι μετὰ τὸ διαρ‐ | |
105 | ραγῆναι τὸ ἔρεβος καὶ τὸν ἀέρα συστῆναι καὶ ὑποστῆναι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλὴν σηπεδονώδεις καὶ πομφολυγώδεις ὑμένας ἐκ ταύτης ἀνα‐ δοθῆναι· ὧν ὑπὸ τοῦ ἡλίου θερμαινομένων ἡμέρας, νυκτὸς δὲ τρεφομένων ταῖς σεληναίαις ὑγρότησιν καὶ μετὰ τὴν αὔξησιν ἐκραγέντων ἀνθρώπους συνέβη γενέ‐ σθαι καὶ παντοίων ζώιων ἰδέας πρὸς τὴν στοιχειακὴν ἐπικράτειαν, τὴν ὑδατώδη | |
110 | φημὶ καὶ πυρώδη καὶ γεώδη καὶ ἀερώδη. κατεξικμασθείσης δὲ τῆς γῆς ὑφ’ ἡλίου καὶ μηκέτι γεννᾶν δυναμένης ἐξ ἀλληλογονίας φασὶ τὴν γέννησιν γενέσθαι. ὅτι δὲ ζῶια γεννᾶν οἶδεν ἡ γῆ, δεικνύουσι πολλαχόθεν καὶ ἐκ τῶν ἐν Θηβαΐδι τῆι Αἰγυπτίαι γεννωμένων μυῶν μετὰ τὴν τοῦ Νείλου τῆς ἀναβάσεως ὑποχώρησιν. οἱ τότε δὲ τῶν ἀνθρώπων ἁπλότητος ὄντες καὶ ἀπειρίας ἀνάμεστοι οὐδεμίαν οὔτε | |
115 | τέχνην οὔτε γεωργίαν ἐπίσταντο οὔτ’ ἄλλο οὐδέν, οὔτε ὅ τι ἐστὶ νόσος ἢ θάνατος ἐπεγίνωσκον, ἀλλ’ ὡς ἐπὶ κοῖτον ἐπὶ τὴν γῆν πίπτοντες ἀπέψυχον οὐκ εἰδότες ὃ πάσχουσι· φιλαλληλίαν δὲ μόνον ἀσκοῦντες ἀγελαῖον διέζων τὸν βίον δίκην ποιμνίων ἐπὶ νομὰς ἐξιόντες καὶ τοῖς ἀκροδρύοις κοινῶς καὶ τοῖς λαχάνοις τρεφό‐ μενοι. καὶ ἀλλήλοις κατὰ θηρίων προσεβοήθουν καὶ συνεμάχοντο γυμνοὶ γυμναῖς | |
120 | ταῖς χερσί· γυμνοὶ δὲ οὕτω τυγχάνοντες καὶ σκέπης καὶ χρημάτων ὄντες ἐπιδεεῖς καὶ μηδὲ καρποὺς καὶ ἀκρόδρυα πρὸς ἀποθήκας συναγαγεῖν εἰδότες, ἀλλὰ μόνην | |
ἐσθίοντες τροφὴν τὴν ἐφήμερον χειμῶνος γεγονότος πολλοὶ διεφθείροντο. λοιπὸν κατὰ μικρὸν τὴν ἀνάγκην σχόντες διδάσκαλον τὰ κοῖλα τῶν δένδρων καὶ τὰ δασέα καὶ τὰς σχισμὰς τῶν πετρῶν καὶ τὰ σπήλαια ὑπεδύοντο καὶ τοὺς καρπῶν δυνα‐ | ||
125 | μένους φυλάττεσθαι μόλις γνωρίσαντες καὶ ἅπαξ αὐτοὺς συναγείραντες ἐν τοῖς σπηλαίοις ἐναπετίθεντο, καὶ τούτοις ἐτρέφοντο δι’ ὅλου ἐνιαυτοῦ. τοιαύτηι συ‐ ζῶντες τῆι εἱμαρμένηι βίον ἁπλοῦν καὶ ἀπέριττον καὶ φιλάλληλον εἶχον δίχα πυρὸς ἐπιγνώσεως, οὐ βασιλεῖς, οὐκ ἄρχοντας, οὐ δεσπότας κεκτημένοι, οὐ στρατείας, οὐ βίας, οὐχ ἁρπαγὰς, ἀλλὰ φιλαλληλίαν μόνον καὶ τὸν ἐλεύθερον καὶ ἀπέριττον | |
130 | τοῦτον βίον ζῆν εἰδότες. ἐπεὶ δὲ προμηθέστεροι γεγονότες καὶ προβουλευτικώτεροι τὸ πῦρ ἐφεῦρον, καὶ θερμοτέρων, ἤγουν πανουργοτέρων, πραγμάτων ὠρέχθησαν καὶ τὴν τοῦ ἀπερίττου καὶ ἐλευθέρου βίου μετέστρεψαν διαγωγὴν καὶ εἱμαρμένην, δι’ ὧν ὁ κόσμος κοσμεῖται καὶ τὰ ἡδέα ἡμῖν καὶ τερπνὰ καὶ ἁβρότατα γίνεται δίκην γυναικὸς ἡμᾶς καταθέλγοντα καὶ τρυφερωτέρους ἀπεργαζόμενα, ὃ καλεῖ πλάσιν | |
135 | γυναικὸς ὁ ποιητής. | |
5a | ΚΟΣΜΟΓΡΑΦΙΗ. | |
5b | ΠΕΡΙ ΤΩΝ ΠΛΑΝΗΤΩΝ. | |
5c | ΠΕΡΙ ΦΥΣΕΩΣ Α 〈ἣ ΠΕΡΙ ΚΟΣΜΟΥ ΦΥΣΙΟΣ〉. | |
5d | ΠΕΡΙ ΦΥΣΕΩΣ Β ἢ ΠΕΡΙ ΑΝΘΡΩΠΟΥ ΦΥΣΙΟΣ ἢ ΠΕΡΙ ΣΑΡ‐ ΚΟΣ. | |
5e | ΠΕΡΙ ΝΟΥ 〈ΛΕΥΚΙΠΠΟΥ. | |
5f | ΠΕΡΙ ΑΙΣΘΗΣΙΩΝ. | |
5g | ΠΕΡΙ ΧΥΜΩΝ. | |
5h | ΠΕΡΙ ΧΡΟΩΝ. | |
5i | ΠΕΡΙ ΤΩΝ ΔΙΑΦΕΡΟΝΤΩΝ ΡΥΣΜΩΝ 〈ἢ ΠΕΡΙ ΙΔΕΩΝ〉. | |
6 | SEXT. VII 137 ἐν δὲ τῶι Περὶ ἰδεῶν· ‘γιγνώ‐ σκειν τε χρή, φησίν, ἄνθρωπον τῶιδε τῶι κανόνι, ὅτι ἐτεῆς ἀπήλλακται‘. | |
7 | καὶ πάλιν· ‘δηλοῖ μὲν δὴ καὶ οὗτος ὁ λόγος, ὅτι ἐτεῆι οὐδὲν ἴσμεν περὶ οὐδενός, ἀλλ’ ἐπιρυσμίη ἑκάστοισιν ἡ δόξισ‘. | |
8 | καὶ ἔτι· ‘καίτοι δῆλον ἔσται, ὅτι ἐτεῆι οἷον ἕκαστον γιγνώσκειν ἐν ἀπόρωι ἐστί‘. | |
8a | ΠΕΡΙ ΑΜΕΙΨΙΡΥΣΜΙΩΝ. | |
8b | ΚΡΑΤΥΝΤΗΡΙΑ. | |
9 | SEXT. adv. math. VII 135 Δ. δὲ ὁτὲ μὲν ἀναιρεῖ τὰ φαινόμενα ταῖς αἰσθήσεσι καὶ τούτων λέγει μηδὲν φαίνεσθαι κατ’ ἀλήθειαν, ἀλλὰ μόνον κατὰ δόξαν, ἀληθὲς δὲ ἐν τοῖς οὖσιν ὑπάρχειν τὸ ἀτό‐ μους εἶναι καὶ κενόν· ‘νόμωι‘ γάρ φησι ‘γλυκύ, [καὶ] νόμωι πι‐ | |
5 | κρόν, νόμωι θερμόν, νόμωι ψυχρόν, νόμωι χροιή, ἐτεῆι δὲ ἄτο‐ μα καὶ κενόν‘ [= B 125] (ὅπερ 〈ἔστι〉· νομίζεται μὲν εἶναι καὶ δοξάζεται τὰ αἰσθητά, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν ταῦτα, ἀλλὰ τὰ ἄτομα μόνον καὶ τὸ κενόν). (136) ἐν δὲ τοῖς Κρατυντηρίοις, καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι, | |
10 | οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ· ‘ἡμεῖς δὲ τῶι μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμεν, μεταπῖπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν ἐπεισιόντων καὶ τῶν ἀντιστηριζόντων‘. | |
10 | καὶ πάλιν φησίν· ‘ἐτεῆι μέν νυν ὅτι οἷον ἕκαστον | |
ἔστιν 〈ἢ〉 οὐκ ἔστιν οὐ συνίεμεν, πολλαχῆι δεδήλωται‘. | ||
10a | ΠΕΡΙ ΕΙΔΩΛΩΝ ἢ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ [?]. | |
10b(tit) | ΠΕΡΙ ΛΟΓΙΚΩΝ ἢ ΚΑΝΩΝ ΑΒΓ. | |
1 | Vgl. Epikur Περὶ κριτηρίου ἢ Κανών Diog. X 27. SEXT. VIII 327 οἱ μὲν δογματικοὶ τῶν φιλοσόφων ... τιθέασιν αὐτήν [τὴν ἀπόδειξιν], οἱ δὲ Ἐμπειρικοὶ ἀναιροῦσιν, τάχα δὲ καὶ Δ.· ἰσχυρῶς γὰρ αὐτῆι διὰ τῶν Κανόνων ἀντείρηκεν. | |
11 | SEXT. VII 138 ἐν δὲ τοῖς Κανόσι δύο φησὶν εἶναι γνώσεις· τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ προσμαρτυρῶν αὐτῆι τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην | |
5 | ὀνομάζει ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλα‐ νές. (139) λέγει δὲ κατὰ λέξιν· ‘γνώμης δὲ δύο εἰσὶν ἰδέαι, ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμ‐ παντα, ὄψις, ἀκοή, ὀδμή, γεῦσις, ψαῦσις. ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτησ‘. εἶτα προκρίνων τῆς σκοτίης τὴν | |
10 | γνησίην ἐπιφέρει λέγων· ‘ὅταν ἡ σκοτίη μηκέτι δύνηται μήτε ὁρῆν ἐπ’ ἔλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύε‐ | |
σθαι μήτε ἐν τῆι ψαύσει αἰσθάνεσθαι, ἀλλ’ ἐπὶ λεπτότε‐ ρον 〈δέηι ζητεῖν, τότε ἐπιγίνεται ἡ γνησίη ἅτε ὄργανον ἔχουσα τοῦ νῶσαι λεπτότερον〉. Vgl. HIPP. de arte 11 ὅσα | ||
15 | γὰρ τὴν τῶν ὀμμάτων ὄψιν ἐκφεύγει, ταῦτα τῆι τῆς γνώμης ὄψει | |
κεκράτηται. | ||
11a | ΑΠΟΡΗΜΑΤΩΝ 〈ΑΒ...?〉. | |
tit,11b-11k | ΑΣΥΝΤΑΚΤΑ | |
11b | ΑΙΤΙΑΙ ΟΥΡΑΝΙΑΙ. | |
11c | ΑΙΤΙΑΙ ΑΕΡΙΟΙ. | |
11d | ΑΙΤΙΑΙ ΕΠΙΠΕΔΟΙ. | |
11e | ΑΙΤΙΑΙ ΠΕΡΙ ΠΥΡΟΣ ΚΑΙ ΤΩΝ ΕΝ ΠΥΡΙ. | |
11f | ΑΙΤΙΑΙ ΠΕΡΙ ΦΩΝΩΝ. | |
11g | ΑΙΤΙΑΙ ΠΕΡΙ ΣΠΕΡΜΑΤΩΝ ΚΑΙ ΦΥΤΩΝ ΚΑΙ ΚΑΡΠΩΝ. | |
11h | ΑΙΤΙΑΙ ΠΕΡΙ ΖΩΙΩΝ ΑΒΓ. | |
11i | ΑΙΤΙΑΙ ΣΥΜΜΕΙΚΤΟΙ. | |
11k | ΠΕΡΙ ΤΗΣ ΛΙΘΟΥ. | |
tit,11l-15b | ΜΑΘΗΜΑΤΙΚΑ | |
11l | ΠΕΡΙ ΔΙΑΦΟΡΗΣ ΓΝΩΜΗΣ ἢ ΠΕΡΙ ΨΑΥΣΙΟΣ ΚΥΚΛΟΥ ΚΑΙ ΣΦΑΙΡΗΣ. | |
11m | ΠΕΡΙ ΓΕΩΜΕΤΡΙΗΣ. | |
11n | ΓΕΩΜΕΤΡΙΚΩΝ 〈ΑΒ ?〉. | |
11o | ΑΡΙΘΜΟΙ. | |
11p | ΠΕΡΙ ΑΛΟΓΩΝ ΓΡΑΜΜΩΝ ΚΑΙ ΝΑΣΤΩΝ ΑΒ. | |
11q | ΕΚΠΕΤΑΣΜΑΤΑ. | |
11r | ΜΕΓΑΣ ΕΝΙΑΥΤΟΣ ἢ ΑΣΤΡΟΝΟΜΙΗ. ΠΑΡΑΠΗΓΜΑ. | |
12 | CENSOR. 18, 8 est et Philolai annus [44 A 22] ... et Demo‐ criti ex annis LXXXII cum intercalariis [mensibus] perinde viginti octo. | |
13 | APOLLON. de pronom. p. 65, 15 Schneid. καὶ Φερεκύδης ἐν τῆι Θεολογίαι [7 B 10] καὶ ἔτι Δ, ἐν τοῖς Περὶ ἀστρονομίας καὶ ἐν τοῖς ὑπολειπομένοις συντάγμασι συνεχέστερον χρῶνται τῆι ἐμεῦ καὶ ἔτι τῆι ἐμέο. | |
14,1 | VITRUV. IX 6, 3 de naturalibus autem rebus Thales Milesius, Anaxa‐ goras Clazomenius, Pythagoras Samius, Xenophanes Colophonius, D. Ab‐ derites rationes, quibus eae res natura rerum gubernarentur quemadmodum‐ cumque effectus habeant, excogitatas reliquerunt. quorum inventa secuti | |
5 | siderum 〈ortus〉 et occasus tempestatumque significatus Eudoxus, Euctemon, Callippus, Meto, Philippus, Hipparchus, Aratus ceterique ex astrologia parapegmatorum disciplinis invenerunt et eas posteris explicatas reli‐ querunt. IX 5, 4 quae figurata conformataque sunt siderum in mundo simu‐ lacra natura divinaque mente designata, ut Democrito physico placuit, | |
10 | exposui, sed tantum ea quorum ortus et occasus possumus animadvertere et | |
oculis contueri. | ||
14,2 | EUDOX. Ars astron. coll. 22, 21 [p. 25 Blass] Εὐδόξωι Δημοκρίτωι χειμεριναὶ τροπαὶ ἀθὺρ ὁτὲ μὲν κ ὁτὲ δὲ ιθ. 23, 3 ἀπὸ ἰσημερίας μεθοπωρινῆς ἐπὶ χειμερινὰς τροπὰς Εὐδόξωι ἡμέραι ϙβ, Δημοκρίτωι ἡμέραι ϙα ..., ἀπὸ τροπῶν χειμερινῶν εἰς ἰσημερίαν ἐαρινὴν Εὐδόξωι καὶ Δ—ωι ἡμέραι ϙα, Εὐκτήμονι ϙβ. | |
14,3 | [GEMIN.] Isag. p. 218, 14 Manit. ἐν δὲ τῆι δ ἡμέραι Δημοκρίτωι Πλειάδες δύνουσιν ἅμα ἠοῖ· ἄνεμοι χειμέριοι ὡς τὰ πολλὰ καὶ ψύχη ἤδη καὶ πάχνη ἐπιπνεῖν φιλεῖ· φυλλορροεῖν ἄρχεται τὰ δένδρα μάλιστα. | |
5 | p. 220, 5 ἐν δὲ τῆι ιγ Δ—ωι Λύρα ἐπιτέλλει ἅμα ἡλίωι ἀνίσχοντι· καὶ ὁ ἀὴρ χειμέριος γίνεται ὡς ἐπὶ τὰ πολλά. p. 222, 9 ἐν δὲ τῆι ις Δ—ωι Ἀετὸς ἐπιτέλλει ἅμα ἡλίωι· καὶ ἐπι‐ σημαίνειν φιλεῖ βροντῆι καὶ ἀστραπῆι καὶ ὕδατι ἢ ἀνέμωι ἢ ἀμφότερα ὡς ἐπὶ τὰ πολλά. | |
10 | p. 224, 5 ἐν δὲ τῆι ιβ Δ—ωι νότος πνεῖ ὡς 〈ἐπὶ τὰ πολλά〉. p. 224, 22 ἐν δὲ τῆι γ Εὐκτήμονι ὑετία. Δ—ωι ἄλογχος, χειμών. p. 226, 4 ἐν δὲ τῆι ις Δ—ωι ζέφυρος πνεῖν ἄρχεται καὶ παραμένει. ἡμέραι γ καὶ μ ἀπὸ τροπῶν. | |
15 | p. 226, 15 ἐν δὲ τῆι δ Δ—ωι ποικίλαι ἡμέραι γίνονται ἁλκυονί‐ δες καλούμεναι. p. 226, 23 ἐν δὲ τῆι ιδ Δ—ωι ἄνεμοι πνέουσι ψυχροί, οἱ ὀρνιθίαι καλού‐ μενοι, ἡμέρας μάλιστα ἐννέα. p. 228, 23 Δ—ωι Πλειάδες κρύπτονται ἅμα ἡλίωι ἀνίσχοντι καὶ | |
20 | ἀφανεῖς γίνονται νύκτας μ. p. 232, 16 ἐν δὲ τῆι ι Δ—ωι ὕδωρ γίνεται. p. 232, 21 ἐν δὲ τῆι κθ Δ—ωι ἄρχεται Ὠρίων ἐπιτέλλειν καὶ φιλεῖ ἐπιση‐ μαίνειν ἐπ’ αὐτῶι. | |
14,4 | PLIN. N. H. XVIII 231 D. talem futuram hiemem arbitratur qualis fuerit brumae dies et circa eum terni, item solstitio aestatem. (Vgl. THEOPHR. q. f. de sign. 57.) 312 dein consentiunt, quod est rarum, Philippus ... Democritus, Eudoxus IIII Kal. Oct. [28. Sept.] Capellam matutino exoriri | |
5 | et III Kal. [29. Sept.] Haedos. | |
14,5 | SCHOL. APOLL. RHOD. B 1098 [‘Ζεὺς δ’ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο‘] τοῦτο δὲ ἔφη, ἐπεὶ κατὰ τὴν ἐπιτολὴν τοῦ Ἀρκτούρου σφοδροὶ καταχέονται ὄμβροι, ὥς φησι Δ. ἐν τῶι Περὶ ἀστρονομίας καὶ Ἄρατος [Phaen. 745]. | |
14,6 | CLODII CALEND. in Lydus de ost. ed. Wachsm.2 p. 157, 18 καὶ ταῦτα | |
μὲν ὁ Κλώδιος ἐκ τῶν παρὰ Θούσκοις ἱερῶν πρὸς λέξιν· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ μὴν καὶ Εὔδοξός τε ὁ πολύς, Δημόκριτος πρῶτος αὐτῶν, Βάρρων τε ὁ Ῥω‐ μαῖος κτλ. | ||
14,7 | PTOLEM. Apparit. epileg. ebenda p. 275, 1 καὶ τούτων ἀνέγραψα τὰς ἐπισημασίας καὶ κατέταξα κατά τε Αἰγυπτίους καὶ Δοσίθεον ... Δημόκριτον. τούτων δὲ Αἰγύπτιοι ἐτήρησαν παρ’ ἡμῖν ... Δ. ἐν Μακεδονίαι καὶ Θράικηι. διὸ δὴ μάλιστα ἄν τις ἐφαρμόζοι τὰς μὲν τῶν Αἰγυπτίων ἐπισημασίας ταῖς περὶ τοῦ‐ | |
5 | τον τὸν παράλληλον χώραις, ... τὰς δὲ Δημοκρίτου ..., καθ’ ὃν ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ἐστιν ἰσημερινῶν ιε. p. 213, 19 Thoth ιζ ... Δ—ωι Ἀβδηρίτηι 〈ἐπισημαίνει καὶ〉 χελιδὼν ἀφανίζεται. p. 215, 18. Thoth κθ Δ—ωι ὑετὸς καὶ ἀνέμων ἀταξία. | |
10 | p. 217, 12. Phaophi η Δ—ωι χειμάζει· σπόρου ὥρα. p. 220, 13. Athyr β Δ—ωι ψύχη ἢ πάχνη. p. 223, 14. Athyr ιζ Δ—ωι χειμὼν καὶ κατὰ γῆν καὶ κατὰ θά‐ λασσαν. p. 227, 5. Choiak α Δ—ωι ὁ οὐρανὸς ταραχώδης καὶ ἡ θάλασσα | |
15 | ὡς τὰ πολλά. p. 229, 10. Choiak θ Δ—ωι χειμών. p. 230, 11. Choiak ιδ Δ—ωι βρονταί, ἀστραπαί, ὕδωρ, ἄνεμοι. p. 233, 8. Tybi α Δ—ωι μέγας χειμών. p. 233, 15. Tybi γ Δ—ωι ἐπισημαίνει. | |
20 | p. 234, 17. Tybi θ Δ—ωι νότος ὡς τὰ πολλά. p. 237, 17. Tybi κε Δ—ωι ἐφύει. p. 238, 6. Tybi κθ Δ—ωι μέγας χειμών. p. 240, 12. Mechir ιβ Δ—ωι ζέφυρος ἄρχεται πνεῖν. p. 241, 6. Mechir ιδ Δ—ωι ζέφυρος πνεῖ. | |
25 | p. 243, 5. Mechir λ Δ—ωι ποικίλαι ἡμέραι αἱ καλούμεναι ἁλ‐ κυονίδες. p. 245, 1. Phamenoth ια Δ—ωι ἄνεμοι ψυχροί· ὀρνιθίαι ἐπὶ ἡμέρας θ. p. 246, 16. Phamenoth κβ Δ—ωι ἐπισημαίνει, ἄνεμος ψυχρός. | |
30 | p. 247, 18. Pharmuthi α Δ—ωι ἐπισημαίνει. p. 252, 2. Pharmuthi κθ Δ—ωι ἐπισημαίνει. p. 258, 10. Payni γ Δ—ωι ὑετία. p. 259, 9. Payni θ Δ—ωι ὕδωρ ἐπιγίνεται. p. 262, 19. Payni κη Δ—ωι ἐπισημαίνει. | |
35 | p. 263, 18. Epiphi δ Δ—ωι ζέφυρος καὶ ὕδωρ ἑῶιον, εἶτα βο‐ ρέαι πρόδρομοι ἐπὶ ἡμέρας ζ. p. 267, 4. Epiphi κβ Δ—ωι ὕδωρ, καταιγίδες. p. 268, 21. Mesori β Δ—ωι, Ἱππάρχωι νότος καὶ καῦμα. p. 271, 22. Mesori κϛ Δ—ωι ἐπισημαίνει ὕδασι καὶ ἀνέμοις. | |
14,8 | IOANN. LYD. de mens. IV 16ff. p. 78, 15 Wünsch Δ—ος δὲ τὸν λίβα μετὰ ὄμβρου φησὶ γίνεσθαι. p. 79, 5 Δ—ος λέγει δύεσθαι τὸν Δελφῖνα καὶ τροπὴν ὡς ἐπὶ | |
πολὺ γίνεσθαι. | ||
5 | p. 79, 16 Δ—ος ἄνεμον λίβα πνεῦσαι λέγει. p. 109, 3 ἐν δὲ τῆι ἡμέραι τῶν Βακχαναλίων Δ—ος δύεσθαι τοὺς Ἰχθύας λέγει. p. 159, 16 ἐν ταύτηι τῆι ἡμέραι ὁ Δ. λέγει ἐναλλαγὴν ἀνέμων συμ‐ βαίνειν καὶ βροχῆς ἐπικράτειαν. | |
10 | p. 163, 10 ὁ Δ—ος τοὺς Ἐρίφους ἀνίσχειν καὶ βορρᾶν πνεῖν διισχυ‐ ρίζεται. p. 169, 3 ὁ Δ—ος λέγει τὸν ἥλιον 〈ἐν〉 Τοξότηι γίνεσθαι. | |
14a | ΑΜΙΛΛΑ ΚΛΕΨΥΔΡΑΙ [?]. | |
14b | ΟΥΡΑΝΟΓΡΑΦΙΗ. | |
14c | ΓΕΩΓΡΑΦΙΗ. | |
15 | AGATHEM. I 1. 2 εἶτα (1) Δαμάστης ὁ Σιγειεὺς [F Gr Hist. 5 T 4 I 153] τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου μεταγράψας Περίπλουν ἔγραψεν· ἑξῆς Δ. καὶ Εὔδοξος [fr. 1 Gisinger Στοιχεῖα VI, 10] καὶ ἄλλοι τινὲς | |
5 | γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο. (2) οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶ‐ τος δὲ Δ. πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα· συνήινεσε τούτωι καὶ | |
10 | Δικαίαρχος ὁ Περιπατητικός. | |
15a | ΠΟΛΟΓΡΑΦΙΗ. | |
15b | ΑΚΤΙΝΟΓΡΑΦΙΗ. | |
tit,15c-26a | ΜΟΥΣΙΚΑ | |
15c | ΠΕΡΙ ΡΥΘΜΩΝ ΚΑΙ ΑΡΜΟΝΙΗΣ. | |
16 | MALLIUS THEODOR. de metr. VI 589, 20 Keil metrum dacty‐ licum hexametrum inventum primitus ab Orpheo Critias [88 B 3] asserit, D. a Musaeo. | |
16a | ΠΕΡΙ ΠΟΙΗΣΙΟΣ. | |
17 | CIC. de orat. II 46, 194 saepe enim audivi poetam bonum ne‐ minem (id quod a Democrito et Platone in scriptis relictum esse dicunt) sine inflammatione animorum existere posse et sine quodam adflatu quasi furoris. de divin. I 38, 80 negat enim sine furore D. | |
5 | quemquam poetam magnum esse posse, quod idem dicit Plato. HORAT. d. art. poet. 295 ingenium misera quia fortunatius arte credit et excludit sanos Helicone poetas Democritus etc. | |
18 | CLEM. Strom. VI 168 [II 518, 20 St.] καὶ ὁ Δ. ὁμοίως ‘ποιητὴς δὲ ἅσσα μὲν ἂν γράφηι μετ’ ἐνθουσιασμοῦ καὶ ἱεροῦ πνεύματος, καλὰ κάρτα ἐστίν ...‘ | |
18a | ΠΕΡΙ ΚΑΛΛΟΣΥΝΗΣ ΕΠΕΩΝ. | |
18b | ΠΕΡΙ ΕΥΦΩΝΩΝ ΚΑΙ ΔΥΣΦΩΝΩΝ ΓΡΑΜΜΑΤΩΝ | |
19 | EUSTATH. ad. Γ 1 p. 370, 15 τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες καὶ μάλιστα Δ., ὃς καὶ τὸ μῦ μῶ λέγει aus Photius, dessen Glosse μῶ: τὸ μῦ στοιχεῖον Δ. erhalten ist. | |
20 | SCHOL. DIONYS. THRAC. p. 184, 3ff. Hilg. τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά εἰσιν ... παρὰ Δημοκρίτωι δὲ κλίνονται· λέγει | |
γὰρ δέλτατος καὶ θήτατος. | ||
20a | ΠΕΡΙ ΟΜΗΡΟΥ ἢ ΟΡΘΟΕΠΕΙΗΣ ΚΑΙ ΓΛΩΣΣΕΩΝ. | |
21 | DIO 36, 1 [II 109, 21 Arnim] ὁ μὲν Δ. περὶ Ὁμήρου φησὶν οὕτως· Ὅμηρος φύσεως λαχὼν θεαζούσης ἐπέων κόσμον ἐτεκτήνατο παντοίων‘, ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως οὕτως καλὰ καὶ σοφὰ ἔπη ἐργάσασθαι. | |
22 | PORPHYR. Quaest. hom. I 274, 9 Schrad. [zu Φ 252] οἱ δὲ κατεψεύσαντο τοῦ ποιητοῦ ὡς ‘μελανόστου‘ (statt μέλανος τοῦ) ὑφ’ ἓν ὡς Ὀρέστου εἰρηκότος διὰ τὸ καὶ Δημόκριτον ἱστορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀστᾶ μέλανα εἶναι καταψευδόμενοι τῆς ἀληθείας. | |
23 | SCHOL. HOM. Α Zu H 390 τὸ ‘ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι‘ εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθ’ ἑαυτὸν καὶ ἠρέμα, ὡς Δ. ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, | |
5 | ἀμφότερα προστικτέον. | |
24 | EUSTATH. Zu ο 376 p. 1784 ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώ‐ θη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιος, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. Δ. μὲν Πενίαν, Εὐφορίων δὲ Πάν‐ θειαν, Φιλόξενος δὲ ὁ Σιδώνιος Δανάην. | |
25 | —Zu μ 62 p. 1713 ἄλλοι δὲ Δία μὲν νοοῦσι τὸν ἥλιον ..., ἀμβροσίαν δὲ τὰς ἀτμίδας αἷς ὁ ἥλιος τρέφεται, καθὰ δοξάζει | |
καὶ Δ. | ||
26 | PROCL. in Crat. 16 p. 5, 25 Pasqu. ὅτι τῆς Κρατύλου δόξης γέ‐ γονε Πυθαγόρας τε καὶ Ἐπίκουρος, Δ. δὲ καὶ Ἀριστοτέλης τῆς Ἑρμο‐ γένους ... p. 6, 10 διὰ δὲ τοῦ θεμένου τὰ ὀνόματα τὴν ψυχὴν ἠινίτ‐ τετο, ἥτις ἀπὸ νοῦ μὲν ὑπέστη· καὶ αὐτὰ μὲν τὰ | |
5 | πράγματα οὐκ ἔστιν ὥσπερ ὁ νοῦς πρώτως, ἔχει δ’ αὐτῶν εἰκόνας καὶ λόγους οὐσιώδεις διεξοδικοὺς οἷον ἀγάλματα τῶν ὄντων ὥσπερ τὰ ὀνόματα ἀπομιμούμενα τὰ νοερὰ εἴδη, τοὺς ἀριθμούς· τὸ μὲν οὖν εἶναι πᾶσιν ἀπὸ νοῦ τοῦ ἑαυτὸν γινώ‐ σκοντος καὶ σοφοῦ, τὸ δ’ ὀνομάζεσθαι ἀπὸ ψυχῆς τῆς νοῦν μιμου‐ | |
10 | μένης. οὐκ ἄρα, φησὶ Πυθαγόρας, τοῦ τυχόντος ἐστὶ τὸ ὀνοματουρ‐ γεῖν, ἀλλὰ τοῦ τὸν νοῦν ὁρῶντος καὶ τὴν φύσιν τῶν ὄντων· φύσει ἄρα τὰ ὀνόματα. ὁ δὲ Δ. θέσει λέγων τὰ ὀνόματα διὰ τεσσάρων ἐπιχειρημάτων τοῦτο κατεσκεύαζεν· ἐκ τῆς ὁμωνυμίας· τὰ γὰρ διά‐ φορα πράγματα τῶι αὐτῶι καλοῦνται ὀνόματι· οὐκ ἄρα φύσει τὸ | |
15 | ὄνομα· καὶ ἐκ τῆς πολυωνυμίας· εἰ γὰρ τὰ διάφορα ὀνόματα ἐπὶ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἐφαρμόσουσιν, καὶ ἐπάλληλα, ὅπερ ἀδύ‐ νατον· τρίτον ἐκ τῆς τῶν ὀνομάτων μεταθέσεως. διὰ τί γὰρ τὸν Ἀριστοκλέα μὲν Πλάτωνα, τὸν δὲ Τύρταμον Θεόφραστον μετωνο‐ μάσαμεν, εἰ φύσει τὰ ὀνόματα; ἐκ δὲ τῆς τῶν ὁμοίων ἐλλείψεως· | |
20 | διὰ τί ἀπὸ μὲν τῆς φρονήσεως λέγομεν φρονεῖν, ἀπὸ δὲ τῆς δικαιο‐ σύνης οὐκέτι παρονομάζομεν; τύχηι ἄρα καὶ οὐ φύσει τὰ ὀνόματα. καλεῖ δὲ ὁ αὐτὸς τὸ μὲν πρῶτον ἐπιχείρημα πολύσημον, τὸ δὲ δεύτερον ἰσόρροπον, 〈τὸ δὲ τρίτον μετώνυμον〉, τὸ δὲ τέταρτον νώνυμον. | |
26a | ΟΝΟΜΑΣΤΙΚΩΝ. | |
tit,26b-28c | ΤΕΧΝΙΚΑ | |
26b | ΠΡΟΓΝΩΣΙΣ | |
26c(tit) | ΠΕΡΙ ΔΙΑΙΤΗΣ ἢ ΔΙΑΙΤΗΤΙΚΟΝ. | |
1 | Vgl. Hipp. Περὶ διαίτης Anf. [VI 466 L.] εἰ μέν μοί τις ἐδόκει τῶν πρό‐ τερον συγγραψάντων περὶ διαίτης ἀνθρωπίνης τῆς πρὸς ὑγίειαν ὀρθῶς ἐγνωκὼς συγγεγραφέναι πάντα διὰ παντὸς ... ἱκανῶς ἂν εἶχέ μοι ... τούτοισι χρέεσθαι ... νῦν δὲ πολλοὶ μὲν ἤδη συνέγραψαν κτλ. | |
26d | ΙΗΤΡΙΚΗ ΓΝΩΜΗ. | |
26e | ΑΙΤΙΑΙ ΠΕΡΙ ΑΚΑΙΡΙΩΝ ΚΑΙ ΕΠΙΚΑΙΡΙΩΝ. | |
26f | ΠΕΡΙ ΓΕΩΡΓΙΗΣ ἢ ΓΕΩΡΓΙΚΟΝ (ΓΕΩΡΓΙΚΑ). VARRO de r. rust. I 1, 8 [47 B 8]. COLUMELLA de r. rust. I praef. 32 accedit huc quod illi, quem nos perfectum esse volumus agricolam, si quidem artis consummatae sit et in universa rerum natura sagacitatem Demo‐ | |
5 | criti vel Pythagorae fuerit consecutus ..., ... profecerit, si ... | |
27 | COLUM. III 12, 5 status caeli, cuius regionem quam spectare de‐ beant vineae vetus est dissensio ... Democrito et Magone laudantibus caeli plagam septentrionalem, quia existiment ei subiectas feracissi‐ mas fieri vineas, quae tamen bonitate vini superentur. | |
27a | —IX 14, 6 progenerari posse apes iuvenco perempto Demo‐ | |
critus et Mago nec minus Vergilius prodiderunt. | ||
28 | COLUM. XI 3, 2 Democritus in eo libro quem Georgicon appellavit parum prudenter censet eos facere, qui hortis exstruant munimenta, quod neque latere fabricata maceries perennare possit pluviis ac tempestatibus plerumque infestata, eque lapide supra rei | |
5 | dignitatem poscat inpensa;; si vero amplum modum sepire quis velit, patrimonio esse opus. | |
28a | ΠΕΡΙ ΖΩΓΡΑΦΙΗΣ. | |
28b | ΤΑΚΤΙΚΟΝ. | |
28c | ΟΠΛΟΜΑΧΙΚΟΝ. | |
29 | APOLLON. Cit. in Hipp. p. 6, 29 Schöne ταύτης δὲ τῆς ἐμ‐ βολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ Βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν Ἱπποκρα‐ τείων λέξεων ἐξηγεῖται, ὅτι ‘ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς Ῥό‐ | |
5 | διοι ἄμβωνας καλοῦσι τοὺς τῶν ὀρῶν λόφους καὶ καθόλου τὰς προσα‐ ναβάσεισ‘. καὶ διὰ τούτων φησὶν πάλιν· ‘ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δ. εἴη καλῶν τῆς ἴτυος τὴν τῶι κοίλωι περικειμένην ὀφρὺν ἄμβην‘. | |
29a | APOLL. DYSC. de pron. p. 92, 20 Schn. αἱ πληθυντικαὶ καὶ κοινολεκτοῦνται κατ’ εὐθεῖαν πρός τε Ἰώνων καὶ Ἀττικῶν ἡμεῖς, ὑμεῖς, σφεῖς, ἔστιν 〈δὲ〉 πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐ‐ θείας παρ’ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον, Φερεκύδην [7 B 11], | |
5 | Ἑκαταῖον [FGrHist. 1 F 360 I 45]. | |
30 | CLEM. Protr. 68 (I 52, 16 St.). Strom. V 103 (II 394, 21). τῶν λογίων ἀνθρώπων ὀλίγοι ἀνατείναντες τὰς χεῖ‐ ρας ἐνταῦθα, ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες· ‘πάντα, 〈εἶπαν〉, Ζεὺς μυθέεται (?) καὶ πάνθ’ οὗτος οἶδε καὶ διδοῖ | |
5 | καὶ ἀφαιρέεται καὶ βασιλεὺς οὗτος τῶν πάντων‘. | |
31 | CLEM. Paed. I 6 (I 93, 15 Stähl.) ἰατρικὴ μὲν γὰρ κατὰ Δημόκριτον σώματος νόσους ἀκέεται, σοφίη δὲ ψυχὴν παθῶν ἀφαιρεῖται. | |
32 | — —94 (I 214, 9 St.) Hipp. Ref. VIII 14 (p. 234, 5 W.). STOB. III 6, 28. ξυνουσίη ἀποπληξίη σμικρή· ἐξέσσυται γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἀποσπᾶται πληγῆι τινι μεριζόμενος. | |
33 | CLEM. Strom. IV 151 (II 314, 12 St.) STOB. II 31, 65 | |
[II 213, 1 W.]. ἡ φύσις καὶ ἡ διδαχὴ παραπλήσιόν ἐστι. καὶ γὰρ ἡ διδαχὴ μεταρυσμοῖ τὸν ἄνθρωπον, μεταρυσμοῦσα δὲ φυ‐ | ||
5 | σιοποιεῖ. | |
34 | DAVID Prol. 38, 14 Busse καὶ ὥσπερ ἐν τῶι παντὶ ὁρῶμεν τὰ μὲν μόνως ἄρχοντα οἷον τὰ θεῖα, τὰ δὲ καὶ ἄρχοντα καὶ ἀρχόμενα οἷον τὰ ἀνθρώπεια (ταῦτα γὰρ καὶ ἄρχονται ἐκ τῶν θείων καὶ ἄρ‐ χουσι τῶν ἀλόγων ζώιων), τὰ δὲ μόνως ἀρχόμενα ὡς τὰ ἄλογα | |
5 | ζῶια, τὸν αὐτὸν τρόπον καὶ ἐν τῶι ἀνθρώπωι μικρῶι κόσμωι ὄντι κατὰ τὸν Δημόκριτον ταῦτα θεωροῦνται. καὶ τὰ μὲν μόνως ἄρχουσιν, ὥσπερ ὁ λόγος, τὰ δὲ καὶ ἄρχονται καὶ ἄρχουσιν ὡς ὁ θυμός ... τὰ δὲ μόνως ἄρχονται ὥσπερ ἡ ἐπιθυμία. GAL. de usu partt. III 10 (III 241 K., I 177, 10 Helmr.) ἀλλὰ καὶ τὸ ζῶιον οἷον | |
10 | μικρόν τινα κόσμον εἶναί φασιν ἄνδρες παλαιοὶ περὶ φύσιν ἱκανοί. | |
tit,35-115 | ΔΗΜΟΚΡΑΤΟΥΣ ΓΝΩΜΑΙ | |
35 | DEMOKRATES 1. γνωμέων μευ τῶνδε εἴ τις ἐπαΐοι ξὺν νόωι, πολλὰ μὲν ἕρξει πράγματ’ ἀνδρὸς ἀγαθοῦ ἄξια, | |
πολλὰ δὲ φλαῦρα οὐχ ἕρξει. | ||
36 | DEMOKRATES 2. ψυχῆς ... τίθησιν [STOB. | |
III 1, 27; s. B 187]. | ||
37 | —3. ὁ τὰ ψυχῆς ἀγαθὰ αἱρεόμενος τὰ θειό‐ τερα αἱρέεται· ὁ δὲ τὰ σκήνεος τὰ ἀνθρωπήϊα. | |
38 | —4. καλὸν μὲν τὸν ἀδικέοντα κωλύειν· εἰ δὲ μή, μὴ ξυναδικέειν. | |
39 | —5. ἀγαθὸν ἢ εἶναι χρεὼν ἢ μιμεῖσθαι [Stob. III 37, 25]. | |
40 | —6. οὔτε σώμασιν οὔτε χρήμασιν εὐδαιμο‐ νοῦσιν ἄνθρωποι, ἀλλ’ ὀρθοσύνηι καὶ πολυφροσύνηι. | |
41 | —7. μὴ διὰ φόβον, ἀλλὰ διὰ τὸ δέον ἀπέχε‐ σθαι ἁμαρτημάτων [Stob. III 1, 95] | |
42 | —8. μέγα τὸ ἐν ξυμφορῆισι φρονεῖν ἃ δεῖ [Stob. IV 44, 68]. | |
43 | —9. μεταμέλεια ἐπ’ αἰσχροῖσιν ἔργμασι βίου σωτηρίη. | |
44 | —10. ἀληθόμυθον χρὴ εἶναι, οὐ πολύλογον | |
[Stob. III 12, 13]. | ||
45 | DEMOKRAT. 11. ὁ ἀδικῶν τοῦ ἀδικουμένου κακοδαιμονέστερος. | |
46 | —12. μεγαλοψυχίη τὸ φέρειν πραέως πλημμέλειαν [Stob. IV 44, 69]. | |
47 | —13. νόμωι καὶ ἄρχοντι καὶ τῶι σοφω‐ τέρωι εἴκειν κόσμιον [Stob. III 1, 45]. | |
48 | —14. μωμεομένων φλαύρων ὁ ἀγαθὸς οὐ ποιεῖται λόγον [Stob. III 38, 46]. | |
49 | —15. χαλεπὸν ἄρχεσθαι ὑπὸ χερείονος [Stob. IV 4, 27]. | |
50 | —16. ὁ χρημάτων παντελῶς ἥσσων οὐκ ἄν ποτε εἴη δίκαιος. | |
51 | —17. ἰσχυρότερος ἐς πειθὼ λόγος πολλα‐ χῆι γίνεται χρυσοῦ [Stob. II 4, 12]. | |
52 | —18. τὸν οἰόμενον νοῦν ἔχειν ὁ νουθετέων | |
ματαιοπονεῖ [Stob. III 10, 42]. | ||
53 | —19. πολλοὶ λόγον μὴ μαθόντες ζῶσι κατὰ λόγον. | |
53a | —. πολλοὶ δρῶντες τὰ αἴσχιστα λόγους ἀρίστους ἀσκέουσιν [Stob. II 15, 33]. | |
54 | —20. οἱ ἀξύνετοι δυστυχέοντες σωφρονέ‐ ουσι. | |
55 | —21. ἔργα καὶ πρήξιας ἀρετῆς, οὐ λόγους, ζηλοῦν χρειών [Stob. II 15, 36]. | |
56 | —22. τὰ καλὰ γνωρίζουσι καὶ ζηλοῦσιν οἱ εὐφυέες πρὸς αὐτά. | |
57 | —23. κτηνέων μὲν εὐγένεια ἡ τοῦ σκήνεος εὐσθένεια, ἀνθρώπων δὲ ἡ τοῦ ἤθεος εὐτροπίη [Stob. IV 29, 18]. | |
58 | —23a. ἐλπίδες αἱ τῶν ὀρθὰ φρονεόντων ἐφικταί, αἱ δὲ τῶν ἀξυνέτων ἀδύνατοι [Stob. IV 46, 18]. | |
59 | —24. οὔτε τέχνη οὔτε σοφίη ἐφικτόν, ἢν | |
μὴ μάθηι τις [Stob. II 31, 71]. | ||
60 | DEMOKRAT. 25. κρέσσον τὰ οἰκήϊα ἐλέγχειν ἁμαρτήματα ἢ τὰ ὀθνεῖα [Stob. III 13, 46]. | |
61 | —26. οἷσιν ὁ τρόπος ἐστὶν εὔτακτος, τού‐ τοισι καὶ ὁ βίος συντέτακται [Stob. III 37, 25]. | |
62 | —27. ἀγαθὸν οὐ τὸ μὴ ἀδικεῖν, ἀλλὰ τὸ μηδὲ ἐθέλειν [Stob. III 9, 29]. | |
63 | —28. εὐλογέειν ἐπὶ καλοῖς ἔργμασι καλόν· τὸ γὰρ ἐπὶ φλαύροισι κιβδήλου καὶ ἀπατεῶνος ἔργον [Stob. III 14, 8]. | |
64 | —29. πολλοὶ πολυμαθέες νοῦν οὐκ ἔχουσιν [Stob. III 4, 81]. | |
65 | —30. πολυνοΐην, οὐ πολυμαθίην ἀσκέειν χρή. Vgl. Heraklit B 40. | |
66 | —31. προβουλεύεσθαι κρεῖσσον πρὸ τῶν πράξεων ἢ μετανοεῖν. | |
67 | —32. μὴ πᾶσιν, ἀλλὰ τοῖς δοκίμοισι πι‐ | |
στεύειν· τὸ μὲν γὰρ εὔηθες, τὸ δὲ σωφρονέοντος. | ||
68 | —33. δόκιμος ἀνὴρ καὶ ἀδόκιμος οὐκ ἐξ ὧν πράσσει μόνον, ἀλλὰ καὶ ἐξ ὧν βούλεται. | |
69 | —34. ἀνθρώποις πᾶσι τωὐτὸν ἀγαθὸν καὶ ἀληθές· ἡδὺ δὲ ἄλλωι ἄλλο. | |
70 | —35. παιδός, οὐκ ἀνδρὸς τὸ ἀμέτρως ἐπι‐ θυμεῖν. | |
71 | —36. ἡδοναὶ ἄκαιροι τίκτουσιν ἀηδίας. | |
72 | —37. αἱ περί τι σφοδραὶ ὀρέξεις τυφλοῦσιν εἰς τἆλλα τὴν ψυχήν. | |
73 | —38. δίκαιος ἔρως ἀνυβρίστως ἐφίεσθαι τῶν καλῶν [Stob. III 5, 23]. | |
74 | —39. ἡδὺ μηδὲν ἀποδέχεσθαι, ἢν μὴ συμ‐ φέρηι. | |
75 | —40. κρέσσον ἄρχεσθαι τοῖς ἀνοήτοισιν ἢ ἄρχειν [Stob. IV 2, 13]. | |
76 | —41. νηπίοισιν οὐ λόγος, ἀλλὰ ξυμφορὴ | |
γίνεται διδάσκαλος. | ||
77 | DEMOKRAT. 42. δόξα καὶ πλοῦτος ἄνευ ξυνέ‐ σιος οὐκ ἀσφαλέα κτήματα [Stob. III 4, 82]. | |
78 | —43. χρήματα πορίζειν μὲν οὐκ ἀχρεῖον, ἐξ ἀδικίης δὲ πάντων κάκιον [Stob. IV 31, 121]. | |
79 | —44. χαλεπὸν μιμεῖσθαι μὲν τοὺς κακούς, μηδὲ ἐθέλειν δὲ τοὺς ἀγαθούς. | |
80 | —45. αἰσχρὸν τὰ ὀθνεῖα πολυπραγμονέ‐ οντα ἀγνοεῖν τὰ οἰκήϊα. | |
81 | —46. τὸ ἀεὶ μέλλειν ἀτελέας ποιεῖ τὰς πρήξιας [Stob. III 29, 67]. | |
82 | —47. κίβδηλοι καὶ ἀγαθοφανέες οἱ λόγωι μὲν ἅπαντα, ἔργωι δὲ οὐδὲν ἔρδοντες. —*48. μακάριος, ὃς οὐσίαν καὶ νοῦν ἔχει· χρῆται γὰρ εἰς ἃ δεῖ καλῶς. | |
83 | —49. ἁμαρτίης αἰτίη ἡ ἀμαθίη τοῦ κρέσ‐ | |
σονος. | ||
84 | —50. ἑωυτὸν πρῶτον αἰσχύνεσθαι χρεὼν τὸν αἰσχρὰ ἔρδοντα. | |
85 | —51. ὁ ἀντιλογεόμενος καὶ πολλὰ λεσχη‐ νευόμενος ἀφυὴς ἐς μάθησιν ὧν χρή [Stob. II 31, 73]. | |
86 | —52. πλεονεξίη τὸ πάντα λέγειν, μηδὲν δὲ ἐθέλειν ἀκούειν [Stob. III 36, 24]. | |
87 | —53. τὸν φαῦλον παραφυλάττειν δεῖ, μὴ καιροῦ λάβηται. | |
88 | —54. ὁ φθονέων ἑωυτὸν ὡς ἐχθρὸν λυπέει [Stob. III 38. 47]. | |
89 | —55. ἐχθρὸς οὐχ ὁ ἀδικέων, ἀλλὰ ὁ βουλό‐ μενος. | |
90 | —56. ἡ τῶν συγγενῶν ἔχθρη τῆς τῶν ὀθνείων χαλεπωτέρη μάλα. | |
91 | —57. μὴ ὕποπτος πρὸς ἅπαντας, ἀλλ’ | |
εὐλαβὴς γίνου καὶ ἀσφαλής. | ||
92 | DEMOKRAT. 58. χάριτας δέχεσθαι χρεὼν προσκοπευόμενον κρέσσονας αὐτῶν ἀμοιβὰς ἀποδοῦναι. | |
93 | —59. χαριζόμενος προσκέπτεο τὸν λαμ‐ βάνοντα, μὴ κακὸν ἀντ’ ἀγαθοῦ κίβδηλος ἐὼν ἀποδῶι. | |
94 | —60. μικραὶ χάριτες ἐν καιρῶι μέγισται τοῖς λαμβάνουσι. | |
95 | —61. τιμαὶ παρὰ τοῖς εὖ φρονέουσι μέγα δύνανται, οἳ ξυνιᾶσι τιμώμενοι. | |
96 | —62. χαριστικὸς οὐχ ὁ βλέπων πρὸς τὴν ἀμοιβήν, ἀλλ’ ὁ εὖ δρᾶν προηιρημένος. | |
97 | —63. πολλοὶ δοκέοντες εἶναι φίλοι οὐκ εἰσί, καὶ οὐ δοκέοντες εἰσίν. | |
98 | —64. ἑνὸς φιλίη ξυνετοῦ κρέσσων ἀξυνέ‐ των πάντων. | |
99 | —65. ζῆν οὐκ ἄξιος, ὅτωι μηδὲ εἷς ἐστι | |
χρηστὸς φίλος. | ||
100 | —66. ὅτεωι μὴ διαμένουσιν ἐπὶ πολλὸν οἱ πειραθέντες φίλοι, δύστροπος. | |
101 | —67. ἐκτρέπονται πολλοὶ τοὺς φίλους, ἐπὴν ἐξ εὐπορίης εἰς πενίην μεταπέσωσιν. | |
102 | —68. καλὸν ἐν παντὶ τὸ ἶσον· ὑπερβολὴ δὲ καὶ ἔλλειψις οὔ μοι δοκέει. | |
103 | —69. οὐδ’ ὑφ’ ἑνὸς φιλέεσθαι δοκέει μοι ὁ φιλέων μηδένα. | |
104 | —70. γέρων εὔχαρις ὁ αἱμύλος καὶ σπου‐ δαιόμυθος. | |
105 | —71. σώματος κάλλος ζωιῶδες, ἢν μὴ νοῦς ὑπῆι. | |
106 | —72. ἐν εὐτυχίηι φίλον εὑρεῖν εὔπορον, | |
ἐν δὲ δυστυχίηι πάντων ἀπορώτατον. | ||
107 | DEMOKRATES 73. φίλοι οὐ πάντες οἱ ξυγγε‐ νέες, ἀλλ’ οἱ ξυμφωνέοντες περὶ τοῦ ξυμφέροντος. | |
107a | —74. ἄξιον ἀνθρώπους ὄντας ἐπ’ ἀνθρώ‐ πων συμφοραῖς μὴ γελᾶν, ἀλλ’ ὀλοφύρεσθαι. | |
108 | —75. διζημένοισι τἀγαθὰ μόλις παραγίνε‐ ται, τὰ δὲ κακὰ καὶ μὴ διζημένοισιν [Stob. IV 34, 58]. | |
109 | —76. οἱ φιλομεμφέες εἰς φιλίην οὐκ εὐφυέες. | |
110 | —77. γυνὴ μὴ ἀσκείτω λόγον· δεινὸν γάρ. | |
111 | —78. ὑπὸ γυναικὸς ἄρχεσθαι ὕβρις εἴη ἂν ἀνδρὶ ἐσχάτη [Stob. IV 23, 39]. | |
112 | —79. θείου νοῦ τὸ ἀεί τι διαλογίζεσθαι καλόν. —*80. ἢν πιστεύηι τις θεοὺς ἐπισκοπεύειν πάντα, οὔτε λάθρη | |
οὔτε φανερῶς ἁμαρτήσεται | ||
113 | —81. μεγάλα βλάπτουσι τοὺς ἀξυνέτους οἱ ἐπαινέοντες. | |
114 | —82. βέλτερον ὑφ’ ἑτέρου ἢ ὑφ’ ἑαυτοῦ ἐπαινέεσθαι. | |
115 | —83. ἢν μὴ γνωρίζηις τοὺς ἐπαίνους, κολακεύεσθαι ἡγέο. —*84. ὁ κόσμος σκηνή, ὁ βίος πάροδος· ἦλθες, εἶδες, ἀπῆλθες. | |
5 | —*85. ὁ κόσμος ἀλλοίωσις, ὁ βίος ὑπόληψις —*86. τίμιον ὀλίγη σοφία ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης. | |
116 | DIOG. IX 36 CIC. Tusc. v 36, 104 intellegendum est igitur nec gloriam popularem ipsam per sese expetendam nec ignobilitatem extimescendam. ‘veni Athenas‘ inquit D. ‘neque me quisquam ibi adgnovit‘. constantem hominem et gravem, qui glorietur a gloria se afuisse. | |
5 | ἦλθον γὰρ εἰς Ἀθήνας καὶ οὔ τίς με ἔγνωκεν. | |
117 | DIOG. IX 72 Δ. δὲ τὰς ποιότητας ἐκβάλλων, ἵνα φησί ‘νόμωι θερμόν, νόμωι ψυχρόν, ἐτεῆι δὲ ἄτομα καὶ κενόν‘ [B 125] καὶ πάλιν· ἐτεῆι δὲ οὐδὲν ἴδμεν· ἐν βυθῶι γὰρ ἡ ἀλήθεια. | |
5 | Vgl. CIC. Ac. pr. II 10, 32 naturam accusa, quae in profundo veritatem, ut ait D., penitus abstruserit. | |
118 | DIONYSIOS, bei Eus. P. E. XIV 27, 4 Δ. γοῦν αὐτός, ὥς φασιν, ἔλεγε βούλεσθαι μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν ἢ τὴν Περσῶν οἱ βασιλείαν γενέσθαι· καὶ ταῦτα μάτην καὶ ἀναιτίως αἰτιολογῶν ὡς ἀπὸ κενῆς ἀρχῆς καὶ ὑποθέσεως | |
5 | πλανωμένης ὁρμώμενος καὶ τὴν ῥίζαν καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγούμενος τὴν τῶν ἀσόφως καὶ ἠλιθίως συμβαινόν‐ των κατανόησιν, καὶ τὴν τύχην τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς, καὶ βασιλίδα, καὶ πάντα γενέσθαι κατ’ αὐτὴν ἀποφαινόμενος, τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποκηρύττων βίου καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων ἀγνώμονας. | |
119 | — —(5) τῶν γοῦν ὑποθηκῶν ἀρχόμενος λέγει ‘ἄνθρω‐ ποι ... ἰδίης ἀνοίησ‘. φύσει γὰρ γνώμηι τύχη μάχεται· καὶ τὴν ἐχθίστην τῆι φρονήσει ταύτην αὐτὴν ἔφασαν κρατεῖν· μᾶλλον δὲ καὶ ταύτην ἄρδην ἀναιροῦν‐ τες καὶ ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς· οὐ γὰρ εὐτυχῆ τὴν φρόνησιν, | |
5 | ἀλλ’ ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην. STOB. II 8, 16 Δ—ου. ἄνθρωποι ... κατιθύνει. EPICUR. Sent. 16 [p. 74, 17 Us.] βραχέα σοφῶι τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διώικηκε καὶ κατὰ τὸν συνεχῆ χρόνον τοῦ βίου διοικεῖ καὶ διοικήσει. | |
ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο πρόφασιν ἰδίης | ||
10 | ἀβουλίης. βαιὰ γὰρ φρονήσει τύχη μάχεται, τὰ δὲ πλεῖ‐ στα ἐν βίωι εὐξύνετος ὀξυδερκείη κατιθύνει. | |
120 | EROTIAN. p. 90, 18 N. φλέβας δὲ οὐ τὰς συνήθως λεγο‐ μένας, ἀλλὰ τὰς ἀρτηρίας ὠνόμασε. καὶ ὁ Δ. δὲ φλεβοπαλίην καλεῖ τὴν τῶν ἀρτηριῶν κίνησιν. | |
121 | EUSTATH. zu β 190 p. 1441 Δ. δὲ ‘ἐπιτηδειέστατον‘ φησί. | |
122 | ETYM. GEN. ἀλαπάξαι: ἐκπορθῆσαι παρὰ τὴν λάπαθον τὴν βοτάνην ἥ ἐστι κενωτικὴ γαστρός. καὶ Δ. τοὺς βόθρους τοὺς παρὰ τῶν κυνηγετῶν γινομένους λαπάθους καλεῖ διὰ τὸ κεκενῶσθαι. ANECD. BEKK. LEX. VI 374, 14 ἀμέλει Δ. τοὺς βόθρους τοὺς πρὸς | |
5 | τῶν κυνηγῶν σκαπτομένους οἷς ὑπεράνω κόνις λεπτὴ ἐπιχεῖται καὶ φρύγανα ἐπιβάλλεται, ἵνα οἱ λαγωοὶ ἐμπίπτωσιν εἰς αὐτούς, λαπά‐ θους φησὶ καλεῖσθαι. | |
122a | —γυνή: ... ἤ, ὡς Δ., γονή τις οὖσα, ἡ γονῆς δεκτική. | |
123 | —δείκελον: παρὰ δὲ Δημοκρίτωι κατ’ εἶδος ὁμοία τοῖς πράγμασιν ἀπόρροια. | |
124 | [GALEN]. d. defin. med. 439 [XIX 449 K.] ἐκκρίνεται τὸ σπέρμα ὥσπερ Πλάτων (Tim. 91 A) φησὶ καὶ Διοκλῆς [fr. 170 S. 196 Wellm.] ἀπὸ ἐγκεφάλου καὶ νωτιαίου· Πραξαγόρας δὲ καὶ Δ. ἔτι τε Ἱππο‐ κράτης ἐξ ὅλου τοῦ σώματος, ὁ μὲν Δ. λέγων ‘ἄνθρωποι εἷς ἔσται | |
5 | καὶ ἄνθρωπος πάντεσ‘ [?]. | |
125 | GALEN. de medic. empir. fr. ed. H. Schöne [Berl. Sitz. Ber. 1901] 1259, 8 ὃς γὰρ οὐδ’ ἄρξασθαι δύναται τῆς ἐναργείας χωρίς, πῶς ἂν οὗτος πιστὸς εἴη, παρ’ ἧς ἔλαβε τὰς ἀρχάς, κατὰ ταύτης θρασυνόμενος; τοῦτο καὶ Δ. εἰδώς, ὁπότε τὰ φαινόμενα διέβαλε, | |
5 | ‘νόμωι χροιή, νόμωι γλυκύ, νόμωι πικρόν‘, εἰπών, ‘ἐτεῆι δ’ ἄτομα καὶ κενόν‘, ἐποίησε τὰς αἰσθήσεις λεγούσας πρὸς τὴν διάνοιαν οὕτως· ‘τάλαινα φρήν, παρ’ ἡμέων λαβοῦσα τὰς πίστεις ἡμέας καταβάλλεις; πτῶμά τοι τὸ κατάβλημα‘. | |
126 | —de differ. puls. I 25 [VIII 551 K] κοινὸν μέν, ἀφ’ οὗ καὶ τοὔνομα ἑκατέροις, τῶι μὲν κυματώδει τὸ οἷον κύματα ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν ἕτερον ἐφ’ ἑτέρωι, τῶι δὲ σκωληκίζοντι σκώληκος ἐοικέναι πορείαι | |
5 | καὶ αὐτοῦ τοῦ ζώιου κυματωδῶς κινουμένου, καθάπερ καὶ Δ. λέγει που περὶ τῶν τοιούτων διαλεγόμενος τῶν ‘ὅσα κυματοειδῶς ἀνὰ τὴν πορείαν πλάζεται‘. ARISTOT. Hist. anim. E 19. 551 b 6 γίνονται δὲ καὶ τὰ ὕπερα καὶ τὰ πηνία ἔκ τινων τοιούτων ἄλλων, αἳ κυμαίνουσι τῆι πορείαι καὶ προβᾶσαι τῶι ἑτέρωι κάμψασαι ἐπι‐ | |
10 | βαίνουσιν. | |
127 | HERODIAN. π. καθολ. προς. bei Eustath. zu ξ 428 p. 1766 [II 445, 9 L.] καὶ Δ. ‘ξυόμενοι ἄνθρωποι ἥδονται καί σφιν | |
γίνεται ἅπερ τοῖς ἀφροδισιάζουσιν‘. | ||
128 | —π. καθολ. προς. bei Theogn. p. 79 [I 355, 19 L.] εἰς ων οὐδέτερον μονογενὲς ἢ εἰς ην ἢ εἰς αν ἢ εἰς εν ἢ εἰς ιν ἢ εἰς υν οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δ—ωι βεβίασται. | |
129 | —περὶ παθῶν in Et. gen. s. νένωται [II 253 L.] καὶ πάλιν ὡς χρυσόονται, χρυσοῦνται οὕτω καὶ νόονται, νοῦνται. Δ. φρενὶ θεῖα νοῦνται. | |
129a | — —Epimer. Hom. 396, 11 [II 224 n. L.] καὶ παρὰ τὸ κλίνω κέκλιται παρὰ τῶι Δ—ωι χωρὶς τοῦ ν. | |
130 | HESYCH. ἀμφιδήτιοι· ὡς κρίκοι διάκενοι παρὰ Δ—ωι. | |
131 | —ἀπάτητον: τὸ ἀνωμάλως συγκείμενον παρὰ Δ—ωι. | |
132 | —ἀσκαληρές: ἰσόπλευρον παρὰ Δ—ωι. | |
133 | —βροχμώδης: ἡ νοτερὰ καὶ ἁπαλή. Δ—ος. | |
134 | —βρόχος: ἀγκύλη Δ—ος, ἀγχόνη, δεσμός. | |
135 | —δεξαμεναί: ὑδάτων δοχεῖα, καὶ ἐν τῶι σώματι φλέ‐ βες. Δ—ου. | |
136 | —δυοχοῖ: πωματίζει παρὰ Δ—ωι. Vgl. δυοχῶσαι: πωμάσαι. | |
137 | —συγγονή: σύστασις. Δ—ος. | |
138 | —ἀμειψικοσμίη: μετακόσμησις. | |
139 | —ἀμειψιρυσμεῖν: ἀλλάσσειν τὴν σύγκρισιν ἢ μετα‐ μορφοῦσθαι. | |
139a | ἀμειψίχρο〈ο〉ν: μεταβάλλον | |
τὰ 〈χρώματα〉. | ||
140 | HESYCH. εὐεστώ: ... εὐδαιμονία ἀπὸ τοῦ εὖ ἑστάναι τὸν οἶκον. | |
141 | —ἰδέα: ἡ ὁμοιότης, μορφή, εἶδος. καὶ τὸ ἐλάχιστον σῶμα. | |
142 | OLYMPIOD. in Plat. Phileb.2 p. 242 Stallb. τί τὸ τοσοῦτον σέβας περὶ τὰ θεῶν ὀνόματα τοῦ Σωκράτους; ἢ ὅτι πάλαι καθιέρωται τοῖς οἰκείοις τὰ οἰκεῖα καὶ ἄτοπον κινεῖν τὰ ἀκίνητα ἢ ὅτι φύσει αὐτοῖς ὠικείωται κατὰ τὸν ἐν Κρατύλωι | |
5 | λόγον ἢ ὅτι ἀγάλματα φωνήεντα καὶ ταῦτά ἐστι τῶν θεῶν, ὡς Δ.; HIEROCL. in Pyth. c. aur. 25 τὸ τοῦ Διὸς ὄνομα σύμβολόν ἐστι καὶ εἰκὼν ἐν φωνῆι δημιουργικῆς οὐσίας τῶι τοὺς πρώτους θεμένους τοῖς πράγμασι τὰ ὀνόματα διὰ σοφίας ὑπερβολὴν ὥσπερ τινὰς ἀγαλματοποιοὺς ἀρίστους διὰ τῶν ὀνομά‐ | |
10 | των ὡς δι’ εἰκόνων ἐμφανίσαι αὐτῶν τὰς δυνάμεις. | |
143 | PHILODEM. de ira 28, 17 G. κἀπαντῶσι δὲ πολλάκι πολλαὶ συμφοραὶ καὶ φίλοις καὶ προσήκουσιν ἄλλοις, ἔστι δ’ ὅτε καὶ πατρίσι καὶ βασιλείαις, οὐ πάλαι μόνον, ὅθ’ ἡ μῆνις ἐκείνη μυρί’ Ἀχαιοῖς ἄλγη ἔθηκεν, ἀλλ’ ὁσημέραι, καὶ μικροῦ δεῖν ‘ὅσα τις ἂν νώσαιτο‘ | |
5 | κατὰ Δημόκριτον ‘κακά‘ πάντα παρακολουθεῖ διὰ τὰς ὑπερμέτρους ὀργάς. | |
144 | —de music. Δ 31 p. 108, 29 Kemke Δ. μὲν τοίνυν, ἀνὴρ οὐ φυσιολογώτατος μόνον τῶν ἀρχαίων, ἀλλὰ καὶ τῶν ἱστορουμένων οὐδενὸς ἧττον πολυπράγμων, μουσικήν φησι νεωτέραν εἶναι καὶ τὴν αἰτίαν ἀποδίδωσι λέγων μὴ ἀποκρῖναι τἀναγκαῖον, | |
5 | ἀλλὰ ἐκ τοῦ περιεῦντος ἤδη γενέσθαι. | |
144a | PHOTIUS Lex. A S. 106, 23 Reitzenst. ἀναβήσομαι Δ.: ἐπανεξελεύσομαι 〈ἐπὶ τὰ〉 ἐξ ἀρχῆς. | |
145 | PLUT. de puer. ed. 14 p. 9 F [vgl. A. 1 II 82, 14] λόγος γὰρ ἔργου σκιή, κατὰ Δημόκριτον. | |
146 | —de prof. in virt. 10 p. 81 A τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῶι καὶ κατὰ Δημόκριτον αὐτὸν ἐξ ἑαυτοῦ τὰς τέρψιας ἐθιζόμενον λαμβάνειν. | |
147 | —de sanit. praec. 14 p. 129 A ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ συσὶν ἐπὶ φορυτῶι μαργαι‐ νούσαις, ὡς ἔφη Δ., ἐπιμελῶς προσέχειν σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν | |
5 | μηδὲ προφυλάττειν μηδὲ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῶι γενησομένου καὶ μέλλοντος. CLEM. Protr. 92, 4 (I 68, 7 St.) οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβό‐ ρους τὰ ἡδονῆς ῥεύματα καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυ‐ φάς, ὑώδεις τινὲς ἄνθρωποι. ὕες γάρ, φησίν, ἥδονται βορβόρωι μᾶλλον ἢ καθαρῶι ὕδατι [vgl. 22 B 13. 37] καὶ ἐπὶ φορυτῶι μαργαίνουσιν κατὰ Δημόκριτον. | |
10 | Vgl. [THEOPHR.] de sign. 49 καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν σύες περὶ φορυτοῦ μάχωνται καὶ φύρωσιν. ARAT. 1123 σύες φορυτῶι ἔπι μαργαίνουσαι. σύες ἐπὶ φορυτῶι μαργαίνουσιν. | |
148 | —de amore prol. 3 p. 495 E ὅταν δὲ τὴν γονὴν ἀναλά‐ βηι προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείληι ῥιζώσεως γενομένης (‘ὁ γὰρ ὀμφαλὸς πρῶτον ἐν μήτρηισιν, ὥς φησι Δ., ἀγκυρη‐ βόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα | |
5 | τῶι γεννωμένωι καρπῶι καὶ μέλλοντι) τοὺς μὲν ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις κτλ. | |
149 | PLUT. Animine an corp. aff. 2 p. 500 D λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοῦ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τε ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἀνοίξηις ἔνδοθεν, ποικίλον τι καὶ πολυπαθὲς κακῶν | |
5 | ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δ., οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλ’ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς οὖσα τοῖς πάθεσιν. | |
150 | —Quaest. conv. I 1, 5 p. 614D E οὕτω τὰς ψυ‐ χὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαν‐ τέων δὲ κατὰ Δημόκριτον καὶ ἱμαντελικτέων λόγους ἀφετέον. | |
151 | — —II 10, 2 p. 643 F ἐν γὰρ ξυνῶι ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν, ὥς φησιν ὁ Δ. | |
152 | — —IV 2, 4 p. 665 F τὸ κεραύνιον πῦρ ἀκριβείαι καὶ λεπτό‐ τητι θαυμαστόν ἐστιν, αὐτόθεν τε τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῶι τῆς περὶ τὴν κίνησιν ὀξύτητος ἀποσειομένης καὶ διακαθαιρούσης. ‘διό‐ | |
5 | βλητον μὲν οὐδέν, ὥς φησι Δ., 〈οἷον μὴ τὸ〉 παρ’ αἰθρίης | |
στέγειν 〈εὐαγὲσ〉 σέλασ‘. | ||
153 | —Reip. ger. praec. 28 p. 821 A τήν γ’ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίαι καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ τοῖς πέλας ἁνδάνειν, ὡς ἠξίου Δ. PHILOD. de adulat. pap. | |
5 | 1457 c. 10 [Crönert Kolot. S. 130] μᾶλλον δὲ καὶ τοῖς ἰδιώταις ἄνευ τῆς τοιαύτης ἀρεσκείας ὁρᾶται κατακτώμενα. Δημόκριτον μέντοι Νικασικράτης ἐπαινῶν κακίζοντα ἐπὶ 〈τῶι〉 τοῖς πέ[λ]α[ς] ἁνδά‐ νειν ὡς ζη[μιώδη] τὴν ἀρέσκειαν οὐκ οἶδ’ ὅπως ὁμολογεῖ τοῖς περὶ τὸν Ἐπίκουρον. | |
154 | —de sollert. anim. 20 p. 974 A γελοῖοι δ’ ἴσως ἐσμὲν ἐπὶ τῶι μανθάνειν τὰ ζῶια σεμνύνοντες, ὧν ὁ Δ. ἀποφαίνει μαθη‐ τὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς· ἀράχνης ἐν ὑφαν‐ τικῆι καὶ ἀκεστικῆι, χελιδόνος ἐν οἰκοδομίαι, καὶ τῶν | |
5 | λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ὠιδῆι κατὰ μίμησιν. | |
155 | —de commun. not. 39 p. 1079 E ἔτι τοίνυν ὅρα τίνα τρό‐ πον ἀπήντησε [Chrysippos] Δημοκρίτωι διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς· εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδωι, τί χρὴ διανοεῖσθαι τὰς τῶν τμημάτων ἐπιφανείας, ἴσας ἢ | |
5 | ἀνίσους γιγνομένας; ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς καὶ τραχύτητας, ἴσων δ’ οὐσῶν ἴσα τμή‐ ματα ἔσται καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνος, ἐξ ἴσων συγκείμενος καὶ οὐκ ἀνίσων κύκλων, | |
10 | ὅπερ ἐστὶν ἀτοπώτατον. | |
155a | ARISTOT. de caelo Γ 8. 307a 17 Δημοκρίτωι δὲ καὶ ἡ σφαῖρα ὡς γωνία τις οὖσα τέμνει. SIMPL. de caelo p. 662, 10 ἔστι δὲ ... τὸ σφαιρικὸν ὅλον γωνία (Aristot. 307a 2)· εἰ γὰρ τὸ συγκεκαμμένον ἐστὶ γωνία, ἡ δὲ σφαῖρα καθ’ ὅλην ἑαυτὴν συγκέ‐ | |
5 | καμπται, εἰκότως ὅλη γωνία λέγεται. | |
156 | PLUT. adv. Colot. 4 p. 1108F ἐγκαλεῖ δ’ αὐτῶι πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον ἢ τοῖον εἶναι συγκέχυκε τὸν βίον ἀλλὰ τοσοῦτόν γε Δ. ἀπο‐ δεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον τῶν πραγμά‐ | |
5 | των ἕκαστον, ὥστε Πρωταγόραι τῶι σοφιστῆι τοῦτο εἰπόντι με‐ μαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδ’ ὄναρ ἐντυχὼν ὁ Κωλώτης ἐσφάλη περὶ λέξιν τοῦ ἀνδρός, ἐν ἧι διο‐ | |
ρίζεται μὴ μᾶλλον τὸ δὲν ἢ τὸ μηδὲν εἶναι, δὲν μὲν ὀνο‐ μάζων τὸ σῶμα, μηδὲν δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ | ||
10 | ὑπόστασιν ἰδίαν ἔχοντος. | |
157 | — —32 p. 1126A ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκο‐ νομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν; εἰσὶ δ’ οὗτοι πάντες οἷς Κωλώτης λελοιδόρηκεν. ὧν Δ. μὲν παραινεῖ τήν τε πολιτικὴν τέχνην μεγίστην οὖσαν ἐκδιδάσκεσθαι καὶ τοὺς πόνους | |
5 | διώκειν, ἀφ’ ὧν τὰ μεγάλα καὶ λαμπρὰ γίνονται τοῖς ἀνθρώποις. Vgl. 1100C ... ἀρχὰς ἢ πολιτείας καὶ φιλίας βασι‐ λέων, ἀφ’ ὧν τὰ μεγάλα καὶ λαμπρὰ (?) εἰς τὸν βίον γίνεσθαι ἔφη Δ. | |
158 | —de lat. viv. 5 p. 1129E ὁ ἥλιος ἀνασχών ... συνώρμησε τῶι φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δ. νέα ἐφ’ ἡμέρηι φρονέοντες ἄνθρωποι τῆι πρὸς ἀλλή‐ λους ὁρμῆι καθάπερ ἀρτήματι συντόνωι σπασθέντες ἄλλος ἀλλαχόθεν | |
5 | ἐπὶ τὰς πράξεις ἀνίστανται. | |
159 | —fragm. de libid. et aegr. 2 ἔοικε παλαιά τις αὕτη τῶι σώματι διαδικασία πρὸς τὴν ψυχὴν περὶ τῶν παθῶν εἶναι. καὶ Δ. μὲν ἐπὶ τὴν ψυχὴν ἀναφέρων 〈τὴν αἰτίαν τῆσ〉 κακοδαιμον〈ίασ〉 φησίν· ‘εἰ τοῦ σώματος αὐτῆι δίκην λαχόντος, παρὰ πάντα | |
5 | τὸν βίον ὧν ὠδύνηται 〈καὶ〉 κακῶς πέπονθεν, αὐτὸς γέ‐ νοιτο τοῦ ἐγκλήματος δι〈καστήσ〉, ἡδέως ἂν καταψηφί‐ σασθαι τῆς ψυχῆς, ἐφ’ οἷς τὰ μὲν ἀπώλεσε τοῦ σώματος | |
ταῖς ἀμελείαις καὶ ἐξέλυσε ταῖς μέθαις, τὰ δὲ κατέφθειρε καὶ διέσπασε ταῖς φιληδονίαις, ὥσπερ ὀργάνου τινὸς | ||
10 | ἢ σκεύους κακῶς ἔχοντος τὸν χρώμενον ἀφειδῶς αἰτιασά‐ μενοσ‘. Vgl. de sanit. praec. 24 p. 135E ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον εἰπεῖν, ὡς εἰ τὸ σῶμα δικάσαιτο τῆι ψυχῆι κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν. | |
160 | PORPHYR. de abst. IV 21 τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δ. ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρόνον ἀποθνήισκειν. | |
161 | SCHOL. in APOLL. RHOD. Γ 533 τὸ παλαιὸν ὤιοντο τὰς φαρ‐ μακίδας τὴν σελήνην καὶ τὸν ἥλιον καθαιρεῖν. διὸ καὶ μέχρι τῶν Δημοκρίτου χρόνων πολλοὶ τὰς ἐκλείψεις καθαιρέσεις ἐκάλουν. | |
162 | —in HOM. AB zu N 137 Δ. δὲ τὸ κυλινδρικὸν σχῆμα ὀλοοίτροχον καλεῖ. | |
163 | SEXT. adv. math. VII 53 Ξενιάδης δὲ ὁ Κορίνθιος, οὗ καὶ Δ. μέμνηται. | |
164 | —VII 116 παλαιὰ ... δόξα περὶ τοῦ τὰ ὅμοια τῶν ὁμοίων εἶναι γνωριστικά ... (117) ἀλλ’ ὁ μὲν Δ. ἐπί τε τῶν ἐμψύχων καὶ ἀψύχων ἵστησι τὸν λόγον. ‘καὶ γὰρ ζῶια, φησίν, ὁμογε‐ | |
νέσι ζώιοις συναγελάζεται ὡς περιστεραὶ περιστεραῖς | ||
5 | καὶ γέρανοι γεράνοις καὶ ἐπὶ τῶν ἄλλων ἀλόγων ὡσαύ‐ τως. 〈ὣσ〉 δὲ καὶ ἐπὶ τῶν ἀψύχων, καθάπερ ὁρᾶν πάρε‐ στιν ἐπί τε τῶν κοσκινευομένων σπερμάτων καὶ ἐπὶ τῶν παρὰ ταῖς κυματωγαῖς ψηφίδων· ὅπου μὲν γὰρ κατὰ τὸν τοῦ κοσκίνου δῖνον διακριτικῶς φακοὶ μετὰ φακῶν τάσ‐ | |
10 | σονται καὶ κριθαὶ μετὰ κριθῶν καὶ πυροὶ μετὰ πυρῶν, ὅπου δὲ κατὰ τὴν τοῦ κύματος κίνησιν αἱ μὲν ἐπιμήκεις ψηφῖδες εἰς τὸν αὐτὸν τόπον ταῖς ἐπιμήκεσιν ὠθοῦνται, αἱ δὲ περιφερεῖς ταῖς περιφερέσιν ὡς ἂν συναγωγόν τι ἐχούσης τῶν πραγμάτων τῆς ἐν τούτοις ὁμοιότητοσ‘. | |
15 | ἀλλ’ ὁ μὲν Δημόκριτος οὕτως. | |
165 | —VII 265 Δ. δὲ ὁ τῆι Διὸς φωνῆι παρεικαζόμενος καὶ λέγων τάδε περὶ τῶν ξυμπάντων ἐπε‐ χείρησε μὲν τὴν ἐπίνοιαν ἐκθέσθαι, πλεῖον δὲ ἰδιωτικῆς ἀποφάσεως οὐδὲν ἴσχυσεν εἰπών· ‘ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν‘. CIC. | |
5 | Ac. pr. II 23, 73 quid loquar de Democrito? quem cum eo conferre possumus non modo ingenii magnitudine, sed etiam animi? qui ita sit ausus ordiri ‘haec loquor de universis‘. nihil excipit de quo non profiteatur, quid enim esse potest extra universa? ... atque is non hoc dicit quod nos qui veri esse aliquid non negamus, percipi posse negamus: ille esse verum plane | |
10 | negat sensusque idem non obscuros dicit, sed tenebricosos: sic enim appellat eos. Vgl. ARISTOT. de partt. anim. Α 1. 640b 29 εἰ μὲν οὖν τῶι σχήματι καὶ τῶι χρώματι ἕκαστον ἔστι τῶν τε ζώιων καὶ τῶν μορίων, ὀρθῶς ἂν Δ. λέγοι· φαίνεται γὰρ οὕτως ὑπολαβεῖν. φησὶ γοῦν παντὶ δῆλον εἶναι οἷόν τι τὴν μορφήν ἐστιν ὁ ἄνθρωπος, ὡς ὄντος αὐτοῦ τῶι τε σχήματι καὶ | |
15 | τῶι χρώματι γνωρίμου. καίτοι καὶ ὁ τεθνεὼς ἔχει τὴν αὐτὴν τοῦ σχήματος μορ‐ φήν, ἀλλ’ ὅμως οὐκ ἔστιν ἄνθρωπος. EPICUR. fr. 310 [Sext. VII 267] ἄνθρω‐ πός ἐστι τοιουτονὶ μόρφωμα μετ’ ἐμψυχίας. λέγω τάδε περὶ τῶν ξυμπάντων. —ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν ... | |
166 | SEXT. adv. math. IX 19 Δ. δὲ εἴδωλά τινά φησιν ἐμπε‐ λάζειν τοῖς ἀνθρώποις καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιὰ τὰ δὲ κακοποιά· ἔνθεν καὶ εὔχετο εὐλόγχων τυχεῖν εἰδώλων. εἶναι δὲ ταῦτα μεγάλα τε καὶ ὑπερφυῆ καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα | |
5 | δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις θεωρούμενα καὶ φωνὰς ἀφιέντα. ὅθεν τούτων αὐτῶν φαντασίαν λαβόντες οἱ παλαιοὶ ὑπενόησαν εἶναι θεόν, μηδενὸς ἄλλου παρὰ ταῦτα ὄντος θεοῦ [τοῦ] ἄφθαρτον φύσιν ἔχοντος. | |
167 | SIMPL. Phys. 327, 24 δῖνον ἀπὸ τοῦ παντὸς ἀποκριθῆναι παντοίων ἰδεῶν. | |
168 | — —1318, 34 ταῦτα γὰρ ἐκεῖνοι φύσιν ἐκάλουν ... περιπαλάσσεσθαι γὰρ ἔλεγον αὐτά. | |
169 | STOBAEUS II (Ecl. eth.) 1, 12 Wachsm. Δ—ου. μὴ πάντα ἐπίστασθαι προθυμέο, μὴ πάντων ἀμαθὴς γένηι. | |
170 | —7, 3i εὐδαιμονίη ψυχῆς καὶ κα‐ | |
κοδαιμονίη. | ||
171 | — —εὐδαιμονίη οὐκ ἐν βο‐ σκήμασιν οἰκεῖ οὐδὲ ἐν χρυσῶι· ψυχὴ οἰκητήριον δαί‐ μονος. | |
172 | —9, 1 Δ—ου. ἀφ’ ὧν ἡμῖν τἀγαθὰ γίγνεται, ἀπὸ τῶν αὐτῶν τούτων καὶ τὰ κακὰ ἐπαυρισκοίμεθ’ ἄν, τῶν δὲ κακῶν ἐκτὸς εἴημεν. αὐτίκα ὕδωρ βαθὺ εἰς πολλὰ χρήσιμον καὶ δαὖτε κακόν· κίνδυνος γὰρ ἀποπνιγῆναι. | |
5 | μηχανὴ οὖν εὑρέθη, νήχεσθαι διδάσκειν. | |
173 | — —2 τοῦ αὐτοῦ. ἀνθρώποισι κακὰ ἐξ ἀγαθῶν φύεται, ἐπήν τις τἀγαθὰ μὴ ’πιστῆται ποδηγετεῖν μηδὲ ὀχεῖν εὐπόρως. οὐ δίκαιον ἐν κακοῖσι τὰ τοιάδε κρίνειν, ἀλλ’ ἐν ἀγαθοῖσιν ὦν· τοῖς τε ἀγα‐ | |
5 | θοῖσιν οἷόν τε χρῆσθαι καὶ πρὸς τὰ κακά, εἴ τινι βουλο‐ μένωι, ἀλκῆι. | |
174 | — —3 ὁ μὲν εὔθυμος εἰς ἔργα ἐπιφερόμενος | |
δίκαια καὶ νόμιμα καὶ ὕπαρ καὶ ὄναρ χαίρει τε καὶ ἔρρω‐ ται καὶ ἀνακηδής ἐστιν· ὃς δ’ ἂν καὶ δίκης ἀλογῆι καὶ τὰ χρὴ ἐόντα μὴ ἔρδηι, τούτωι πάντα τὰ τοιαῦτα ἀτερπείη, | ||
5 | ὅταν τευ ἀναμνησθῆι, καὶ δέδοικε καὶ ἑωυτὸν κακίζει. | |
175 | STOBAEUS II 9, 4 οἱ δὲ θεοὶ τοῖσι ἀνθρώποισι διδοῦσι τἀγαθὰ πάντα καὶ πάλαι καὶ νῦν. πλὴν ὁκόσα κακὰ καὶ βλαβερὰ καὶ ἀνωφελέα, τάδε δ’ οὔ〈τε〉 πάλαι οὔτε νῦν θεοὶ ἀνθρώποισι δωροῦνται, ἀλλ’ αὐτοὶ τοῖσ‐ | |
5 | δεσιν ἐμπελάζουσι διὰ νοῦ τυφλότητα καὶ ἀγνωμοσύνην. | |
176 | — —5 τύχη μεγαλόδωρος, ἀλλ’ ἀβέβαιος, φύσις δὲ αὐτάρκης· διόπερ νικᾶι τῶι ἥσσονι καὶ βεβαίωι τὸ μεῖζον τῆς ἐλπίδος. | |
177 | — —40 Δ—ου. οὔτε λόγος ἐσθλὸς φαύλην πρῆξιν ἀμαυρίσκει οὔτε πρῆξις ἀγαθὴ λόγου βλασφη‐ | |
μίηι λυμαίνεται. | ||
178 | — —31, 56 Δ—ου. πάντων κάκιστον ἡ εὐ‐ πετείη παιδεῦσαι τὴν νεότητα· αὕτη γάρ ἐστιν ἣ τίκτει τὰς ἡδονὰς ταύτας, ἐξ ὧν ἡ κακότης γίνεται. | |
179 | — —57 τοῦ αὐτοῦ. † ἐξωτικῶς † μὴ πονεῖν παῖδες ἀνιέντες οὔτε γράμματ’ ἂν μάθοιεν οὔτε μουσικὴν οὔτε ἀγωνίην οὐδ’ ὅπερ μάλιστα τὴν ἀρετὴν συνέχει, τὸ αἰδεῖσθαι· μάλα γὰρ ἐκ τούτων φιλεῖ γίγνεσθαι ἡ αἰδώς. | |
180 | — —58 τοῦ αὐτοῦ. ἡ παιδεία εὐτυχοῦσι μέν ἐστι κόσμος, ἀτυχοῦσι δὲ καταφύγιον | |
181 | — —59 τοῦ αὐτοῦ. κρείσσων ἐπ’ ἀρετὴν φα‐ νεῖται προτροπῆι χρώμενος καὶ λόγου πειθοῖ ἤπερ νόμωι καὶ ἀνάγκηι. λάθρηι μὲν γὰρ ἁμαρτέειν εἰκὸς τὸν εἰρ‐ | |
γμένον ἀδικίης ὑπὸ νόμου, τὸν δὲ ἐς τὸ δέον ἠγμένον | ||
5 | πειθοῖ οὐκ εἰκὸς οὔτε λάθρηι οὔτε φανερῶς ἔρδειν τι πλημμελές. διόπερ συνέσει τε καὶ ἐπιστήμηι ὀρθοπρα‐ γέων τις ἀνδρεῖος ἅμα καὶ εὐθύγνωμος γίγνεται. | |
182 | — —66 τοῦ αὐτοῦ. τὰ μὲν καλὰ χρήματα τοῖς πόνοις ἡ μάθησις ἐξεργάζεται, τὰ δ’ αἰσχρὰ ἄνευ πόνων αὐτόματα καρποῦται. καὶ γὰρ οὖν οὐκ ἐθέλοντα πολλάκις ἐξείργει τοιοῦτον εἶναι † οὕτω μεγάλης τε τῆς φυτι‐ | |
5 | κῆς ἐστι †. | |
183 | — —72 τοῦ αὐτοῦ. ἔστι που νέων ξύνεσις καὶ γερόντων ἀξυνεσίη· χρόνος γὰρ οὐ διδάσκει φρονεῖν, | |
ἀλλ’ ὡραίη τροφὴ καὶ φύσις. | ||
184 | — —90 Δ—ου. φαύλων ὁμιλίη συνεχὴς ἕξιν κακίης συναύξει. | |
185 | — —94 Δ—ου. κρέσσονές εἰσιν αἱ τῶν πεπαιδευμένων ἐλπίδες ἢ ὁ τῶν ἀμαθῶν πλοῦτος. | |
186 | —33, 9 Δ—ου. ὁμοφροσύνη φιλίην ποιεῖ. | |
187 | —(Flor.) III t. 1, 27 Hense Δημοκρί‐ του. ἀνθρώποις ἁρμόδιον ψυχῆς μᾶλλον ἢ σώματος λό‐ γον ποιεῖσθαι· ψυχῆς μὲν γὰρ τελεότης σκήνεος μοχθη‐ ρίην ὀρθοῖ, σκήνεος δὲ ἰσχὺς ἄνευ λογισμοῦ ψυχὴν | |
5 | οὐδέν τι ἀμείνω τίθησιν. | |
188 | — —46 ὅρος συμφόρων καὶ ἀσυμφόρων τέρψις καὶ ἀτερπίη. | |
189 | — —47 ἄριστον ἀνθρώπωι τὸν βίον διάγειν ὡς πλεῖστα εὐθυμηθέντι καὶ ἐλάχιστα ἀνιηθέντι. τοῦτο | |
δ’ ἂν εἴη, εἴ τις μὴ ἐπὶ τοῖς θνητοῖσι τὰς ἡδονὰς ποιοῖτο. | ||
190 | STOB. III 1, 91 Δ—ου. φαύλων ἔργων καὶ τοὺς λόγους παραιτητέον. | |
191 | — —210 Δ—ου. ἀνθρώποισι γὰρ εὐθυμίη γίνεται μετριότητι τέρψιος καὶ βίου συμμετρίηι· τὰ δ’ ἐλλείποντα καὶ ὑπερβάλλοντα μεταπίπτειν τε φιλεῖ καὶ μεγάλας κινήσιας ἐμποιεῖν τῆι ψυχῆι. αἱ δ’ ἐκ μεγάλων | |
5 | διαστημάτων κινούμεναι τῶν ψυχέων οὔτε εὐσταθέες εἰσὶν οὔτε εὔθυμοι. ἐπὶ τοῖς δυνατοῖς οὖν δεῖ ἔχειν τὴν γνώμην καὶ τοῖς παρεοῦσιν ἀρκέεσθαι τῶν μὲν ζηλου‐ μένων καὶ θαυμαζομένων ὀλίγην μνήμην ἔχοντα καὶ τῆι διανοίαι μὴ προσεδρεύοντα, τῶν δὲ ταλαιπωρεόντων | |
10 | τοὺς βίους θεωρέειν, ἐννοούμενον ἃ πάσχουσι κάρτα (?), ὅκως ἂν τὰ παρεόντα σοι καὶ ὑπάρχοντα μεγάλα καὶ ζηλωτὰ φαίνηται, καὶ μηκέτι πλειόνων ἐπιθυμέοντι συμβαίνηι κακοπαθεῖν τῆι ψυχῆι. ὁ γὰρ θαυμάζων τοὺς ἔχοντας καὶ μακαριζομένους ὑπὸ τῶν ἄλλων ἀνθρώπων | |
15 | καὶ τῆι μνήμηι πᾶσαν ὥραν προσεδρεύων ἀεὶ ἐπικαινουρ‐ γεῖν ἀναγκάζεται καὶ ἐπιβάλλεσθαι δι’ ἐπιθυμίην τοῦ τι πρήσσειν ἀνήκεστον ὧν νόμοι κωλύουσιν. διόπερ τὰ μὲν μὴ δίζεσθαι χρεών, ἐπὶ δὲ τοῖς εὐθυμέεσθαι χρεών, παραβάλλοντα τὸν ἑαυτοῦ βίον πρὸς τὸν τῶν φαυλό‐ | |
20 | τερον πρησσόντων καὶ μακαρίζειν ἑωυτὸν ἐνθυμεύμενον ἃ πάσχουσιν, ὁκόσωι αὐτέων βέλτιον πρήσσει τε καὶ διάγει. ταύτης γὰρ ἐχόμενος τῆς γνώμης εὐθυμότερόν τε διάξεις καὶ οὐκ ὀλίγας κῆρας ἐν τῶι βίωι διώσεαι, φθόνον καὶ ζῆλον καὶ δυσμενίην. | |
192 | —2, 36 Δ—ου. ἔστι ῥάιδιον μὲν ἐπαινεῖν ἃ μὴ χρὴ καὶ ψέγειν, ἑκάτερον δὲ πονηροῦ τινος ἤθους. | |
193 | —3, 43 Δ—ου. φρονήσιος ἔργον μέλλου‐ σαν ἀδικίην φυλάξασθαι, ἀναλγησίης δὲ [τὸ] γενομένην μὴ ἀμύνασθαι. | |
194 | — —46 Δ—ου. αἱ μεγάλαι τέρψεις ἀπὸ τοῦ θεᾶσθαι τὰ καλὰ τῶν ἔργων γίνονται. | |
195 | —4, 69 Δ—ου ... εἴδωλα ἐσθῆτι καὶ κόσμωι | |
διαπρεπέα πρὸς θεωρίην, ἀλλὰ καρδίης κενεά. | ||
196 | STOB. III 4, 70 λήθη τῶν ἰδίων κακῶν θρα‐ σύτητα γεννᾶι. | |
197 | — —71 ἀνοήμονες ῥυσμοῦνται τοῖς τῆς τύχης κέρδεσιν, οἱ δὲ τῶν τοιῶνδε δαήμονες τοῖς τῆς σοφίης. | |
198 | — —72 τὸ χρῆιζον οἶδεν, ὁκόσον χρήι‐ ζει, ὁ δὲ χρήιζων οὐ γινώσκει. | |
199 | — —73 ἀνοήμονες τὸ ζῆν ὡς (?) στυγέον‐ τες ζῆν ἐθέλουσι δείματι ἀίδεω. | |
200 | — —74 ἀνοήμονες βιοῦσιν οὐ τερπόμενοι βιοτῆι. | |
201 | — —75 ἀνοήμονες δηναιότητος ὀρέγον‐ ται οὐ τερπόμενοι δηναιότητι. | |
202 | — —76 ἀνοήμονες τῶν ἀπεόντων ὀρέ‐ γονται, τὰ δὲ παρεόντα καὶ παρωιχημένων κερδαλεώ‐ τερα ἐόντα ἀμαλδύνουσιν. | |
203 | — —77 ἄνθρωποι τὸν θάνατον φεύγον‐ τες διώκουσιν. | |
204 | — —78 ἀνοήμονες οὐδέν’ ἁνδάνουσιν (?) ἐν ὅληι τῆι βιοτῆι. | |
205 | — —79 ἀνοήμονες ζωῆς ὀρέγονται [γή‐ ραος] θάνατον δεδοικότες. | |
206 | — —80 ἀνοήμονες θάνατον δεδοικότες γη‐ ράσκειν ἐθέλουσιν. | |
207 | —5, 22 Δ—ου. ἡδονὴν οὐ πᾶσαν, ἀλλὰ τὴν ἐπὶ τῶι καλῶι αἱρεῖσθαι χρεών. | |
208 | — —24 πατρὸς σωφροσύνη μέγιστον τέ‐ | |
κνοις παράγγελμα. | ||
209 | STOB. III 5, 25 Δ—ου. αὐταρκείηι τροφῆς σμικρὴ νὺξ [?] οὐδέποτε γίνεται. | |
210 | — —26 Δ—ου. τράπεζαν πολυτελέα μὲν τύχη παρατίθησιν, αὐταρκέα δὲ σωφροσύνη. | |
211 | — —27 Δ—ου. σωφροσύνη τὰ τερπνὰ ἀέξει καὶ ἡδονὴν ἐπιμείζονα ποιεῖ. | |
212 | — —6, 27 Δ—ου. ἡμερήσιοι ὕπνοι σώματος ὄχλησιν ἢ ψυχῆς ἀδημοσύνην ἢ ἀργίην ἢ ἀπαιδευσίην σημαίνουσι. | |
213 | —7, 21 Δ—ου. ἀνδρείη τὰς ἄτας μικρὰς ἔρδει. | |
214 | — —25 Δ—ου. ἀνδρεῖος οὐχ ὁ τῶν πο‐ λεμίων μόνον, ἀλλὰ καὶ ὁ τῶν ἡδονῶν κρέσσων. ἔνιοι δὲ | |
πολίων μὲν δεσπόζουσι, γυναιξὶ δὲ δουλεύουσιν. | ||
215 | — —31 Δ—ου. δίκης κῦδος γνώμης θάρσος καὶ ἀθαμβίη, ἀδικίης δὲ δεῖμα ξυμφορῆς τέρμα. | |
216 | — —74 Δ—ου. σοφίη ἄθαμβος ἀξίη πάντων [τιμιωτάτη οὖσα]. | |
217 | — —30 Δ—ου. μοῦνοι θεοφιλέες, ὅσοις ἐχθρὸν τὸ ἀδικέειν. | |
218 | —10, 36 Δ—ου. πλοῦτος ἀπὸ κακῆς ἐργασίης περιγινόμενος ἐπιφανέστερον τὸ ὄνειδος κέκτηται. | |
219 | — —43 τοῦ αὐτοῦ. χρημάτων ὄρεξις, ἢν μὴ ὁρίζηται κόρωι, πενίης ἐσχάτης πολλὸν χαλεπωτέρη· μέζονες γὰρ ὀρέξεις μέζονας ἐνδείας ποιεῦσιν. | |
220 | — —44 Δ—ου. κακὰ κέρδεα ζημίαν ἀρετῆς φέρει. | |
221 | — —58 Δ—ου. ἐλπὶς κακοῦ κέρδεος ἀρχὴ | |
ζημίης. | ||
222 | STOB. III 10, 64 Δ—ου. ἡ τέκνοις ἄγαν χρη‐ μάτων συναγωγὴ πρόφασίς ἐστι φιλαργυρίης τρόπον ἴδιον ἐλέγχουσα. | |
223 | — —65 τοῦ αὐτοῦ. ὧν τὸ σκῆνος χρήιζει, πᾶσι πάρεστιν εὐμαρέως ἄτερ μόχθου καὶ ταλαιπωρίης· ὁκόσα δὲ μόχθου καὶ ταλαιπωρίης χρήιζει καὶ βίον ἀλγύ‐ νει, τούτων οὐκ ἱμείρεται τὸ σκῆνος, ἀλλ’ ἡ τῆς γνώμης | |
5 | κακοθιγίη (?). | |
224 | — —68 Δ—ου. ἡ τοῦ πλέονος ἐπιθυμίη τὸ παρεὸν ἀπόλλυσι τῆι Αἰσωπείηι κυνὶ [233 H.] ἰκέλη γινομένη. | |
225 | —12, 13 Δ—ου. ἀληθομυθέειν χρεών, οὐ πολυλογέειν. = B 44. | |
226 | — —47 Δ—ου. οἰκήιον ἐλευθερίης παρ‐ ρησίη, κίνδυνος δὲ ἡ τοῦ καιροῦ διάγνωσις. | |
227 | —16, 17 Δ—ου. οἱ φειδωλοὶ τὸν τῆς μελίσ‐ | |
σης οἶτον ἔχουσιν ἐργαζόμενοι ὡς ἀεὶ βιωσόμενοι. | ||
228 | — —18 τοῦ αὐτοῦ. οἱ τῶν φειδωλῶν παῖ‐ δες ἀμαθέες γινόμενοι, ὥσπερ οἱ ὀρχησταὶ οἱ ἐς τὰς μα‐ χαίρας ὀρούοντες, ἢν ἑνὸς μούνου 〈μὴ〉 τύχωσι καταφε‐ ρόμενοι, ἔνθα δεῖ τοὺς πόδας ἐρεῖσαι, ἀπόλλυνται (χα‐ | |
5 | λεπὸν δὲ τυχεῖν ἑνός· τὸ γὰρ ἴχνιον μοῦνον λέλειπται τῶν ποδῶν) οὕτω δὲ καὶ οὗτοι, ἢν ἁμάρτωσι τοῦ πα‐ τρικοῦ τύπου τοῦ ἐπιμελέος καὶ φειδωλοῦ, φιλέουσι διαφθείρεσθαι. | |
229 | — —19 τοῦ αὐτοῦ. φειδώ τοι καὶ λιμὸς χρηστή· ἐν καιρῶι δὲ καὶ δαπάνη· γινώσκειν δὲ ἀγαθοῦ. | |
230 | — —22 Δ—ου. βίος ἀνεόρταστος μακρὴ ὁδὸς ἀπανδόκευτος. | |
231 | —17, 25 Δ—ου. εὐγνώμων ὁ μὴ λυπεόμενος ἐφ’ οἷσιν οὐκ ἔχει, ἀλλὰ χαίρων ἐφ’ οἷσιν ἔχει. | |
232 | — —37 Δ—ου. τῶν ἡδέων τὰ | |
σπανιώτατα γινόμενα μάλιστα τέρπει. | ||
233 | STOB. III 17, 38 τοῦ αὐτοῦ. εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίγνοιτο. | |
234 | —18, 30 Δ—ου. ὑγιείην εὐχῆισι παρὰ θεῶν αἰτέονται ἄνθρωποι, τὴν δὲ ταύτης δύναμιν ἐν ἑαυτοῖς ἔχοντες οὐκ ἴσασιν· ἀκρασίηι δὲ τἀναντία πρήσσοντες αὐτοὶ προδόται τῆς ὑγείης τῆισιν ἐπιθυμίηισιν γίνονται. | |
235 | — —35 Δ—ου. ὅσοι ἀπὸ γα‐ στρὸς τὰς ἡδονὰς ποιέονται ὑπερβεβληκότες τὸν καιρὸν ἐπὶ βρώσεσιν ἢ πόσεσιν ἢ ἀφροδισίοισιν, τοῖσι πᾶσιν αἱ μὲν ἡδοναὶ βραχεῖαί τε καὶ δι’ ὀλίγου γίνονται, ὁκό‐ | |
5 | σον ἂν χρόνον ἐσθίωσιν ἢ πίνωσιν, αἱ δὲ λῦπαι πολλαί. τοῦτο μὲν γὰρ τὸ ἐπιθυμεῖν ἀεὶ τῶν αὐτῶν πάρεστι καὶ ὁκόταν γένηται ὁκοίων ἐπιθυμέουσι, διὰ ταχέος τε ἡ ἡδονὴ παροίχεται, καὶ οὐδὲν ἐν αὐτοῖσι χρηστόν ἐστιν ἄλλ’ ἢ τέρψις βραχεῖα, καὶ αὖθις τῶν αὐτῶν δεῖ. | |
236 | — —20, 56 Δ—ου. θυμῶι μάχεσθαι μὲν χα‐ | |
λεπόν· ἀνδρὸς δὲ τὸ κρατέειν εὐλογίστου. | ||
237 | — —62 Δ—ου. φιλονικίη πᾶσα ἀνόητος· τὸ γὰρ κατὰ τοῦ δυσμενέος βλαβερὸν θεωρεῦσα τὸ ἴδιον συμφέρον οὐ βλέπει. | |
238 | —22, 42 Δ—ου. τελευτᾶι γὰρ ἐς κακοδοξίην [κακὴν] ὁ παρεκτεινόμενος τῶι κρέσσονι. | |
239 | —28, 13 Δ—ου. ὅρκους οὓς ποιέονται ἐν ἀνάγκηισιν ἐόντες οὐ τηρέουσιν οἱ φλαῦροι, ἐπὴν δια‐ φύγωσιν. | |
240 | —29, 63. 83a (III p. LXXIX H.) Δ—ου. οἱ ἑκού‐ σιοι πόνοι τὴν τῶν ἀκουσίων ὑπομονὴν ἐλαφροτέρην παρασκευάζουσι. | |
241 | — —64 τοῦ αὐτοῦ. πόνος συνεχὴς ἐλαφρό‐ τερος ἑαυτοῦ συνηθείηι γίνεται. | |
242 | — —66 Δ—ου. πλέονες ἐξ ἀσκήσιος ἀγα‐ θοὶ γίνονται ἢ ἀπὸ φύσιος. | |
243 | — —88 Δ—ου. τῆς ἡσυχίης πάντες οἱ πόνοι ἡδίονες, ὅταν ὧν εἵνεκεν πονέουσι τυγχάνωσιν ἢ εἰδέωσι κύρσοντες. ἐν δὲ ἑκάστηι ἀποτυχίηι τὸ πονεῖν(?) | |
ὁμοίως ἀνιηρὸν καὶ ταλαίπωρον. | ||
244 | STOB. III 31, 7 Δ—ου. φαῦλον, κἂν μόνος ἦις, μήτε λέξηις μήτ’ ἐργάσηι· μάθε δὲ πολὺ μᾶλλον τῶν ἄλλων σεαυτὸν αἰσχύνεσθαι. | |
245 | — —53 Δ—ου. οὐκ ἂν ἐκώλυον οἱ νόμοι ζῆν ἕκαστον κατ’ ἰδίην ἐξουσίην, εἰ μὴ ἕτερος ἕτερον ἐλυ‐ μαίνετο· φθόνος γὰρ στάσιος ἀρχὴν ἀπεργάζεται. | |
246 | —40, 6 Δ—ου. ξενιτείη βίου αὐτάρκειαν διδάσκει· μᾶζα γὰρ καὶ στιβὰς λιμοῦ καὶ κόπου γλυκύ‐ τατα ἰάματα. | |
247 | — —7 τοῦ αὐτοῦ. ἀνδρὶ σοφῶι πᾶσα γῆ βατή· ψυχῆς γὰρ ἀγαθῆς πατρὶς ὁ ξύμπας κόσμος. | |
248 | —(Flor.) IV 1, 33 Hense Δ—ου. ὁ νόμος | |
βούλεται μὲν εὐεργετεῖν βίον ἀνθρώπων· δύναται δέ, ὅταν αὐτοὶ βούλωνται πάσχειν εὖ· τοῖσι γὰρ πειθο‐ μένοισι τὴν ἰδίην ἀρετὴν ἐνδείκνυται. | ||
249 | — —34 τοῦ αὐτοῦ. στάσις ἐμφύλιος ἐς ἑκά‐ τερα κακόν· καὶ γὰρ νικέουσι καὶ ἡσσωμένοις. ὁμοίη φθορή. | |
250 | — —40 Δ—ου. ἀπὸ ὁμονοίης τὰ μεγάλα ἔργα καὶ ταῖς πόλεσι τοὺς πολέμους δυνατὸν κατεργά‐ ζεσθαι, ἄλλως δ’ οὔ. | |
251 | — —42 Δ—ου. ἡ ἐν δημοκρατίηι πενίη τῆς παρὰ τοῖς δυνάστηισι καλεομένης εὐδαιμονίης τοσοῦ‐ τόν ἐστι αἱρετωτέρη, ὁκόσον ἐλευθερίη δουλείης. | |
252 | — —43 τὰ κατὰ τὴν πόλιν χρεὼν τῶν λοι‐ πῶν μέγιστα ἡγεῖσθαι, ὅκως ἄξεται εὖ, μήτε φιλονικέ‐ οντα παρὰ τὸ ἐπιεικὲς μήτε ἰσχὺν ἑαυτῶι περιτιθέμενον παρὰ τὸ χρηστὸν τὸ τοῦ ξυνοῦ. πόλις γὰρ εὖ ἀγομένη | |
5 | μεγίστη ὄρθωσίς ἐστι, καὶ ἐν τούτωι πάντα ἔνι, καὶ τού‐ του σωιζομένου πάντα σώιζεται καὶ τούτου διαφθειρο‐ μένου τὰ πάντα διαφθείρεται. | |
253 | STOB. IV 1, 44 τοῖς χρηστοῖσιν οὐ συμφέρον ἀμελέοντας τῶν ἑωυτῶν ἄλλα πρήσσειν· τὰ γὰρ ἴδια κακῶς ἔσχεν. εἰ δὲ ἀμελέοι τις τῶν δημοσίων, κακῶς ἀκούειν γίγνεται, καὶ ἢν μηδὲν μήτε κλέπτηι μήτε ἀδικῆι. | |
5 | ἐπεὶ καὶ 〈μὴ〉 ἀμελέοντι ἢ ἀδικέοντι κίνδυνος κακῶς ἀκούειν καὶ δὴ καὶ παθεῖν τι· ἀνάγκη δὲ ἁμαρτάνειν, συγγινώσκεσθαι δὲ τοὺς ἀνθρώπους οὐκ εὐπετές. | |
254 | — —45 οἱ κακοὶ ἰόντες ἐς τὰς τιμὰς ὁκό‐ σωι ἂν μᾶλλον ἀνάξιοι ἐόντες ἴωσι, τοσούτωι μᾶλλον ἀνακηδέες γίγνονται καὶ ἀφροσύνης καὶ θράσεος πίμ‐ πλανται. | |
255 | — —46 ὅταν οἱ δυνάμενοι τοῖς μὴ ἔχουσι καὶ προτελεῖν τολμέωσι καὶ ὑπουργεῖν καὶ χαρίζεσθαι, | |
ἐν τούτωι ἤδη καὶ τὸ οἰκτίρειν ἔνεστι καὶ μὴ ἐρήμους εἶναι καὶ τὸ ἑταίρους γίγνεσθαι, καὶ τὸ ἀμύνειν ἀλλή‐ | ||
5 | λοισι καὶ τοὺς πολιήτας ὁμονόους εἶναι καὶ ἄλλα ἀγαθά, ἅσσα οὐδεὶς ἂν δύναιτο καταλέξαι. | |
256 | — —14 δίκη μέν ἐστιν ἔρδειν τὰ χρὴ ἐόντα, ἀδικίη δὲ μὴ ἔρδειν τὰ χρὴ ἐόντα, ἀλλὰ παρατρέπεσθαι. | |
257 | — —15 τοῦ αὐτοῦ. κατὰ δὲ ζώιων ἔστιν ὧν φόνου καὶ μὴ φόνου ὧδε ἔχει· τὰ ἀδικέοντα καὶ θέλοντα ἀδικεῖν ἀθῶιος ὁ κτείνων, καὶ πρὸς εὐεστοῦν τοῦτο ἔρ‐ δειν μᾶλλον ἢ μή. | |
258 | — —16 κτείνειν χρὴ τὰ πημαίνοντα παρὰ δίκην πάντα περὶ παντὸς· καὶ ταῦτα ὁ ποιῶν εὐθυ‐ μίης (?) καὶ δίκης καὶ θάρσεος καὶ κτήσεως (?) ἐν παντὶ κόσμωι μέζω μοῖραν μεθέξει. | |
259 | — —17 ὅκωσπερ περὶ κιναδέων τε καὶ ἑρπετέων γεγράφαται τῶν πολεμίων, οὕτω καὶ κατὰ ἀνθρώπων δοκεῖ μοι χρεὼν εἶναι ποιεῖν· κατὰ νόμους τοὺς πατρίους κτείνειν πολέμιον ἐν παντὶ κόσμωι, ἐν | |
5 | ὧι μὴ νόμος ἀπείργει· ἀπείργει δὲ ἱερὰ ἑκάστοισι ἐπι‐ χώρια καὶ σπονδαὶ καὶ ὅρκοι. | |
260 | STOB. IV 4, 18 κιξάλλην καὶ ληιστὴν πάντα κτείνων τις ἀθῶιος ἂν εἴη καὶ αὐτοχειρίηι καὶ κελεύων καὶ ψήφωι. | |
261 | —5, 43 Δ—ου. ἀδικουμένοισι τιμωρεῖν κατὰ δύναμιν χρὴ καὶ μὴ παρἱέναι· τὸ μὲν γὰρ τοιοῦ‐ τον δίκαιον καὶ ἀγαθόν, τὸ δὲ μὴ τοιοῦτον ἄδικον καὶ κακόν. | |
262 | — —44 Δ—ου. καὶ οἳ φυγῆς ἄξια ἔρδουσιν | |
ἢ δεσμῶν, ἢ θωιῆς ἄξιοι, καταψηφιστέον καὶ μὴ ἀπο‐ λύειν· ὃς δ’ ἂν παρὰ νόμον ἀπολύηι κέρδει ὁρίζων ἢ ἡδονῆι, ἀδικεῖ, καί οἱ τοῦτο ἐγκάρδιον ἀνάγκη εἶναι. | ||
263 | — —45 τοῦ αὐτοῦ. δίκης καὶ ἀρετῆς με‐ γίστην μετέχει μοῖραν ὁ [τιμὰς] ἀξίας τὰς μεγίστας τά‐ μνων 〈τοῖς ἀξιωτάτοισ〉 (?). | |
264 | — —46 τοῦ αὐτοῦ. μηδέν τι μᾶλλον τοὺς ἀνθρώπους αἰδεῖσθαι ἑωυτοῦ μηδέ τι μᾶλλον ἐξερ‐ γάζεσθαι κακόν, εἰ μέλλει μηδεὶς εἰδήσειν ἢ οἱ πάν‐ τες ἄνθρωποι· ἀλλ’ ἑωυτὸν μάλιστα αἰδεῖσθαι, καὶ τοῦ‐ | |
5 | τον νόμον τῆι ψυχῆι καθεστάναι, ὥστε μηδὲν ποιεῖν ἀνεπιτήδειον. | |
265 | — —47 τοῦ αὐτοῦ. τῶν ἡμαρτημένων ἄν‐ θρωποι μεμνέαται μᾶλλον ἢ τῶν εὖ πεποιημένων. καὶ γὰρ δίκαιον οὕτως· ὥσπερ 〈γὰρ τὸν〉 τὰς παρακαταθήκας | |
ἀποδιδόντα οὐ χρὴ ἐπαινεῖσθαι, τὸν δὲ μὴ ἀποδιδόντα | ||
5 | κακῶς ἀκούειν καὶ πάσχειν, οὕτω καὶ τὸν ἄρχοντα. οὐ γὰρ ἐπὶ τούτωι ἡιρέθη ὡς κακῶς ποιήσων, ἀλλ’ ὡς εὖ | |
266 | STOB. IV 5, 48 τοῦ αὐτοῦ. οὐδεμία μηχανὴ τῶι νῦν καθεστῶτι ῥυθμῶι μὴ οὐκ ἀδικεῖν τοὺς ἄρχοντας, ἢν καὶ πάνυ ἀγαθοὶ ἔωσιν. οὐδενὶ γὰρ ἄλλωι ἔοικεν ἢ ἑωυτῶι τὸν 〈***〉 αὐτὸν ἐφ’ ἑτέροισι γίγνεσθαι· δεῖ δέ | |
5 | κως οὕτω καὶ ταῦτα κοσμηθῆναι, ὅκως ὁ μηδὲν ἀδικέων, ἢν καὶ πάνυ ἐτάζηι τοὺς ἀδικέοντας, μὴ ὑπ’ ἐκείνους γενήσεται, ἀλλά τις ἢ θεσμὸς ἤ τι ἄλλο ἀμυνεῖ τῶι τὰ δίκαια ποιεῦντι. | |
267 | —6, 19 Δ—ου. φύσει τὸ ἄρχειν οἰκήιον τῶι κρέσσονι. | |
268 | —7, 13 Δ—ου. φόβος κολακείην μὲν ἐργά‐ | |
ζεται, εὔνοιαν δὲ οὐκ ἔχει. | ||
269 | —10, 28 Δ—ου. τόλμα πρήξιος ἀρχή, τύχη δὲ τέλεος κυρίη. | |
270 | —19, 45 Δ—ου. οἰκέταισιν ὡς μέρεσι τοῦ σκήνεος χρῶ ἄλλωι πρὸς ἄλλο. | |
271 | —20, 33 Δ—ου. ἐρωτικὴν μέμψιν ἡ ἀγαπω‐ μένη [?] λύει. | |
272 | —22, 108 Δ—ου. Δ. ἔφη, ὡς γαμβροῦ ὁ μὲν ἐπιτυχὼν εὗρεν υἱόν, ὁ δὲ ἀποτυχὼν ἀπώλεσε καὶ θυ‐ γατέρα. | |
273 | — —199 Δ—ου. γυνὴ πολλὰ ἀνδρὸς ὀξυ‐ τέρη πρὸς κακοφραδμοσύνην. | |
274 | — —23, 38 Δ—ου. κόσμος ὀλιγομυθίη γυ‐ ναικί· καλὸν δὲ καὶ κόσμου λιτότης. | |
275 | —24, 29 Δ—ου. τεκνοτροφίη σφαλερόν· τὴν μὲν γὰρ ἐπιτυχίην ἀγῶνος μεστὴν καὶ φροντίδος κέκτη‐ | |
ται, τὴν δὲ ἀποτυχίην ἀνυπέρθετον ἑτέρηι ὀδύνηι. | ||
276 | STOB. IV 24, 31 Δ—ου. οὐ δοκεῖ μοι χρῆναι παῖδας κτᾶσθαι· ἐνορῶ γὰρ ἐν παίδων κτήσει πολλοὺς μὲν καὶ μεγάλους κινδύνους, πολλὰς δὲ λύπας, ὀλίγα δὲ τὰ εὐθηλέοντα καὶ ταῦτα λεπτά τε καὶ ἀσθενέα. | |
277 | — —32 τοῦ αὐτοῦ. ὅτεωι χρήμη τεά ἐστι παῖδα ποιήσασθαι, ἐκ τῶν φίλων τεύ μοι δοκεῖ ἄμεινον εἶναι. καὶ τῶι μὲν παῖς ἔσται τοιοῦτος, οἷον ἂν βούληται· ἔστι γὰρ ἐκλέξασθαι οἷον ἐθέλει· καὶ ὃς ἂν δοκῆι ἐπιτή‐ | |
5 | δειος εἶναι, κἂν μάλιστα κατὰ φύσιν ἕποιτο. καὶ τοῦτο τοσοῦτον διαφέρει, ὅσον ἐνταῦθα μὲν ἔστι τὸν παῖδα λαβεῖν καταθύμιον ἐκ πολλῶν, οἷον ἂν δέηι. ἢν δέ τις ποιῆται ἀπὸ ἑωυτοῦ, πολλοὶ ἔνεισι κίνδυνοι· ἀνάγκη γάρ, ὃς ἂν γένηται, τούτωι χρῆσθαι. | |
278 | — —33 τοῦ αὐτοῦ. ἀνθρώποισι τῶν ἀναγ‐ καίων δοκεῖ εἶναι παῖδας κτήσασθαι ἀπὸ φύσιος καὶ | |
καταστάσιός τινος ἀρχαίης. δῆλον δὲ καὶ τοῖς ἄλλοις ζώιοισι· πάντα γὰρ ἔκγονα κτᾶται κατὰ φύσιν ἐπωφε‐ | ||
5 | λείης γε οὐδεμιᾶς εἵνεκα· ἀλλ’ ὅταν γένηται, ταλαιπω‐ ρεῖ καὶ τρέφει ἕκαστον ὡς δύναται καὶ ὑπερδέδοικε, μέχρι σμικρὰ ἦι, καὶ ἤν τι πάθηι, ἀνιᾶται. ἡ μὲν φύσις τοιαύτη πάντων ἐστὶν ὅσσα ψυχὴν ἔχει· τῶι δὲ δὴ ἀνθρώπωι νομίζον ἤδη πεποίηται, ὥστε καὶ ἐπαύρεσίν | |
10 | τινα γίγνεσθαι ἀπὸ τοῦ ἐκγόνου. | |
279 | — —26, 25 Δ—ου. τοῖς παισὶ μάλιστα χρὴ τῶν ἀνυστῶν δατεῖσθαι τὰ χρήματα, καὶ ἅμα ἐπιμέ‐ λεσθαι αὐτῶν, μή τι ἀτηρὸν ποιέωσι διὰ χειρὸς ἔχοντες· ἅμα μὲν γὰρ πολλὸν φειδότεροι γίγνονται ἐς τὰ χρή‐ | |
5 | ματα καὶ προθυμότεροι κτᾶσθαι, καὶ ἀγωνίζονται ἀλλή‐ λοισιν. ἐν γὰρ τῶι ξυνῶι τὰ τελεύμενα οὐκ ἀνιᾶι ὥσπερ ἰδίηι οὐδ’ εὐθυμεῖ τὰ ἐπικτώμενα, ἀλλὰ πολλῶι ἧσσον. | |
280 | — —26, 26 τοῦ αὐτοῦ. ἔξεστιν οὐ πολλὰ τῶν σφετέρων ἀναλώσαντας παιδεῦσαί τε τοὺς παῖδας καὶ τεῖχός τε καὶ σωτηρίην περιβαλέσθαι τοῖς τε χρή‐ μασι καὶ τοῖς σώμασιν αὐτῶν. | |
281 | —31, 49 Δ—ου. ὥσπερ ἐν [μὲν] τοῖς ἕλκεσι φαγέδαινα κάκιστον νόσημα, οὕτως ἐν τοῖς χρήμασι τὸ ... [μὴ προσαρμόσαν καὶ τὸ συνεχές]. | |
282 | — —120 Δ—ου. χρημάτων χρῆσις ξὺν νόωι μὲν χρήσιμον εἰς τὸ ἐλευθέριον εἶναι καὶ δημωφελέα, ξὺν ἀνοίηι δὲ χορηγίη ξυνή (?). | |
283 | —33, 23 Δ—ου. πενίη πλοῦτος ὀνόματα ἐν‐ δείης καὶ κόρου· οὔτε οὖν πλούσιος 〈ὁ〉 ἐνδέων οὔτε πένης ὁ μὴ ἐνδέων. | |
284 | — —24. 25 τοῦ αὐτοῦ. ἢν μὴ πολλῶν ἐπιθυ‐ μέηις, τὰ ὀλίγα τοι πολλὰ δόξει· σμικρὰ γὰρ ὄρεξις | |
πενίην ἰσοσθενέα πλούτωι ποιέει. | ||
285 | — —65 Δ—ου. γινώσκειν χρεὼν ἀνθρωπίνην βιοτὴν ἀφαυρήν τε ἐοῦσαν καὶ ὀλιγοχρόνιον πολλῆισίν τε κηρσὶ συμπεφυρμένην καὶ ἀμηχανίηισιν, ὅκως ἄν τις μετρίης τε κτήσιος ἐπιμέληται καὶ μετρῆται ἐπὶ τοῖς | |
5 | ἀναγκαίοις ἡ ταλαιπωρίη. | |
286 | —39, 17 Δ—ου. εὐτυχὴς ὁ ἐπὶ μετρίοισι χρή‐ μασιν εὐθυμεόμενος, δυστυχὴς δὲ ὁ ἐπὶ πολλοῖσι δυσθυ‐ μεόμενος. | |
287 | —40, 20 Δ—ου. ἀπορίη ξυνὴ τῆς ἑκάστου χαλεπωτέρη· οὐ γὰρ ὑπολείπεται ἐλπὶς ἐπικουρίης. | |
288 | — —21 νόσος οἴκου καὶ βίου γίνεται ὅκωσ‐ περ καὶ σκήνεος. *—41, 59 Δ—ου. οὐκ ἔστιν οὕτως ἀσφαλὴς πλούτου πυλεών, ὃν οὐκ ἀνοίγει τύχης καιρός. | |
289 | —44, 64 Δ—ου. ἀλογιστίη μὴ ξυγχωρέειν ταῖσι κατὰ τὸν βίον ἀνάγκαις. | |
290 | — —67 Δ—ου. λύπην ἀδέσποτον ψυχῆς ναρ‐ | |
κώσης λογισμῶι ἔκκρουε. | ||
291 | — —70 τοῦ αὐτοῦ. πενίην ἐπιεικέως φέρειν σωφρονέοντος. | |
292 | — —19 Δ—ου. ἄλογοι τῶν ἀξυνέτων αἱ ἐλ‐ πίδες. | |
293 | —48, 10 Δ—ου. οἷσιν ἡδονὴν ἔχουσιν αἱ τῶν πέλας ξυμφοραί, οὐ ξυνιᾶσι μὲν ὡς τὰ τῆς τύχης κοινὰ πᾶσιν, ἀπορέουσι δὲ οἰκηίης χαρᾶς. | |
294 | —50, 20 Δ—ου. ἰσχὺς καὶ εὐμορφίη νεό‐ τητος ἀγαθά, γήραος δὲ σωφροσύνη ἄνθος. | |
295 | — —22 Δ—ου. ὁ γέρων νέος ἐγένετο, ὁ δὲ νέος ἄδηλον εἰ ἐς γῆρας ἀφίξεται· τὸ τέλειον οὖν ἀγαθὸν τοῦ μέλλοντος ἔτι καὶ ἀδήλου κρέσσον. | |
296 | —76 Δ—ου. γῆρας ὁλόκληρός ἐστι πήρωσις· πάντ’ ἔχει καὶ πᾶσιν ἐνδεῖ. | |
297 | —52, 40 [IV 34, 62] Δ—ου. ἔνιοι θνητῆς φύσεως διάλυσιν οὐκ εἰδότες ἄνθρωποι, συνειδήσει δὲ τῆς ἐν τῶι βίωι κακοπραγμοσύνης, τὸν τῆς βιοτῆς χρό‐ νον ἐν ταραχαῖς καὶ φόβοις ταλαιπωρέουσι, ψεύδεα περὶ | |
5 | τοῦ μετὰ τὴν τελευτὴν μυθοπλαστέοντες χρόνου. | |
298 | [SUID.] S. V. α. βραχέως δὲ καὶ δασέως (also ἅ) τὸ ἅτινα ὡς παρ’ Ἱπποκράτει, παρὰ δὲ Δημοκρίτωι ἴδια, παρ’ Ὁμήρωι τὰ ἑαυτοῦ. | |
298a | DEMETR. de poem. B 20 [Voll. herc.2 V 16 fr. 28, 4; Crönert Kolot. S. 107. 130.] ‘ἐρώ〈ει〉, φη〈σί〉, σαφῶς τὸν ἐν τῶι θώρηκί σου συνιστάμενον θυμὸν καὶ ταράσ〈σειν〉 τὴν ψυχὴν φυλάσ〈σου〉 μηδὲ | |
5 | πάντα ἐπίτρεπε τῆι γλώσσηι 〈πρή〉γματ’ αἰεί.‘ φυλάσσειν 〈ο〉ὖ̣〈ν τοῦ〉το δεῖν 〈ἡ〉μ〈ᾶσ〉 τὸ 〈μέροσ〉 ἐν ὧ〈ι κεῖται τὸ θυμικόν〉. | |
298b | ΠΕΡΙ ΤΩΝ ΕΝ ΒΑΒΥΛΩΝΙ ΙΕΡΩΝ ΓΡΑΜΜΑΤΩΝ. | |
299 | CLEM. Strom. I 15, 69 [II 43, 13 St.]: Δ. γὰρ τοὺς Βαβυλωνίους λόγους ἠθικοὺς [?] πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι. κἄστιν ἐπισημήνασθαι παρ’ αὐτοῦ ‘τάδε λέγει | |
5 | Δημόκριτοσ‘ γράφοντος. ναὶ μὴν καὶ περὶ αὑτοῦ [γράφει], ἧι σεμνυνό‐ μενός φησί που ἐπὶ πολυμαθίαι. ‘ἐγὼ δὲ τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην ἱστορέων τὰ μήκιστα καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα καὶ γραμμέων συνθέσιος μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν | |
10 | οὐδ’ οἱ Αἰγυπτίων καλεόμενοι Ἀρπεδονάπται· σὺν τοῖς δ’ ἐπὶ πᾶσιν ἐπ’ ἔτεα † ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην‘. ἐπῆλθε γὰρ Βαβυλῶνά τε καὶ | |
Περσίδα καὶ Αἴγυπτον τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων. | ||
299a | ΠΕΡΙ ΤΩΝ ΕΝ ΜΕΡΟΗΙ. | |
299b | ΩΚΕΑΝΟΥ ΠΕΡΙΠΛΟΥΣ. | |
299c | ΠΕΡΙ ΙΣΤΟΡΙΗΣ. | |
299d | ΧΑΛΔΑΙΚΟΣ ΛΟΓΟΣ. | |
299e | ΦΡΥΓΙΟΣ ΛΟΓΟΣ. | |
299f | ΠΕΡΙ ΠΥΡΕΤΟΥ ΚΑΙ ΤΩΝ ΑΠΟ ΝΟΣΟΥ ΒΗΣΣΟΝΤΩΝ. | |
299g | ΝΟΜΙΚΑ ΑΙΤΙΑ. | |
299h | ΧΕΡΝΙΚΑ [oder ΧΕΡΝΙΒΑ] Η ΠΡΟΒΛΗΜΑΤΑ. | |
300(tit1) | ΒΩΛΟΥ ΧΕΙΡΟΚΜΗΤΑ und ΦΥΣΙΚΑ ΔΥΝΑΜΕΡΑ (ΠΕΡΙ ΣΥΜΠΑΘΕΙΩΝ | |
tit2 | ΚΑΙ ΑΝΤΙΠΑΘΕΙΩΝ) | |
300,1 | SUID. Βῶλος Μενδήσιος Πυθαγόρειος. Περὶ τῶν ἐκ τῆς ἀναγνώσεως τῶν ἱστοριῶν εἰς ἐπίστασιν ἡμᾶς ἀγόντων, Περὶ θαυμασίων, Φυσικὰ δυναμερά· | |
ἔχει δὲ Περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν ... λίθων κατὰ στοιχεῖον, Περὶ σημείων τῶν ἐξ ἡλίου καὶ σελήνης καὶ ἄρκτου καὶ λύχνου καὶ ἴριδος. Aus anderer | ||
5 | Quelle Βῶλος Δημόκριτος φιλόσοφος. Ἱστορίαν καὶ Τέχνην ἰατρικήν (ἔχει δὲ ἰάσεις φυσικὰς ἀπό τινων βοηθημάτων τῆς φύσεως). | |
300,2 | VITRUV. IX 1, 14 admiror etiam Democriti De rerum natura volumina et eius commentarium quod inscribitur Χειροκμήτων, in quo etiam utebatur anulo, 〈ut〉 signaret cera molli quae esset expertus. PLIN. N. H. XXIV 160 Democriticerte Chirocmeta esse constat; at in his ille post Pythagoram magorum | |
5 | studiosissimus quanto portentosiora tradit! ut aglaophotim herbam quae admiratione hominum propter eximium colorem acceperit nomen, in mar‐ moribus Arabiae nascentem Persico latere, qua de causa et marmaritim vocari. hac magos uti, cum velint deos evocare. (167) adiecit his Apollo‐ dorus adsectator eius [vgl. unten c. 74] herbam aeschynomenen. | |
300,3 | COLUM. VII 5, 17 sed Aegyptiae gentis auctor memorabilis Bolus Men‐ desius, cuius commenta quae appellantur graece Χειρόκμητα sub nomine Democriti falso produntur, censet propter hanc [pusula] saepius ac diligenter ovium terga perspicere, ut si forte sit in aliqua tale vitium de‐ | |
5 | prehensum confestim scrobem defodiamus in limine stabuli et vivam pecudem quae fuerit pusulosa resupinam obruamus patiamurque super obrutam meare totum gregem, quod eo facto morbus propulsetur. XI 3, 53 nos autem leviore opera istud fieri apud Aegyptiae gentis Bolum Mendesium legimus, qui praecipit aprico et stercoroso loco alternis ordinibus ferulas alternis rubos | |
10 | in hortis consitas habere. deinde eas confecto aequinoctio paululum infra terram secare etc. (61) veteres quidam auctores ut Democritus praecipiunt semina omnia suco herbae quae sedum appellatur medicare eodemque remedio adversus bestiolas uti. (64) sed D. in eo libro qui graece inscribitur Περὶ ἀντιπαθῶν affirmat has ipsas bestiolas enecari, si mulier quae | |
15 | in menstruis est solutis crinibus et nudo pede unamquamque aream ter circumeat: post hoc enim decidere omnes vermiculos et ita emori. | |
300,4 | SCHOL. NICANDR. Ther. 764 Βῶλος δὲ ὁ Δημοκρίτειος ἐν τῶι Περὶ συμπαθῶν καὶ ἀντιπαθῶν Πέρσας φησὶν ἔχοντας παρ’ ἑαυτοῖς θανάσιμον φυτὸν φυτεῦσαι ἐν Αἰγύπτωι ὡς πολλῶν μελλόντων ἀναιρεθήσεσθαι, τὴν δὲ ἀγαθὴν οὖσαν εἰς τοὐναντίον μεταβαλεῖν ποιῆσαί τε τὸ φυτὸν καρπὸν γλυκύτατον. | |
300,4a | CRATEUAS ed. M. Wellmann 18, 14 [Abh. d. G. G. d. W. N. F. II 1] Ἀναγαλλίδες ... χρῶνται δ’ αὐτῆι καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις. | |
300,5 | PLUT. Quaest. conv. II 7, 1 p. 641 B ἦσαν δὲ καὶ οἱ τὰς ἀντιπαθείας θρυλοῦντες καὶ ἄλλα πολλὰ παθόντων (?) ἦν ἀκούειν· ὅτι μαινόμενον ἐλέφαντα καταπαύει κριὸς ὀφθείς κτλ. | |
300,6 | PLIN. N. H. XXV 23 composuit et Democritus, ambo peragratis Persidis, Arabiae, Aethiopiae, Aegypti magis; adeoque ad haec attonita antiquitas fuit, ut adfirmaverit etiam incredibilia dictu. PETRON. 88, 2 priscis enim | |
5 | temporibus, cum adhuc nuda virtus placeret, vigebant artes ingenuae summum‐ | |
que certamen inter homines erat, ne quid profuturum saeculis diu lateret. itaque herbarum omnium sucos Democritus expressit, et ne lapidum virgul‐ torumque vis lateret, aetatem inter experimenta consumpsit. | ||
300,7 | GAL. de simpl. medic. X, 1 (XII 250 K.) παραπλήσια δὲ τῶι Ξενοκράτει καὶ ἄλλοι τινὲς ἔγραψαν περὶ ζώιων, ἐξ ὧν καὶ αὐτὸς ὁ Ξενοκράτης ἐξεγράψατο τὰ πλεῖστα. πόθεν γὰρ ἂν ηὐπόρησε τοσούτων τε καὶ τοιούτων πρα‐ γμάτων αὐτὸς πειραθῆναι; ὁ γοῦν ἡμέτερος γενόμενός ποτε βασιλεὺς Ἄτταλος | |
5 | ἐλάττονα φαίνεται γράφων καίτοι φιλοτιμότατα σχὼν περὶ τὴν τῶν τοιούτων πεῖραν. ἐπαινῶν δέ τις τῶν ἑταίρων 〈Ἑρμοῦ〉 τὴν αὐτὴν πραγματείαν ἔδωκέ μοι καὶ αὐτὴν διελθεῖν, ὥς γε ἐμοὶ δοκεῖ χωρὶς αὐτοψίας ἰδίας τοῦ γράψαντος αὐτὴν γεγονυῖαν. ἐγὼ τοίνυν οὔτε βασιλίσκων οὔτε ἐλεφάντων οὔθ’ ἵππων Νειλώων οὔτ’ ἄλλου τινὸς ... μνημονεύσω. Gegen PLIN. N. H. XXVIII 112 | |
10 | chamaeleonem peculiari volumine (!) dignum existimatum Democrito usw. wendet sich GELL. X 12, 1; vgl. 6 his portentis atque praestigiis a Plinio Secundo scriptis non dignum esse cognomen Democriti puto, vel illud quale est quod idem Plinius in decimo libro [§ 137] scripsisse adseverat aves quasdam etc. ... (8) multa autem videntur ab hominibus istis male sollertibus | |
15 | huiuscemodi commenta in Democriti nomen data nobilitatis auctoritatisque eius perfugio utentibus. (Doch zitiert er selbst IV 13, 2 viperarum morsibus tibicinium scite modulateque adhibitum mederi refert etiam Democriti liber qui inscribitur *** in quo docet plurimis hominum morbidis medicinae fuisse incentiones tibiarum.) | |
300,7a | ANON. ROHDEI (Kl. Schr. I 397) Δ. δὲ ἱστορεῖ ὡς καὶ αὐ‐ τόπτης τοῦ ζώιου γεγονὼς ταῦτα· ‘ὁ βασιλίσκος ὁ κινάδης (οὕτω γὰρ αὐτὸν καλεῖ) ἔστι μὲν κατὰ τὸ σῶμα ὀλίγος, νωθὴς δὲ κατὰ τὴν κίνησιν, ὀξυκέφαλος, ἀστεροειδὲς βασίλειον ἔχων ἐπὶ τῆς κεφαλῆς, ξανθὸς τὴν χροιάν, ἀσύγκριτος τὴν | |
5 | ἰσχὺν καὶ ἀνυπέρβλητος. εὑρίσκεται δὲ ἐν τοῖς ἐπέκεινα τόποις τῆς Λιβύης τῆς κατὰ Κυρήνην, ὅπου καὶ τὸ τῶν ἀνθρώπων τῶν καλουμένων Ψύλλων γένος. τὰ γὰρ ἀπὸ τοῦ κινάδου δήγματα ὑπὸ τῶν Ψύλλων θεραπεύεται. ἀντιπαθὴς δὲ τῶι | |
κινάδηι ἐστὶν ἡ κατοικίδιος γαλέα· ταύτης γὰρ οὔτε τὴν ὀσμὴν οὔτε τὸ εἶδος φέρει, ἀλλ’ εὐθὺς ἀπόλλυται. εἰ δὲ καὶ πρὸς τῶι φωλεῶι εὕροι, διασπαράσσει | ||
10 | τοῦτον ἡ γαλέα‘. αὕτη τῆς ἀντιπαθείας ἡ ἐνέργεια. | |
300,10(2) | CELSUS I prooem. p. 2, 11 Dar. (CML I 18) ideoque multos ex sapientiae professoribus peritos eius [nämlich medicinae] fuisse accepimus: clarissimos vero ex is Pytha‐ | |
5 | goran et Enpedoclen et Democritum. TATIAN. 16. 17 p. 18, 6 Schw. εἰσὶν | |
μὲν οὖν καὶ νόσοι καὶ στάσεις τῆς ἐν ἡμῖν ὕλης· δαίμονες δὲ αἴτιοι τούτων, 〈οἷσ〉 τὰς αἰτίας, ἐπειδὰν συμβαίνωσιν ἑαυτοῖς, προσγράφουσιν, ἐπιόντες ὁπόταν καταλαμβάνηι κάματος (ἔστι δὲ ὅτε καὶ αὐτοὶ χειμῶνι τῆς σφῶν ἀβελτερίας κρα‐ δαίνουσιν τὴν ἕξιν τοῦ σώματος)· οἳ λόγωι θεοῦ δυνάμεως πληττόμενοι δεδιότες | ||
10 | ἀπίασιν, καὶ ὁ κάμνων θεραπεύεται. (17) περὶ γὰρ τῶν κατὰ τὸν Δημό‐ κριτον ξυμπαθειῶν τε καὶ ἀντιπαθειῶν τί καὶ λέγειν ἔχομεν ἢ τοῦθ’ ὅτι κατὰ τὸν κοινὸν λόγον ἀβδηρολόγος ἐστὶν ὁ ἀπὸ τῶν Ἀβδήρων ἄνθρωπος; CAEL. AUREL. Morb. ac. III 14—16 Hydrophobie; chron. IV 1 (Elephantiasis) veterum autem medicorum nullus istius passionis curationem | |
15 | ordinavit excepto Themisone atque ex philosophis Democrito, si vere eius de elephantiacis conscriptus dicitur liber. ANECD. PARIS. [ed. Fuchs Rhein. Mus. 49, 1894, 557] τῆς δὲ ἐλεφαντιάσεως τῶν μὲν παλαιῶν οὐδεὶς ἐμνήσθη ἰατρῶν, φιλοσόφων δὲ Δ. ἐν τῶι Περὶ ἐλεφαντιάσεως αὑτοῦ βιβλίωι. ORIBAS. XLV 28, 1 CMG VI 2, 1 | |
20 | III 184 τὸ γὰρ εἰς Δημόκριτον ἀναφερόμενον βιβλίον περὶ τοῦ νοσήματος [Ele‐ phantiasis] φανερῶς κατέψευσται. | |
300,11 | Excerpte im VATIC. gr. 299f. 304ff. [Rohde Kl. Schr. I 383, ediert von M. Wellmann Berl. Sitz. Ber. 1908, 625ff.] Δημοκράτους [so] κεφαλαλγία, Δημοκρίτου περὶ ὀφθαλμῶν, Δημοκρίτου Ἀβδηρίτου περὶ ὀφθαλμῶν φλεγμονῆς, Δ—ου πρὸς ῥεῦμα ὀφθαλμοῦ, Δ—ου περὶ τριχιάσεως ὀφθαλμῶν, Δ. πρὸς ὑπο‐ | |
5 | σφάγματα ὀφθαλμῶν, Δ. περὶ χημώσεως, περὶ νεφελίων Δ., πρὸς ὑπώπια καὶ πελιώματα, Δ. περὶ φλεγμονῆς γαργαρεῶνος, πρὸς ἔμετον στομάχου Δ., σταλτικὸν ἐμέτου Ἀβδηρίτου. AEL. PROMOT. c. 26 [nach Marc. 295] πρὸς τὰ λοιμικὰ πάθη καὶ μολυβδώδη ἔχοντας τὴν χρόαν ... ἄλλο ἔστι δὴ τῶν Δημοκρίτου πρὸς τοὺς ὑπὸ ἀέρος ἑλώδους βεβλαμμένους. | |
300,12(3) | TATIAN. 17 p. 18, 15 ὥσπερ δὲ ὁ τῆι πόλει τῆς προσηγορίας αἴτιος [Abderos, Gründer der Stadt] | |
5 | φίλος ὤν, ὥς φασιν, Ἡρακλέους ὑπὸ τῶν Διομήδους ἵππων κατεβρώθη, τρόπωι τῶι αὐτῶι καὶ ὁ τὸν μάγον Ὀστάνην καυχώμενος ἐν ἡμέραι συντελείας πυρὸς αἰωνίου βορᾶι παραδοθήσεται ... πάθος οὐκ ἔστι δι’ ἀντιπαθείας ἀπολλύμενον οὐδὲ ὁ μεμηνὼς σκυτίδων ἐξαρτήμασι θεραπεύεται. APUL. Apol. 27 eos vero vulgo magos nominent, quasi facere etiam sciant quae sciant fieri, ut olim | |
10 | fuere Epimenides [3 A 6a] et Orpheus et Pythagoras et Ostanes. | |
300,13 | PLIN. N. H. XXX 8ff. primus quod extet, ut equidem invenio, commentatus est de ea [magia] Osthanes Xerxen regem Persarum bello quod is Graeciae intulit comitatus ac velut semina artis portentosae sparsit obiter infecto quacumque commeaverat mundo. diligentiores paulo | |
5 | ante hunc ponunt Zoroastren, alium Proconnensium [d. i. Aristeas]. quod certum est, hic maxime Osthanes ad rabiem, non aviditatem modo, scientiae eius Graecorum populos egit. quamquam animadverto summam litterarum claritatem gloriamque ex ea scientia antiquitus et paene semper petitam. (9) certe Pythagoras, Empedocles, Democritus, Plato ad hanc discendam navi‐ | |
10 | gavere exsiliis verius quam peregrinationibus susceptis, hanc reversi prae‐ dicavere, hanc in arcanis habuere. D. Apollobechen Coptiten et Dardanum et Phoenicem inlustravit, voluminibus Dardani in sepulchrum eius petitis, suis vero ex disciplina eorum editis, quae recepta ab ullis hominum atque transiisse per memoriam aeque ac nihil in vita mirandum est; (10) in tantum | |
15 | fides istis fasque omne deest adeo, ut qui cetera in viro probant haec opera eius esse infitientur. sed frustra. hunc enim maxime adfixisse animis eam dulcedinem constat. plenumque miraculi et hoc, pariter utrasque artis effloruisse, medicinam dico magicenque, eadem aetate illam Hippocrate hanc Democrito inlustrantibus circa Peloponnesiacum Graeciae bellum, | |
20 | quod gestum est a ·CCC· urbis nostrae anno ... (11) non levem et Alexandri Magni temporibus auctoritatem addidit professioni secundus Osthanes comi‐ tatu eius exornatus planeque, quod nemo dubitet, orbem terrarum peragravit. | |
300,13a | GAL. de simpl. med. X 1 [XII 248 K.] ἔνια μὲν γὰρ αὐτῶν [Arznei‐ mittel] ἀσελγῆ τέ ἐστι καὶ βδελυρά, τινὰ δὲ καὶ πρὸς τῶν νόμων ἀπηγορευμένα, περὶ ὧν οὐκ οἶδα, πῶς ἔγραψεν ὁ Ξενοκράτης, ἄνθρωπος οὐ πάλαι γεγονώς, ἀλλὰ κατὰ τοὺς πάππους ἡμῶν, τῆς Ῥωμαϊκῆς βασιλείας ἀπηγορευκυίας ἀνθρώπους | |
5 | ἐσθίειν, ἀλλ’ ἐκεῖνός γε ὡς αὐτὸς πεπειραμένος ἀξιοπίστως πάνυ γράφει, τίνα πάθη θεραπεύειν πέφυκεν ἐγκέφαλος ἐσθιόμενος ἢ σάρκες ἢ ἧπαρ ἀνθρώπου, τίνα δὲ τὰ τῆς κεφαλῆς ἢ κνήμης ἢ δακτύλων ὀστᾶ τὰ μὲν καυθέντα τὰ δ’ ἄκαυστα πινόμενα, τίνα δ’ αὐτὸ τὸ αἷμα. PLIN. N. H. XXVIII 5ff. nec pauci apud Graecos sin‐ gulorum viscerum membrorumque etiam sapores dixere omnia persecuti ad | |
10 | resegmina unguium, quasi vero sanitas videri possit feram ex homine fieri | |
morboque dignum in ipsa medicina, egregia, hercules, frustratione, si non prosit. adspici humana exta nefas habetur, quid mandi? quis ista invenit, Osthane? (6) tecum enim res erit eversor iuris humani monstrorumque artifex qui primus ea condidisti credo, ne vita oblivisceretur 〈tui〉. qui | ||
15 | invenit singula membra humana mandere? qua coniectura inductus? quam potest medicina ista originem habuisse? quis veneficia innocentiora fecit quam remedia? esto, barbari externique ritus invenerant, etiamne Graeci suas fecere has artis? (7) extant commentationes Democriti ad aliud noxii homini ex capite ossa plus prodesse, ad alia amici et hospitis. PHILO | |
20 | BYBL. b. Eus. P. E. I 10, 53 (nach Ζωροάστρης δὲ ὁ μάγος ἐν τῆι ἱερᾶι συνα‐ γωγῆι τῶν Περσικῶν über den θεὸς κεφαλὴν ἔχων ἱέρακος) τὰ δ’ αὐτὰ καὶ Ὀστάνης φησὶ περὶ αὐτοῦ ἐν τῆι ἐπιγραφομένηι Ὀκτατεύχωι. | |
300,14 | SENEC. Ep. 90, 32 ‘Democritus‘ inquit [Poseidonius] ‘invenisse dici‐ tur fornicem, ut lapidum curvatura paulatim inclinatorum medio saxo alli‐ garetur‘. hoc dicam falsum esse; necesse est enim ante Democritum et pontes et portas fuisse, quarum fere summa curvantur. excidit porro vobis eundem | |
5 | Democritum invenisse, quemadmodum ebur molliretur, quemadmodum de‐ coctus calculus in smaragdum converteretur, qua hodieque coctura inventi | |
lapides 〈in〉 hoc utiles colorantur. | ||
300,16 | SYNCELL. I 471 Dind. Δ. Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἤκμαζεν. ἐν Αἰγύπτωι μυηθεὶς ὑπὸ Ὀστάνου τοῦ Μήδου σταλέντος ἐν Αἰγύπτωι παρὰ τῶν τηνικαῦτα βασιλέων Περσῶν ἄρχειν τῶν ἐν Αἰγύπτωι ἱερῶν ἐν τῶι ἱερῶι τῆς Μέμφεως σὺν ἄλλοις ἱερεῦσι καὶ φιλοσόφοις, ἐν οἷς ἦν καὶ Μαρία τις Ἑβραία σοφὴ | |
5 | καὶ Παμμένης, συνέγραψε περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρας λοξῶς, ὁμοίως δὲ καὶ Μαρία. ἀλλ’ οὗτοι μὲν Δ. καὶ Μαρία ἐπηινέθησαν παρὰ Ὀστάνου ὡς πολλοῖς καὶ σοφοῖς αἰνίγμασι κρύψαντες τὴν τέχνην, Παμμένους δὲ κατέγνωσαν ἀφθόνως γράψαντος. | |
300,17 | [SYNES.] ad Dioscorum comment in Democr. [Berthelot Coll. d. Alchim. I 56, 7] Δ. ἐλθὼν ἀπὸ Ἀβδήρων φυσικὸς ὢν καὶ πάντα τὰ φυσικὰ ἐρευ‐ νήσας καὶ συγγραψάμενος τὰ ὄντα κατὰ φύσιν. Ἄβδηρα δέ ἐστι πόλις Θράικης· ἐγένετο δὲ ἀνὴρ λογιώτατος, ὃς ἐλθὼν ἐν Αἰγύπτωι ἐμυσταγωγήθη παρὰ τοῦ | |
5 | μεγάλου Ὀστάνου ἐν τῶι ἱερῶι τῆς Μέμφεως σὺν καὶ πᾶσι τοῖς ἱερεῦσιν Αἰγύπτου. ἐκ τούτου λαβὼν ἀφορμὰς συνεγράψατο βίβλους τέσσαρας βαφικάς, περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρας. λέγω δή, τὰς ἀφορμὰς λαβὼν συνεγράψατο παρὰ τοῦ μεγάλου Ὀστάνου. ἐκεῖνος γὰρ ἦν πρῶτος ὁ γράψας ὅτι ‘ἡ φύσις τῆι φύσει τέρπεται καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ καὶ | |
10 | ἡ φύσις τὴν φύσιν νικᾶι‘ κτλ. | |
300,18 | Δημοκρίτου Φυ‐ σικὰ καὶ μυστικά in Berthelots Coll. d. Alchim. I p. 41 ff. Probe: p. 43, 14 ὡς οὖν ἦμεν ἐν τῶι ναῶι ἐξ αὐτομάτου στήλη τις [ἢ κιόνιον] διαρρήγνυται, ἣν ἡμεῖς ἑωρῶμεν ἔνδον οὐδὲν ἔχουσαν. ὁ δὲ Ὀστάνης ἔφασκεν ἐν αὐτῆι τὰς πατρώιας | |
5 | τεθησαυρίσθαι βίβλους καὶ προκομίσας εἰς μέσον ἤγαγεν· ἐγκύψαντες δὲ ἐθαυμά‐ ζομεν, ὅτι μηδὲν ἦμεν παραλείψαντες, πλὴν τοῦτον τὸν λόγον εὕρομεν ἐκεῖ πάνυ χρήσιμον· ‘ἡ φύσις τὴν φύσιν‘ κτλ. p. 53, 16 ἰδοὺ μὲν ὃ ἦν, ὦ Λεύκιππε, περὶ τουτέων τῶν τεχνῶν τῶν Αἰγυπτίων 〈ἐν ταῖς τῶν〉 προφητέων Περσικαῖς βίβλοις, ἔγραψα τῆι κοινῆι | |
10 | διαλέκτωι, πρὸς ἣν δὴ μάλιστα ἁρμόζονται· ἡ δὲ βίβλος οὐκ ἔστι κοινή. αἰνί‐ γματα γὰρ ἔχει μυστικὰ παλαιά τε καὶ ὠγύγια (?) ἅπερ οἱ πρόγονοι καὶ θεῖοι | |
Αἰγύπτου βασιλεῖς τοῖς Φοίνιξι ἀνέθεντο. ἐγὼ δὲ ὁ φίλος σου ὠγυγίοις (?) αἰνίγμα‐ σιν χρήσομαι ἃ δὴ γεγράφαταί μοι τοῖς Αἰγυπτίων παισίν. ἀλλὰ σοί, ἰατρέ, καὶ δι’ ἑρμηνέως πάντα οὐ παύσομαι ἀναφανδὸν ἐνεξηγούμενος. περιέχει δὲ ἡ συγ‐ | ||
15 | γραφὴ λεύκωσίν τε καὶ ξάνθωσιν ἢ χαλκολίθου τε μαλάξιας καὶ ἑψήσιας καὶ ἕως βαφικῆς, ὕστερον δὲ ὅσα πάλιν παράδοξα γίγνεται ἐξ αὐτοῦ τοῦ χαλκοῦ καὶ κινναβάρεως, ἔχε ποιῆσαι χρυσὸν 〈ἐκ τῆσ〉 καδμίας τε καὶ ἄλλων εἰδῶν, καὶ καύ‐ σεων πάλιν 〈καὶ〉 ἐπιπλοκῶν ὅσα παράδοξα γίγνεται. Zosimos a. O. II 122 aus Demokrit: ‘δέξαι λίθον τὸν οὐ λίθον, τὸν ἄτιμον | |
20 | καὶ πολύτιμον, τὸν πολύμορφον καὶ ἄμορφον, τὸν ἄγνωστον καὶ πᾶσι γνωστόν, τὸν πολυώνυμον καὶ ἀνώνυμον, τὸν ἀφροσέληνον λέγω‘. p. 159, 3 καὶ ταῦτα μὲν οὕτως πρὸς τοὺς Αἰγυπτίους προφήτας ὁ Δ. γράφει ‘ἐγὼ δὲ πρὸς σέ, ὦ Φιλάρετε, πρὸς ὃν ἡ δύναμις, τὴν κατὰ πλάτος σοι γράφω τέχνην‘. | |
25 | III 448, 19 ὁ Δ. φησὶ πρὸς τὸν βασιλέα ‘εἰ μὴ τὰς οὐ‐ σίας καταμάθηις καὶ τὰς οὐσίας κεράσηις καὶ τὰ εἴδη νοήσηις καὶ τὰ γένη συνάψηις τοῖς γένεσιν, εἰς μάτην τῶι κόπωι ἐπεχείρησας, ὦ βασιλεῦ‘. | |
300,19 | PAPYR. LONDIN. 121 c. 5b v. 168 [Kenyon Greek Pap. in the Br. Mus. (I 1893) S. 89. Pap. Graec. mag. ed. Preisendanz II 7]. Δημοκρίτου παίγνια | |
5 | α. τὰ χαλκᾶ χρυσᾶ ποιῆσαι φαίνεσθαι: θεῖον ἄπυρον μετὰ τῆς κρητηρίας μείξας ἔκμασσε. | |
β. ὠιὸν ὅμοιον μήλωι γενέσθαι: ζέσας τὸ ὠιὸν χρῖε κρόκωι μείξας μετ’ οἴνου. γ. μάγειρον μὴ δύνασθαι τὴν πυρὰν ἀνάψαι: βοτάνην ἀείζωον θὲς αὐτοῦ εἰς τὴν ἑστίαν. | ||
10 | δ. φαγόντα σκόρδα μὴ ὄζειν: ῥίζας σεύτλου ὀπτήσας φάγε. ε. γραῦν μήτε πολλὰ λαλεῖν μήτε πολλὰ πίνειν: πίτυν κόψας βάλε αὐτῆς εἰς τὸ κρᾶμα. ϛ. μονομάχας [so] ἐζωγραφημένους μάχεσθαι: ὑποκάτω αὐτῶν κάπνισον λαγοῦ κεφαλήν. | |
15 | ζ. ψυχρὰ τρώγοντα κατακαίεσθαι: σκίλλαν εἰς ὕδωρ χλιαρὸν βρέξας δὸς αὐτῶι νίψασθαι· λύσις ἐλαίωι. θ. πολλὰ πίνοντα [καὶ] μὴ μεθύειν: χοιραῖον πνεύμονα ὀπτήσας φάγε. ι. ὁδοιποροῦντα μὴ διψᾶν: ὠιὸν 〈ὠμὸν〉 〈εἰσ〉 οἶνον ἀνακόψας ῥόφα. ια. πολλὰ βινεῖν δύνασθαι: στροβίλια πεντήκοντα μετὰ δύο κυάθων γλυκέος | |
20 | καὶ 〈κ〉 κόκκους πεπέρεως τρίψας πίε. ιβ. στύειν, ὅτε θέλεις: πέπερι μετὰ μέλιτος τρίψας χρῖέ σου τὸ π[έλ]μα. | |
300,20 | PAPYR. MAGIC. LUGD. 384 [Dieterich Jahrb. f. kl. Ph. Suppl. XVI 813. Preisendanz a. O. S. 81] Δημοκρίτου Σφαῖρα. Προγνωστικὸν ζωῆς καὶ θανάτου. γνῶθι πρὸς τίνα σελήνην ἀνέπεσε νοσῶν καὶ τὸ ὄνομα τὸ ἐκ γενετῆς συνψήφισον τῆι σελήνηι καὶ βλέπε, πόσαι | |
5 | τριακάδες γίνονται, καὶ τὰ περιλειπόμενα τοῦ ἀριθμοῦ κατανόησον εἰς τὴν ‘σφαῖραν‘ | |
καὶ ἂν ἧι ἄνω ἡ ψῆφος, ζήσει, ἐὰν δὲ κάτω, τελευτήσει. | ||
302 | CORPUS PARI‐ SINUM PROFANUM [Cod. Paris. gr. 1168 nach Elter]: | |
5 | 166 ταῖς τῶν καιρῶν μεταβολαῖς καὶ οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται. 168 νεκρὸν ἰατρεύειν καὶ γέροντα νουθετεῖν ταὐτόν ἐστι [vgl. Gnomica homoeom. ed. Elter I p. 41. 68] 169 τὸν σπουδαῖον φίλον πρὸς μὲν τὰς εὐφροσύνας κληθέντα δεῖ παρεῖναι, πρὸς δὲ τὰς περι‐ | |
10 | στάσεις αὐτόκλητον δεῖ συμπαρεῖναι | |
12 | 170 τὸ μὴ δύνασθαι βοηθεῖν τοῖς φίλοις ἀπορίας, τὸ δὲ μὴ βούλεσθαι κακίας τεκμήριον. 171 οἱ ἀληθινοὶ φίλοι καὶ τὰς φιλίας ἡδείας καὶ τὰς συμφορὰς ἐλαφροτέρας ποιοῦσιν ὧν μὲν συναπολαύοντες ὧν δὲ μεταλαμβά‐ | |
15 | νοντες. 174 ποθητὸς εἶναι μᾶλλον ἢ φοβερὸς κατὰ τὸν βίον προαιροῦ· ὃν γὰρ πάντες φοβοῦνται, πάν‐ τας φοβεῖται. 175 τὰς μὲν γραμμὰς ἀσφαλεστέρας, τὰς δὲ πράξεις λαμπροτέρας ἔχειν δεῖ [= Elter Homoeom. n. 142]. 177 τὸν ἄρχοντα δεῖ ἔχειν πρὸς μὲν τοὺς καιροὺς λογισμόν, πρὸς δὲ τοὺς ἐναντίους | |
20 | τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν. 178 δεῖ δὲ τὸν ἑτέρων μέλλοντα ἄρξειν αὐτὸν ἑαυτοῦ πρῶτον ἄρχειν. 181 ἐν μὲν τοῖς ἐσόπτροις ὁ τῆς ὄψεως, ἐν δὲ ταῖς ὁμιλίαις ὁ τῆς ψυχῆς χαρακτὴρ βλέπεται = Homoeom. n. 19a 184 διηνεκὴς ἐπὶ πᾶσιν ἀνθρώποις ἡ τοῦ | |
25 | πλούτου ἐπιθυμία. μὴ κτηθεῖσα μὲν γὰρ τρύχει, κτηθεῖσα δὲ βασανίζει ταῖς φρον‐ τίσιν, ἀποκτηθεῖσα δὲ ταῖς λύπαις. 185 θεοῦ ἄξιόν σε ποιήσει τὸ μηδὲν ἀνάξιον πράττειν. 186 θεῶι ὅμοιον ἔχει ὁ ἄνθρωπος τὸ εὖ ποιεῖν, ὅταν τὸ εὖ ποιεῖν μὴ καπηλεύηται, καὶ τὸ εὐεργετεῖν καὶ ἀληθεύειν 187 καὶ κυβερνήτης ἀγαθὸς ἐνίοτε ναυαγεῖ καὶ ἀνὴρ σπου‐ | |
30 | δαῖος ἀτυχεῖ = Homoeom. n. 124 189 ἡ μὲν μά‐ χαιρα τέμνει, ἡ δὲ διαβολὴ χωρίζει φίλους = Gnom. hom. I p. 41 191 ἡ τῶν ἀγαθῶν ἔρις ὠφελεῖ τὸν ζηλοῦντα μὴ βλάπτουσα τὸν ζηλούμενον. 192 μικρὰ διδόναι βούλου μᾶλλον ἢ μεγάλα ἐγγυᾶν· ὅ τε γὰρ κίνδυνος ἄπεστι καὶ ὁ λαβὼν ἔργου, οὐ λόγου χρείαν ἔχει. 193 ἐπιτηδειότατος πρὸς φιλίαν | |
35 | ὁ πλεῖστα ἀδικεῖσθαι δυνάμενος καὶ φέρειν. 196 τάχος καὶ ἔπειξις ἀπέστω τοῦ ἐσθίειν· κυνῶδες γὰρ τοῦτο καὶ θηρίωι μᾶλλον ἢ ἀνθρώπωι πρέπον. 197 ὥσπερ οὖν ἄλειμμα οὐδὲ τὸ ἡδὺ καλὸν οὐδὲ τὸ μακρόν, ἀλλὰ τὸ ὑγιαῖνον, οὕτω καὶ τροφὴ οὐχ ἡ ἡδεῖα καλὴ οὐδ’ ἡ πολλή, ἀλλ’ ἡ ὑγιεινή. 198 ὁ ἀρετὴν τιμῶν πρώτην ἀλήθειαν τιμᾶι καὶ μάλιστα ὡς | |
40 | ἀγαθοῦ παντὸς ἡγεμόνα οὖσαν. | |
43 | 875 Δ. τὸν | |
45 | φθόνον εἶπεν ἕλκος εἶναι ἀληθείας. 745 μηδέποτε μακαρίσηις ἄνθρωπον ἐπὶ πλούτωι καὶ δόξηι· πάντα γὰρ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἐλάττονι πίστει τῶν ἀνέμων δέδεται. | |
302a | SENEC. Epist. 7, 10 D. ait: unus mihi pro populo est et populus pro uno. | |
304 | Vgl. Gnom. Vatic. 743 [Wien. Stud. 10, 1888, 232] n. 56 ὁ αὐτὸς [Demokritos] εἶπεν· ‘ἓν μόνον οἶδα, ὅτι οὐκ οἶδα.‘ | |
306 | MASALA [Maschallah al—Misri im Vatic. gr. 1056, S. Catal. codd. astrol. gr. I (Brux. 1898) p. 82,] ὁ Δ. βιβλία ιδ, ἤγουν Περὶ γενεθλίων ϛ, Περὶ ἐρωτήσεων δ, Περὶ τῶν συνόδων δύο, Περὶ λογισμοῦ α καὶ Περὶ τῶν κλιμάτων α. | |
307 | PSEUDORIBASIUS in Aphorism. Hippocr. ed. Io. Guinterius Andernacus Paris. 1533f. 5 v deinde dicimus quod nemo tale opus potuit facere quale Hippocras, quem philosophi amicum naturae dixerunt. tentavit quidem D. tale facere, non | |
5 | tamen ut Hippocras perfecit. | |
308 | COD. PARIS. 1630 Δημοκρίτου φιλοσόφου τοὐναν‐ | |
τίον. Παντοίην βιότοιο κτλ. = Anth. Pal. IX 360 Μητροδώρου. | ||
309 | ALBERTUS MAGNUS Ethica I 1, 3 (Vol. IV ed. Jammy p. 4) hoc est etiam quod dicit D., quod homo sapiens est mensura omnium quae sunt (vgl. 80 B 1). per sensum enim est mensura sensibilium et per intellectum est mensura intelligibilium; mensuratur enim unumquodque sui generis | |
5 | primo et simplicissimo; primum autem et simplicissimum uniuscuiusque generis virtus est. virtus ipsius igitur est principium cognoscendi unam‐ | |
quamque rem; cognitio igitur omnis rei perficitur in cognitione virtutis eius. |