TLG 1303 003 :: DEMOCHARES :: Fragmenta DEMOCHARES Hist.
Orat., Nepos Demosthenis Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 448–449. frr. 1–6 Citation: Fragment — (line) | ||
t1-6 | ΙΣΤΟΡΙΑΙ. | |
1 | Plutarch. Demosth. c. 30: Δημοχάρης ὁ τοῦ Δη‐ μοσθένους οἰκεῖος οἴεσθαί φησιν αὐτὸν (Δημοσθένη) οὐχ ὑπὸ φαρμάκου, θεῶν δὲ τιμῇ καὶ προνοίᾳ τῆς Μακε‐ δόνων ὠμότητος ἐξαρπαγῆναι συντόμως καταστρέψαντα | |
5 | καὶ ἀλύπως. [Κατέστρεψε δ’ ἕκτῃ ἐπὶ δέκα τοῦ Πυανε‐ ψιῶνος μηνὸς, ἐν ᾗ τὴν σκυθρωποτάτην τῶν Θεσμο‐ φορίων ἡμέραν ἄγουσαι παρὰ τῇ θεῷ νηστεύουσιν αἱ γυναῖκες] | |
---|---|---|
2 | Polybius XII, 13, 9: Οὗ κεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κα‐ τηγορίαν ἐν ταῖς Ἱστορίαις, φάσκων αὐτὸν τοιοῦτον γεγονέναι προστάτην τῆς πατρίδος, καὶ ἐπὶ τούτοις | |
5 | σεμνύνεσθαι κατὰ τὴν πολιτείαν, ἐφ’ οἷς ἂν καὶ τελώνης σεμνυνθείη ἢ βάναυσος. Ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτε‐ λῶς πωλεῖσθαι κατὰ τὴν πόλιν, καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις φησὶ μεγαλαυχεῖν αὐτόν· καὶ δὴ ὅτι κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο | |
10 | τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ὄνοι διεπέμποντο διὰ τοῦ θεάτρου (διότι δὴ πάντων τῶν τῆς Ἑλλάδος καλῶν ἡ πατρὶς παρακεχωρηκυῖα τοῖς | |
ἄλλοις, ἐποίει Κασσάνδρῳ τὸ προσταττόμενον), ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν. | 448 | |
3(t) | E LIBRO VICESIMO. | |
1 | Athen. VI: Διαβόητος δὲ ἐγένετο ἐπὶ κο‐ λακείᾳ καὶ ὁ τῶν Ἀθηναίων δῆμος. Δημοχάρης γοῦν, ὁ Δημοσθένους τοῦ ῥήτορος ἀνεψιὸς, ἐν τῇ εἰκοστῇ τῶν Ἱστοριῶν διηγούμενος περὶ ἧς | |
5 | ἐποιοῦντο οἱ Ἀθηναῖοι κολακείας πρὸς τὸν Πολιορκητὴν Δημήτριον, καὶ ὅτι τοῦτ’ οὐκ ἦν ἐκείνῳ βουλομένῳ, γράφει οὕτως· «Ἐλύπει μὲν καὶ τούτων ἔνια αὐτὸν, ὡς ἔοικεν, οὐ μὴν ἀλλὰ καὶ ἄλλα γε παντελῶς αἰσχρὰ καὶ ταπεινά· Λεαίνης μὲν καὶ Λαμίας Ἀφροδίτης ἱερὰ, | |
10 | καὶ Βουρίχου καὶ Ἀδειμάντου καὶ Ὀξυθέμιδος τῶν κο‐ λάκων αὐτοῦ καὶ βωμοὶ καὶ ἡρῷα καὶ σπονδαί. Τούτων ἑκάστῳ καὶ παιᾶνες ᾔδοντο, ὥστε καὶ αὐτὸν τὸν Δημήτριον θαυμάζειν ἐπὶ τοῖς γινομένοις, καὶ λέγειν, ὅτι οὐδεὶς ἐπ’ αὐτοῦ Ἀθηναίων γέγονε μέγας καὶ ἁδρὸς | |
15 | τὴν ψυχήν.» | |
4(t) | E LIBRO VICESIMO PRIMO. | |
1 | Athen. VI: Φησὶ γοῦν ὁ Δημοχάρης, ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ γράφων· «Ἐπανελθόντα δὲ τὸν Δημήτριον ἀπὸ τῆς Λευκάδος καὶ Κερκύρας εἰς τὰς Ἀθήνας, οἱ Ἀθηναῖοι ἐδέχοντο οὐ μόνον θυμιῶντες καὶ | |
5 | στεφανοῦντες καὶ οἰνοχοοῦντες, ἀλλὰ καὶ προσόδια καὶ χοροὶ καὶ ἰθύφαλλοι μετ’ ὀρχήσεως καὶ ᾠδῆς ἀπήντων αὐτῷ, καὶ ἐφιστάμενοι κατὰ τοὺς ὄχλους ᾖδον ὀρχού‐ μενοι, καὶ ἐπᾴδοντες, ὡς εἴη μόνος θεὸς ἀληθινὸς, οἱ δ’ ἄλλοι καθεύδουσιν, ἢ ἀποδημοῦσιν, ἢ οὐκ εἰσὶ, γε‐ | |
10 | γονὼς δ’ εἴη ἐκ Ποσειδῶνος καὶ Ἀφροδίτης, τῷ δὲ κάλλει διάφορος, καὶ τῇ πρὸς πάντας φιλανθρωπίᾳ κοινός. Δεόμενοι δ’ αὐτοῦ ἱκέτευον, φησὶ, καὶ προσηύ‐ χοντο.» | |
5 | Plutarch. Demetr. 27: Δημοχάρης δ’ ὁ Σόλιος τὸν Δημήτριον ἐκάλει Μῦθον· εἶναι γὰρ αὐτῷ καὶ Λαμίαν. | |
6 | Lucian. Macrob. c. 10: Ἀγαθο‐ κλῆς δὲ ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα πέντε | |
τελευτᾷ, καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν. | 449 |