TLG 1302 002 :: DEMETRIUS :: Formae epistolicae (duo exempla spuria) DEMETRIUS Rhet., Formarum epistolicarum auctor Formae epistolicae (duo exempla spuria) Citation: Section — (line) | ||
1 | Ἄλλη. Μουσικόν σοι τὸ πρόσρημα, σοφώτατε. οὐ λίαν ἀπεῖναί σοι λύρα δοκεῖ. νῦν γὰρ ἡ γραφὶς μουσικὴν ἐνδείκνυ‐ ται τέχνην, ᾆσμά σοι δι’ ἡμῶν μελῳδοῦσα τὸ φίλιον σπουδῇ τε τῇ πάσῃ καὶ προθυμίᾳ τῇ πρεπούσῃ πρὸς φωνὴν ἡμετέραν προ‐ | |
5 | θυμουμένη παιδεύειν. καὶ γὰρ ἔννομόν τε καὶ θεῖον τοὺς προ‐ εστηκότας ὑμᾶς καὶ προστήσεσθαι μέλλοντας ἀσπάζεσθαι ταῖς προσρήσεσι. διὸ πεπληρώκαμεν τὸν νόμον καὶ προσκεκυνήκαμεν ὡς ἔδει καὶ ἀντικαλοῦμεν μεμνῆσθαι μὲν ἡμῶν παρ’ ὑμῖν, γρά‐ φειν δὲ ἡμῖν ἐνθάδε. ὑπὲρ γὰρ τῆς σωτηριώδους ὑμῶν διαμο‐ | |
---|---|---|
10 | νῆς ὁσημέραι εὐχόμενοι εὖ ἔχειν πυνθάνεσθαι ταύτην λίαν ἔχομεν ἐρωτικῶς. | |
2 | Ἄλλη. Συνήθως εὔφρανας, δέσποτα, τῇ τῶν γραμμάτων διαδοχῇ σωματικὴν ἡμῖν τὴν παρουσίαν ἐπιδειξάμενος καὶ τὴν ὑμῶν ἀπουσίαν τῇ παρουσίᾳ σημάνας χαίρειν πάλιν ἀνέπλησας καὶ πάλιν εὐφραίνεσθαι. τὰ γὰρ τῆς σῆς λαμπρότητος ὑγιεινὰ | |
5 | γράμματα εὐφροσύνης ἡμῖν αἴτια γίνεται. ἡμῖν μὲν γάρ, δέσποτα, καὶ δοκῶν ἀπεῖναι πάρει καὶ παρὼν ἐντὸς τῶν ψυχῶν ἡμῶν δικαίως ἀναγεγραμμένος ὑπάρχεις ἀνεξαλείπτοις μνήμαις τῇ τῶν γλυκέων παίδων παρουσίᾳ καὶ τῇ τῶν χρεωστουμένων σοι ἀνάγκῃ καὶ τῇ τῶν ψυχῶν ἀρετῇ. ψυχῆς γάρ ἐστι καὶ ὀφθαλμῶν τὰ | |
10 | γράμματα ἑορτὴ καὶ πανήγυρις. | 12 |