TLG 1302 001 :: DEMETRIUS :: Formae epistolicae

DEMETRIUS Rhet., Formarum epistolicarum auctor
(2/1 B.C.)

Formae epistolicae

Source: Weichert, V. (ed.), Demetrii et Libanii qui feruntur τύποι ἐπιστολικοί et ἐπιστολιμαῖοι χαρακτῆρες. Leipzig: Teubner, 1910: 1–12.

Citation: Section — (line)

t

Δημητρίου [Φαληρέως] τύποι ἐπιστολικοί.

p

Τῶν ἐπιστολικῶν τύπων, ὦ Ἡρακλείδη, ἐχόντων τὴν θεω‐ ρίαν τοῦ συνεστάναι μὲν ἀπὸ πλειόνων εἰδῶν, ἀναβάλλεσθαι δὲ ἐκ τῶν ἀεὶ πρὸς τὸ παρὸν ἁρμοζόντων, καὶ καθηκόντων μὲν ὡς τεχνικώτατα γράφεσθαι, γραφομένων δ’ ὡς ἔτυχεν
5ὑπὸ τῶν τὰς τοιαύτας τοῖς ἐπὶ πραγμάτων ταττομένοις ὑπουρ‐ γίας ἀναδεχομένων, θεωρῶν σε φιλοτίμως ἔχοντα πρὸς φιλο‐ μάθειαν ἐπραγματευσάμην διά τινων συστήσειν ἰδεῶν καὶ πόσας καὶ ἃς ἔχουσι διαφοράς, καὶ καθάπερ δεῖγμα τῆς ἑκά‐ στου γένους τάξεως ὑποδέδειχα προσεκθέμενος μερικῶς τὸν
10περὶ ἑκάστου λόγον, ἅμα μὲν ὑπολαμβάνων καὶ σοὶ τοῦτο κεχαρισμένον ὑπάρχειν, εἴ τι τῶν ἄλλων περισσότερον εἰδή‐ σεις τὸ λαμπρὸν τοῦ βίου τιθέμενος οὐκ ἐν τοῖς βρώμασιν, ἀλλ’ ἐν ταῖς ἐπιστήμαις, ἅμα δὲ κἀμὲ νομίζων τοῦ προσ‐
ήκοντος ἐπαίνου μεθέξειν. οὐ μὴν γένος τι τοιοῦτον καὶ παρὰ1
15τὴν ἡλικίαν ἐφευρίσκων μέθοδον προὐθυμήθην καὶ ταῦτα τῆς περιστάσεως τὸν εὐφυέστατον δυναμένης ἐμποδίζειν. οὐ γὰρ οὕτως ἀποδοχῆς τεύξεται πρεσβύτερος ἀνὴρ πλεῖστον καταναλώσας χρόνον πρὸς μάθησιν, ὡς ὁ τὴν ἐπισφαλῆ καὶ παρακίνδυνον ἡλικίαν πρὸς τὰ κάλλιστα τῶν μαθημάτων
20καταχρησάμενος; ἴσως μὲν γὰρ αὐτοῖς ὁ χρόνος διαρκῶν εὐ‐ χερὴς καθηγητὴς γίνεται τούτων ἐχόντων ποικίλην πειθώ, ὁ δ’ αὖ τῆς νεότητος συνίσταται καιρὸς πολλὰς ἔχων δυσχερείας. Γένη μὲν οὖν ἐστιν, οἷς ἐντετυχήκαμεν, ἓν καὶ εἴκοσι. τάχα δ’ ἂν ἐνέγκοι πολλαπλάσια τούτων ὁ χρόνος. εὐφυὴς
25γὰρ εὑρετὴς καὶ τεχνῶν καὶ θεωρημάτων οὗτος. ἄλλος δὲ τῶν καθ’ ἡμᾶς οὐδεὶς ἐπίκαιρος εἰς ἐπιστολικὸν τρόπον ἀν‐ ήκων τύπος. ἐπονομάζεται δ’ ἕκαστος αὐτῶν ἀφ’ ἧς ἐστιν ἰδέας οὕτως· φιλικός, συστατικός, μεμπτικός, ὀνειδιστικός, παρα‐ μυθητικός, ἐπιτιμητικός, νουθετητικός, ἀπειλητικός, ψεκτι‐
30κός, ἐπαινετικός, συμβουλευτικός, ἀξιωματικός, ἐρωτηματικός, ἀποφαντικός, ἀλληγορικός, αἰτιολογικός, κατηγορικός, ἀπολο‐ γητικός, συγχαρητικός, εἰρωνικός, ἀπευχαριστικός.

1

Ὁ μὲν οὖν φιλικός ἐστιν ὁ δοκῶν ὑπὸ φίλου γρά‐ φεσθαι πρὸς φίλον. γράφουσι δὲ οὐχ οἱ πάντως φίλοι. πολ‐ λάκις γὰρ ἐν ὑπάρχοις κείμενοι πρὸς ὑποδεεστέρους ὑπό τινων ἀξιοῦνται φιλικὰ γράψαι καὶ πρὸς ἄλλους ἴσους, στρατηγούς,
5ἐπιστρατήγους, διοικητάς. ἔστιν ὅτε καὶ προσγράφουσι τού‐ τους ἀγνοοῦντες. οὐ γὰρ διὰ τὸ συγκεκρᾶσθαι καὶ μίαν ἔχειν αἵρεσιν τοῦτο πράττουσιν, ἀλλ’ οὐδένα νομίζοντες ἀντερεῖν αὐτοῖς φιλικὰ γράφουσιν, 〈ἀλλ’〉 ὑπομενεῖν καὶ ποιήσειν περὶ ὧν γράφουσιν. ὁ μέντοι τύπος καλεῖται τῆς ἐπιστολῆς φιλικὸς2
10ὡς πρὸς φίλον γραφόμενος. ἔστι δὲ τοιοῦτος· Εἰ καὶ πολύ σου διάστημα τυγχάνω κεχωρισμένος, τῷ σώματι μόνον πάσχω τοῦτο. οὐδὲ γὰρ οὐδέποτε δυνατὸν ἐπι‐ λαθέσθαι με σοῦ οὐδὲ τῆς γεγονυίας ἡμῖν ἐκ παίδων ἀνεγ‐ κλήτου συνανατροφῆς. εἰδὼς δὲ ἐμαυτὸν τὰ πρὸς σὲ γνησίως
15διακείμενον καὶ πάνυ τὸ σοὶ συμφέρον ἀπροφασίστως ὑπηρε‐ τήσαντα τὴν αὐτὴν ὑπείληφα καὶ σὲ περὶ ἐμοῦ γνώμην ἔχοντα κατὰ μηδὲν ἀντερεῖν πρός με. καλῶς οὖν ποιήσεις πυκνότερον ἐπισκοπῶν τοὺς ἐν οἴκῳ μή τινος ἔχωσι χρείαν καὶ συμπαριστάμενος ἐν οἷς ἂν δέωνται καὶ γράφων ἡμῖν
20περὶ ὧν αἱρῇ.

2

Ὁ δὲ συστατικός, ὃν ὑπὲρ ἄλλου πρὸς ἄλλον γρά‐ φομεν ἔπαινον συγκαταπλέκοντες ἅμα καὶ τοὺς πρότερον ἠγνοημένους λέγοντες ὡς ἐγνωσμένους. οὕτως· Τὸν δεῖνα τὸν παρακομίζοντά σοι τὴν ἐπιστολὴν καὶ ἡμῖν
5κεκριμένον καὶ δι’ ἣν ἔχει πίστιν ἀγαπώμενον καλῶς ποιή‐
σεις ἀποδοχῆς ἀξιώσας καὶ δι’ ἐμὲ καὶ δι’ αὐτόν, ἔτι δὲ καὶ διὰ σαυτόν. οὐ μεταμελήσῃ γὰρ ἐν οἷς θέλεις εἴτε λόγον ἀπόρρητον εἴτε πρᾶξιν εἰπεῖν. ἀλλὰ καὶ σὺ πρὸς ἑτέρους ἐπαινέσεις αὐτὸν αἰσθόμενος ἣν ἐν παντὶ δυνατός ἐστι χρείαν3
10παρασχέσθαι.

3

Μεμπτικὸς δέ ἐστιν ὁ μὴ νομίζεσθαι βαρεῖν προσ‐ δεχόμενος. οἷον· Εἰ μὴ παραδέδωκέ σοι μηδέπω ὁ καιρὸς ὧν εὖ πέπονθας ἐκτῖσαι χάριτας, οὐδὲ αὐτὸ τοῦτό γε καλῶς ἔχειν ὑπείληφα τὸ
5μὴ μνημονεύειν ὧν ἔπαθες. σὺ δὲ καὶ δυσχερεῖς καθ’ ἡμῶν λόγους προστίθεις. σὲ μὲν οὖν μεμφόμεθα τρόπον ἔχοντα τοιοῦτον, αὑτοὺς δέ, ὅτι σὲ τοιοῦτον ὄντα ἠγνοοῦμεν.

4

Ὀνειδιστικὸς δέ ἐστιν, ὅταν αὖ τὸν ὑφ’ αὑτῶν προευεργετημένον ἐφ’ οἷς ἔπραξε μετ’ ἐγκλημάτων ὀνειδίζωμεν. Ἔδει σὲ τὸ γνῶθι σαυτὸν μαθόντα τότε ἑτέροις προσ‐ φέρεσθαι δυσκόλως. νῦν δ’ ἀκμὴν ὑφ’ ἡμῶν τρεφόμενος καὶ
5δι’ ἡμᾶς ἔχων τὸ πνεῦμα μεῖζον φρονεῖς τοῦ δέοντος. ἡμεῖς δὲ τούτου αἴτιοι. σὲ γὰρ ἔδει μὴ τυχεῖν ἐλευθέρου σχήμα‐ τος. καίπερ οὐδὲ νῦν ἐλεύθερος γέγονας σχῆμα κεκτημένος δουλοπρεπές.

5

Παραμυθητικὸς δέ ἐστιν ὁ γραφόμενος τοῖς ἐπὶ λύπης καθεστηκόσι δυσχεροῦς τινος γεγονότος. ἔστι δὲ τοι‐ οῦτος· Ἀκούσας τὰ δεινὰ τῆς ἀχαρίστου σου τύχης ἀπηντημένα4
5καθ’ ὑπερβολὴν ἤλγησα νομίσας οὐ σοὶ μᾶλλον ἢ ἐμοὶ συμ‐ βεβηκέναι τὸ γεγονός. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἅπαντα ἰδὼν τὰ πρὸς τὸν βίον ἑστῶτα συνεφόραζον, ἐννοηθεὶς δὲ ὅτι τὰ τοιαῦτα πᾶσίν ἐστιν ὑποκείμενα τῆς φύσεως οὔτε χρόνον οὔτε ἡλικίαν ὑφισταμένης, καθ’ ἣν δεῖ τι πάσχειν, ἀλλ’ ἀδή‐
10λως μετὰ σκαιότητος οὐκ ἀξίως πολλάκις ἀπαντώσης, ἐπεὶ μὴ παρὼν τετύχηκα παρακαλεῖν σε, δι’ ἐπιστολῆς ἔκρινα τοῦτο ποιῆσαι. φέρε γοῦν τὸ γεγονὸς ὡς δύνῃ κουφότατα καὶ καθὼς ἄλλῳ παρῄνεσας, σαυτῷ παραίνεσον. ἐπίστασαι γὰρ ὅτι τὸ μέλλον χρόνῳ κουφιεῖν σε τοῦτο ὁ λόγος εὐμαρέστερον
15ποιήσει.

6

Ἐπιτιμητικὸς δέ ἐστιν ὁ ἐφ’ ἁμαρτήμασι προγεγο‐ νόσι μετ’ ἐπιπλήξεως γραφόμενος. οὕτως· Τῶν ἁμαρτημάτων τὰ μὲν ἑκουσίως γίνεται, τὰ δὲ ἀκου‐ σίως, καὶ τὰ μὲν μεγάλα καθέστηκε, τὰ δὲ μικρά, καὶ τὰ μὲν
5μόνοις βλαβερὰ τοῖς ἁμαρτάνουσι, τὰ δὲ ἑτέροις. σοὶ δὲ καθ‐ άπερ ἐπιτήδευμα συμβέβηκεν ὄντα· καὶ γὰρ οὐκ ἄκων με‐ γάλα καὶ πολλοῖς βλαβερὰ διαπέπραξαι. προσήκει μὲν οὖν σε μείζονος ἐπιτυχεῖν ἐπιπλήξεως, εἰ δὴ κατὰ τὸ παρὸν συν‐ τετύχηκε καὶ ἐπὶ ἑτέρων τῶν ἀδικηθέντων. ἀλλ’ ἔτι γε δυ‐
10νατόν ἐστιν ἰάσεως τυχεῖν 〈τὸ〉 γεγονὸς πλημμέλημα. πρὸς διόρθωσιν γὰρ ἀγαγὼν αὐτὸς αἴτιος γενήσῃ τοῦ μὴ γεγονέναι
καθάπερ ἔμπροσθεν τοῦ γεγονέναι.5

7

Νουθετητικὸς δέ ἐστιν, ὃς καὶ διὰ τῆς ὀνομασίας ὁποῖός ἐστι δηλοῖ τὸ γὰρ νουθετεῖν ἐστι νοῦν ἐντιθέναι τῷ νουθετουμένῳ καὶ διδάσκειν τί πρακτέον καὶ μή. οὕτως· Κακῶς ἐποίησας οὕτω χρησάμενος ἀνδρὶ καλῶς ἀνεστραμ‐
5μένῳ καὶ κατὰ λόγον βεβιωκότι καὶ τὸ ὅλον μηδὲν ἄτοπον εἰς σὲ πεποιηκότι. παραιτήσεως οὖν ἀξίωσον τὸ πρᾶγμα. καὶ γὰρ σὺ πάλιν ὑπ’ ἄλλου παθὼν ῥᾳδίως ἂν ἤνεγκας τόδε ἐπὶ σαυτὸν δικαιῶν. μὴ δόκει οὖν μήτε γονέων μήτε ἀγωγῆς τε‐ τυχηκέναι μήτε τὸ πᾶν ἔσχατον συγγενῆ τινα ἢ φίλον ἔχειν
10τὸν ἐπιτιμήσοντα τοῖς ἁμαρτήμασιν.

8

Ἀπειλητικὸς δέ ἐστιν, ὅταν μετ’ ἐπιτάσεως φόβον τισὶν ἐμποιῶμεν ἐπὶ πεπραγμένοις ἢ πραχθησομένοις. οὕτως· Εἰ μὲν ὑπολαμβάνεις μηδεμίαν ὑφέξειν δίκην ἐφ’ οἷς διαπέπραξαι, πρᾶττε. εἴσῃ δὲ ἀκριβῶς ὡς οὔτε ἀναπτησό‐
5μενος οὔτε καταδυσόμενος οὐδενὶ τρόπῳ χρόνον ἐπισπᾷ κενόν. ὁδὸν γὰρ οὐκ ἂν εὕροις δι’ ἧς ἀποφύγοις ἅ σε δεῖ παθεῖν.

9

Ψεκτικὸς δέ ἐστιν, ὅταν τρόπου κακίαν ἢ δυσχέρειαν πράξεως κατά τινος ἐξαγγέλλωμεν. οὕτως· Ὁ δεῖνα ὡς κέχρηται τοῖς ἐγκεχειρισμένοις ἀνελευθέρως καὶ τῆς προαιρέσεως ἀναξίως, κἂν ἐγὼ σιωπῶ, παρ’ ἄλλων
5ἀκούσῃ· γράφειν γὰρ προσήκει περὶ ὧν ἂν μή τινες ἐπιστῶν‐ ται· περὶ δὲ τῶν ἅπασι φανερῶν καὶ ὑπ’ αὐτῆς τῆς φήμης ἀναγγελλομένων περισσόν τι καὶ τὸ μηνύειν ἃ δι’ αὐτῶν ἐλέγ‐ χεται σιωπωμένων.

10

Ἐπαινετικὸς δέ ἐστιν, ὅταν ἐφ’ οἷς [ἂν] ἔπραξέ τις ἢ προείλετο, παρακαλῶμεν ἀποδεχόμενοι τὸν τρόπον τοῦτον·
Ἐγὼ καὶ πρότερον εἰ ἔγραψας γράμμασι μετειλήφειν τῆς σῆς φιλοκαλίας καὶ νῦν ἐφ’ οἷς πέπραχας ἀποδέχομαί τε καὶ6
5παρακαλῶ. συνοίσει γὰρ ἡμῖν ἀμφοτέροις.

11

Συμβουλευτικὸς δέ ἐστιν, ὅταν τὴν ἰδίαν γνώμην προφερόμενοι προτρέπωμεν ἐπί τι ἢ ἀποτρέπωμεν ἀπό τινος. οἷον οὕτως· Ἐξ ὧν εὐδοκίμησα διὰ τῶν ἀρχομένων κεφαλαιωδῶς ὑπο‐
5δέδειχά σοι. γινώσκω μὲν οὖν ὅτι καὶ σὺ τῷ τρόπῳ δυνατὸς εἶ τὴν παρὰ τῶν ὑποτεταγμένων εὔνοιαν περιποιεῖσθαι τῶν ὑπηκόων, ἔτι δὲ φίλους πλείστους μὲν οὐ ποιεῖν, πρὸς ἅπαν‐ τας δὲ μετρίως ἔχειν καὶ φιλανθρώπως. τοιοῦτος γὰρ ὢν παρὰ τῶν ὄχλων τὴν εὐφημίαν καὶ τὴν ἀρχὴν ἀσάλευτον ἕξεις.

12

Ὁ δὲ ἀξιωματικός ἐστιν ἐν δεήσει κείμενος καὶ ταῖς λιταῖς καὶ ταῖς καλουμέναις λιτανείαις. κεῖται δὲ μετὰ παραιτήσεως ἐνίοτε. οὕτως· Ἐπιτετίμηκα τῷ δεῖνι περὶ ὧν ἔφης αὐτὸν εἰς σὲ διαπε‐
5πρᾶχθαι καὶ πικρότερον ἢ προσῆκεν αὐτῷ διηνέχθην καὶ σχεδὸν ἤπερ σὺ ὑπὲρ σεαυτοῦ. ἐμοὶ οὖν τὴν ἀδικίαν ἀνάθες καὶ εἰς τὸ πάλιν. σὲ γὰρ οἶδα καὶ χρηστὸν καὶ τοῖς φίλοις χαριζόμενον. δάμασον τοίνυν καθ’ Ὅμηρον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ νηλεὲς ἦτορ ἔχειν. στρεπτοὶ δέ τε καὶ
10θεοὶ αὐτο.

13

Ἐρωτηματικός, ὅταν περί τινος πυνθανόμενοι
παρακαλῶμεν ἡμῖν ἀντιφωνῆσαι. οἷον· Ἀκούω τὸν δεῖνα ἐπιδεδημηκέναι πρὸς σέ. διασάφησον οὖν μοι πότερον ἔτι πάρεστιν ἢ κεχώρισται.7

14

Ἀποφαντικός ἐστι τὸ πρὸς τὸν πυνθανόμενον ἀπο‐ φαίνεσθαι. οἷον· Ἔγραψάς μοι πυνθανόμενος εἰ παρ’ ἡμῖν ὁ δεῖνα. πάρ‐ εστιν οὖν ἔτι καὶ σὲ προσδεχόμενος ἐπιμενεῖν φησιν.

15

Ἀλληγορικός, ὅταν πρὸς ὃν γράφομεν αὐτὸν βου‐ λώμεθα μόνον εἰδέναι καὶ δι’ ἑτέρου πράγματος 〈ἕτερον〉 σημαίνωμεν. οἷον· Ἀκούω τὸν πρὸς σὲ ἀγωνισόμενον ἀθλητὴν γυμνὸν ἔξω
5τῶν πυλῶν ἐν σκοτεινῷ κατοικεῖν οἰκήματι. συνήδομαι οὖν, ἀκονιτὶ γὰρ κρατήσεις. —οὐ γὰρ σεσήμαγκεν ὅτι ὑπείληφεν αὐτοῦ τὸν ἀντίδικον ἀπολωλέναι; Καὶ ἕτερος ἀπειλῶν ἔγραψεν· οὐ βούλεσθε παύσασθαι, ἕως ἂν ἴδητε τοὺς τέττιγας ἐπὶ τῶν βώλων ᾄδοντας; —δι’ ἄλλου
10γὰρ πράγματος ἄλλο ἐσήμανεν. βούλεται γὰρ εἰπεῖν ὅτι οὐ βούλεσθε παύσασθαι, ἕως ἂν ἴδητε τὴν χώραν ὑμῶν κατεσκαμ‐ μένην; οὐ γὰρ ἂν ἄλλως οἱ τέττιγες ἐπὶ τῶν βώλων ᾄδοιεν, ἀλλ’ εἰ μήτε δένδρα μήτε τοίχους ἔχοιεν.

16

Αἰτιολογικός ἐστιν, ὅταν τὰς αἰτίας δι’ ἃς οὐ
γέγονεν ἢ γενήσεται ὁτιδηποτοῦν, σημαίνωμεν. οἷον· Ἔγραψάς μοι διὰ τάχους πρὸς σὲ ἐλθεῖν, κἀμοὶ δὲ τοῦτο προέκειτο. πάντα δ’ ἡμῖν τὰ πρὸς τὸν πλοῦν ἀντιπέπτωκεν.8
5οὔτε γὰρ πλοῖόν ἐστιν εὐπορῆσαι πάντων εἱλκυσμένων πρὸς τὰς λειτουργίας, κἂν εὕρωμεν τῶν ἀνέμων ἐναντιουμένων ἀπρακτεῖν ἀνάγκη. ἐν τῷ μεταξὺ δὲ καὶ εἰς κρίσιν ἐμπέπλεγμαι. ἐὰν οὖν ἅπαντα μεταπέσῃ ταῦτα, ἐκδέχου με.

17

Κατηγορικὸς δέ ἐστιν ὁ ἐν καταιτιάσει τινῶν κεί‐ μενος παρὰ τὸ δέον ἐνηργημένων. οἷον· Οὐχ ἡδέως μὲν ἔφερον ἀκούων τὰ κατ’ ἐμοῦ λεγόμενα, ἦν γὰρ οὐ τῆς ἀξίας ἀγωγῆς, κακῶς δὲ καὶ σὺ τῷ κατ’ ἐμοῦ
5λέγοντι σαυτὸν ἐνεχείρισας καίτοι εἰδὼς αὐτὸν καὶ διάβολον καὶ ψευδολόγον. τὸ καθόλου δὲ λυπεῖς φίλον ἔχων, ὃν ᾔδεις ἁπάντων ἐχθρόν, οὐδὲ τοῦτο δοκιμάσας, ὅτι τὸν ἄλλων κατ‐ ηγοροῦντα πρὸς σὲ καὶ πρὸς ἄλλους εἰκὸς τοῦτο ποιεῖν κατὰ σοῦ. μέμφομαι οὖν ἐκείνῳ μὲν ὅτι ταῦτα πράττει, σοὶ δὲ
10ὅτι δοκῶν φρονεῖν οὐκ ἔχεις κρίσιν ὑπὲρ φίλων.

18

Ἀπολογητικὸς δέ ἐστιν ὁ πρὸς τὰ κατηγορούμενα τοὺς ἐναντίους λόγους μετ’ ἀποδείξεως εἰσφέρων. οἷον·
Καλῶς ἐποίησεν ἡ τύχη μεγάλα μοι πρὸς τὴν ἀπόδειξιν περιποιήσασα. κατὰ γὰρ οὓς χρόνους φασὶ τοῦτο πεποιηκέναι9
5με, καταπλεύσας ἤμην εἰς Ἀλεξάνδρειαν, ὥστε οὔτε συνέβη μοι ἰδεῖν οὔτε συντυχεῖν τὸν περὶ οὗ κατηγοροῦμαι. ἄλογον δὲ καὶ τὸ μηδεμιᾶς γενομένης μοι πρὸς σὲ διαφορᾶς κατ‐ ηγορεῖν σου τοῦ μηδὲν ἀδικοῦντος. ἀλλὰ φαίνονται οἱ διαβα‐ λόντες αὐτοὶ πεπραχότες τι ἄτοπον καὶ ὑποψίαν ἔχοντες μή
10τί σοι περὶ αὐτῶν γράψω, προδιαβεβλήκασιν ἐμέ. σὺ δὲ εἰ μὲν κεναῖς φάσεσι πεπίστευκας, εἰπέ· εἰ δὲ διαμένεις οἷον δεῖ πρὸς ἐμέ, παραγενηθέντος μου μαθήσῃ πάντα. καὶ γὰρ εἰ μὲν κατ’ ἄλλων πρὸς σὲ πώποτε εἴρηκα, πιστὸν ἦν ὅτι καὶ κατὰ σοῦ πρὸς ἑτέρους. προσδέχου με οὖν καὶ πάντα πρὸς
15ἔλεγχον ἐλεύσεται, ἵνα σὺ μὲν γνῷς ὡς καλῶς με κέκρικας φίλον, ἐγὼ δὲ σοῦ πεῖραν ἔργῳ λάβω. σχεδὸν γὰρ οἱ διαβα‐ λόντες ἡμᾶς μᾶλλον ἀλλήλοις προσάξουσιν καὶ ἑαυτοὺς ἀπο‐ πνίξουσιν.

19

Συγχαρητικὸς δέ ἐστιν, ὅταν ἐπὶ μεγάλοις τισὶ καὶ παραδόξοις πράγμασι γεγονόσι περί τινα συνηδόμενοι γρά‐ φωμεν. οἷον·
Οὐχ ὑπείληφα περὶ σὲ τὸν τοῦ πράγματος κύριον γεγονέ‐10
5ναι τοσαύτην χαρὰν ἡλίκην περὶ ἐμὲ πυθόμενον τὰ συμβεβη‐ κότα σοι ἀγαθά. πέποιθα δὲ βουλομένης τῆς τύχης καὶ ἔτι μείζονα γενήσεσθαι. τὸ γὰρ σὸν ἦθος οὐδὲ παρὰ θεοῖς ἀπαρα‐ σήμαντόν ἐστι, δι’ ἣν ἔχεις πρὸς μὲν ἀνθρώπους ἀπάντησιν, πρὸς δὲ θεοὺς εὐσέβειαν.

20

Εἰρωνικὸς δέ ἐστιν, ὅταν ἐναντίοις πράγμασιν ἐναντία λέγωμεν καὶ τοὺς κακοὺς καλοὺς καὶ ἀγαθοὺς λέγω‐ μεν. οἷον· Ἀπέδειξας τὴν πρὸς ἡμᾶς εὔνοιαν, ἣν ἐκ πάλαι εἶχες. οὐ
5γὰρ λέληθεν ἡ καλὴ κἀγαθή σου προαίρεσις, διότι τὸ κατὰ σαυτὸν μέρος ἀνῄρηκας ἡμᾶς. ἐὰν δὲ τῶν ἴσων τυγχάνῃς, μὴ δυσφορήσῃς. πεπείσμεθα γάρ, ἐὰν οἱ θεοὶ θέλωσι, καιρὸν ἕξειν, οἷον αὐτὸς εὑρήσεις καθ’ ἡμῶν οὐδέποτε.

21

Ἀπευχαριστικός ἐστιν τὸ μνημονεύειν ὀφείλειν χάριν. οἷον· Ἐφ’ οἷς εὐεργέτησάς με διὰ λόγων, σπουδάσω ἔργῳ δεῖξαι τὴν ἐμαυτοῦ προαίρεσιν, ἣν ἔχω πρὸς σέ. ἔλαττον γὰρ τοῦ
5καθήκοντος ὑπείληφα τὸ δι’ ἐμοῦ σοι γινόμενον, οὐδὲ γὰρ
τὸν βίον ὑπὲρ σοῦ προέμενος ἀξίαν ἀποδώσειν χάριν ὧν εὖ πέπονθα. τῶν κατ’ ἐμὲ δὲ ὅ τι βούλει, μὴ γράφε παρακαλῶν,11
ἀλλ’ ἀπαιτῶν χάριν. ὀφείλω γάρ.12