TLG 1297 001 :: DAMIPPUS :: Fragmenta Fragmenta Citation: Page — (line) | ||
68(2t) | Περὶ φρονήσεως καὶ εὐτυχίας | |
3 | Stob. 3.3.63 p. 214 He. (Mullach 2 p. 25) Κρίτωνος ἤτοι Δαμίππου Πυθαγορείου ἐκ τοῦ Περὶ φρονήσεως καὶ εὐτυχίας. Φρόνασις καὶ εὐτυχία ὧδε | |
---|---|---|
5 | ἔχοντι ποτ’ ἄλλαλα. φρόνασις μὲν τὸ ῥητὸν καὶ λόγον ἔχον· τεταγμένον γάρ τι καὶ ὡρισμένον ἐντί· εὐτυχία δὲ τὸ ἄρρητον καὶ τὸ ἄλογον· ἄτακτον γάρ τι καὶ ἀόριστόν ἐντι. καὶ τὸ μὲν ἀρχᾷ καὶ δυνάμει πρᾶτον, τὸ δὲ ἀρχᾷ καὶ δυνάμει δεύτερον· τὸ μὲν γὰρ κυβερνῆν καὶ ὁρίζεν πέφυκε, τὸ δὲ κυβερνῆσθαι καὶ ὁρίζεσθαι. λαμβάνοντι μάν τοί γε | |
10 | συναρμογὰν ἀμφότερα, φρονάσιος καὶ εὐτυχίας εἰς ταὐτὸ συνδραμοίσας. αἰεὶ γὰρ δεῖ τὰν μὲν ῥητὰν καὶ λόγον ἔχοισαν φύσιν ἔχεν ὃ περανεῖ τε καὶ συντάξει, τὰν δὲ ἄρρητον καὶ ἄλογον ἔχεν ὑφ’ ὧ περασθήσεταί τε καὶ συνταχθήσεται. ἔχει γὰρ οὕτως ὁ λόγος κατὰ πάντων, ὅ τε τᾶς ἀπείρου φύσιος καὶ τᾶς περαινοίσας. τὰ μὲν γὰρ ἄπειρα φύσιν ἔχει | |
15 | περαίνεσθαί τε καὶ συντετάχθαι ὑπὸ τῶν λόγον ἐχόντων ἀεὶ καὶ φρό‐ νασιν· ὕλας γὰρ καὶ οὐσίας ἔχοντι τάξιν· τὰ δὲ περαίνοντα 〈τε〉, ἐξ αὐτέων συντετάχθαι τε καὶ ὡρίσθαι· τέχνας γὰρ καὶ αἰτίας ἐνεργατικᾶς ἐπέχοντι τάξιν. Stob. 3.3.64 p. 215 He. (Mullach 2 p. 25) Ἐν ταὐτῷ. Ἁ δὲ συν‐ | |
20 | αρμογὰ ταυτᾶν τᾶν φυσίων κατ’ ἀλλαλᾶν γινομένα μεγάλαν καὶ ποικίλαν πεποίηκε τὰν διαφορὰν τῶν συναρμοσμένων. ἔν τε γὰρ τᾷ τῶ ὅλω περιοχᾷ 〈ἁ〉 συναρμογὰ ἀμφοτερᾶν [συναμφοτέρων] τᾶν φυσίων, τᾶς τε ἀεικινάτω φύσιος καὶ τᾶς ἀειπαθέος, κόσμος ἐντί· ἄλλως γὰρ οὐκ ἐνεδέχετο σῴζεσθαι τό τε ὅλον καὶ τὸ πᾶν, μὴ συναρμογὰν ἔχοντος τῶ γεννατῶ | |
25 | ποτὶ τὸ θεῖον καὶ τῶ ἀειπαθέος ποτὶ τὸ ἀεικίνατον. ἔν τε τῷ ἀνθρώπῳ ἁ συναρμογὰ τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς ποτὶ τὸ λόγον ἔχον, ἀρετά. οὔτε γὰρ ἐν τούτοις ἐνδέχεται στάσιος ἐούσας ἐν ἀμφοτέροις τοῖς μέρεσιν ἀποτελεσθῆμεν ἀρετάν. καὶ ἐν πόλει δὲ τῶν μὲν ἀρχομένων ποτὶ τὼς ἄρχοντας ἀποτελεῖ κράτος καὶ ὁμόνοιαν· τὸ μὲν γὰρ ἄρχειν | |
30 | ἴδιον τῶ κρείσσονος, τὸ δ’ ἄρχεσθαι ἴδιον τῶ χείρονος, τὸ δὲ κρατὲν | 68 |
69 | καὶ ὁμονοὲν κοινὸν ἀμφοτέρων. ὁ δὲ αὐτὸς τρόπος τᾶς ἐφ’ ὅλω καὶ τᾶς ἐπὶ τῶ οἴκω συναρμογᾶς συντίθεταί τε καὶ συντάσσεται σπωδᾶς καὶ παιδιᾶς ποτὶ λόγον ἐς τὸ αὐτὸ συνδραμοίσας, καὶ λύπας δὲ καὶ ἁδονᾶς, καὶ εὐτυχίας καὶ ἀτυχίας. χρῄζει γὰρ ὁ βίος τυγχάνειν καὶ ἀνέσιος | |
5 | καὶ ἐπιτάσιος, καὶ σκυθρωπότατος καὶ διαχύσιος, καὶ εὐτυχίας δὲ καὶ ἀτυχίας. ἁ μὲν γὰρ συνέχεν καὶ συνάγεν δύναται τὸν νόον ἐς τὰν εὐμαχανίαν καὶ ἐς τὰν φρόνασιν, ἁ δ’ ἄμπαυσιν καὶ διάχυσιν παρ‐ εχόμενα καινότερον καὶ εὔψυχον αὐτὸν αὖ παρασκευάζοντι ποτὶ τὰς πράξιας. εἰ δέ κα τὸ ἓν τούτων ἐνδυναστεύοι κατὰ τὸν βίον, | |
10 | ἑτερομερής τε καὶ ἑτεροκλινὴς γίνεται ὁ βίος, ὅκα μὲν ἐπὶ τὸ σκυθρωπόν τε καὶ χαλεπὸν καταφερόμενος, ὅκα δὲ ἐπὶ τὸ ἀνειμένον καὶ κοῦφον· ἁ δὲ συναρμογὰ τούτων ἁπάντων ὀφείλει γίγνεσθαι ποττὰν φρόνασιν· αὕτα γὰρ ἁ διενεργοῦσα ἐντὶ τό τε ἄπειρον καὶ τὸ περαῖνον ἐν ταῖς πράξεσι, διόπερ καὶ τᾶν ἀλλᾶν ἀρετᾶν αὕτα ἁγεμών ἐντι καὶ | |
15 | μάτηρ. πᾶσαι γὰρ ποτὶ τὸν λόγον καὶ νόμον τὸν ταύτας συναρμοσμέναι τε καὶ συντεταγμέναι τυγχάνοντι. περαίνεται δὴ ὁ λόγος ἤδη μοι κατ’ εὐθεῖαν· τὸ γὰρ ἄλογον καὶ τὸ ῥητὸν ἐν πᾶσιν ἔνι, καὶ τὸ μὲν ὁρίζει καὶ περαίνει, τὸ δ’ ὁρίζεται καὶ περαίνεται· τὸ δ’ ἐξ ἀμφοτέρων | |
αὐτῶν συγκείμενον ἁ τῶ τε ὅλω καὶ τῶ παντὸς συναρμογά ἐντι. | 69 |