TLG 1292 001 :: CRITO :: Fragmentum Fragmentum Citation: Page — (line) | ||
109(3t) | Περὶ φρονήσεως | |
4 | Stob. 2.8.24 p. 157 Wa. (Mullach 2 p. 26) Κρίτωνος Πυθαγορείου ἐκ | |
---|---|---|
5 | τοῦ Περὶ φρονήσεως. Ὁ γὰρ θεὸς οὕτως ἐτεχνάσατο τὸν ἄνθρωπον, δηλόμε‐ νος αὐτὸν μήτ’ ἀδυνάτως ἔχειν ποττὰν τῶν καλῶν ὁρμάν, μήτε μὰν πάλιν ἀπροαιρέτως. ἀρχὰν γὰρ αὐτῷ ἐνεφύτευσε τοιαύταν, ἅ τις καὶ τὸ δυνατὸν ἅμα περιέχει καὶ τὸ προαιρετόν, ἵνα τᾶς μὲν δυνάμιος καὶ κατοχᾶς τῶν ἀγαθῶν αὐτὸς αἴτιος ᾖ, τᾶς δ’ ἐπὶ ταῦτα παρορμάσιος | |
10 | καὶ κατ’ ὀρθὸν λόγον ὀπαδήσιος ὁ θεός. καὶ διὰ τοῦτο ἀναθρῴσκοντα αὐτὸν ἐποίησεν ἐς τὸν οὐρανὸν καὶ αὐτῶ νοατικὸν καὶ ὄψιν αὐτῷ ἐνέφυσε τοιαύταν, τὸν προσαγορευόμενον νόον, ᾧ τὸν θεὸν ὀψεῖται. οὔτε γὰρ ἄνευ θεῶ τὸ ἄριστον καὶ τὸ κάλλιστον ἦν εὑρεῖν οὔτ’ ἄνευ νόω ἰδεῖν τὸν θεὸν αὐτόν, ἐπειδὴ πᾶν τὸ θνατὸν φύσιν ἔχει μετὰ ἀφροσύνας | |
15 | συγγενέος ῥιζοῦσθαι· καὶ ταύταν οὐχ ὁ θεός ἐστιν ὁ δωρούμενος, ἀλλ’ | |
ἁ τᾶς γενέσιος οὐσία καὶ τᾶς αὐτῶν ψυχᾶς ἁ προαίρεσις. | 109 |