TLG 1291 002 :: CREOPHYLUS :: Fragmentum CREOPHYLUS Hist. Fragmentum Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 371–372. Citation: Fragment — (line) | ||
t1 | ΕΦΕΣΙΩΝ ΩΡΟΙ. | |
1 | Athenaeus VII: Κρεόφυλος δ’ ἐν τοῖς Ἐφεσίων Ὥροις «Οἱ τὴν Ἔφεσον (φησὶ) κτίζοντες, πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου, τὸ τελευταῖον πέμψαντες εἰς θεοῦ, ἠρώτων, ὅπου τὸ πόλισμα θῶνται. | |
5 | Ὁ δ’ αὐτοῖς ἔχρησεν, ἐνταῦθα οἰκίζειν πόλιν, ᾗ ἂν ἰχθὺς δείξῃ, καὶ ὗς ἄγριος ὑφηγήσηται. Λέγεται οὖν, ὅπου νῦν ἡ κρήνη ἐστὶν Ὑπέλαιος καλουμένη, καὶ ὁ ἱερὸς λιμὴν, ἁλιέας ἀριστοποιεῖσθαι, καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτὸν, καὶ | |
---|---|---|
10 | ἁφθῆναι ὑπ’ αὐτοῦ λόχμην, ἐν ᾗ ἔτυχεν ὗς ἄγριος ὤν· ὃς, ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς, ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολὺ, ὃ δὴ καλεῖται Τρηχεῖα, καὶ πίπτει ἀκοντισθεὶς, ὅπου καὶ νῦν ἐστιν ὁ τῆς Ἀθηνᾶς ναός. Καὶ διαβάντες οἱ Ἐφέσιοι ἐκ τῆς νήσου, ἔτεα εἴκοσιν ἓν οἰκήσαντες, | |
15 | τῷ εἰκοστῷ δευτέρῳ κτίζουσι Τρηχεῖαν καὶ τὰ ἐπὶ Κό‐ ρησσον, καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ τῇ ἀγορᾷ ἱδρύσαντο, | |
Ἀπόλλωνός τε τοῦ Πυθίου ἐπὶ τῷ λιμένι.» | 371 |