TLG 1289 002 :: CRATES :: Fragmenta CRATES Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 369–370. Frr. 1–7 Citation: Fragment — (line) | ||
t1-5f | ΠΕΡΙ ΤΩΝ ΑΤΗΝΗΣΙ ΘΥΣΙΩΝ. | |
1 | Suidas v. Εἰρεσιώνη,: Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν, ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν, θαλλόν φησι καταστέ‐ | |
5 | ψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι τῷ Ἀπόλλωνι. | |
---|---|---|
2 | Suidas v. Κυνήειος et Photius v. Κύνειος: Κράτης ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν οὕτω γράφει· «Τὸ δὲ Κύννειόν ἐστι Ἀπόλλωνος ἱερὸν Κυννείου· [ἀναλί‐ σκεται δὲ εἰς τὰς θυσίας τὰς τοῦ Ἀπόλλωνος τοῦ Κυν‐ | |
5 | νείου] τὸ ἐκ τοῦ θυννείου γινόμενον. Τοῦτο δέ ἐστι τὸ θυννεῖον Ἁλῆσι, καὶ γίνεται πρόσοδος μεγάλη. Ταύτην ἡ πόλις εἰς θυσίαν καταχωρίζει τῷ Ἀπόλλωνι τῷ Κυν‐ νείῳ Ἁλῆσι, οὗ Δημήτριος ὁ βασιλεύς.» | |
3 | Harpocratio: Προκώνια ... Δίδυμος δὲ προκώνια, φησὶ, πυροὶ μέλιτι κεχρισμένοι· Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι· ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ | |
5 | ἐκ κριθῶν γίνεσθαι, ὡς Ἀντικλείδης ἐν τοῖς Ἐξηγητι‐ κοῖς ὑποσημαίνει. Δήμων δέ φησιν ἐν τῷ Περὶ θυσιῶν· «Καὶ προκώνιά ἐστι κάγχρος | |
κατηριγμένοι μετὰ ἀρωμάτων.» | 369 | |
4 | Harpocratio: Ὁμηρίδαι. Σέλευκος ἐν βʹ Περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱερο‐ ποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ. | |
5a | Schol. Soph. Oed. 100: Καὶ οὐ μόνον θυσίας νηφαλίους, ἀλλὰ καὶ ξύλα τινὰ, ἐφ’ ὧν ἔκαιον. Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλια φησὶ προσαγορεύεσθαι. Ὁ δὲ Φιλόχορος ἀκρι‐ | |
5 | βέστερόν φησι κτλ. | |
5b | Athenaeus III: Κράτης δ’ ἐν δευτέρᾳ Ἀττικῆς διαλέκτου, θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον. | |
5c | Idem XI: Κράτης δ’ ἐν δευτέρᾳ Ἀττικῆς διαλέκτου γράφει οὕτως· «Οἱ χόες πελίκαι, καθάπερ εἴπομεν, ὠνομάζοντο. Ὁ δὲ τύπος ἦν τοῦ ἀγγείου πρότερον μὲν τοῖς Παναθηναϊκοῖς ἐοικὼς, ἡνίκα ἐκαλεῖτο πελίκη, ὕστε‐ | |
5 | ρον δὲ ἔσχεν οἰνοχόης σχῆμα» κτλ. | |
5d | Idem XIV: Κρ. ἐν βʹ Ἀττ. διαλ. ἐν τοῖς ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι κτλ. | |
5e | Idem XI: Κρ. ἐν εʹ Ἀττικῆς διαλ. ἔκπωμά φησιν εἶναι οὕτως (σαννάκρα) καλούμενον. | |
5f | Idem IX: Κράτης ἐν τοῖς Περὶ Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα κτλ., καθά φησι Σέλευκος ἐν τοῖς Περὶ Ἑλληνισμοῦ. | |
t6-7 | ΒΟΙΩΤΙΑΚΑ. | |
6 | Schol. Hesiod. Theog. 5: Περμησὸς, ὃν καλοῦσιν οἱ ἐγχώριοι διὰ τὸ πρῶτον φανῆναι Πάρμησον, ὥς φησι Κράτης ἐν τοῖς Βοιωτιακοῖς. Ἐμβάλλει δὲ εἰς τὴν Κωπαΐδα λίμνην, τὰς δὲ πηγὰς ἔχει ἐν τῇ Θεσπιακῇ | |
5 | χώρᾳ. | |
7 | Etym. M: Ἄρνη, πόλις Βοιωτίας· ἔστι δὲ καὶ Θεσσαλίας· ἀπὸ Ἄρνης τῆς Αἰόλου· ὁ δὲ Κράτης φησὶ παρὰ τὸ ἄρνας· ἐπιτηδεία γὰρ εἰς τὸ ἄρνας τρέφειν ἡ πόλις. Καὶ οὐκ ἀπεικός· ὡς γὰρ ὁ αὐτός | |
5 | φησι, καὶ τὴν Κῶν τὴν ἐπιτηδείαν πρὸς τὰ πρόβατα τοὺς ἐνοικοῦντας Κᾶρας οὕτως ὀνομάζειν τῇ οἰκείᾳ φωνῇ. Κῶν γὰρ τὸ πρόβατον ὠνόμασαν. Οὕτω καὶ τὴν | |
ἄρνην· καὶ γὰρ αὕτη εὔαρνος. | 370 |