TLG 1287 001 :: CRANTOR :: Fragmenta CRANTOR Phil. Fragmenta
Citation: Fragment — (line) | ||
1 | Τὸν περὶ τῶν Ἀτλαντίνων σύμπαντα τοῦτον λόγον οἱ μὲν ἱστορίαν ψιλὴν εἶναί φασιν, ὥσπερ ὁ πρῶτος τοῦ Πλάτωνος ἐξηγητὴς Κράντωρ· ὃς δὴ καὶ σκώπτεσθαι μέν φησιν αὐτὸν ὑπὸ τῶν τότε ὡς οὐκ | |
5 | αὐτὸν ὄντα τῆς πολιτείας εὑρετὴν ἀλλὰ μεταγράψαντα τὰ Αἰγυπτίων. Τὸν δὲ τοσοῦτον ποιήσασθαι τῶν σκωπτόντων λόγον, ὥστε ἐπὶ Αἰγυπτίους ἀναπέμψαι τὴν περὶ Ἀθηναίων καὶ Ἀτλαντίνων ταύτην ἱστορίαν, ὡς τῶν Ἀθηναίων κατὰ ταύτην ζησάντων ποτὲ τὴν | |
---|---|---|
10 | πολιτείαν. Μαρτυροῦσι δὲ καὶ οἱ προφῆται, φησί, τῶν Αἰγυπτίων, ἐν στήλαις ταῖς ἔτι σωζομέναις ταῦτα γεγράφθαι λέγοντες. Οἱ δέ φασιν αὐτὴν μῦθον εἶ‐ ναι. | |
2 | Οἱ δὲ περὶ Κράντορα τοῦ Πλάτωνος ἐξηγηταί φασι γενητὸν λέγεσθαι τὸν κόσμον ὡς ἀπ’ αἰτίας ἄλ‐ λης παραγόμενον καὶ οὐκ ὄντα αὐτόγονον οὐδὲ αὐθυ‐ | |
πόστατον. | 139 | |
3 | Οἱ δὲ Κράντορι τῷ Σολιεῖ προσέθεντο μιγνύντι τὴν ψυχὴν ἔκ τε τῆς νοητῆς καὶ τῆς περὶ τὰ αἰσθητὰ δοξαστῆς φύσεως. | |
4 | Οἱ δὲ περὶ τὸν Κράντορα μάλιστα τῆς ψυχῆς ἴδιον ὑπολαμβάνοντες ἔργον εἶναι τὸ κρίνειν τά τε νοητὰ καὶ τὰ αἰσθητά, τάς τε τούτων ἐν αὐτοῖς καὶ πρὸς ἄλληλα γινομένας διαφορὰς καὶ ὁμοιότητας, ἐκ | |
5 | πάντων φασίν, ἵνα πάντα γινώσκῃ, συγκεκρᾶσθαι τὴν ψυχήν· ταῦτα δ’ εἶναι τέτταρα, τὴν νοητὴν φύσιν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, καὶ τὴν περὶ τὰ σώματα παθητικὴν καὶ μεταβλητήν· ἔτι δὲ τὴν ταυτοῦ καὶ τοῦ ἑτέρου, διὰ τὸ κἀκείνων ἑκατέραν μετέχειν | |
10 | ἑτερότητος καὶ ταυτότητος. Ὁμαλῶς δὲ πάντες οὗτοι χρόνῳ μὲν οἴονται τὴν ψυχὴν μὴ γεγονέναι, μηδ’ εἶ‐ ναι γεννητήν, πλείονας δὲ δυνάμεις ἔχειν, εἶς ἃς ἀναλύοντα θεωρίας ἕνεκα τὴν οὐσίαν αὐτῆς, λόγῳ τὸν Πλάτωνα γινομένην ὑποτίθεσθαι καὶ συγκεραννυμέ‐ | |
15 | νην· τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ κόσμου διανοούμενον, ἐπίστασθαι μὲν ἀΐδιον ὄντα καὶ ἀγέννητον, τὸ δὲ ᾧ τρόπῳ συντέτακται καὶ διοικεῖται καταμαθεῖν οὐ ῥᾴ‐ διον ὁρῶντα τοῖς μήτε γένεσιν αὐτοῦ μηδὲ τῶν γεν‐ νητικῶν σύνοδον ἐξ ἀρχῆς προϋποθεμένοις, ταύτην | |
20 | τὴν ὁδὸν τραπέσθαι. | 140 |
5 | Εἰρηκότος δὲ τοῦ Πλάτωνος· ἡμιολίων δὲ δια‐ στάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων, ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι, τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα ξυνε‐ | |
5 | πληροῦτο, λείπων αὐτῶν ἑκάστου μόριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ϛʹ καὶ νʹ καὶ ϛʹ πρὸς γʹ καὶ μʹ καὶ ϙʹ, διὰ ταύτην τὴν λέξιν ἠναγκάζοντο πάλιν τοὺς ἀριθμοὺς ἐπανάγειν καὶ μείζονας ποιεῖν. | |
10 | Ἔδει μὲν γὰρ ἐφεξῆς ἐπόγδοα γίνεσθαι δύο· τῆς δὲ ἑξάδος οὔτ’ αὐτόθεν ἐπόγδοον ἐχούσης, εἴτε τέμνοιτο, κερματιζομένων εἰς μόρια τῶν μονάδων, δυσθεωρήτου τῆς μαθήσεως ἐσομένης, αὐτὸ τὸ πρᾶγμα τὸν πολυ‐ πλασιασμὸν ὑπηγόρευσεν, ὥσπερ ἐν ἁρμονικῇ μετα‐ | |
15 | βολῇ τοῦ διαγράμματος ὅλου συνεπιτεινομένου τῷ πρώτῳ τῶν ἀριθμῶν. Ὁ μὲν οὖν Εὔδωρος ἐπακολου‐ θήσας Κράντορι, πρῶτον ἔλαβε τὸν τπδʹ, ὃς γίνεται | 141 |
τοῦ ἓξ ἐπὶ τὰ ξδʹ πολλαπλασιασθέντος. | 142 | |
6 | Ὑποδεδειγμένων δὲ τούτων, τὸ μὲν συμπλη‐ ροῦν τὰ διαστήματα καὶ παρεντάττειν τὰς μεσότητας, εἰ καὶ μηδεὶς ἐτύγχανε πεποιηκὼς πρότερον, ὑμῖν ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρῆκα. Νῦν δὲ πολλοῖς κἀ‐ | |
5 | γαθοῖς ἀνδράσιν ἐξειργασμένου τούτου, μάλιστα δὲ Κράντορι καὶ Κλεάρχῳ καὶ Θεοδώρῳ τοῖς Σολεῦσι, μικρὰ περὶ τῆς τούτων διαφορᾶς εἰπεῖν οὐκ ἄχρηστόν ἐστιν. Ὁ γὰρ Θεόδωρος, οὐχ ὡς ἐκεῖνοι, δύο στί‐ χους ποιῶν, ἀλλ’ ἐπὶ μιᾶς εὐθείας ἐφεξῆς τούς τε | |
10 | διπλασίους ἐκτάττων καὶ τοὺς τριπλασίους, πρῶτον μὲν ἰσχυρίζεται τῇ λεγομένῃ κατὰ μῆκος σχίσει τῆς οὐσίας, δύο ποιούσῃ μοίρας, ὡς ἐκ μιᾶς, οὐ τέσσα‐ ρας ἐκ δυεῖν· ἔπειτά φησι τὰς τῶν μεσοτήτων παρεν‐ τάξεις, οὕτω λαμβάνειν προσήκειν χώραν· εἰ δὲ μή, | |
15 | ταραχὴν καὶ σύγχυσιν ἔσεσθαι, καὶ μεταστάσεις εἰς τὸ πρῶτον εὐθὺς τριπλάσιον ἐκ τοῦ πρώτου διπλασίου, τῶν συμπληρούντων ἑκάτερον ὀφειλόντων. Τοῖς δὲ περὶ τὸν Κράντορα βοηθοῦσιν αἵ τε θέσεις τῶν ἀριθ‐ μῶν, ἐπιπέδων ἐπιπέδοις, καὶ τετραγώνων τετραγώ‐ | |
20 | νοις, καὶ κύβων κύβοις ἀντιθέτως συζυγούντων, τῇ τε μὴ κατὰ τάξιν αὐτῶν λήψει, ἀλλ’ ἐναλλὰξ ἀρτίων καὶ ἐπιπέδων ἀρτίοις καὶ ἐπιπέδοις ἀντιθέτῳ συζυ‐ | |
γίᾳ. | 143 | |
7 | Περὶ δὲ τῆς τάξεως (ζητεῖται), πότερον ἐφ’ ἑνὸς στίχου πάντας ἐκθετέον, ὡς Θεόδωρος· ἢ μᾶλ‐ λον, ὡς Κράντωρ, ἐν τῷ Λ σχήματι, τοῦ πρώτου κατὰ κορυφὴν τιθεμένου, καὶ χωρὶς μὲν τῶν διπλα‐ | |
5 | σίων, χωρὶς δὲ τῶν τριπλασίων ἐν δυσὶ στίχοις ὑπο‐ | |
ταττομένων. | 145 | |
8 | Τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι, τελευτήσαν‐ τος υἱοῦ, φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφ’ ἡμῖν. Οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς τὴν ἄγριον ὑμνοῦσι καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ | |
5 | καὶ τοῦ συμφέροντος οὖσαν. Ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασώζειν ἀναγκαῖον. Τὸ δὲ πέρα τοῦ μέτρου παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη, παρὰ φύσιν εἶναί φημι, καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύ‐ | |
10 | λης γίνεσθαι δόξης. Διὸ καὶ τοῦτο μὲν ἐατέον, ὡς βλαβερὸν καὶ φαῦλον, καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον· τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον. Μὴ γὰρ νοσοῖμεν, φησὶν ὁ Ἀκαδημαϊκὸς Κράντωρ, νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτ’ οὖν τέμνοιτό τι | |
15 | τῶν ἡμετέρων, εἴτ’ ἀποσπῷτο. Τὸ γὰρ ἀνώδυνον τοῦτο οὐκ ἄνευ μεγάλων ἐγγίνεται μισθῶν τῷ ἀν‐ θρώπῳ. Τεθηριῶσθαι γὰρ εἰκός, ἐκεῖ μὲν σῶμα τοιοῦ‐ | |
τον, ἐνταῦθα δὲ ψυχήν. | 146 | |
9 | Τούτοις δὲ ἑπομένως καὶ ὁ Κράντωρ παραμυ‐ θούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησί· ταῦτα γὰρ πᾶσα ἡ ἀρχαία αὕτη φιλοσοφία λέ‐ γει τε καὶ παρακελεύεται· ὧν εἰ δή τι ἄλλο μὴ ἀπο‐ | |
5 | δεχόμεθα, τό γε πολλαχῇ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον, ἄγαν ἀληθές. Καὶ γὰρ εἰ μὴ φύσει τοιοῦτον ἔχει τὸν τρόπον, ὑπό γε ἡμῶν εἰς τοῦτο ἀφῖκται δια‐ φθορᾶς· ἥ τ’ ἄδηλος αὕτη τύχη πόῤῥωθεν ἡμῖν καὶ ἔτι ἀπ’ ἀρχῆς ἠκολούθηκεν, οὐδ’ ἐφ’ ἑνὶ ὑγιεῖ. Φυομένοις | |
10 | τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα. Τὰ γάρ τοι σπέρ‐ ματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι τε καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει. Τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵν’ εἰδείημεν, ὅτι καινὸν οὐδὲν ἀτυχεῖν ἀν‐ | |
15 | θρώπῳ, ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. | 147 |
10 | Τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. Εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς Τερι‐ ναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δ’ ἐξαπίνης αἰτίᾳ τινὶ ἀδήλῳ· τὸν οὖν Ἠλύ‐ | |
5 | σιον εἰσελθεῖν ὅπερ· ἴσως κἂν ἄλλον εἰσῆλθε, μή ποτ’ εἴη φαρμάκοις ἀπολωλώς· τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπ’ οὐσίᾳ πολλῇ καὶ χρήμασιν. Ἀποροῦντα δέ, ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχο‐ μαντεῖον· προθυσάμενον δέ, ὡς νόμος, ἐγκοιμᾶσθαι | |
10 | καὶ ἰδεῖν ὄψιν τοιάνδε. Δόξαι παραγενέσθαι τὸν πα‐ τέρα τὸν ἑαυτοῦ· ἰδόντα δέ, διεξέρχεσθαι πρὸς αὐτὸν περὶ τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι, συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου. Καὶ τὸν ἐπὶ τούτῳ ἥκω, φάναι· ἀλλὰ δέξαι παρὰ τοῦδε | |
15 | ἅ σοι φέρει· ἐκ γὰρ τούτων ἅπαντ’ εἴσῃ, ὧν πέρι λυπῇ. Εἶναι δ’, ὃν ἐσήμαινε, νεανίσκον ἑπόμενον αὐτῷ, ἐμ‐ φερῆ τε τῷ υἱῷ, καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς. Ἐρέσθαι οὖν, ὅστις εἴη, καὶ τὸν φάναι· δαίμων τοῦ υἱέος σου· καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμ‐ | |
20 | ματίδιον. Ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν ἐγγεγραμμένα τρία ταῦτα· ἤρου, νήπιε; ἠλίθιαι δειλῶν φρένες ἀνδρῶν· Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ. | |
οὐκ ἦν γὰρ ζώειν καλὸν αὐτῷ, οὔτε γονεῦσι. | 148 | |
11 | Τὸ γὰρ μὴ δι’ αὑτὸν κακῶς πράττειν ὁ μὲν Κράντωρ φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας. | |
12 | Πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν, ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώ‐ πινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον, καὶ ἀρχὴν | |
τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην. | 149 | |
13 | Ἀγαθὸν δ’ εἶπαν αὐτὴν [τὴν ὑγείαν] ὑπάρχειν, οὐ μὴν καὶ πρῶτον, οἵ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ περιπάτου. Δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκείαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. | |
5 | Ἔνθεν καὶ ὁ Κράντωρ εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν, πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι. Εἰ γὰρ νοήσαιμεν, φησί, κοινόν τι τῶν Πανελλήνων θέατρον, εἰς τοῦτό τε ἕκαστον τῶν ἀγα‐ θῶν παριὸν καὶ τῶν πρωτείων ἀντιποιούμενον ἥκειν, | |
10 | εὐθὺς καὶ εἰς ἔννοιαν ἀναχθησόμεθα τῆς ἐν τοῖς ἀγα‐ θοῖς διαφορᾶς. Πρῶτον μὲν γὰρ ὁ Πλοῦτος παραπη‐ δήσας ἐρεῖ· ἐγώ, ὦ ἄνδρες Πανέλληνες, κόσμον πα‐ ρέχων πᾶσιν ἀνθρώποις καὶ τὰς ἐσθῆτας καὶ τὰς ὑπο‐ δέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι | |
15 | καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦρα τῶν πράξεων γίνομαι. Τούτων γὰρ δὴ τῶν λόγων ἀκούσαντες οἱ Πανέλληνες ὁμοθυ‐ μαδὸν κελεύσουσιν ἀποδοῦναι τὰ πρωτεῖα τῷ Πλού‐ τῳ. Ἀλλ’ ἐὰν τούτου ἤδη ἀνακηρυττομένου ἐπιστᾶσα | |
20 | ἡ Ἡδονή, τῇ ἔνι μὲν φιλότης, ἔνι δ’ ἵμερος, ἐν δ’ ὀαριστύς, πάρφασις, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονεόντων, λέγῃ δὲ εἰς μέσον καταστᾶσα ὅτι αὐτὴν δίκαιόν ἐστι, ἀναγορεύειν· | |
25 | ὁ γὰρ ὄλβος οὐ βέβαιος, ἀλλ’ ἐφήμερος ἐξίπτατ’ οἴκων, μικρὸν ἀνθήσας χρόνον, διώκεταί τε πρὸς τῶν ἀνθρώπων οὐ δι’ ἑαυτὸν ἀλλὰ τὴν ἐξ αὐτοὺ περιγινομένην ἀπόλαυσιν καὶ ἡδονήν, πάντως οἱ Πανέλληνες, οὐκ ἄλλως ἔχειν τὸ πρᾶγμα | |
30 | ἢ οὕτως ὑπολαβόντες, κεκράξονται δεῖν τὴν ἡδονὴν στεφανοῦν. Ἀλλὰ καὶ ταύτης τὸ βραβεῖον φέρεσθαι μελλούσης, ἐπὴν εἰσβάλλῃ ἡ Ὑγεία μετὰ τῶν συνέ‐ δρων αὐτῇ θεῶν, καὶ διδάσκῃ ὡς οὔτε Ἡδονῆς οὔτε Πλούτου ὄφελός τι ἐστιν ἀπούσης αὐτῆς; | |
35 | τί γάρ με πλοῦτος ὠφελεῖ νοσοῦντά γε; μίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων ἄλυπον οἰκεῖν βίοτον ἢ πλουτῶν νοσεῖν, ἀκούσαντες πάλιν οἱ Πανέλληνες καὶ καταλαβόντες ὡς οὐκ ἔνεστι κλινοπετῆ καὶ νοσοῦσαν ὑποστῆναι τὴν εὐ‐ | |
40 | δαιμονίαν, φήσουσι νικᾶν τὴν Ὑγείαν. Ἀλλὰ καὶ τῆς Ὑγείας ἤδη νικώσης, ἐπὰν εἰσέλθῃ ἡ Ἀνδρία πολὺ στῖφος ἀριστέων καὶ ἡρώων ἔχουσα περὶ ἑαυτήν, κα‐ ταστᾶσά τε λέγῃ· ἐμοῦ μὴ παρούσης, ὦ ἄνδρες Ἕλ‐ ληνες, ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν παρ’ ὑμῖν ἀγα‐ | |
45 | θῶν, εὔξαιντό τ’ ἂν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς πᾶσι τοῖς ἀγαθοῖς ὡς μελλήσοντες ὑμῶν κρατεῖν, καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν πρωτεῖα τῇ Ἀρετῇ ἀποδώσουσι, τὰ δὲ δευτερεῖα τῇ Ὑγείᾳ, τὰ δὲ τρίτα τῇ Ἡδονῇ, τελευταῖον δὲ τάξουσι τὸν Πλοῦτον. | 150 |
13(50) | Καὶ δὴ ὁ μὲν Κράντωρ τὴν ὑγείαν ἐν δευτέρᾳ μοίρᾳ ἐτίθετο, στοιχῶν τοῖς προειρημένοις φιλοσόφοις. | |
14 | Οὐκ ἔστι πενίας οὐδὲν ἀθλιώτερον ἐν τῷ βίῳ σύμπτωμα· καὶ γὰρ ἂν φύσει σπουδαῖος ᾖς, πένης δέ, κατάγελως ἔσει. | |
15 | Τὸ γὰρ διάφορον καὶ φρονίμους πάντας ποιεῖ, τὸ σωφρονεῖν δ’ ἔνεστιν ἐν τούτῳ μόνῳ. | |
16 | Ἐν δοιῇ μοι θυμός, ὅ τοι γένος ἀμφιβόητον, ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω, τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας γείνατο Νὺξ πελάγεσσιν ὑπ’ εὐρέος Ὠκεανοῖο· | |
5 | ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης, ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι | |
ἀνθρώποις ἠδ’ ἐσθλά· τὸ καί σεο σῶμα δίφυιον. | 151 |