TLG 1286 022 :: CORPUS HERMETICUM :: Ἐκ τοῦ ὕμνου πρὸς τὸν παντοκράτορα (fragmentum) CORPUS HERMETICUM Phil.
Theol., vel Hermes Trismegistus
vel Hermetica Ἐκ τοῦ ὕμνου πρὸς τὸν παντοκράτορα (fragmentum) Citation: (Line) | ||
1 | ἀκοιμήτου πυρὸς ὄμματι ἐγρήγορε, δρόμον αἰθέρος ζωο‐ γονῶν, ἡλίου θέρμην κρατύνων, λαίλαπι μεθιστῶν νέφη, τοὔνομα μὴ χωρῶν ἐν κόσμῳ· ἄφθιτον ἀέναον πανεπί‐ σκοπον ἐπίφοβον ὄμμα, πατέρα τῶν ὅλων, θεὸν ὄντα μόνον, | |
---|---|---|
5 | ἀπ’ οὐδενὸς ἔχοντα ἀρχήν, ἔγνωκα. —ἕνα μετὰ σὲ ὄντα μόνον ἐκ σοῦ γεραίρω υἱόν, ὃν ῥώμῃ ἀπορρήτῳ καὶ ὀξυτέρᾳ φωνῇ ἴδιον εὐθὺς ἀφθόνως καὶ ἀπαθῶς ἀγένητον (Erbse: ἀγενοῦς in one source, ἀγεννήτως in another) λόγον ἐγέν‐ νησας, θεὸν ὄντα τὴν οὐσίαν ἐκ τῆς οὐσίας, ὃς σοῦ τοῦ | |
10 | πατρὸς τὴν εἰκόνα τὴν ἄφθαρτον καὶ πᾶν ὁμοίαν (πανομοίαν Pitra, which I prefer) φέρει, ὥστε εἶναι ἐκεῖνον ἐν σοί, σὲ δὲ ἐν ἐκείνῳ, κάλλους ἔσοπτρον, ἀλληλεύφραντον πρό‐ | |
σωπον. | 147 |