TLG 1286 020 :: CORPUS HERMETICUM :: Fragmenta CORPUS HERMETICUM Phil.
Theol., vel Hermes Trismegistus
vel Hermetica Fragmenta Citation: Fragment — section — (line) | ||
1t | ἙΡΜΟΥ ΕΚ ΤΟΥ ΠΡΟΣ ΤΑΤ | |
1.1 | Θεὸν νοῆσαι μὲν χαλεπόν. φράσαι δὲ ἀδύνατον ᾧ καὶ νοῆσαι δυνατὸν τὸ γὰρ ἀσώματον σώματι σημῆναι ἀδύνα‐ τον, καὶ τὸ τέλειον τῷ ἀτελεῖ καταλαβέσθαι οὐ δυνατόν, καὶ τὸ ἀίδιον τῷ ὀλιγοχρονίῳ συγγενέσθαι δύσκολον. τὸ μὲν γὰρ | |
5 | ἀεί ἐστι, τὸ δὲ παρέρχεται· καὶ τὸ μὲν ἀληθείᾳ ἐστί, τὸ δὲ ὑπὸ φαντασίας σκιάζεται. τὸ δὲ ἀσθενέστερον τοῦ ἰσχυρο‐ τέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος διέστηκε τοσοῦτον, ὅσον τὸ θνητὸν τοῦ θείου. | 2 in vol. 3 |
---|---|---|
1.2 | ἡ δὲ μέση τούτων διάστασις ἀμαυροῖ τὴν τοῦ καλοῦ θέαν· ὀφθαλμοῖς μὲν γὰρ τὰ σώματα θεατά, γλώττῃ δὲ τὰ ὁρατὰ λεκτά· τὸ δὲ ἀσώματον καὶ ἀφανὲς καὶ ἀσχημάτιστον καὶ μηδὲ ἐξ ὕλης ὑποκείμενον | |
5 | ὑπὸ τῶν ἡμετέρων αἰσθήσεων καταληφθῆναι οὐ δύναται. ἐννοοῦμαι, ὦ Τάτ, ἐννοοῦμαι· ὃ ἐξειπεῖν ἀδύνατον, τοῦτό | |
ἐστιν ὁ θεός. | 3 in vol. 3 | |
2At | ἙΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΤΑΤ | |
2A1 | Περὶ ἀληθείας, ὦ Τάτ, οὐκ ἔστι δυνατὸν ἄνθρωπον ὄντα ζῷον ἀτελὲς ἐξ ἀτελῶν συγκείμενον μελῶν καὶ ἐξ ἀλλοτρίων σωμάτων καὶ πολλῶν τὸ σκῆνος συνεστός, τολμή‐ σαντα εἰπεῖν· ὃ δέ ἐστι δυνατὸν ἢ δίκαιον, τοῦτό φημι, | |
5 | ἀλήθειαν εἶναι ἐν μόνοις τοῖς ἀιδίοις σώμασιν, ὧν | |
2A2 | καὶ τὰ σώματα αὐτὰ ἀληθῆ ἐστι, πῦρ αὐτόπυρ μόνον καὶ οὐδὲν ἄλλο, γῆ αὐτόγη καὶ οὐδὲν ἄλλο, ἀὴρ αὐτοάηρ 〈καὶ οὐδὲν ἄλλο〉, ὕδωρ αὐτούδωρ καὶ οὐδὲν ἄλλο· τὰ δὲ ἡμέτερα | |
5 | σώματα ἐκ πάντων τούτων συνέστηκεν· ἔχει μὲν γὰρ πυρός, ἔχει δὲ καὶ γῆς. ἔχει καὶ ὕδατος καὶ ἀέρος, καὶ οὔτε πῦρ ἐστιν οὔτε γῆ οὔτε ὕδωρ οὔτε ἀὴρ οὔτε οὐδὲν ἀληθές. εἰ δὲ μὴ τὴν ἀρχὴν ἡ σύστασις ἡμῶν ἔσχε τὴν | |
ἀλήθειαν, πῶς ἂν δύναιτο ἀλήθειαν ἢ ἰδεῖν ἢ εἰπεῖν; νοήσει | 4 in vol. 3 | |
10 | δὲ μόνον ἐὰν ὁ θεὸς θέλῃ. | |
2A3 | πάντα οὖν, ὦ Τάτ, τὰ ἐπὶ γῆς ἀλήθεια μὲν οὐκ ἔστι, τῆς δὲ ἀληθείας μιμήματα· καὶ οὐ πάντα, ὀλίγα δὲ ταῦτα. | |
2A4 | τἆλλα ψεῦδος καὶ πλάνος, ὦ Τάτ, καὶ δόξαι, φαντασίας καθάπερ εἰκόνες συνεστῶτα· ὅταν δ’ ἄνωθεν τὴν ἐπίρροιαν ἔχῃ ἡ φαντασία, τῆς ἀλη‐ θείας γίγνεται μίμησις· χωρὶς δὲ τῆς ἄνωθεν ἐνεργείας, | |
5 | ψεῦδος καταλείπεται· καθάπερ καὶ ἡ εἰκὼν τὸ μὲν σῶμα τῆς γραφῆς δείκνυσιν, αὐτὴ δὲ οὐκ ἔστι σῶμα κατὰ τὴν φαντασίαν τοῦ ὁρωμένου, καὶ ὀφθαλμοὺς μὲν ὁρᾶται ἔχου‐ σα, βλέπει δὲ οὐδέν, 〈καὶ ὦτα,〉 ἀκούει δὲ οὐδὲν ὅλως, καὶ τὰ ἄλλα πάντα ἔχει μὲν ἡ γραφή, ψευδῆ δέ ἐστι τὰς | |
10 | τῶν ὁρώντων ὄψεις ἐξαπατῶντα, τῶν μὲν δοκούντων ἀλή‐ θειαν ὁρᾶν, τῶν δὲ ὡς ἀληθῶς ὄντων ψευδῶν. | |
2A5 | ὅσοι μὲν οὖν οὐ ψεῦδος ὁρῶσιν, ἀλήθειαν ὁρῶσιν. ἐὰν οὖν ἕκαστον τούτων οὕτω νοῶμεν ἢ ὁρῶμεν ὡς ἔστιν, ἀληθῆ καὶ νοοῦμεν καὶ ὁρῶμεν· ἐὰν δὲ παρὰ τὸ ὄν, οὐδὲν ἀληθὲς οὔτε νοήσο‐ | |
5 | μεν οὔτ’ εἰσόμεθα. — | |
2A6 | Ἔστιν οὖν, πάτερ, ἀλήθεια καὶ ἐν τῇ γῇ; [καὶ οὐκ ἀσκόπωσ]— Σφάλλῃ, ὦ τέκνον. ἀλήθεια μὲν οὐδαμῶς ἔστιν ἐν τῇ γῇ, ὦ Τάτ, οὔτε γενέσθαι δύναται, περὶ δὲ ἀληθείας νοῆσαι ἐνίους τῶν ἀνθρώπων, οἷς ἐὰν ὁ | |
5 | θεὸς τὴν θεοπτικὴν δωρήσηται δύναμιν γενέσθαι. — | |
2A7 | Οὕτως ἀληθὲς οὐδὲν ἔστιν ἐν τῇ γῇ; — Νοῶ καὶ λέγω· «φαντασίαι εἰσὶ καὶ δόξαι πάντα»· ἀληθῆ νοῶ καὶ λέγω. | |
— Οὐκ οὖν τό γε ἀληθῆ νοεῖν καὶ λέγειν, τοῦτο ἀλήθειαν δεῖ καλεῖν; — | 5 in vol. 3 | |
2A8 | Τί δέ; τὰ ὄντα δεῖ νοεῖν καὶ λέγειν· ἔστι δὲ οὐδὲν ἀληθὲς ἐπὶ τῆς γῆς. τοῦτο ἀληθές ἐστι τὸ μὴ εἶναι μηδὲν ἀληθὲς ἐνθάδε. πῶς ἂν καὶ δύναιτο γενέσ‐ θαι, ὦ τέκνον; | |
2A9 | ἡ γὰρ ἀλήθεια τελεωτάτη ἀρετή ἐστιν, αὐτὸ τὸ ἄκρατον ἀγαθόν, τὸ μὴ ὑπὸ ὕλης θολούμενον μήτε ὑπὸ σώματος περιβαλλόμενον, γυμνὸν φανὸν ἄτρεπτον σεμνὸν ἀναλλοίωτον ἀγαθόν· τὰ δὲ ἐνθάδε, ὦ τέκνον, οἷά | |
5 | ἐστιν ὁρᾷς, ἄδεκτα τούτου τοῦ ἀγαθοῦ, φθαρτὰ παθητὰ διαλυτὰ τρεπτά, ἀεὶ ἐναλλοιούμενα, ἄλλα ἐξ ἄλλων γινόμενα. | |
2A10 | ἃ οὖν μηδὲ πρὸς ἑαυτὰ ἀληθῆ ἐστι, πῶς 〈ἂν〉 δύναιτο ἀληθῆ εἶναι; πᾶν γὰρ τὸ ἀλλοιούμενον ψεῦδός ἐστι, μὴ μένον ἐν ᾧ ἐστι, φαντασίας δὲ μετατρεπόμενον ἄλλας καὶ ἄλλας ἐπιδείκνυται ἡμῖν. — | |
2A11 | Οὐδὲ ἄνθρωπος ἀλη‐ θής ἐστιν, ὦ πάτερ; — Καθότι ἄνθρωπος, οὐκ ἔστιν ἀλη‐ θής, ὦ τέκνον. τὸ γὰρ ἀληθές ἐστι τὸ ἐξ αὑτοῦ μόνον τὴν σύστασιν ἔχον, καὶ μένον καθ’ αὑτὸ οἷόν ἐστιν· ὁ δὲ ἄνθρω‐ | |
5 | πος ἐκ πολλῶν συνέστηκε καὶ οὐ μένει καθ’ αὑτόν, τρέπεται δὲ καὶ μεταβάλλεται ἡλικίαν ἐξ ἡλικίας καὶ ἰδέαν ἐξ ἰδέας, καὶ ταῦτα ἔτι ὢν ἐν τῷ σκήνει. καὶ πολλοὶ τέκνα οὐκ ἐγνώ‐ ρισαν χρόνου ὀλίγου μεταξὺ γενομένου, καὶ πάλιν τέκνα γονεῖς ὁμοίως. | |
2A12 | τὸ οὖν οὕτως μεταβαλλόμενον ὥστε ἀγνοεῖσθαι, δύναται ἀληθὲς εἶναι, ὦ Τάτ; οὐ τοὐναντίον | |
ψεῦδός ἐστιν ἐν ποικίλαις γινόμενον φαντασίαις τῶν μετα‐ βολῶν; σὺ δὲ νόει ἀληθές τι εἶναι τὸ μένον καὶ ἀίδιον· ὁ δὲ | 6 in vol. 3 | |
5 | ἄνθρωπος οὐκ ἔστιν ἀεί· ἄρα οὐδὲ ἀληθές ἐστι. φαντασία δέ ἐστί τις 〈ὁ〉 ἄνθρωπος, ἡ δὲ φαντασία ψεῦδος ἂν εἴη ἀκρό‐ τατον. — | |
2A13 | Οὐδὲ ταῦτα οὖν, ὦ πάτερ, τὰ ἀίδια σώματα, ἐπεὶ μεταβάλλεται, ἀληθῆ ἐστι; — Πᾶν μὲν οὖν τὸ γεννη‐ τὸν καὶ μεταβλητὸν οὐκ ἀληθές· ὑπὸ δὲ τοῦ προπάτορος γενόμενα τὴν ὕλην δύναται ἀληθῆ ἐσχηκέναι. ἔχει δέ τι | |
5 | καὶ ταῦτα ψεῦδος ἐν τῇ μεταβολῇ· οὐδὲν γὰρ μὴ μένον ἐφ’ αὑτῷ ἀληθές ἐστιν. — | |
2A14 | Ἀληθές, ὦ πάτερ, τί οὖν ἂν εἴποι τις; — Μόνον τὸν ἥλιον παρὰ τὰ ἄλλα πάντα μὴ μεταβαλλόμενον, μένοντα δὲ ἐφ’ αὑτῷ, ἀλήθειαν, διὸ καὶ τὴν ἐν τῷ κόσμῳ πάντων δημιουργίαν αὐτὸς μόνος πεπίσ‐ | |
5 | τευται, ἄρχων πάντων καὶ ποιῶν πάντα· ὃν καὶ σέβομαι καὶ προσκυνῶ αὐτοῦ τὴν ἀλήθειαν· μετὰ τὸν ἕνα καὶ πρῶ‐ τον τοῦτον δημιουργὸν γνωρίζω. — | |
2A15 | Τί οὖν ἂν εἶναι τὴν πρώτην ἀλήθειαν, ὦ πάτερ; — Ἕνα καὶ μόνον, ὦ Τάτ, τὸν μὴ ἐξ ὕλης, τὸν μὴ ἐν σώματι, τὸν ἀχρώματον, τὸν ἀσχημάτιστον, τὸν ἄτρεπτον, τὸν μὴ ἀλλοιούμενον, | |
5 | τὸν ἀεὶ ὄντα. | |
2A16 | τὸ δὲ ψεῦδος, ὦ τέκνον, φθείρεται. | |
πάντα δὲ τὰ ἐπὶ γῆς φθορᾷ κατέλαβε καὶ ἐμπεριέχει καὶ ἐμπεριέξει ἡ τοῦ ἀληθοῦς πρόνοια. χωρὶς γὰρ φθορᾶς οὐδὲ γένεσις δύναται συστῆναι· πάσῃ δὲ γενέσει φθορὰ | 7 in vol. 3 | |
5 | ἕπεται, ἵνα πάλιν γένηται· τὰ γὰρ γιγνόμενα ἐκ τῶν φθει‐ ρομένων ἀνάγκη γίγνεσθαι, φθείρεσθαι δὲ τὰ γιγνόμενα ἀνάγκη, ἵνα μὴ στῇ ἡ γένεσις τῶν ὄντων. πρῶτον τοῦτον δημιουργὸν γνώριζε εἰς τὴν γένεσιν τῶν ὄντων. τὰ οὖν ἐκ φθορᾶς γινόμενα ψευδῆ ἂν εἴη, ὡς ποτὲ μὲν ἄλλα ποτὲ δὲ | |
10 | ἄλλα γινόμενα· τὰ γὰρ αὐτὰ γίνεσθαι ἀδύνατον· τὸ δὲ μὴ αὐτό, πῶς ἂν ἀληθὲς εἴη; | |
2A17 | φαντασίας οὖν καλεῖν δεῖ ταῦτα, ὦ τέκνον, εἴ γε ὀρθῶς προσαγορεύομεν, τὸν ἄνθρω‐ πον ἀνθρωπότητος φαντασίαν, τὸ δὲ παιδίον παιδίου φαν‐ τασίαν, τὸν δὲ νεανίσκον νεανίσκου φαντασίαν, τὸν δὲ | |
5 | ἄνδρα ἀνδρὸς φαντασίαν, τὸν δὲ γέροντα γέροντος φαντα‐ σίαν. οὔτε γὰρ ὁ ἄνθρωπος ἄνθρωπος, οὔτε τὸ παιδίον παι‐ δίον, οὔτε ὁ νεανίσκος νεανίσκος, οὔτε ὁ ἀνὴρ ἀνήρ, οὔτε ὁ γέρων γέρων· | |
2A18 | μεταβαλλόμενα δὲ ψεύδεται καὶ τὰ προόντα καὶ τὰ ὄντα. ταῦτα μέντοι οὕτω νόει, ὦ τέκνον, ὡς καὶ τῶν ψευδῶν τούτων ἐνεργειῶν ἄνωθεν ἠρτημένων ἀπ’ αὐτῆς τῆς ἀληθείας· τούτου δὲ οὕτως ἔχοντος, τὸ ψεῦδός | |
5 | φημι τῆς ἀληθείας ἐνέργημα εἶναι. | 8 in vol. 3 |
2Bt | ἙΡΜΟΥ ΕΚ ΤΟΥ ΠΡΟΣ ΤΑΤ | |
2B1 | Ἐγώ, ὦ τέκνον, καὶ τῆς φιλανθρωπίας ἕνεκα καὶ τῆς πρὸς τὸν θεὸν εὐσεβείας πρῶτον τόδε συγγράφω· οὐδεμία γὰρ ἂν γένοιτο δικαιοτάτη εὐσέβεια ἢ τὸ νοῆσαι τὰ ὄντα καὶ χάριν τῷ ποιήσαντι ὑπὲρ τούτων ὁμολογῆσαι, | |
5 | ὅπερ διατελῶν οὐ παύσομαι. | |
2B2 | — Τί οὖν ἄν τις πράττων, ὦ πάτερ, εἰ μηδέν ἐστιν ἀληθὲς ἐνθάδε, καλῶς διαγάγοι τὸν βίον; — Εὐσέβει, ὦ τέκνον. ὁ δὲ εὐσεβῶν ἄκρως φιλοσοφή‐ σει· χωρὶς γὰρ φιλοσοφίας ἄκρως εὐσεβῆσαι ἀδύνατον· ὁ | |
5 | δὲ μαθὼν οἷα ἔστι καὶ πῶς διατέτακται καὶ ὑπὸ τίνος καὶ ἕνεκεν τίνος, χάριν εἴσεται ὑπὲρ πάντων τῷ δημιουργῷ ὡς πατρὶ ἀγαθῷ καὶ τροφεῖ χρηστῷ καὶ ἐπιτρόπῳ πιστῷ· ὁ δὲ χάριν ὁμολογῶν εὐσεβήσει· | |
2B3 | ὁ δὲ εὐσεβῶν εἴ‐ σεται καὶ ποῦ ἐστιν ἡ ἀλήθεια καὶ τίς ἐστιν ἐκείνη, καὶ μαθὼν ἔτι μᾶλλον εὐσεβέστερος ἔσται. οὐδέποτε γάρ, ὦ τέκνον, ψυχὴ ἐν σώματι οὖσα καὶ κουφίσασα ἑαυτὴν ἐπὶ | |
5 | τὴν κατάληψιν τοῦ ὄντως ἀγαθοῦ καὶ ἀληθοῦς ὀλισθῆσαι δύναται ἐπὶ τὸ ἐναντίον. δεινὸν γὰρ ἔρωτα ἴσχει καὶ λήθην πάντων τῶν κακῶν ψυχὴ μαθοῦσα ἑαυτῆς τὸν προπάτορα, καὶ οὐκέτι ἀποστῆναι δύναται τοῦ ἀγαθοῦ. | 13 in vol. 3 |
2B4 | τοῦτ’, ὦ τέκνον, τοῦτο εὐσεβείας ἔστω τέλος, ἐφ’ ὃ ἀφικνούμενος καὶ καλῶς βιώσῃ καὶ εὐδαιμόνως τεθνήξῃ τῆς ψυχῆς σου μὴ ἀγνοούσης ποῦ αὐτὴν δεῖ ἀναπτῆναι. | |
2B5 | αὕτη γὰρ μόνη ἐστίν, ὦ τέκνον, ἡ πρὸς ἀλήθειαν ὁδός, ἣν καὶ οἱ ἡμέτεροι πρόγονοι ὥδευσαν καὶ ὁδεύσαντες ἔτυχον τοῦ ἀγαθοῦ. σεμνὴ αὕτη ὁδὸς καὶ λεία, χαλεπὴ δὲ ψυχῇ ὁδεῦ‐ | |
5 | σαι ἐν σώματι οὔσῃ. | |
2B6 | πρῶτον μὲν γὰρ αὐτὴν ἑαυτῇ πολεμῆσαι δεῖ καὶ διάστασιν μεγάλην ποιῆσαι καὶ ὑπὸ τοῦ ἑνὸς μέρους πλεονεκτηθῆναι. ἑνὸς γὰρ γίγνεται πρὸς δύο ἡ σύστασις, τοῦ μὲν φεύγοντος, τῶν δὲ καθελκόντων | |
5 | κάτω, καὶ ἔρις καὶ μάχη πολλὴ πρὸς ἄλληλα τούτων γίγνε‐ ται τοῦ μὲν φυγεῖν βουλομένου, τῶν δὲ κατασχεῖν σπευ‐ δόντων. | |
2B7 | ἡ δὲ νίκη ἀμφοτέρων οὐχ ὁμοία· τὸ μὲν γὰρ πρὸς τὸ ἀγαθὸν σπεύδει, τὰ δὲ πρὸς τὰ κακὰ κατοικεῖ· καὶ τὸ μὲν ἐλευθερωθῆναι ποθεῖ, τὰ δὲ τὴν δουλείαν ἀγαπᾷ. κἂν μὲν νικηθῇ τὰ δύο μέρη, μεμένηκ’ ἐν ἑαυτῶν, | |
5 | ἔρημα καὶ τοῦ ἄρχοντος· ἐὰν δὲ τὸ ἓν ἡττηθῇ, ὑπὸ τῶν δύο ἄγεται καὶ φέρεται τιμωρούμενον τῇ ἐνθάδε διαίτῃ. | |
2B8 | οὗτός ἐστιν, ὦ τέκνον, ὁ τῆς ἐκεῖσε ὁδοῦ ἀγωγός· δεῖ γάρ σε, ὦ τέκνον, πρῶτον τὸ σῶμα πρὸ τοῦ τέλους ἐγκαταλεῖψαι καὶ νικῆσαι τὸν ἐναγώνιον βίον καὶ νική‐ | |
σαντα οὕτως ἀνελθεῖν. | 14 in vol. 3 | |
3t | ΤΟΥ ΑΥΤΟΥ | |
3.1 | Ψυχὴ πᾶσα ἀθάνατος καὶ ἀεικίνητος. ἔφημεν γὰρ ἐν τοῖς Γενικοῖς κινήσεις τὰς μὲν ὑπὸ τῶν ἐνεργειῶν, τὰς δὲ ὑπὸ τῶν σωμάτων. | |
3.2 | φαμὲν δὲ τὴν ψυχὴν ἐξ οὐσίας τινὸς οὐχ ὕλης γεγενῆσθαι, ἀσώματον οὖσαν καὶ αὐτῆς ἀσωμάτου οὔσης· πᾶν γὰρ τὸ γενόμενον ἀνάγκη ἔκ τινος γεγενῆσθαι. | |
3.3 | ὅσων μὲν οὖν τῇ γενέσει φθορὰ ἐπακολουθεῖ, τούτοις δύο κινήσεις παρακολουθεῖν ἀνάγκη, τήν τε 〈τῆσ〉 ψυχῆς ὑφ’ ἧς κινεῖται καὶ τὴν τοῦ σώματος ὑφ’ ἧς αὔξεται καὶ φθίνει, ἔτι δὲ καὶ ἀναλυθέντος ἀναλύεται. | |
5 | ταύτην ὁρίζομαι τὴν κίνησιν τῶν φθαρτῶν σωμάτων. | |
3.4 | ἡ δὲ ψυχὴ ἀεικίνητος, ὅτι ἀεὶ αὐτὴ κινεῖται καὶ ἄλλοις κίνησιν ἐνεργεῖ. κατὰ τοῦτον οὖν τὸν λόγον ἐστὶ ψυχὴ πᾶσα ἀθάνατος καὶ ἀεικίνητος, ἔχουσα κίνησιν τὴν αὑτῆς ἐνέργειαν. | |
3.5 | ἰδέαι δὲ ψυχῶν· θεία, ἀνθρωπίνη, ἄλογος. ἡ μὲν οὖν | |
θεία τοῦ θείου σώματος αὐτῆς ἐνέργεια. ἐν μὲν γὰρ αὐτῷ κινεῖται καὶ αὐτὸ κινεῖ· | 17 in vol. 3 | |
3.6 | ἐπὰν γὰρ θνητῶν ζῴων ἀπαλ‐ λαγῇ χωρισθεῖσα τῶν ἀλόγων ἑαυτῆς μερῶν, ἐξελθοῦσα εἰς τὸ θεῖον σῶμα ὡς ἀεικίνητος ἐν αὐτῷ κινεῖται, συμ‐ περιφερομένη τῷ παντί. | |
3.7 | ἡ δὲ ἀνθρωπίνη ἔχει μὲν καί τι τοῦ θείου, συνῆπται δὲ αὐτῇ καὶ τὰ ἄλογα, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. καὶ αὗται μὲν ἀθάνατοι, καθότι καὶ αὐταὶ ἐνέργειαι τυγχάνουσιν, ἐνέργειαι δὲ θνητῶν σωμάτων. διὸ | |
5 | τοῦ μὲν θείου μέρους, τῆς ψυχῆς οὔσης ἐν τῷ θείῳ σώ‐ ματι, πόρρω τυγχάνουσιν οὖσαι· ἐπειδὰν δὲ εἰσέλθῃ τοῦτο εἰς θνητὸν σῶμα, κἀκεῖνα ἐπιφοιτᾷ καὶ τῇ παρου‐ σίᾳ αὐτῶν γίνεται ἀεὶ ψυχὴ ἀνθρωπίνη. | |
3.8 | ἡ δὲ τῶν ἀλόγων συνέστηκεν ἐκ θυμοῦ τε καὶ ἐπιθυμίας. διόπερ καὶ ἄλογα ἐκλήθη τὰ ζῷα ταῦτα, στερήσει τοῦ λόγου τῆς ψυχῆς. | |
3.9 | τετάρτην δὲ νόει τὴν τῶν ἀψύχων, ἥτις ἔξωθεν οὖσα τῶν σωμάτων ἐνεργεῖ κινοῦσα. αὕτη δ’ ἂν εἴη ἐν τῷ θείῳ σώματι κινουμένη καὶ ὥσπερ κατὰ πάροδον | |
ταῦτα κινοῦσα. | 18 in vol. 3 | |
4t | ἙΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΤΑΤ | |
4.1 | Ὀρθῶς ταῦτα ἀπέδειξας, ὦ πάτερ ἐκεῖνα δὲ ἔτι με δίδαξον. ἔφης γάρ που τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἐνέργειαν εἶναι τοῦ λογικοῦ· νῦν δὲ φῂς τὰ ἄλογα ζῷα στερήσει τοῦ λογικοῦ ἄλογα εἶναι καὶ κεκλῆσθαι· δῆλον ὅτι | |
5 | ἀνάγκη κατὰ τοῦτον τὸν λόγον τὰ ἄλογα ζῷα μὴ μετέχειν ἐπιστήμης μηδὲ τέχνης διὰ τὸ ἐστερῆσθαι τοῦ λογικοῦ. | |
4.2 | — Ἀνάγκη γάρ, ὦ τέκνον. — Πῶς οὖν ὁρῶμεν, ὦ πάτερ, τινὰ τῶν ἀλόγων ἐπισ‐ τήμῃ καὶ τέχνῃ χρώμενα, οἷον τοὺς μύρμηκας τὰς τρο‐ φὰς ἀποθησαυριζομένους τοῦ χειμῶνος καὶ τὰ ἀέρια ζῷα | |
5 | ὁμοίως καλιὰς ἑαυτοῖς συντιθέντα, τὰ δὲ τετράποδα γνω‐ ρίζοντα τοὺς φωλεοὺς τοὺς ἰδίους; | |
4.3 | — Ταῦτα, ὦ τέκνον, οὐκ ἐπιστήμῃ, οὐ τέχνῃ ποιεῖ, ἀλλὰ φύσει. ἡ γὰρ ἐπιστήμη καὶ ἡ τέχνη διδακτά εἰσι· τούτων δὲ τῶν ἀλόγων οὐδεὶς οὐδὲν διδάσκεται. τὰ δὲ | |
φύσει γιγνόμενα ἐνεργείᾳ μὲν γίγνεται καθολικῇ· τὰ δὲ | 21 in vol. 3 | |
5 | ἐπιστήμῃ καὶ τέχνῃ εἰδόσι παραγίγνεται, οὐ πᾶσι· 〈τὰ δὲ πᾶσι〉 γιγνόμενα ὑπὸ φύσεως ἐνεργεῖται. | |
4.4 | οἷον οἱ ἄνθρωποι ἄνω βλέπουσιν. οὐ πάντες δὲ ἄνθρωποι μουσικοὶ οὐδὲ πάντες τοξόται ἢ κυνηγοὶ οὐδὲ τὰ ἄλλα πάντα· ἀλλὰ τινὲς αὐτῶν τι ἔμαθον ἐπιστήμης καὶ τέχνης ἐνεργού‐ | |
5 | σης. | |
4.5 | τὸν αὐτὸν τρόπον εἰ μέν τινες τῶν μυρμήκων τοῦτο ἔπραττον, οἳ δ’ οὔ, καλῶς ἂν ἔλεγες ἐπιστήμῃ αὐτὸ τοῦτο πράττειν καὶ τέχνῃ συνάγειν τὰς τροφάς· εἰ δὲ πάντες ὁμοίως ἄγονται ὑπὸ τῆς φύσεως ἐπὶ τοῦτο καὶ | |
5 | ἄκοντες, δῆλον ὅτι οὐκ ἐπιστήμῃ οὐδὲ τέχνῃ τοῦτο πράτ‐ τουσιν. | |
4.6 | ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὐταὶ οὖσαι, ἐν σώμασίν εἰσιν καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. διόπερ, ὦ Τάτ, καθότι ἀσώματοί εἰσι, καὶ ἀθανάτους αὐτάς φημι εἶναι· καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, | |
5 | φημὶ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι. | |
4.7 | τὰ γὰρ πρός τι ἢ ἕνεκά τινος γενόμενα προνοίᾳ καὶ ἀνάγκῃ ὑποπεπτωκότα ἀδύνατον ἀργά ποτε μεῖναι τῆς ἰδίας ἐνεργείας. τὸ γὰρ ὂν ἀεὶ ἔσται· τοῦτο γὰρ αὐτοῦ καὶ σῶμα καὶ ζωή ἐστι· | |
5 | τούτῳ τῷ λόγῳ ἕπεται τὸ καὶ ἀεὶ τὰ σώματα εἶναι. διὸ καὶ αὐτὴν τὴν σωμάτωσίν φημι ἀιδίαν ἐνέργειαν εἶναι. εἰ γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν ταῦτα, αἱ δὲ ἐνέργειαι ἀθά‐ νατοι, τὸ δὲ ἀθάνατον ἀεὶ ἔστιν, ἐνέργεια καὶ ἡ σωμα‐ | |
10 | τοποίησις, εἴγε ἀεὶ ἔστι. | 22 in vol. 3 |
4.8 | παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγιγνό‐ μεναι, ἀλλὰ τινὲς μὲν αὐτῶν ἅμα τῷ γενέσθαι τὸν ἄν‐ θρωπον ἐνεργοῦσιν ὁμοῦ τῇ ψυχῇ περὶ τὰ ἄλογα οὖσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡλικίας τῷ | |
5 | λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι. | |
4.9 | αὗται δὲ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἠρτη‐ μέναι. καὶ ἀπὸ μὲν τῶν θείων σωμάτων ἔρχονται εἰς τὰ θνητὰ αὐταὶ αἱ σωματοποιοῦσαι, ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα ἢ τὴν ψυχήν. καὶ αὐτῇ μέντοι τῇ | |
5 | ψυχῇ 〈οὐ〉 συγγίγνονται χωρὶς σώματος· ἀεὶ δὲ ἐνέρ‐ γειαί εἰσιν, οὐκ ἀεὶ δὲ ἡ ψυχὴ ἐν σώματι θνητῷ ἐστι· δύναται γὰρ χωρὶς τοῦ σώματος εἶναι, αἱ δὲ ἐνέργειαι χωρὶς τῶν σωμάτων οὐ δύνανται εἶναι. | |
4.10 | ἱερὸς λόγος ἐστίν, ὦ τέκνον, οὗτος. συνεστάναι μὲν σῶμα χωρὶς ψυ‐ χῆς οὐ δύναται, τόδε 〈δὲ〉 εἶναι δύναται. — Πῶς τοῦτο λέγεις, ὦ πάτερ; | |
5 | — Οὕτω νόησον, ὦ Τάτ· τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος ἐπιμένει αὐτὸ τὸ σῶμα· τοῦτο δὲ τὸ σῶμα παρὰ τὸν τῆς ἐπιμονῆς χρόνον ἐνεργεῖται διαλυόμενον καὶ ἀει‐ δὲς γιγνόμενον· ταῦτα δὲ οὐ δύναται πάσχειν τὸ σῶμα χωρὶς ἐνεργείας. ἐπιμένει οὖν τῷ σώματι ἡ ἐνέργεια αὕτη | |
10 | ψυχῆς χωρισθείσης. | |
4.11 | αὕτη οὖν ἡ διαφορὰ ἀθανάτου σώματος καὶ θνητοῦ, ὅτι τὸ μὲν ἀθάνατον ἐκ μιᾶς ὕλης συνέστηκε, τὸ δὲ οὔ· καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει (πᾶν γὰρ τὸ ἐνεργοῦν κρατεῖ, τὸ δὲ ἐνεργούμενον κρατεῖται), καὶ | |
5 | τὸ μὲν κρατοῦν ἐπιτακτικὸν καὶ ἐλεύθερον 〈ὂν〉 ἄγει, | |
τὸ δὲ δοῦλον φέρεται. | 23 in vol. 3 | |
4.12 | αἱ μὲν 〈οὖν〉 ἐνέργειαι οὐ μόνον τὰ ἔμψυχα ἐνερ‐ γοῦσι σώματα, ἀλλὰ καὶ τὰ ἄψυχα, 〈τὰ〉 ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλ’ ὅμοια, αὔξουσαί τε καὶ καρποφο‐ ροῦσαι καὶ πεπαίνουσαι καὶ φθείρουσαι καὶ τήκουσαι καὶ | |
5 | σήπουσαι καὶ θρύπτουσαι καὶ τὰ ὅμοια ἐνεργοῦσαι ὅσα δύνα‐ ται σώματα ἄψυχα πάσχειν. ἐνέργεια γὰρ κέκληται, ὦ τέκνον, αὐτὸ τοῦτο, ὅ τί ποτέ ἐστι τὸ γιγνόμενον. | |
4.13 | ἀεὶ δὲ γίγνεσθαι δεῖ, καὶ πολλά, μᾶλλον δὲ πάντα· οὐδέ‐ ποτε γὰρ χηρεύει τῶν ὄντων τινὸς ὁ κόσμος, ἀεὶ δὲ φερό‐ μενος ἐν ἑαυτῷ κυίσκει τὰ ὄντα, οὐδέποτε ἀπολειφθησό‐ μενα αὖ τοῦ τῆς φθορᾶς. | |
4.14 | πᾶσα οὖν ἐνέργεια νοείσθω ὡς ἀεὶ ἀθάνατος οὖσα, ἥτις ἂν ᾖ ἐν οἱῳδήποτε σώματι. | |
4.15 | τῶν δὲ ἐνεργειῶν αἱ μέν εἰσι τῶν θείων σωμάτων, αἱ δὲ τῶν φθαρτῶν, καὶ αἱ μὲν καθολικαί, αἱ δὲ ἰδικαί, καὶ αἱ μὲν τῶν γενῶν, αἱ δὲ τῶν μερῶν ἑνὸς ἑκάστου. θεῖαι μὲν οὖν εἰσιν αἱ εἰς τὰ ἀίδια σώματα ἐνεργοῦσαι· αὗται δὲ καὶ τέλειαί | |
5 | εἰσιν, ὡς εἰς τέλεια σώματα· μερικαὶ δὲ αἱ δι’ ἑνὸς ἑκάστου γένους τῶν ζῴων· ἰδικαὶ δὲ αἱ εἰς ἕκαστον τῶν ὄντων τι. | |
4.16 | οὗτος οὖν ὁ λόγος, ὦ τέκνον, συνάγει πάντα μεστὰ εἶναι ἐνεργειῶν. εἰ γὰρ ἀνάγκη τὰς ἐνεργείας ἐν σώμασιν εἶναι, πολλὰ δὲ σώματα ἐν κόσμῳ, πλείους φημὶ εἶναι τὰς ἐνεργείας τῶν σωμάτων. ἐν ἑνὶ γὰρ πολλάκις σώματί ἐστι | |
5 | μία καὶ δευτέρα καὶ τρίτη χωρὶς τῶν παρεπομένων καθο‐ | |
λικῶν· καθολικὰς γὰρ ἐνεργείας φημὶ τὰς ὄντως σωματι‐ κάς, διὰ δὲ τῶν αἰσθήσεων καὶ τῶν κινήσεων γινομένας· χωρὶς γὰρ τούτων τῶν ἐνεργειῶν τὸ σῶμα συστῆναι οὐ δυνατόν· ἕτεραι δέ εἰσιν ἰδικαὶ ἐνέργειαι ταῖς ψυχαῖς τῶν | 24 in vol. 3 | |
10 | ἀνθρώπων διὰ τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων καὶ ἐνεργημάτων. | |
4.17 | παρέπονται γὰρ ταῖς ἐνεργείαις καὶ αἰσθήσεις, μᾶλλον δὲ ἀποτελέσματα τῶν ἐνεργειῶν 〈αἱ〉 αἰσθήσεις εἰσί. | |
4.18 | νόησον οὖν, ὦ τέκνον, διαφορὰν ἐνεργείας 〈καὶ αἰσθήσεως· ἡ μὲν ἐνέργεια〉 ἄνωθεν πέμπεται· ἡ δὲ αἴσθησις ἐν τῷ σώματι οὖσα καὶ ἀπὸ τούτου τὴν οὐσίαν ἔχουσα, δεξαμένη τὴν ἐνέργειαν φανερὰν ποιεῖ, καθάπερ | |
5 | αὐτὴν σωματοποιήσασα. διόπερ τὰς αἰσθήσεις καὶ σωματι‐ κὰς καὶ θνητάς φημι εἶναι, τοσοῦτον συνεστώσας ὅσον καὶ τὸ σῶμα· καὶ γὰρ συγγεννῶνται τῷ σώματι αἱ αἰσθήσεις καὶ συναποθνήσκουσι. | |
4.19 | τὰ δὲ ἀθάνατα σώματα αὐτὰ μὲν αἴσθησιν οὐκ ἔχει ὡς ἐξ οὐσίας τοιαύτης συνεστῶτα· ἡ γὰρ αἴσθησις οὐδ’ ὅλως ἄλλου ἐστὶ σημαντικὴ ἢ τοῦ προσγε‐ νομένου τῷ σώματι κακοῦ ἢ τοῦ ἀγαθοῦ ἢ τοῦ πάλιν αὖ | |
5 | ἀπογενομένου. τοῖς δὲ ἀιδίοις σώμασιν οὔτε προσγίνεταί 〈τι〉 οὔτε ἀπογίνεται· διὸ αἴσθησις ἐν ἐκείνοις οὐ γίνε‐ ται. | |
4.20 | — Ἐν παντὶ οὖν σώματι αἴσθησις αἰσθάνεται; | |
— Ἐν παντί, ὦ τέκνον, καὶ ἐνέργειαι πᾶσιν ἐνεργοῦσι. — Καὶ τοῖς ἀψύχοις, ὦ πάτερ; — Καὶ 〈τοῖσ〉 ἀψύχοις, ὦ τέκνον. διαφοραὶ δέ εἰσι | 25 in vol. 3 | |
5 | τῶν αἰσθήσεων· αἱ μὲν τῶν λογικῶν μετὰ λόγου γίγνονται, αἱ δὲ τῶν ἀλόγων σωματικαί εἰσι μόνον, αἱ δὲ τῶν ἀψύχων αἰσθήσεις μέν εἰσι, παθητικαὶ δὲ κατὰ αὔξησιν μόνον καὶ κατὰ μείωσιν γιγνόμεναι. (τὸ δὲ πάθος καὶ 〈ἡ〉 αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται, | |
10 | ὑπὸ δὴ τῶν ἐνεργειῶν). | |
4.21 | τῶν δὲ ἐμψύχων ζῴων εἰσὶ δύο ἄλλαι ἐνέργειαι, αἳ παρέπονται ταῖς αἰσθήσεσι καὶ τοῖς πάθεσι, λύπη καὶ χαρά· χωρὶς τούτων ζῷον ἔμψυχον καὶ μάλιστα λογικὸν αἰσθέσθαι ἀδύνατον· διὸ καὶ ἰδέας ταύτας | |
5 | εἶναί φημι [τῶν παθῶν ἰδέας] τῶν λογικῶν μᾶλλον ζῴων ἐπικράτουσας. [αἱ μὲν ἐνέργειαι ἐνεργοῦσιν, αἱ δὲ αἰσθή‐ σεις τὰς ἐνεργείας ἀναφαίνουσιν.] | |
4.22 | αὗται δὲ οὖσαι σωματικαὶ ἀνακινοῦνται ὑπὸ τῶν τῆς ψυχῆς ἀλόγων μερῶν, διὸ καὶ ἀμφοτέρας φημὶ κακωτικὰς εἶναι. τό τε γὰρ χαί‐ ρειν μεθ’ ἡδονῆς τὴν αἴσθησιν παρέχον πολλῶν κακῶν | |
5 | εὐθέως αἴτιον συμβαίνει τῷ παθόντι, ἥ τε λύπη ἀλγηδόνας καὶ ὀδύνας ἰσχυροτέρας παρέχεται· διόπερ εἰκότως ἀμφό‐ τεραι κακωτικαὶ ἂν εἴησαν. | |
4.23 | — Ἡ αὐτὴ ἂν εἴη αἴσθησις ψυχῆς καὶ σώματος, ὦ πάτερ; — Πῶς νοεῖς, ὦ παῖ, ψυχῆς αἴσθησιν; οὐχ ἡ μὲν ψυχὴ ἀσώματος, ἡ δὲ αἴσθησις σῶμα; | |
5 | —〈Σῶμα〉 ἂν εἴη, ὦ πάτερ, ἡ αἴσθησις, ἣ ἐν σώματι | |
οὖσα τυγχάνει; — Ἐὰν ἐν σώματι 〈ἀσώματον〉 αὐτὴν θῶμεν, ὦ τέκ‐ νον, ὁμοίαν τῇ ψυχῇ αὐτὴν ἀποφανοῦμεν ἢ ταῖς ἐνεργείαις· ταῦτα γὰρ ἀσώματα ὄντα φαμὲν ἐν σώμασιν. ἡ δὲ αἴσθησις | 26 in vol. 3 | |
10 | οὔτε ἐνέργειά ἐστιν οὔτε ψυχὴ οὔτε ἀσώματόν τι ἄλλο παρὰ τὰ προειρημένα· οὐκ ἂν οὖν εἴη ἀσώματον· εἰ δ’ οὐκ ἔστιν ἀσώματον, σῶμα ἂν εἴη· τῶν γὰρ ὄντων δεῖ τὰ μὲν σώματα | |
εἶναι, τὰ δὲ ἀσώματα. | 27 in vol. 3 | |
5t | ἙΡΜΟΥ ΕΚ ΤΩΝ [ΠΡΟΣ ΑΜΜΩΝΑ] ΠΡΟΣ ΤΑΤ | |
5.1 | Καὶ ὁ μὲν κύριος καὶ πάντων δημιουργὸς τῶν ἀι‐ δίων σωμάτων, ὦ Τάτ, ἅπαξ ποιήσας οὐκέτι ἐποίησεν οὐδὲ ποιεῖ. ταῦτα γὰρ ἑαυτοῖς παραδοὺς καὶ ἑνώσας ἀλ‐ λήλοις ἀφῆκε φέρεσθαι μηδὲν ἐνδέοντα, ὡς ἀίδια. εἰ δὲ | |
5 | δέονταί τινων, ἀλλήλων δεήσονται, οὐδεμιᾶς δὲ τῆς ἔξω‐ θεν ἐπιφορᾶς, ὡς ἀθάνατα· ἔδει γὰρ τὰ ὑπ’ ἐκείνου σώματα γενόμενα τοιαύτην ἔχειν καὶ τὴν φύσιν. | |
5.2 | ὁ δὲ ἡμέτερος δημιουργὸς ἐν σώματι ὢν ἐποίησεν ἡμᾶς καὶ ποιεῖ ἀεὶ καὶ ποιήσει σώματα διαλυτὰ καὶ θνητά· οὐ γὰρ θέμις ἦν αὐτῷ μιμεῖσθαι τὸν ἑαυτοῦ δημιουργόν, ἄλλως τε | |
5 | καὶ ἀδύνατον 〈ὄν〉. ὁ μὲν γὰρ ἐκ τῆς πρώτης οὐσίας ἐποίησεν οὔσης ἀσωμάτου, ὁ δὲ ἐκ τῆς γειναμένης σω‐ ματώσεως ἐποίησεν ἡμᾶς. | |
5.3 | εἰκότως οὖν κατὰ τὸν ὀρ‐ θὸν λόγον ἐκεῖνα μὲν τὰ σώματα, ὡς ἐξ ἀσωμάτου οὐσίας γεγεννημένα, ἀθάνατά ἐστι· τὰ δὲ ἡμέτερα διαλυτὰ καὶ θνητά, ὡς τῆς ὕλης ἡμῶν ἐκ σωμάτων συνεστώσης, | |
5.4 | διὰ τὸ ἀσθενῆ εἶναι καὶ πολλῆς ἐπικουρίας δεόμενα. (πῶς γὰρ ἂν καὶ τὸ τυχὸν ἀντέσχεν ὁ σύνδεσμος ἡμῶν τῶν σωμάτων, εἰ μή τινα εἶχεν ἐπεισερχομένην τροφὴν ἐκ τῶν ὁμοίων στοιχείων καὶ ὑπεσωμάτου ἡμᾶς καθ’ ἑκάστην τὴν | 30 in vol. 3 |
5 | ἡμέραν; καὶ γὰρ γῆς τε καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος ἐπιρροὴ ἡμῖν γίγνεται, ἥτις τὰ σώματα ἡμῶν νεοποιοῦσα συνέχει τὸ σκῆνος). | |
5.5 | ὥστε καὶ πρὸς τὰς κινήσεις ἐσμὲν ἀσθενέστεροι, φέροντες κινήσεις μηδὲ ἡμέρας μιᾶς. εὖ γὰρ ἴσθι, ὦ τέκνον, ὅτι εἰ μὴ ἐν ταῖς νυξὶν ἡμῶν ἀνεπαύετο τὰ σώματα, οὐκ ἂν πρὸς μίαν ἡμέραν ἀντέσ‐ | |
5 | χομεν. ὅθεν ἀγαθὸς ὢν ὁ δημιουργὸς πάντα προεπιστά‐ μενος εἰς διαμονὴν τοῦ ζῴου ἐποίησε τὸν ὕπνον, ὃν μέγισ‐ τον 〈...〉 τοῦ καμάτου τῆς κινήσεως, καὶ ἐπ’ ἰσότητος ἔταξεν ἑκάστῳ χρόνον, μᾶλλον δὲ τῇ ἀναπαύλῃ πλείονα. | |
5.6 | μεγίστην δὲ νόει, τέκνον, τοῦ ὕπνου τὴν ἐνέργειαν, ἐναντίαν τῇ τῆς ψυχῆς, οὐκ ἐλάττον’ ἐκείνης. καθάπερ γὰρ ἡ ψυχὴ κινήσεώς ἐστιν ἐνέργεια, τὸν αὐτὸν τρόπον καὶ τὰ σώματα ζῆν οὐ δύναται χωρὶς τοῦ ὕπνου. ἄνεσις | |
5 | γὰρ καὶ ἄφεσίς ἐστι τῶν συνδέτων μελῶν | |
5.7 | καὶ ἔσωθεν ἐνεργεῖ σωματοποιῶν τὴν ἐπεισελθοῦσαν ὕλην, ἑκάστῳ τὸ οἰκεῖον διαστέλλων· τὸ μὲν ὕδωρ τῷ αἵματι, τὴν δὲ γῆν 〈τοῖσ〉 ὀστέοις καὶ μυελοῖς, τὸν δὲ ἀέρα τοῖς νεύροις | |
5 | καὶ φλεψί, τὸ δὲ πῦρ τῇ ὁράσει. διόπερ καὶ ἥδεται ἄκρως | |
τὸ σῶμα τοῦ ὕπνου ταύτην ἐνεργοῦντος τὴν ἡδονήν. | 31 in vol. 3 | |
6t | ἙΡΜΟΥ ΕΚ ΤΟΥ ΠΡΟΣ ΤΑΤ | |
6.1 | Ἐπεί μοι ἐν τοῖς ἔμπροσθεν Γενικοῖς λόγοις ὑπέσ‐ χου δηλῶσαι περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, νῦν μοι δήλωσον περὶ αὐτῶν καὶ τῆς τούτων ἐνεργείας. — Οὐδεὶς φθόνος, ὦ Τάτ, καὶ ὁ κυριώτατος πάντων | |
5 | λόγος καὶ κορυφαιότατος οὗτος ἂν εἴη· σὺ δὲ νόει οὕτως. | |
6.2 | ἔφαμέν σοι περὶ τοῦ ζῳδιακοῦ κύκλου, τοῦ καὶ ζῳοφόρου, καὶ τῶν πέντε πλανητῶν καὶ ἡλίου καὶ σελή‐ νης καὶ τοῦ ἑκάστου τούτων κύκλου. — Ἔφης γάρ, ὦ Τρισμέγιστε. | |
5 | — Οὕτως βούλομαί σε νοεῖν καὶ περὶ τῶν τριάκοντα ἓξ δεκανῶν μεμνημένον ἐκείνων, ἵν’ εὔγνωστός σοι καὶ ὁ περὶ τούτων λόγος γένοιτο. — Μέμνημαι, ὦ πάτερ. | |
6.3 | — Ἔφαμέν που, ὦ τέκνον, περιεκτικὸν τῶν ἁπάν‐ των εἶναι σῶμα· ἐννόησον οὖν καὶ αὐτὸ ὥσπερ κυκλοειδὲς σχῆμα· καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν. — Τοιοῦτον σχῆμα νοῶ οὕτως ὡς λέγεις, ὦ πάτερ. | |
5 | — Ὑπὸ δὲ τὸν κύκλον τοῦ σώματος τούτου τετάχθαι τοὺς τριάκοντα ἓξ δεκανούς, μέσους τοῦ παντὸς κύκλου 〈καὶ〉 τοῦ ζῳδιακοῦ, διορίζοντας ἀμφοτέρους τοὺς κύκλους καὶ ὥσπερ ἐκεῖνον μὲν κουφίζοντας, τὸν 〈δὲ〉 ζῳδιακὸν καθορίζοντας, | 34 in vol. 3 |
6.4 | συμφερομένους τοῖς πλά‐ νησι, καὶ ἰσοδυναμεῖν τῇ τοῦ παντὸς φορᾷ κατὰ τὸ ἐναλλὰξ τοῖς ἑπτά· καὶ τὸ μὲν περιεκτικὸν ἐπέχειν σῶμα (ἔσχατον γὰρ ἂν ἦν ἐν τῇ φορᾷ αὐτὸ καθ’ αὑτὸ ἐν τῷ πᾶν | |
5 | σχεῖν), ἐπισπεύδειν δὲ τοὺς ἑπτὰ ἄλλους κύκλους διὰ τὸ βραδυτέραν κίνησιν κινεῖσθαι τοῦ παντὸς κύκλου· ὥσπερ οὖν ἀνάγκη αὐτοὺς κινεῖσθαι καὶ 〈τὸν〉 τοῦ παντός. | |
6.5 | νοήσωμεν οὖν καὶ τὰς τῶν ἑπτὰ 〈...〉 καὶ πάντα τὸν κύκλον, μᾶλλον δέ, τῶν ἐν κόσμῳ ἁπάντων ὡσπερεὶ φύλακας, αὐτοὺς περιίστασθαι πάντα, συνέχοντας [καὶ] τὰ πάντα καὶ τηροῦντας τὴν τῶν πάντων εὐταξίαν. | |
5 | — Οὕτως γὰρ νοῶ, πάτερ, ἐξ ὧν λέγεις. | |
6.6 | — Ἔτι δὲ νόησον, Τάτ, ὅτι καὶ ἀπαθεῖς εἰσιν ὧν οἱ ἄλλοι ἀστέρες πάσχουσιν· οὔτε γὰρ ἐπεχόμενοι τὸν δρόμον στηρίζουσιν οὔτε κωλυόμενοι ἀναποδίζουσιν, ἀλλ’ οὐδὲ μὴν ὑπὸ τοῦ φωτὸς τοῦ ἡλίου σκέπονται, ἅπερ πάσ‐ | |
5 | χουσιν οἱ ἄλλοι ἀστέρες· ἐλεύθεροι δὲ ὄντες, ὑπεράνω πάντων, ὥσπερ φύλακες ἀκριβεῖς καὶ ἐπίσκοποι τοῦ παν‐ τὸς περιέχονται τῷ νυχθημέρῳ τὸ πᾶν. | |
6.7 | — Ἆρ’ οὖν καὶ οὗτοι, ὦ πάτερ, ἔχουσι πρὸς ἡμᾶς | |
ἐνέργειαν; — Τὴν μεγίστην, ὦ τέκνον. εἰ γὰρ ἐκείνοις ἐνεργοῦσι, πῶς οὐ καὶ ἡμῖν, καὶ καθ’ ἕνα ἕκαστον καὶ κοινῇ; | 35 in vol. 3 | |
6.8 | οὕτως, ὦ τέκνον, τῶν καθολικῶς πάντων συμβαινόντων ἡ ἐνέργεια ἀπὸ τούτων ἐστιν· οἷον (ὃ λέγω νόησον) βασιλέων μετατροπαί, πόλεων ἐπαναστάσεις, λιμοί. λοιμοί, ἀμπώτεις θαλάσσης, γῆς σεισμοί, οὐδὲν τούτων, | |
5 | ὦ τέκνον, χωρὶς τῆς τούτων ἐνεργείας γίνεται. | |
6.9 | ἔτι τε πρὸς τούτοις νόησον· εἰ γὰρ οὗτοι μὲν ἐπισ‐ τατοῦσιν ἐκείνων, ἡμεῖς δὲ καὶ ὑπὸ τοὺς ἑπτά ἐσμεν, οὐ νοεῖς καὶ εἰς ἡμᾶς τινα ἐκείνων φθάνειν ἐνέργειαν, ἤτοι υἱεῖς αὐτῶν, ἢ δι’ ἐκείνων; | |
6.10 | — Τίς 〈ἂν〉 αὐτοῖς εἴη, ὦ πάτερ, ὁ τοῦ σώμα‐ τος τύπος; — Τούτους οὖν καλοῦσιν οἱ πολλοὶ δαίμονας· οὐδὲ γὰρ ἴδιόν τί ἐστι γένος τὸ τῶν δαιμόνων, οὔτε ἄλλα σώματα | |
5 | ἔχοντες ἐξ ἰδίας τινὸς ὕλης οὔτε ψυχῇ κινούμενοι ὥσπερ ἡμεῖς, ἀλλὰ ἐνέργειαί εἰσι τῶν τριάκοντα ἓξ τούτων θεῶν. | |
6.11 | ἔτι δὲ πρὸς τούτοις νόησον, ὦ Τάτ, ἐνέργημα τούτων, ὅτι καὶ εἰς τὴν γῆν σπερματίζουσιν ἃς καλοῦσι τάνας, τὰς μὲν σωτηρίους, τὰς δὲ ὀλετριωτάτας. | |
6.12 | ἔτι καὶ ἐν οὐρανῷ φερόμενοι ἀστέρας γεννῶσιν αὑτοῖς ὑπολειτουργούς, 〈οὓσ〉 καὶ ὑπηρέτας καὶ στρα‐ τιώτας ἔχουσιν. οὗτοι δὲ ὑπ’ ἐκείνων μιγνύμενοι φέρονται | |
ἐν τῷ αἰθέρι αἰωρούμενοι, τὸν τούτου τόπον ἀναπλη‐ | 36 in vol. 3 | |
5 | ροῦντες ὅπως μηδεὶς ᾖ τόπος ἄνω κενὸς ἀστέρων, συγ‐ κοσμοῦντες τὸ πᾶν, ἐνέργειαν ἰδίαν ἔχοντες, ὑποτεταγ‐ μένην δὲ 〈τῇ〉 τῶν τριάκοντα ἓξ ἐνεργείᾳ· ἐξ ὧν καὶ κατὰ τὰς χώρας φθοραὶ γίνονται τῶν ἄλλων ἐμψύχων ζῴων καὶ ἡ πληθὺς τῶν λυμαινομένων ζῴων τοὺς καρπούς. | |
6.13 | ὑπὸ δὲ τούτους ἐστὶν ἡ καλουμένη ἄρκτος, κατὰ μέσον τοῦ ζῳδιακοῦ ἐξ ἀστέρων συγκειμένη ἑπτά, ἔχουσα ἀντίζυγον ἑτέραν ὑπὲρ κεφαλῆς. ταύτης μὲν ἡ ἐνέργειά ἐστι καθάπερ ἄξονος, μηδαμοῦ μὲν δυνούσης | |
5 | μηδὲ ἀνατελλούσης, μενούσης δὲ ἐν τῷ αὐτῷ τόπῳ αὐτῆς περὶ 〈τὸ〉 αὐτὸ στρεφομένης, ἐνεργούσης δὲ τὴν ζῳο‐ φόρου κύκλου 〈...〉, παραδιδοῦσα τὸ πᾶν τοῦτο ἀπὸ μὲν τῆς νυκτὸς ἡμέρᾳ, ἀπὸ 〈δ’〉 ἡμέρας νυκτί. | |
6.14 | μετὰ δὲ ταύτην ἐστὶν ἄλλος χορὸς ἀστέρων, οὓς ἡμεῖς προσηγοριῶν οὐ κατηξιώσαμεν, οἱ δὲ μεθ’ ἡμᾶς μιμησάμενοι μὲν καὶ αὐτοὶ προσηγορίας τούτοις θήσονται. | |
6.15 | κάτωθεν δὲ τῆς σελήνης εἰσὶν ἕτεροι ἀστέρες φθαρτοί, ἀργοί, πρὸς ὀλίγον χρόνον συνιστάμενοι, εἰς τὸν ὑπὲρ γῆς ἀέρα ἐξ αὐτῆς τῆς γῆς ἀναθυμιώμενοι, οὓς καὶ ἡμεῖς ὁρῶμεν διαλυομένους, τὴν φύσιν ὁμοίαν | |
5 | ἔχοντας τοῖς ἀχρήστοις τῶν ἐπὶ γῆς ζῴων, ἐπὶ ἕτερον δὲ οὐδὲν γίνεται ἢ ἵνα μόνον φθαρῇ, οἷον τὸ τῶν μυιῶν γένος καὶ τῶν ψυλλῶν καὶ τῶν σκωλήκων καὶ τῶν ἄλλων τῶν ὁμοίων· καὶ γὰρ ἐκεῖνα, ὦ Τάτ, οὔτε ἡμῖν οὔτε τῷ κόσμῳ χρήσιμά ἐστι, τοὐναντίον δὲ λυπεῖ ἐνοχλοῦντα, | 37 in vol. 3 |
10 | παρακολουθήματα ὄντα τῆς φύσεως καὶ κατὰ τὸ περισ‐ σὸν τὴν γένεσιν ἔχοντα· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπὸ τῆς γῆς ἀναθυμιώμενοι ἀστέρες τὸν μὲν ἄνω τόπον οὐ καταλαμβάνουσιν (ἀδυνατοῦσι γὰρ ὡς κάτωθεν ἀνιόντες), πολὺ δὲ 〈τὸ〉 ἐμβριθὲς ἔχοντες, ἑλκόμενοι κάτω ὑπὸ | |
15 | τῆς ἰδίας ὕλης διαχέονται ταχέως καὶ διαλυθέντες πίπ‐ τουσι πάλιν εἰς γῆν μηδὲν ἐνεργήσαντες ἢ μόνον ὀχλή‐ σαντες τῷ ὑπὲρ γῆν ἀέρι. | |
6.16 | ἕτερόν ἐστι γένος, ὦ Τάτ, τὸ τῶν καλουμένων κομητῶν, κατὰ καιρὸν ἐπιφαινομένων καὶ πάλιν μετὰ χρόνον ὀλίγον ἀφανῶν γινομένων, μήτε ἀνατελλόντων μήτε δυνόντων μήτε διαλυομένων, οἵτινες φανεροὶ ἄγγελοι | |
5 | καὶ κήρυκες καθολικῶν ἀποτελεσμάτων γίνονται μελλόν‐ των ἔσεσθαι· οὗτοι δὲ τὸν τόπον ἔχουσιν ὑπὸ τὸν κύκλον τὸν τοῦ ἡλίου. ἐπὰν οὖν μέλλῃ τι τῷ κόσμῳ συμβαίνειν, οὗτοι φαίνονται 〈καὶ〉 φανέντες ὀλίγας ἡμέρας πάλιν ὑπὸ τὸν κύκλον ἐλθόντες τοῦ ἡλίου ἀφανεῖς μένουσιν, ἐν | |
10 | τῷ ἀπηλιώτῃ φανέντες 〈ἄλλοι〉, ἄλλοι δὲ ἐν τῷ βορρᾷ, ἄλλοι δὲ ἐν τῷ λιβί, ἄλλοι δὲ ἐν τῷ νότῳ· μάντεις δὲ τού‐ τους προσηγορεύσαμεν. καὶ ἀστέρων ἥδε φύσις. | |
6.17 | ἀστέρες δὲ ἄστρων διαφορὰν ἔχουσιν. ἀστέρες μὲν γάρ εἰσιν οἱ ἐν τῷ οὐρανῷ αἰωρούμενοι, ἄστρα δὲ τὰ ἐγκείμενα ἐν τῷ σώματι τοῦ οὐρανοῦ, συμφερόμενα | |
δὲ [ἐν] τῷ οὐρανῷ, ἐξ ὧν δώδεκα ζῴδια προσηγορεύσαμεν. | 38 in vol. 3 | |
6.18 | ὁ ταῦτα μὴ ἀγνοήσας ἀκριβῶς δύναται νοῆσαι τὸν θεόν, εἰ δὲ καὶ τολμήσαντα δεῖ εἰπεῖν, καὶ αὐτόπτης γενόμενος θεάσασθαι καὶ θεασάμενος μακάριος γενέσθαι. — Μακάριος ὡς ἀληθῶς, ὦ πάτερ, ὁ τοῦτον θεασάμενος. | |
5 | — Ἀλλ’ ἀδύνατον, ὦ τέκνον, τὸν ἐν σώματι τούτου εὐτυχῆσαι. δεῖ δὲ προγυμνάζειν αὑτοῦ τινα τὴν ψυχὴν ἐνθάδε, ἵνα ἐκεῖ γενομένη, ὅπου αὐτὴν ἔξεστι θεάσασθαι, ὁδοῦ μὴ σφαλῇ. | |
6.19 | ὅσοι δὲ ἄνθρωποι φιλοσώματοί εἰσιν, οὗτοι οὐκ ἄν ποτε θεάσαιντο τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ὄψιν. οἷον γάρ ἐστι κάλλος, ὦ τέκνον, τὸ μήτε σχῆμα μήτε χρῶμα μήτε σῶμα ἔχον. | |
5 | — Εἴη δ’ ἄν τι, ὦ πάτερ, χωρὶς τούτων καλόν; — Μόνος ὁ θεός, ὦ τέκνον, μᾶλλον δὲ τὸ μεῖζόν τι ὂν | |
τοῦ θεοῦ τὸ ὄνομα. | 39 in vol. 3 | |
7t | ΕΡΜΗΣ | |
7.1 | Δαίμων γάρ τις μεγίστη τέτακται, ὦ τέκνον, ἐν μέσῳ τοῦ παντὸς εἱλουμένη, πάντα περιορῶσα τὰ ἐπὶ γῆς γινό‐ μενα ὑπὸ τῶν ἀνθρώπων. καθάπερ 〈γὰρ〉 ἐπὶ τῆς θείας τάξεως πρόνοια καὶ ἀνάγκη τέτακται, τὸν αὐτὸν τρόπον | |
5 | καὶ ἐπὶ τῶν ἀνθρώπων τέτακται ἡ δίκη, ταὐτὰ ἐκείνοις ἐνεργοῦσα· | |
7.2 | ἐκεῖνα μὲν γὰρ κρατεῖ τὴν τάξιν τῶν ὄν‐ των ὡς θείων καὶ ἁμαρτεῖν μὴ θελόντων μηδὲ δυναμένων· ἀδύνατον γὰρ τὸ θεῖον πλανηθῆναι, ἐξ οὗ καὶ τὸ ἀναμαρτεῖν συμβαίνει. ἡ δὲ Δίκη τέτακται τιμωρὸς τῶν ἐπὶ γῆς ἁμαρ‐ | |
5 | τανόντων ἀνθρώπων· | |
7.3 | γένος γὰρ 〈...〉, ἅτε θνητὸν ὂν καὶ ἐκ κακῆς ὕλης συνεστός· καὶ μάλιστα ἐκείνοις συμ‐ βαίνει τὸ ὀλισθαίνειν οἷς θεοπτικὴ δύναμις οὐ πρόσεστι· τούτων δὲ καὶ μάλιστα ἐπικρατεῖ Δίκη· καὶ τῇ εἱμαρμένῃ | |
5 | ὑπόκεινται διὰ τὰς τῆς γενέσεως ἐνεργείας, τῇ δὲ Δίκῃ | |
διὰ τὰς ἐν τῷ βίῳ ἁμαρτίας. | 44 in vol. 3 | |
8t | ΕΡΜΟΥ ΠΡΟΣ ΤΟΝ ΥΙΟΝ | |
8.1 | Ὀρθῶς μοι πάντα εἶπας, ὦ πάτερ, ἀλλ’ ἔτι με ἀνά‐ μνησον τίνα ἐστὶ τὰ κατὰ πρόνοιαν καὶ τίνα 〈τὰ〉 κατ’ ἀνάγκην, ὁμοίως καὶ καθ’ εἱμαρμένην; | |
8.2 | — Ἔφην εἶναι ἐν ἡμῖν, ὦ Τάτ, τρία εἴδη ἀσωμάτων· καὶ τὸ μέν τί ἐστι νοητόν· τοῦτο μὲν οὖν ἀχρώματον, ἀσχημάτιστον, ἀσώματον, ἐξ αὐτῆς τῆς πρώτης καὶ νοητῆς οὐσίας. | |
8.3 | Εἰσὶ δὲ καὶ ἐν ἡμῖν τούτῳ ἐναντίαι σχηματό‐ τητες· τοῦτο ὑποδέχεται· τὸ γοῦν κινούμενον ὑπὸ τῆς νοητῆς οὐσίας πρός τινα λόγον καὶ ὑποδεχθὲν εὐθέως μεταβάλλεται εἰς ἕτερον εἶδος κινήσεως, τοῦτο δὲ εἴδωλόν | |
5 | ἐστι τοῦ νοήματος τοῦ δημιουργοῦ. | |
8.4 | τρίτον δέ ἐστιν εἶδος ἀσωμάτων ὃ περὶ τὰ σώματά ἐστι συμβεβηκός, τόπος, χρόνος, κίνησις, σχῆμα, ἐπιφάνεια, μέγεθος, εἶδος· καὶ τούτων εἰσὶ διαφοραὶ δύο. ἃ μὲν γάρ ἐστιν αὐτῶν ἰδίως | |
5 | ποιά, ἃ δὲ τοῦ σώματος. τὰ μὲν ἰδίως ποιὰ τὸ σχῆμα, ἡ χρόα, τὸ εἶδος, ὁ τόπος, ὁ χρόνος, ἡ κίνησις· τὰ δὲ τοῦ σώματος ἴδιά ἐστι τὸ ἐσχηματισμένον σχῆμα καὶ τὸ κεχρωσ‐ | |
μένον χρῶμα, ἔστι δὲ καὶ ἡ μεμορφωμένη μορφὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ μέγεθος· ταῦτά ἐστι τούτων μέτοχα. | 47 in vol. 3 | |
8.5 | ἡ μὲν οὖν νοητὴ οὐσία, πρὸς τῷ θεῷ γενομένη, ἑαυ‐ τῆς ἐξουσίαν ἔχει καὶ τοῦ σῴζειν ἕτερον αὑτὴν σῴζουσα, ἐπεί γ’ αὐτὴ ἡ οὐσία ὑπὸ ἀνάγκην οὐκ ἔστιν· ὑπολειφθεῖσα δὲ ὑπὸ τοῦ θεοῦ αἱρεῖται τὴν σωματικὴν φύσιν (καὶ ἡ αἵρε‐ | |
5 | σις αὐτῆς κατὰ πρόνοιαν), τούτου δὲ τοῦ κόσμου γίνεται. | |
8.6 | τὸ δὲ ἄλογον πᾶν κινεῖται πρός τινα λόγον. | |
8.7 | καὶ ὁ μὲν λόγος κατὰ πρόνοιαν, τὸ δὲ ἄλογον κατ’ ἀνάγκην, τὰ δὲ περὶ τὸ σῶμα συμβεβηκότα καθ’ εἱμαρμένην. καὶ οὗτός ἐστιν ὁ λόγος τῶν κατὰ πρόνοιαν καὶ 〈κατ’〉 ἀνάγκην | |
5 | καὶ καθ’ εἱμαρμένην. | 48 in vol. 3 |
9t | ἙΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΤΑΤ | |
9.1 | Καὶ γέγονεν, ὦ τέκνον, ἡ ὕλη καὶ ἦν· ὕλη γὰρ ἀγ‐ γεῖον γενέσεώς ἐστι, γένεσις δὲ ἐνεργείας τρόπος τοῦ ἀγεννήτου καὶ προόντος, τοῦ θεοῦ. τὸ σπέρμα οὖν τῆς γε‐ νέσεως λαμβάνουσα γέγονε | |
9.2 | καὶ τρεπτὴ ἐγένετο καὶ ἰδέας εἶχε μορφοποιουμένη· ἐφέστηκε γὰρ αὐτῇ τρεπο‐ μένῃ ἡ τεχνιτεύουσα τὰς τῆς τροπῆς ἰδέας. ἀγεννησία | |
οὖν τῆς ὕλης ἀμορφία ἦν, ἡ δὲ γένεσις τὸ ἐνεργεῖσθαι. | 51 in vol. 3 | |
10t | ἙΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΤΑΤ | |
10.1 | Ὡς καὶ περὶ τῶν τριῶν χρόνων εὑρεῖν· οὔτε γὰρ καθ’ ἑαυτούς εἰσιν, οὔτε συνήνωνται· καὶ πάλιν συνήνωνται καὶ καθ’ ἑαυτούς εἰσιν. | |
10.2 | ἐὰν χωρὶς εἶναι τοῦ παρεληλυθό‐ τος ὑπολάβῃς τὸν ἐνεστῶτα, ἀδύνατόν ἐστιν ἐνεστάναι, εἰ μὴ καὶ παρεληλυθὼς γένηται· ἐκ γὰρ τοῦ ἀποιχομένου τὸ ἐνεστὸς γίνεται καὶ ἐκ τοῦ ἐνεστῶτος τὸ μέλλον | |
5 | ἔρχεται. | |
10.3 | εἰ δὲ δεῖ καὶ ἐπὶ πλέον βασανίσαι, οὕτω λογισώμεθα· τὸν μὲν παρεληλυθότα χρόνον οἴχεσθαι εἰς τὸ μηκέτι εἶναι τοῦτον, τὸν δὲ μέλλοντα μὴ ὑπάρχειν ἐν τῷ μηδέπω παρεῖ‐ ναι, ἀλλὰ μηδὲ τὸν ἐνεστῶτα συμπαρεῖναι ἐν τῷ μένειν. ὃς | |
5 | γὰρ οὐχ ἕστηκε ῥοπὴν ἔχων οὐδὲ κέντρου μονήν [χρόνου], πῶς ἐνεστὼς εἶναι λέγεται ὁ μηδὲ ἑστάναι δυνάμενος; | |
10.4 | καὶ πάλιν ὁ παρεληλυθὼς συνάπτων τῷ ἐνεστῶτι καὶ | |
ὁ ἐνεστὼς τῷ μέλλοντι εἷς γίνεται (οὐ γὰρ χωρὶς αὑτῶν εἰσι) τῇ ταυτότητι καὶ τῇ ἑνότητι καὶ τῇ συνεχείᾳ. | 52 in vol. 3 | |
10.5 | οὕτω καὶ συνεχὴς καὶ διεστὼς γίνεται, εἷς ὢν καὶ ὁ αὐτός, | |
χρόνος. | 53 in vol. 3 | |
11.1 | Νῦν δέ, ὦ τέκνον, 〈ἐν〉 κεφαλαίοις τὰ ὄντα διεξε‐ λεύσομαι· νοήσεις γὰρ τὰ λεγόμενα μεμνημένος ὧν ἤκου‐ σας. | |
11.2 | πάντα τὰ ὄντα κινεῖται· μόνον τὸ μὴ ὂν ἀκίνητον. πᾶν σῶμα μεταβλητόν, οὐ πᾶν σῶμα διαλυτόν· [ἔνια τῶν σωμάτων διαλυτά]. οὐ πᾶν ζῷον θνητόν, οὐ πᾶν ζῷον ἀθάνατον. | |
5 | τὸ διαλυτὸν φθαρτόν, τὸ μένον ἀμετάβλητον ἀίδιον. τὸ ἀεὶ γινόμενον ἀεὶ καὶ φθείρεται. τὸ δὲ ἅπαξ γινό‐ μενον οὐδέποτε φθείρεται οὐδὲ ἄλλο τι γίνεται. πρῶτον ὁ θεός, δεύτερον ὁ κόσμος, τρίτον ὁ ἄνθρωπος. ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος διὰ τὸν | |
10 | θεόν. ψυχῆς τὸ μὲν αἰσθητικὸν θνητόν, τὸ δὲ λογικὸν ἀθά‐ νατον. πᾶσα οὐσία ἀθάνατος, πᾶσα οὐσία μεταβλητή. πᾶν τὸ ὂν διττόν· οὐδὲν τῶν ὄντων ἕστηκεν. | |
15 | οὐ πάντα ψυχῇ κινεῖται, πᾶν δὲ ὂν ψυχὴ κινεῖ. | |
πᾶν τὸ πάσχον αἴσθεται, πᾶν τὸ αἰσθόμενον πάσχει. πᾶν τὸ λυπούμενον καὶ ἥδεται [ζῷον θνητόν], οὐ πᾶν τὸ ἡδόμενον λυπεῖται [ζῷον ἀίδιον]. οὐ πᾶν σῶμα νοσεῖ, πᾶν σῶμα νοσοῦν διαλυτόν. | 54 in vol. 3 | |
20 | ὁ νοῦς ἐν τῷ θεῷ, ὁ λογισμὸς ἐν τῷ ἀνθρώπῳ· ὁ λογισμὸς ἐν τῷ νοί· ὁ νοῦς ἀπαθής. οὐδὲν ἐν σώματι ἀληθές, ἐν ἀσωμάτῳ τὸ πᾶν ἀψευ‐ δές. πᾶν τὸ γενόμενον μεταβλητόν, οὐ πᾶν τὸ γενόμενον | |
25 | φθαρτόν. οὐδὲν ἀγαθὸν ἐπὶ τῆς γῆς, οὐδὲν κακὸν ἐν τῷ οὐ‐ ρανῷ. ὁ θεὸς ἀγαθός, ὁ ἄνθρωπος κακός. τὸ ἀγαθὸν ἑκούσιον, τὸ κακὸν ἀκούσιον. | |
30 | οἱ θεοὶ τὰ ἀγαθὰ αἱροῦνται ὡς ἀγαθά 〈...〉. † ἡ εὐνομία μεγάλου εὐνομία ἡ εὐνομία ὁ νόμος †. † θεῖος χρόνος νόμος ἀνθρώπινος †. † κακία κόσμου τρυφὴ χρόνος ἀνθρώπου φθορά †. πᾶν 〈τὸ〉 ἐν οὐρανῷ ἀμετάθετον, πᾶν τὸ ἐπὶ γῆς | |
35 | μεταθετόν. οὐδὲν ἐν οὐρανῷ δοῦλον, οὐδὲν ἐπὶ γῆς ἐλεύθερον. οὐδὲν ἄγνωστον ἐν οὐρανῷ, οὐδὲν γνώριμον ἐπὶ τῆς γῆς. οὐ κοινωνεῖ 〈τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς, κοινω‐ | |
40 | νεῖ〉 τὰ ἐπὶ γῆς τοῖς ἐν οὐρανῷ. πάντα τὰ ἐν οὐρανῷ ἄμωμα, πάντα τὰ ἐπὶ γῆς ἐπίμωμα. τὸ ἀθάνατον οὐ θνητόν, τὸ θνητὸν οὐκ ἀθάνατον. τὸ σπαρὲν οὐ πάντως γενητόν, τὸ δὲ γενητὸν πάν‐ | 55 in vol. 3 |
45 | τως καὶ σπαρέν. διαλυτοῦ σώματος δύο χρόνοι· ὁ ἀπὸ τῆς σπορᾶς μέχρι τῆς γενέσεως καὶ ὁ ἀπὸ τῆς γενέσεως μέχρι τοῦ θανάτου· τοῦ ἀιδίου σώματος χρόνος ἐκ τῆς γενέσεως μόνος. | |
11.2(50) | τὰ διαλυτὰ σώματα αὔξεται καὶ μειοῦται. ἡ διαλυτὴ ὕλη εἰς τὰ ἐναντία ἐναλλοιοῦται [φθορὰν καὶ γένεσιν]· ἡ δὲ ἀίδιος ἢ εἰς αὑτὴν ἢ εἰς τὰ ὅμοια. γένεσις ἀνθρώπου φθορᾶς, φθορὰ ἀνθρώπου γενέ‐ σεως ἀρχή. | |
55 | τὸ ἀπογιγνόμενον 〈καὶ ἐπιγίγνεται, τὸ ἐπιγιγνό‐ μενον〉 καὶ ἀπογίγνεται. τῶν ὄντων τὰ μὲν ἐν σώμασίν εἰσι, τὰ δὲ ἐν ἰδέαις, τὰ δὲ 〈ἐν〉 ἐνεργείαις· σῶμα μὲν ἐν ἰδέαις, ἰδέα δὲ καὶ ἐνέργεια ἐν σώματί ἐστι. | |
60 | τὸ ἀθάνατον οὐ μετέχει τοῦ θνητοῦ, τὸ δὲ θνητὸν τοῦ ἀθανάτου μετέχει. τὸ μὲν θνητὸν εἰς ἀθάνατον σῶμα οὐκ ἔρχεται, τὸ δὲ ἀθάνατον εἰς θνητὸν παραγίνεται. αἱ ἐνέργειαι οὐκ εἰσὶν ἀνωφερεῖς, ἀλλὰ κατωφερεῖς. | |
65 | οὐδὲν ὠφελεῖ τὰ ἐπὶ γῆς τὰ ἐν οὐρανῷ, πάντα ὠφε‐ | |
λεῖ τὰ ἐν οὐρανῷ τὰ ἐπὶ γῆς. ὁ οὐρανὸς σωμάτων ἀιδίων δεκτικός, ἡ γῆ σωμάτων φθαρτῶν δεκτική. ἡ γῆ ἄλογος, ὁ οὐρανὸς λογικός. | 56 in vol. 3 | |
70 | † τὰ ἐν οὐρανῷ ὑπόκειται τὰ ἐπὶ γῆς τῇ γῇ ἐπί‐ κειται †. ὁ οὐρανὸς πρῶτον στοιχεῖον, ἡ γῆ ὕστατον στοι‐ χεῖον. πρόνοια θεία τάξις, ἀνάγκη προνοίᾳ ὑπηρέτις. | |
75 | τύχη φορὰ ἄτακτος, ἐνεργείας εἴδωλον, δόξα ψευ‐ δής. τί θεός; ἄτρεπτον ἀγαθόν. τί ἄνθρωπος; τρεπτὸν κακόν. | |
11.3 | τούτων τῶν κεφαλαίων μεμνημένος καὶ ὧν σοι διὰ πλειόνων λόγων διεξῆλθον εὐκόλως ἀναμνησθήσῃ· ταῦτα γὰρ ἐκείνων εἰσὶ περιοχαί. | |
11.4 | τὰς μέντοι πρὸς τοὺς πολ‐ λοὺς ὁμιλίας παραιτοῦ· φθονεῖν μὲν γάρ σε οὐ βούλομαι, μᾶλλον δὲ ὅτι τοῖς πολλοῖς δόξεις καταγέλαστος εἶναι. τὸ γὰρ ὅμοιον πρὸς τὸ ὅμοιον παραλαμβάνεται, ἀνόμοιος | |
5 | δὲ ἀνομοίῳ οὐδέποτε φίλος. οὗτοι δὲ οἱ λόγοι ὀλίγους παν‐ τελῶς τοὺς ἀκροατὰς ἔχουσιν ἢ τάχα οὐδὲ τοὺς ὀλίγους ἕξουσιν. | |
11.5 | ἔχουσι δέ τι καὶ ἴδιον ἐν ἑαυτοῖς· τοὺς κακοὺς μᾶλλον παροξύνουσι πρὸς τὴν κακίαν· διὸ χρὴ τοὺς πολλοὺς φυλάττεσθαι μὴ νοοῦντας τῶν λεγομένων τὴν ἀρετήν. | |
5 | — Πῶς εἶπας, ὦ πάτερ; | |
— Οὕτως, ὦ τέκνον. πᾶν τὸ ζῷον 〈τὸ〉 τῶν ἀνθρώ‐ πων ἐπιρρεπέστερόν ἐστιν εἰς τὴν κακίαν καὶ ταύτῃ σύν‐ τροφον γίγνεται, διὸ καὶ ἥδεται αὐτῇ. τοῦτο δὲ τὸ ζῷον ἐὰν μάθῃ ὅτι γενητὸς ὁ κόσμος καὶ πάντα κατὰ πρόνοιαν | 57 in vol. 3 | |
10 | καὶ ἀνάγκην γίνεται, εἱμαρμένης πάντων ἀρχούσης, οὐ πολλῷ ἑαυτοῦ χεῖρον ἔσται; καταφρονῆσαν μὲν 〈γὰρ〉 τοῦ παντὸς ὡς γενητοῦ, τὰς δὲ αἰτίας τοῦ κακοῦ τῇ εἱμαρ‐ μένῃ ἀναφέρον, οὐκ ἀφέξεταί ποτε παντὸς ἔργου κακοῦ. διὸ φυλακτέον αὐτούς, ὅπως ἐν ἀγνοίᾳ ὄντες ἔλαττον ὦσι | |
15 | κακοὶ φόβῳ τοῦ ἀδήλου. | 58 in vol. 3 |
12t | ΕΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΑΜΜΩΝΑ | |
12.1 | Πάντα δὲ γίνεται φύσει καὶ εἱμαρμένῃ καὶ οὐκ ἔστι τόπος ἔρημος προνοίας. πρόνοια δέ ἐστιν αὐτοτελὴς λόγος τοῦ ἐπουρανίου θεοῦ· δύο δὲ τούτου αὐτοφυεῖς δυνάμεις, ἀνάγκη καὶ εἱμαρμένη. ἡ δὲ εἱμαρμένη ὑπη‐ | |
5 | ρετεῖ προνοίᾳ καὶ ἀνάγκῃ, | |
12.2 | τῇ δὲ εἱμαρμένῃ ὑπη‐ ρετοῦσιν οἱ ἀστέρες. οὔτε γὰρ εἱμαρμένην φυγεῖν τις δύ‐ ναται, οὔτε φυλάξαι ἑαυτὸν ἀπὸ τῆς τούτων δεινότητος. ὅπλον γὰρ εἱμαρμένης οἱ ἀστέρες, κατὰ γὰρ ταύτην πάντα | |
5 | ἀποτελοῦσι τῇ φύσει καὶ τοῖς ἀνθρώποις. | 61 in vol. 3 |
13t | ΕΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΑΜΜΩΝΑ | |
13.1 | Ἀνάγκη ἐστὶ κρίσις βεβαία καὶ ἀμετάτρεπτος δύναμις | |
προνοίας. | 64 in vol. 3 | |
14t | ΠΕΡΙ ΤΗΣ ΟΛΗΣ ΟΙΚΟΝΟΜΙΑΣ. ΕΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΑΜΟΥΝ | |
14.1 | Καὶ ἡ μὲν διακρατοῦσα τὸν ὅλον κόσμον πρόνοιά ἐστιν, ἡ δὲ συνέχουσα καὶ περιέχουσα ἀνάγκη ἐστίν, εἱ‐ μαρμένη δὲ ἄγει καὶ περιάγει πάντα καταναγκάζουσα (φύσις γάρ ἐστιν αὐτῆς τὸ ἀναγκάζειν), αἰτία γενέσεως | |
5 | καὶ φθορᾶς [βίου]. | |
14.2 | ὁ μὲν οὖν κόσμος πρῶτος ἔχει τὴν πρόνοιαν (πρῶτος γὰρ αὐτῆς τυγχάνει), ἡ δὲ πρό‐ νοια ἐξήπλωται ἐν τῷ οὐρανῷ διότι καὶ θεοὶ περὶ αὐτὸν στρέφονται καὶ κινοῦνται ἀκάματον καὶ ἄπαυστον κίνη‐ | |
5 | σιν ἔχοντες, εἱμαρμένη δέ, διότι καὶ ἀνάγκῃ. καὶ ἡ μὲν πρόνοια προνοεῖ, εἱμαρμένη δὲ αἰτία ἐστὶ τῆς τῶν ἄστρων διαθέσεως. οὗτος νόμος ἄφυκτος, καθ’ ὃν πάντα τέ‐ | |
τακται. | 65 in vol. 3 | |
15t | ΕΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΑΜΜΩΝΑ | |
15.1 | Κινεῖται δὲ τὸ κινούμενον κατ’ ἐνέργειαν τῆς κινή‐ σεως τῆς κινούσης τὸ πᾶν. ἡ γὰρ φύσις τοῦ παντὸς τῷ παντὶ παρέχει κινήσεις, μίαν μὲν τὴν κατὰ δύναμιν αὐ‐ τῆς, ἑτέραν δὲ τὴν κατ’ ἐνέργειαν· καὶ ἡ μὲν διήκει διὰ | |
5 | τοῦ σύμπαντος κόσμου καὶ ἐντὸς συνέχει, ἡ δὲ παρήκει καὶ ἐκτὸς περιέχει· καὶ διὰ πάντων πεφοιτήκασι κοινῇ. | |
15.2 | καὶ ἡ φύσις πάντων, φύουσα τὰ γιγνόμενα, φυὴν παρέχει τοῖς φυομένοις, σπείρουσα μὲν τὰ ἑαυτῆς σπέρ‐ ματα [γένεσις], ἔχουσα δὲ ὕλην κινητήν. κινουμένη δὲ θερμαίνεται καὶ γίγνεται ὕλη πῦρ καὶ ὕδωρ, τὸ μὲν | |
5 | σθεναρὸν καὶ ἰσχυρόν, τὸ δὲ πάσχον. τὸ δὲ πῦρ ἐναντιού‐ μενον τῷ ὕδατι ἐξήρανε τοῦ ὕδατος, καὶ ἐγένετο 〈γῆ〉 ὀχουμένη ἐπὶ τοῦ ὕδατος. περιξηραινομένου δὲ ἀτμὸς ἐγένετο ἐκ τῶν τριῶν, τοῦ τε ὕδατος 〈καὶ〉 τῆς γῆς καὶ τοῦ πυρός, καὶ ἐγένετο ἀήρ. | |
15.3 | ταῦτα συνῆλθε κατὰ τὸν τῆς ἁρμονίας λόγον, θερμὸν ψυχρῷ, ξηρὸν ὑγρῷ, καὶ ἐκ τῆς συμπνοίας τούτων ἐγένετο πνεῦμα καὶ σπέρμα ἀνά‐ λογον τῷ περιέχοντι πνεύματι. | |
15.4 | τοῦτο δὲ ἐς τὴν μή‐ | |
τραν ἐμπεσὸν οὐκ ἠρεμεῖ ἐν τῷ σπέρματι, οὐκ ἠρεμοῦν δὲ μεταβάλλει τὸ σπέρμα, μεταβαλλόμενον δὲ αὔξην ἴσχει καὶ μέγεθος. ἐπὶ τῷ μεγέθει δὲ εἴδωλον ἐπισπᾶται σχή‐ | 66 in vol. 3 | |
5 | ματος καὶ σχηματίζεται· ὀχεῖται δὲ ἐπὶ τῷ σχήματι τὸ εἶδος, δι’ οὗ καὶ εἰδοποιεῖται τὸ εἰδοποιούμενον. | |
15.5 | ἐπεὶ τοίνυν τὸ πνεῦμα οὐκ εἶχεν ἐν τῇ νηδύι τὴν ζωτι‐ κὴν κίνησιν, τὴν δὲ βλαστικήν, καὶ ταύτην ἥρμοσεν ἁρ‐ μονίᾳ ὑποδοχὴν οὖσαν τῆς διανοητικῆς ζωῆς (ἔστι δὲ αὕτη ἀμερὴς καὶ ἀμετάβλητος, οὐδέποτε ἐξισταμένη τῆς | |
5 | ἀμεταβλησίας), τὸ δ’ ἐν τῇ νηδύι ἀριθμοῖς λοχεύει καὶ μαιοῦται καὶ εἰς τὸν ἔξω ἀέρα ἄγει. | |
15.6 | καὶ 〈ἡ〉 ἐγ‐ γυτάτω ψυχὴ οὖσα οἰκειοῦται, οὐ κατὰ τὴν συγγενικὴν ἰδιότητα ἀλλὰ τὴν καθειμαρμένην· οὐ γὰρ ἔρως ἔνεστιν αὐτῇ μετὰ σώματος εἶναι. | |
15.7 | διὰ τοῦτο καθ’ εἱμαρμέ‐ νην παρέχει τῷ γιγνομένῳ διανοητικὴν κίνησιν καὶ νοερὰν ζωῆς αὐτῆς οὐσίαν· παρεισέρπει γὰρ τῷ πνεύματι καὶ | |
κινεῖ ζωτικῶς. | 67 in vol. 3 | |
16t | ΕΡΜΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΑΜΜΩΝΑ | |
16.1 | Ψυχὴ τοίνυν οὐσία ἐστὶν ἀσώματος, καὶ ἐν σώματι δὲ οὖσα οὐκ ἐκβαίνει τῆς ἰδίας οὐσιότητος. τυγχάνει γὰρ οὖσα ἀεικίνητος κατ’ οὐσίαν, κατὰ νόησιν αὐτοκίνητος, οὐκ ἔν τινι κινουμένη, οὐ πρός τι, οὐχ ἕνεκέν τινος· | |
5 | προτερεῖ γὰρ τῇ δυνάμει, τὸ δὲ πρότερον οὐ δεῖται τῶν ὑστέρων. | |
16.2 | τὸ ἔν τινι τοίνυν ἐστὶν ὁ τόπος καὶ χρόνος καὶ φύσις, τὸ δὲ πρός τι ἐστὶν ἁρμονία καὶ εἶδος καὶ σχῆμα, τὸ δὲ οὗ ἕνεκα τὸ σῶμα· | |
16.3 | ἕνεκα γὰρ σώματος καὶ χρόνος καὶ τόπος καὶ φύσις. ταῦτα δὲ κατὰ συγ‐ γενικὴν οἰκειότητα κοινωνεῖ ἀλλήλοις, ἐπεί τοί γε τὸ σῶμα ἐδεῖτο τόπου (ἀμήχανον γὰρ ἦν συστῆναι σῶμα ἄνευ | |
5 | τόπου) καὶ μεταβάλλεται φυσικῶς, ἀδύνατον δὲ μεταβολὴν εἶναι ἄνευ χρόνου καὶ τῆς κατὰ φύσιν κινήσεως, οὐδὲ σώματος οἷόν τε σύστασιν εἶναι ἄνευ ἁρμονίας. | |
16.4 | ἕνεκα τοίνυν τοῦ σώματός ἐστιν ὁ τόπος· παραδεχόμε‐ νος γὰρ τὰς τοῦ σώματος μεταβολὰς οὐκ ἐᾷ ἀπόλλυσθαι | |
τὸ μεταβαλλόμενον· μεταβαλλόμενον δὲ ἀπὸ ἑτέρου εἰς ἕτερον μεταπίπτει καὶ τῆς μὲν ἕξεως στερίσκεται, τοῦ | 72 in vol. 3 | |
5 | δὲ εἶναι σῶμα συστατὸν οὐχί· μεταβληθὲν δὲ εἰς ἕτερον τὴν τοῦ ἑτέρου ἕξιν ἔχει. τὸ γὰρ σῶμα, ᾗ σῶμα, μένει σῶμα· ἡ δὲ ποιὰ διάθεσις οὐ μένει· τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται. | |
16.5 | ἀσώματος τοίνυν ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ φυσικὴ κίνησις. | |
16.6 | τυγχάνει δὲ ἕκαστον τούτων τῆς ἰδίας ἰδιότητος. ἰδιότης δὲ τοῦ τό‐ που παραδοχή, χρόνου δὲ διάστημα καὶ ἀριθμός, φύ‐ σεως δὲ κίνησις, ἁρμονίας δὲ φιλία, σώματος δὲ μετα‐ | |
5 | βολή· ἰδιότης δὲ ψυχῆς ἡ κατ’ οὐσίαν νόησις. | 73 in vol. 3 |
17t | ΤΟΥ ΑΥΤΟΥ | |
17.1 | Ψυχὴ τοίνυν ἐστίν, ὦ Ἄμμων, οὐσία αὐτοτελής, ἐν ἀρχῇ ἑλομένη βίον τὸν καθ’ εἱμαρμένην, καὶ ἐπεσπάσατο ἑαυτῇ λόγον ὅμοιον τῇ ὕλῃ ἔχοντα θυμὸν καὶ ἐπιθυμίαν. | |
17.2 | καὶ ὁ μὲν θυμὸς ὑπάρχει ὕλη· οὗτος, ἐὰν ἕξιν ποιήσῃ πρὸς τὸ τῆς ψυχῆς νόημα, γίνεται ἀνδρεία καὶ οὐ παράγεται ὑπὸ δειλίας. ἡ δὲ ἐπιθυμία παρέχεται· αὕτη, ἐὰν ἕξιν ποιήσηται πρὸς τὸν τῆς ψυχῆς λογισμόν, | |
5 | γίνεται σωφροσύνη καὶ οὐ κινεῖται ὑπὸ ἡδονῆς. | |
17.3 | ἀνα‐ πληροῖ γὰρ ὁ λογισμὸς τὸ ἐνδέον τῆς ἐπιθυμίας. ὅταν δὲ ἀμφότερα ὁμονοήσῃ καὶ ἴσην ἕξιν ποιήσῃ καὶ ἔχηται ἀμφότερα τοῦ τῆς ψυχῆς λογισμοῦ, γίνεται δικαιοσύνη· | |
5 | ἡ γὰρ ἴση ἕξις αὐτῶν ἀφαιρεῖ μὲν τὴν ὑπερβολὴν τοῦ θυ‐ μοῦ, ἐπανισοῖ δὲ τὸ ἐνδέον τῆς ἐπιθυμίας. | |
17.4 | ἀρχὴ δὲ τούτων ἡ διανοητικὴ οὐσία, καθ’ αὑτὴν ἑαυτῆς οὖσα ἐν τῷ αὑτῆς περινοητικῷ λόγῳ, κράτος ἔχουσα τοῦ ἑαυτῆς λόγου. | |
17.5 | ἄρχει δὲ καὶ ἡγεμονεύει ἡ οὐσία ὥσπερ ἄρχων, ὁ δὲ λόγος αὐτῆς ὥσπερ σύμβουλος. | 76 in vol. 3 |
17.6 | ὁ περινοητικὸς λόγος τοίνυν τῆς οὐσίας ἐστὶ γνῶ‐ σις τῶν λογισμῶν τῶν παρεχόντων εἰκασμὸν λογισμοῦ τῷ ἀλόγῳ, ἀμυδρὸν μὲν ὡς πρὸς λογισμόν, λογισμὸν δὲ ὡς πρὸς τὸ ἄλογον, καθάπερ ἠχὼ πρὸς φωνὴν καὶ τὸ τῆς | |
5 | σελήνης λαμπρὸν πρὸς ἥλιον. | |
17.7 | ἥρμοσται δὴ θυμὸς καὶ ἐπιθυμία πρός τινα λογισμὸν καὶ ἀνθέλκει ἄλληλα καὶ | |
ἐπισπᾶται ἐν ἑαυτοῖς κυκλικὴν διάνοιαν. | 77 in vol. 3 | |
18t | ΕΡΜΟΥ | |
18.1 | Ἔστι τοίνυν οὐσία καὶ λόγος καὶ νόημα καὶ διά‐ νοια, φέρεται δ’ ἐπὶ τὴν διάνοιαν καὶ δόξα καὶ αἴσθησις. ἵεται δ’ ὁ λόγος ἐπὶ τὴν οὐσίαν, τὸ δὲ νόημα δι’ αὐτοῦ ἵεται, ἐπιπλέκεται δὲ τὸ νόημα τῇ διανοίᾳ· ἐλθόντα δὲ | |
5 | δι’ ἀλλήλων μία ἰδέα ἐγένοντο, αὕτη δέ ἐστιν ἡ τῆς ψυχῆς. φέρεται δ’ ἐπὶ τὴν αὐτῆς διάνοιαν δόξα καὶ αἴσθησις· ταῦτα δὲ ἐπὶ τοῦ αὐτοῦ οὐ μένει, | |
18.2 | ἔνθεν καὶ ὑπερ‐ βάλλει καὶ ἐκλείπει καὶ ἑαυτῷ διαφέρεται· χεῖρον μὲν γίνεται, ὅταν ἀποσπασθῇ τῆς διανοίας· ὅταν δὲ ἀκολουθῇ καὶ πείθηται, κοινωνεῖ τῷ νοηματικῷ λόγῳ διὰ τῶν μαθη‐ | |
5 | μάτων. | |
18.3 | τὸ δὲ αἱρεῖσθαι ἔχομεν· τὸ γὰρ αἱρεῖσθαι τὸ κρεῖτ‐ τον ἐφ’ ἡμῖν ἐστιν, ὁμοίως δὲ καὶ τὸ χεῖρον, ἀκουσίως· ἐχομένη γὰρ αἵρεσις τῶν κακῶν πλησιάζει τῇ σωματικῇ φύσει, διά 〈τε〉 τοῦτο τῷ ἑλομένῳ εἱμαρμένη δυναστεύει. | |
18.4 | ἐπεὶ τοίνυν ἡ ἐν ἡμῖν νοηματικὴ οὐσία αὐτεξού‐ σιός ἐστιν, ὁ περινοηματικὸς λόγος, αὕτη δ’ ἀεὶ κατὰ | |
ταὐτὰ καὶ ὡσαύτως ἔχει, διὰ τοῦτο εἱμαρμένη ταύτης οὐχ ἅπτεται· | 80 in vol. 3 | |
18.5 | παραφεῖσα δὲ τὸν πρῶτον ἀπὸ τοῦ πρώτου θεοῦ διανοητικὸν λόγον, προσίησι καὶ ὅλον τὸν λόγον ὃν συνέταξε φύσις τοῖς γιγνομένοις· τούτοις ψυχὴ κοινωνήσασα κοινωνεῖται ταῖς τούτων εἱμαρμέναις, ἀμέ‐ | |
5 | τοχος οὖσα τῆς τῶν γινομένων φύσεως. | 81 in vol. 3 |
19t | ΤΟΥ ΑΥΤΟΥ | |
19.1 | Ψυχὴ τοίνυν ἐστὶν ἀίδιος νοητικὴ οὐσία νόημα ἔχουσα τὸν ἑαυτῆς λόγον, συνοῦσα δὲ διάνοιαν τῆς ἁρμο‐ νίας ἐπισπᾶται, ἀπαλλαγεῖσα δὲ τοῦ φυσικοῦ σώματος αὐτὴ καθ’ αὑτὴν μένει, αὐτὴ ἑαυτῆς οὖσα ἐν τῷ νοητῷ | |
5 | κόσμῳ. ἄρχει δὲ τοῦ ἑαυτῆς λόγου, φέρουσα ὁμοίαν κίνησιν τῷ ἑαυτῆς νοήματι, ὀνόματι ζωήν, τῷ εἰς ζωὴν ἐρχομένῳ. | |
19.2 | τοῦτο γὰρ ἴδιον ψυχῆς, τὸ παρέχειν ἑτέροις ὅμοιόν 〈τι〉 τῇ ἰδιότητι αὐτῆς. | |
19.3 | δύο τοίνυν εἰσὶ ζωαὶ καὶ δύο κινήσεις, μία μὲν ἡ κατ’ οὐσίαν, ἑτέρα δὲ ἡ κατὰ φύσιν σώματος. καὶ ἡ μὲν γενικωτέρα, 〈ἡ δὲ μερικωτέρα〉· καὶ ἡ κατ’ οὐσίαν ἐστὶν αὐτεξούσιος, ἡ | |
5 | δὲ ἀναγκαστική· πᾶν γὰρ τὸ κινούμενον τῇ τοῦ κινοῦντος ἀνάγκῃ ὑποτέτακται, | |
19.4 | ἡ δὲ 〈ψυχὴν〉 κινοῦσα κίνησις τῷ τῆς νοητῆς οὐσίας ἔρωτι ᾠκείωται. εἴη γὰρ ἂν ψυχὴ | |
ἀσώματος, ἀμέτοχος οὖσα τοῦ φυσικοῦ σώματος. εἰ γὰρ ἔχει σῶμα, οὔτε λόγον ἔχει οὔτε νόησιν (πᾶν γὰρ σῶμα ἀνόη‐ | 82 in vol. 3 | |
5 | τον), μεταλαβὸν δὲ οὐσίας τὸ εἶναι ζῷον ἔμπνουν ἔσχε. | |
19.5 | καὶ τὸ μὲν πνεῦμα τοῦ σώματος, ὁ δὲ λόγος τῆς οὐσίας· τοῦ καλοῦ θεωρητικός ἐστι, τὸ δὲ αἰσθητικὸν πνεῦμα τῶν φαινομένων κριτικόν ἐστι. διῄρηται δὲ εἰς τὰς ὀργανικὰς αἰσθήσεις καὶ ἔστι τι μέρος αὐτοῦ πνευ‐ | |
5 | ματικὴ ὅρασις καὶ πνεῦμα ἀκουστικὸν καὶ ὀσφρητικὸν καὶ γευστικὸν καὶ ἁπτικόν. τοῦτο τὸ πνεῦμα ἀνάλογον γενόμε‐ νον διανοίας κρίνει, τὸ αἰσθητικόν, εἰ δὲ μή, φαντάζεται μόνον. | |
19.6 | τοῦ γὰρ σώματός ἐστι καὶ δεκτικὸν πάντων, ὁ δὲ λόγος τῆς οὐσίας ἐστί, τὸ φρονοῦν. συνυπάρχει δὲ τῷ λόγῳ ἡ τῶν τιμίων γνῶσις, τῷ δὲ πνεύματι ἡ δόξα. | |
19.7 | τὸ μὲν γὰρ ἀπὸ τοῦ περιέχοντος κόσμου τὴν ἐνέργειαν | |
ἔχει, ἡ δὲ ἀφ’ ἑαυτῆς. | 83 in vol. 3 | |
20t | ΕΡΜΟΥ | |
20.1 | Ἔστι τοίνυν ἡ ψυχὴ ἀσώματος οὐσία· εἰ γὰρ ἔχει σῶμα, οὐκέτι ἔσται ἑαυτῆς σωστική. πᾶν γὰρ σῶμα δεῖται τοῦ εἶναι, δεῖται καὶ ζωῆς τῆς ἐν τάξει κειμένης. | |
20.2 | παντὶ γὰρ τῷ γένεσιν ἔχοντι καὶ μεταβολὴν δεῖ ἐπακο‐ λουθεῖν· τὸ γὰρ γινόμενον γίνεται ἐν μεγέθει, γινόμενον 〈γὰρ〉 αὔξην ἔχει· παντὶ δὲ τῷ αὐξανομένῳ ἐπακολου‐ θεῖ μείωσις, μειώσει φθορά· | |
20.3 | μετειληφὸς δὲ εἴδους ζωῆς ζῇ καὶ κοινωνεῖ τοῦ εἶναι 〈διὰ〉 τὴν ψυχήν. ἡ δὲ αἰτία ἑτέρῳ τοῦ εἶναι αὐτὴ πρότερον ἔστι. τὸ δὲ εἶναι νῦν λέγω τὸ ἐν λόγῳ γενέσθαι καὶ μετέχειν | |
5 | ζωῆς νοερᾶς· παρέχει δὲ ἡ ψυχὴ ζωὴν νοεράν. | |
20.4 | κα‐ λεῖται δὲ ζῷον μὲν διὰ τὴν ζωήν, λογικὸν δὲ διὰ τὸ νοε‐ ρόν, θνητὸν δὲ διὰ τὸ σῶμα. ψυχὴ ἄρα ἀσώματος, ἀμε‐ | |
τάπτωτον ἔχουσα τὴν δύναμιν. πῶς γὰρ οἷόν τέ ἐστι | 86 in vol. 3 | |
5 | λέγειν ζῷον [νοερόν], μὴ οὔσης οὐσίας τῆς καὶ παρεχού‐ σης ζωήν; ἀλλὰ οὐδὲ λογικὸν οἷόν τέ ἐστιν εἰπεῖν, μὴ οὔσης τῆς διανοητικῆς οὐσίας τῆς καὶ παρεχούσης νοερὰν ζωήν. | |
20.5 | ἐν πᾶσι δὲ οὐκ ἀφικνεῖται τὸ νοερὸν διὰ τὴν τοῦ σώ‐ ματος σύστασιν πρὸς τὴν ἁρμονίαν. ἐὰν γὰρ ὑπερέχῃ ἐν τῇ συστάσει τὸ θερμόν, κοῦφος καὶ ἔνθερμος γίνεται, ἐὰν δὲ τὸ ψυχρόν, βαρὺς καὶ νωχελὴς γίνεται· φύσις γὰρ | |
5 | ἁρμόζει τὴν τοῦ σώματος σύστασιν πρὸς τὴν ἁρμονίαν | |
20.6 | (εἴδη δὲ τῆς ἁρμονίας τρία, τὸ κατὰ τὸ θερμὸν καὶ τὸ κατὰ 〈τὸ〉 ψυχρὸν καὶ τὸ κατὰ τὸ μέσον), ἁρμόζει δὲ κατὰ τὸν ἐπικρατήσαντα ἀστέρα τῆς συγκράσεως τῶν ἀσ‐ τέρων. παραλαβοῦσα δὲ ψυχὴ 〈σῶμα〉 καθὼς εἵμαρται, | |
5 | τούτῳ παρέχει ζωὴν τῷ τῆς φύσεως ἔργῳ. | |
20.7 | ἡ φύσις τοίνυν ὁμοιοῖ τὴν ἁρμονίαν τοῦ σώματος τῇ τῶν ἀστέρων συγκράσει καὶ ἑνοῖ τὰ πολυμιγῆ πρὸς τὴν τῶν ἀστέρων ἁρ‐ μονίαν, ὥστε ἔχειν πρὸς ἄλληλα συμπάθειαν. τέλος γὰρ | |
5 | τῆς τῶν ἀστέρων ἁρμονίας τὸ γεννᾶν συμπάθειαν καθ’ εἱ‐ | |
μαρμένην αὐτῶν. | 87 in vol. 3 | |
21t | ΕΡΜΟΥ | |
21.1 | Ἔστι τοίνυν τὸ προὸν ἐπὶ πάντων τῶν ὄντων καὶ τῶν ὄντως ὄντων· προὸν [ὂν] γάρ ἐστι, δι’ οὗ ἡ οὐσιότης ἡ κα‐ θόλου λεγομένη κοινὴ νοεῖται τῶν ὄντως ὄντων καὶ τῶν ὄντων τῶν καθ’ ἑαυτὰ νοουμένων. τὰ δὲ ἐναντία τούτοις | |
5 | κατὰ τὸ ἕτερον πάλιν αὐτὰ καθ’ ἑαυτά ἐστι φύσις, οὐσία αἰσθητή, ἔχουσα ἐν ἑαυτῇ αἰσθητὰ πάντα· μεταξὺ δὲ τούτων νοηματικοὶ καὶ αἰσθητοὶ θεοί· 〈...〉 τὰ μὲν μετέχοντα τῶν νοητῶν, τὰ δὲ δοξαστά, τὰ 〈δὲ〉 κοινω‐ νοῦντα τῶν νοηματικῶν θεῶν. | |
21.2 | αὗται δὲ εἰκόνες εἰσὶ νοημάτων, οἷον ἥλιος εἰκών ἐστι τοῦ ἐπουρανίου δημιουρ‐ γοῦ θεοῦ· καθάπερ γὰρ ἐκεῖνος τὸ ὅλον ἐδημιούργησε, καὶ ὁ ἥλιος δημιουργεῖ τὰ ζῶα καὶ γεννᾷ 〈τὰ〉 φυτὰ καὶ τῶν | |
5 | πνευμάτων πρυτανεύει. | 90 in vol. 3 |
22t | ΕΡΜΟΥ ΕΚ ΤΗΣ ΑΦΡΟΔΙΤΗΣ | |
22.1 | Παρὰ τί δὲ τὰ βρέφη ὅμοια τοῖς γονεῦσι γίνεται ἢ συγγενείαις ἀποδίδοται, ἐκθήσω λόγον. ὅταν νοστίμου αἵματος ἐξαφρουμένου ἡ γένεσις ἀποθησαυρίζῃ γόνον, συμβαίνει πως ἐκπνέειν ἐκ τοῦ σώματος ὅλου μελῶν οὐ‐ | |
5 | σίαν τινὰ κατὰ θείαν ἐνέργειαν, ὡς τοῦ αὐτοῦ ἀνθρώπου γινομένου, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς γυναικὸς εἰκὸς γίγ‐ νεσθαι. ὅταν 〈οὖν〉 καθυπερτερήσῃ τὸ ῥυὲν ἀπὸ τοῦ ἀνδρὸς καὶ ἄθικτον γένηται, τῷ πατρὶ ὁμοιούμενον τὸ βρέφος ἀποδειχθήσεται, ὡς τὸ ἀνάπαλιν τὸν αὐτὸν τρόπον | |
10 | τῇ μητρί· ἐὰν 〈δέ〉 τινος μέρους καθυπερτέρησις γένη‐ ται, πρὸς ἐκεῖνο τὸ μέρος ἀφομοιοῦται. ἔσθ’ ὅτε δὲ καὶ εἰς μακρὰς γενεὰς παραβάλλει τὸ βρέφος τῇ μορφῇ τοῦ γεννήσαντος, ἐκείνου δεκανοῦ λόγον ἔχοντος πρὸς τὴν | |
ὥραν, ἐν ᾗ ἡ γυνὴ ἐπαιδοποίει. | 91 in vol. 3 | |
23t | Ἑρμοῦ τρισμεγίστου ἐκ τῆς ἱερᾶς βίβλου ἐπικαλουμένης Κόρης κόσμου | |
23.1 | Ταῦτα εἰποῦσα Ἶσις ἐγχεῖ ποτὸν Ὥρῳ γλυκὺ τὸ πρῶτον ἀμβροσίας ὃ αἱ ψυχαὶ λαμβάνειν ἔθος ἔχουσιν 〈ἀπὸ〉 θεῶν. καὶ οὕτως τοῦ ἱερωτάτου λόγου ἄρχεται Ἶσις· | |
23.2 | «Ἐπικειμένου, τέκνον Ὧρε, τῇ τῶν ὑποκειμένων φύσει πάσῃ τοῦ πολυστεφοῦς οὐρανοῦ καὶ κατ’ οὐδένα τόπον στερουμένου τινὸς ὧν νῦν ὁ σύμπας ἔχει κόσμος, ἀνάγκη πᾶσα ὑπὸ τῶν ὑπερκειμένων συγκεκοσμῆσθαι καὶ | |
5 | πεπληρῶσθαι φύσιν πᾶσαν τὴν ὑποκειμένην· οὐ γὰρ δήπου δυνατὰ κοσμῆσαι τὰ κάτω τὸν ὕπερθεν διάκοσμον. ἀνάγκη τοίνυν τοῖς κρείττοσι μυστηρίοις εἴκειν τὰ ἐλάσσονα. κρείσσων δὴ τῶν ὑποκειμένων ἡ τῶν μετεώρων ἐστὶ διά‐ ταξις καὶ τῷ παντὶ ἀσφαλής τε καὶ θνητῶν οὐχ ὑποπίπ‐ | |
10 | τουσα διανοίᾳ. | |
23.3 | ἔνθεν ἐστέναξε τὰ κάτω, φόβον ἔχοντα, τὴν περι‐ καλλῆ καὶ εἰς ἀεὶ διαμονὴν τῶν ἐπικειμένων. ἦν γὰρ ἄξιον θεωρίας ὁμοῦ καὶ ἀγωνίας ὁρᾶν οὐρανοῦ κάλλος θεῷ | |
καταφανταζόμενον τῷ ἔτι ἀγνώστῳ πλουσίαν τε νυκτὸς | 1 in vol. 4 | |
5 | σεμνότητα, ἐλάττονι μὲν ἡλίου, ὀξεῖ δὲ προσφορουμένην φωτί, τῶν τε ἄλλων κατὰ μέρος κινουμένων ἐν οὐρανῷ μυστηρίων τακταῖς χρόνων κινήσεσι καὶ περιόδοις διά τινων κρυπτῶν ἀπορροιῶν τὰ κάτω συγκοσμούντων καὶ συναυξόντων. | |
10 | καὶ οὕτως φόβος μὲν ἐπάλληλος ζητήσεις τε ἄλεκτοι· | |
23.4 | καὶ ἕως ὁ τῶν συμπάντων οὐκ ἐβούλετο τεχνίτης ἀγνωσία κατεῖχε τὰ ξύμπαντα· ὅτε δὲ ἔκρινεν αὑτὸν ὅστις ἐστὶ δηλῶσαι, ἔρωτας ἐνεθουσίασε θεοῖς καὶ αὐγὴν ἣν εἶχεν ἐν στέρνοις πλείονα ταῖς τούτων ἐχαρίσατο δια‐ | |
5 | νοίαις, ἵνα πρῶτον μὲν ζητεῖν θελήσωσιν, εἶτα ἐπιθυ‐ μήσωσιν εὑρεῖν, εἶτα καὶ κατορθῶσαι δυνηθῶσι. | |
23.5 | τοῦτο δ’ ἄν, ὦ τέκνον ἀξιοθαύμαστον Ὧρε, οὐκ ἂν ἐπὶ θνητῆς σπορᾶς ἐγεγόνει, οὐδὲ γὰρ ἦν οὐδέπω, ψυχῆς δὲ τὴν συμπάθειαν ἐχούσης τοῖς οὐρανοῦ μυστηρίοις· τοῦτο δὲ ἦν ὁ πάντα γνοὺς Ἑρμῆς· ὃς καὶ εἶδε τὰ σύμ‐ | |
5 | παντα καὶ ἰδὼν κατενόησε καὶ κατανοήσας ἴσχυσε δηλῶσαί τε καὶ δεῖξαι. καὶ γὰρ ἃ ἐνόησεν ἐχάραξε καὶ χαράξας ἔκρυψε, τὰ πλεῖστα σιγήσας ἀσφαλῶς ἢ λαλήσας, ἵνα ζητῇ ταῦτα πᾶς αἰὼν ὁ μεταγενέστερος κόσμου· | |
23.6 | καὶ οὕτως τοὺς συγγενεῖς θεοὺς δορυφορεῖν ἀνέβαινεν εἰς ἄστρα. ἀλλ’ ἦν αὐτῷ διάδοχος ὁ Τάτ, υἱὸς ὁμοῦ καὶ παραλήπτωρ τῶν μαθημάτων τούτων, οὐκ εἰς μακρὰν δὲ | |
5 | καὶ Ἀσκληπιὸς ὁ Ἰμούθης, Πτανὸς καὶ Ἡφαίστου βου‐ | |
λαῖς, ἄλλοι τε ὅσοι τῆς οὐρανίου θεωρίας πιστὴν ἀκρίβειαν ἔμελλον βουλομένης τῆς πάντων βασιλίδος ἱστορῆσαι προ‐ νοίας. | 2 in vol. 4 | |
23.7 | Ἑρμῆς μὲν οὖν ἀπελογεῖτο τῷ περιέχοντι ὡς οὐδὲ τῷ παιδὶ παρέδωκεν ὁλοτελῆ θεωρίαν διὰ τὸ ἔτι τῆς ἡλικίας νεοειδές, ἔγνω δὲ τῆς ἀνατολῆς γενομένης τοῖς πάντα βλέπουσιν ὀφθαλμοῖς τὰ τῆς ἀνατολῆς θεωρήσας | |
5 | τι ἀειδές, καὶ ἐπισκοποῦντι βραδέως μὲν ἀλλ’ οὖν ἦλθεν ἡ ἀκριβὴς διάγνωσις πλησίον τῶν Ὀσίριδος κρυφίων ἀπο‐ θέσθαι τὰ ἱερὰ τῶν κοσμικῶν στοιχείων σύμβολα, ἐπικα‐ τευξάμενον δὲ καὶ τοὺς λόγους τούσδε εἰπόντα εἰς οὐρα‐ νὸν ἀπελθεῖν. | |
23.8 | ἀλλ’ οὐ καθῆκον ἀτελῆ τὴν ἀπαγγελίαν, ὦ τέκνον, ταύτην με καταλεῖψαι, εἰπεῖν δ’ ὅσα τὰς βίβλους κατα‐ τιθέμενος ἐξεῖπεν Ἑρμῆς. ἐξεῖπε γὰρ οὕτως· «Ὦ ἱεραὶ βίβλοι, τῶν ἀφθάρτων αἳ τετεύχατέ μου χειρῶν, ἃς τῷ | |
5 | τῆς ἀφθαρσίας φαρμάκῳ χρίσας ἐπικρατῶ, ἀσαπεῖς παντὸς αἰῶνος καὶ ἄφθαρτοι διαμείνατε χρόνους, ἀθεώρητοι καὶ ἀνεύρετοι γιγνόμεναι παντὶ τῷ τὰ γῆς ταύτης παροδεύειν μέλλοντι πεδία, ἄχρις οὗ γέρων οὐρανὸς συστήματα ὑμῶν ἄξια τεκνώσηται, ἃς ψυχὰς ὁ δημιουργὸς προσηγόρευσε». | |
10 | τοσαῦτα εἰπὼν τὰς βίβλους καὶ τοῖς ἑαυτοῦ κατευξάμενος ἔργοις ἰδίαις τεμενίζεται ζώναις. | |
23.9 | ἱκανὸς δὲ ὁ μέσος ἤργει χρόνος 〈καὶ〉 ἐκέκρυπτο, καὶ ἡ φύσις, ὦ τέκνον, ἐτύγχανε στεῖρα, ἕως αὐτοὶ οἱ ἤδη περιπολεῖν τὸν οὐρανὸν κελευσθέντες τῷ πάντων | |
θεῷ βασιλεῖ προσελθόντες τὴν τῶν ὄντων ἡσυχίαν ἀπήγ‐ | 3 in vol. 4 | |
5 | γειλαν, καὶ ὅτι δέον ἐστὶ συγκοσμηθῆναι τὰ σύμπαντα καὶ τοῦτο ὅτι οὐχ ἑτέρου τινός ἐστιν ἔργον ἢ αὐτοῦ· καὶ «Δεόμεθά σου», ἔλεγον, «τὰ νῦν ὄντα καὶ ὧν ὕστερον ἔχει χρείαν διάσκεψαι». | |
23.10 | ταῦτα εἰπόντων ἐμειδίασεν ὁ θεὸς καὶ εἶπε Φύσιν εἶναι καὶ θῆλυ πάγκαλον χρῆμα ἐκ τῆς φωνῆς αὐτοῦ προῆλθεν, ὃ καὶ θεωρήσαντες οἱ θεοὶ κατεπλάγησαν, καὶ ταύτην Φύσεως ὀνόματι ἐτίμησεν ὁ | |
5 | θεὸς ὁ προπάτωρ καὶ αὐτῇ προσέταξεν εἶναι γεννητικήν. | |
23.11 | καὶ ταῦτα ἔτι εἰς τὸ περιέχον ἀτενίσας ἐφώνησεν· «Ἔστω πεπληρωμένος ὁ οὐρανὸς ἅπασιν ἀήρ τε καὶ αἰθήρ». εἶπεν ὁ θεὸς καὶ ἦν. | |
23.12 | ἡ δὲ Φύσις ἑαυτῇ λαλήσασα ἔγνω ὡς μὴ δέον αὐτήν ἐστι παρακοῦσαι τῆς τοῦ πατρὸς ἐντολῆς καὶ | |
23.13 | καλὴν Πόνῳ συνελθοῦσα θυγατέρα ἐποίησεν, ἣν Εὕρεσιν ἐκάλεσε. τῇ δὲ ὁ θεὸς ἐχαρίσατο εἶναι καὶ χαρισάμενος διέκρινε τὰ ἤδη γεγονότα καὶ ἐπλήρωσεν αὐτὰ μυστηρίων καὶ τῇ Εὑρέσει τούτων τὸ | |
5 | κατὰ τούτων ἐχαρίσατο ἡγεμονικόν. | |
23.14 | αὐτὸς δ’ οὐκέτι βουλόμενος ἀργὸν τὸν ὑπεράνω κόσμον εἶναι, ἀλλὰ πνευμάτων πληρῶσαι δοκιμάσας τοῦτον ὡς μὴ τὰ κατὰ μέρος ἀκίνητα καὶ ἀργὰ μένῃ, οὕτως εἰς ταῦτα ἤρξατο τεχνιτείας, οὐσίαις πρὸς τὴν τοῦ ἰδίου | |
5 | ἔργου γένεσιν χρησάμενος ἱεραῖς. πνεῦμα γὰρ ὅσον ἀρκετὸν ἀπὸ τοῦ ἰδίου λαβὼν καὶ νοερῶς τοῦτο πυρὶ μίξας ἀγνώστοις τισὶν ἑτέραις ὕλαις ἐκέρασε· καὶ ταῦτα ἑκάτερον ἑκατέρῳ μετά τινων ἐπιφωνήσεων κρυπτῶν ἑνώσας τὸ πᾶν | |
οὕτως εὖ μάλα διεκίνησε κρᾶμα, ἕως ἐπεγέλασέ τις ὕλη | 4 in vol. 4 | |
10 | τῷ μίγματι λεπτοτέρα τε καὶ καθαρωτέρα μᾶλλον καὶ διαφανεστέρα ἢ ἐξ ὧν ἐγένετο· διειδὴς δὲ ἦν αὕτη, ἣν δὴ καὶ μόνος ὁ τεχνίτης ἑώρα. | |
23.15 | ἐπειδὴ δὲ οὔτε ὡς ἐκ πυρὸς καιομένη διετήκετο, οὔτε μὴν ὡς ἐκ πνεύματος τελεσιουργηθεῖσα ἔψυχεν, ἀλλά τινα ἰδιογενῆ καὶ οἰκείαν εἶχε τὴν τοῦ κράματος σύστασιν ἰδιότυπόν τε καὶ ἰδιο‐ | |
5 | σύγκριτον, ἣν δὴ καὶ ἀπὸ τοῦ εὐφημοτέρου ὀνόματος καὶ τῆς καθ’ ὁμοιότητα ἐνεργείας Ψύχωσιν ὁ θεὸς ἐκάλεσε τὴν σύστασιν, —ἐξ οὗ δὴ ἐπιπάγου μυριάδας ψυχῶν ἱκανὰς ἐγενεσιούργησε, τὸ παρ’ αὐτοῦ τοῦ κράματος ἐπανθοῦν πρὸς ὃ θέλει πλάσσων εὐτάκτως τε καὶ συμμέτρως, μετ’ | |
10 | ἐμπειρίας καὶ λόγου τοῦ καθήκοντος, ὡς μηδέ τι | |
23.16 | διαφέρειν αὐτὰς ἑαυτῶν 〈ἢ〉 ἦν ἀναγκαῖον, ἐπειδήπερ τὸ ἐκ τῆς κινήσεως τοῦ θεοῦ ἐξατμιζόμενον ἄνθος οὐκ ἦν ἑαυτῷ ὅμοιον, ἀλλὰ μεῖζον καὶ πληρέστερον ἦν τοῦ δευτέρου τὸ πρῶτον καὶ τῷ παντὶ καθαρώτερον, τὸ | |
5 | δεύτερον δὲ ἱκανῶς μὲν ἦν τοῦ πρώτου [τὸ] δεύτερον, πολλῷ δὲ τοῦ τρίτου [τὸ] μεῖζον. καὶ οὕτως ἄχρι βαθμῶν ἑξήκοντα ὁ πᾶς ἀπήρτιστο ἀριθμός, πλὴν ὅτι γε πάσας ἀιδίους εἶναι νομοθετήσας ἔταξεν, ὡς ἂν ἐκ μιᾶς οὐσίας, ἧς μόνος αὐτὸς ᾔδη τελειῶσαι. ταῖς δὲ καὶ τμήματα καὶ | |
10 | ταμεῖα ἐν μεταρσίῳ διέταξε τῆς ἄνω φύσεως [οὐρανοῦ], ὅπως τόν τε κύλινδρον περιστροβῶσι τάξει τινὶ καὶ οἰκονομίᾳ καθηκούσῃ καὶ τὸν πατέρα τέρπωσιν. | |
23.17 | οὕ‐ τως δὴ καὶ ἐν τῇ περικαλλεῖ τοῦ αἰθέρος στὰς βάσει καὶ | |
τὰς τῶν ἤδη ὄντων μεταπεμψάμενος φύσεις «Ὦ», φησί, «πνεύματος ἐμοῦ καὶ μερίμνης ἐμῆς, ψυχαί, καλὰ τέκνα, ἃ | 5 in vol. 4 | |
5 | ταῖς ἐμαυτοῦ μαιωσάμενος χερσὶν ἤδη τὠμῷ καθιερῶ κόσμῳ, λόγων ἐμῶν ὡς νόμων τούτων ἐπακούσατε καὶ τόπου μηδενὸς ἄλλου θίγητε πλὴν τοῦ διαταγέντος ὑμῖν ὑπὸ τῆς ἐμῆς γνώμης. εὐσταθησάσαις μὲν οὖν ὑμῖν οὐρανός τε καταμένει πάλιν ὁμοίως, καὶ ὁ διαταγεὶς | |
10 | ἀστερισμὸς θρόνοι τε ἀρετῆς πεπληρωμένοι· εἰ δέ τι νεώτερον παρὰ τἀμὰ πράξετε βουλεύματα, ἱερὸν ὑμῖν ὀμνύω πνεῦμα καὶ κρᾶμα τοῦτ’ ἀφ’ οὗπερ ὑμᾶς ἐγέννησα ψυχοποιούς τε ταύτας μου τὰς χεῖρας, ὡς οὐκ εἰς μακρὰν δεσμὸν καὶ κολάσεις ὑμῖν τεχνιτεύσω». | |
23.18 | τοσαῦτα εἰπὼν ὁ θεός, ὁ κἀμοῦ κύριος, τὰ λοιπὰ τῶν στοιχείων συγγενῆ μίξας, ὕδωρ καὶ γῆν, καί τινας ὁμοίως κρυπτοὺς ἐπειπὼν λόγους, δυνατοὺς μέν, οὐ τοῖς πρώτοις δ’ ὁμοίους, εὖ τε κινήσας καὶ ζωοποιὸν ἐνθου‐ | |
5 | σιάσας τῷ κράματι ἐπιπλέοντα ὁμοίως ἐπίπαγον εὐβαφῆ τε καὶ εὐπαγῆ γενόμενον ἔλαβε καὶ ἐκ τούτου τὰ ἀνθρωποειδῆ τῶν ζῴων διέπλασε. | |
23.19 | τὸ δὲ τοῦ μίγμα‐ τος λείψανον ταῖς ἤδη προκοψάσαις ψυχαῖς ἔδωκε, ψυχαῖς δὲ ταύταις ταῖς εἰς χωρία θεῶν καὶ τοὺς ἐγγὺς ἄστρων τόπους καὶ ἱεροὺς δαίμονας μετακεκλημέναις | |
5 | «Πλάσσετε», λέγων, «ὦ τέκνα, τῆς ἐμῆς φύσεως γεννήματα· δέχεσθε τῆς ἐμῆς τέχνης τὰ λείψανα καὶ ἑκάστη τῇ ἑαυτῆς φύσει πλασσέτω τι παραπλήσιον· | |
παραθήσομαι δ’ ἔτι καὶ ταῦθ’ ὑμῖν παραδείγματα», καὶ λαβὼν εὖ καὶ καλῶς | 6 in vol. 4 | |
23.20 | τὸν ζῳδιακὸν συμφώνως ταῖς ψυχικαῖς κινήσεσι διέταξε κόσμον, πρὸς τοῖς ἀνθρωποειδέσι τῶν ζῳδίων τὰ ἑξῆς ἀπαρτίσας οἷον ζῷα, οἷς καὶ τὰς πανούργους ἐχαρίσατο δυνάμεις καὶ πάντεχνον πνεῦμα | |
5 | γεννητικὸν τῶν εἰς ἀεὶ μελλόντων ἔσεσθαι καθολικῶς πάντων. | |
23.21 | καὶ ἀπέστη ὑποσχόμενος τοῖς ὁρατοῖς ἔργοις αὐτῶν τὸ ἀόρατον πνεῦμα ἐπιζεῦξαι οὐσίαν τε ὁμοιογονίας ἑκάστῳ, ὅπως αὑτῷ αὖθις ἕτερα γεννᾷ ὅμοια αὐταί τε οὐκέτι ἀνάγκην ἔχουσιν ἄλλο τι ποιεῖν 〈ἢ〉 ἃ | |
5 | ἔφθησαν ἐργάσασθαι». | |
23.22 | «Τί οὖν, ὦ τεκοῦσα, ἐποίησαν αἱ ψυχαί;» καὶ εἶπεν Ἶσις· «Τὸ κεκερασμένον, ὦ τέκνον Ὧρε, τῆς ὕλης λαβόμεναι κατενόουν πρῶτον καὶ τὸ τοῦ πατρὸς προσεκύνουν κρᾶμα καὶ ὁπόθεν ἦν συμπεπλεγμένον ἐπε‐ | |
5 | ζήτουν· τὸ δὲ ἦν αὐταῖς οὐκ εὔπορον ἐπιγνῶναι. ἔνθεν δὴ καὶ ὅτι ἐπεζήτησαν ἐφοβοῦντο μὴ τῷ τοῦ πατρὸς ὑπο‐ πέσωσι χόλῳ, καὶ ἐπὶ τὸ πράττειν τὰ προσταχθέντα ἐτρά‐ πησαν. | |
23.23 | ἔνθεν ἐκ μὲν τῆς ἀνωτέρω ὕλης τῆς ὑπερ‐ βολῇ κοῦφον ἐχούσης τὸν ἐπίπαγον τὸ τῶν ὀρνέων γένος εὐμόρφουν· ἐν τούτῳ δ’ ἡμιπαγοῦς ἤδη τοῦ κράματος γενομένου καὶ ἤδη τὴν στερεὰν πῆξιν λαβόντος τὸ τῶν | |
5 | τετραπόδων γένος ἔπλασσον, τὸ δὴ ἧττον κοῦφον, καὶ ἑτέρας ὑγρασίας δεόμενον εἰς διάνηξιν τὸ τῶν ἰχθύων· | |
ψυχροῦ δὲ τοῦ λοιποῦ καὶ ἤδη κατωφεροῦς ὑπάρχοντος τὴν τῶν ἑρπετῶν αἱ ψυχαὶ φύσιν ἐκαινούργουν. | 7 in vol. 4 | |
23.24 | αὗταί τε, ὦ τέκνον, ὥς τι πράξασαι, ἤδη καὶ περίεργον ὡπλί‐ ζοντο τόλμαν καὶ παρὰ τὰ διατεταγμένα ἐποίουν καὶ ἤδη τῶν ἰδίων τμημάτων καὶ ταμιείων προήρχοντο καὶ ἐφ’ | |
5 | ἑνὸς οὐκέτι ἤθελον τόπου μένειν, ἀεὶ δὲ ἐκινοῦντο καὶ τὸ ἔτι ἐπὶ μιᾶς μονῆς εἶναι θάνατον ἡγοῦντο. | |
23.25 | «Τοῦτο μὲν οὖν», φησίν, ὦ τέκνον, Ἑρμῆς, ὡς τἀμοῦ λέγων, «καὶ τὸν τῶν ὅλων κύριον καὶ θεὸν οὐκ ἐλάνθανεν ὃ πράσσουσιν, κόλασιν δὲ αὐταῖς ἐπεζήτει καὶ δεσμόν, ὃν τλημόνως ὑπομενοῦσι. καὶ δὴ καὶ ἔδοξε τῷ | |
5 | πάντων ἡγεμόνι καὶ δεσπότῃ τὸ τῶν ἀνθρώπων σύστημα τεχνήσασθαι, ὅπως ἐν τούτῳ τὸ τῶν ψυχῶν διαπαντὸς γένος κολάζηται. | |
23.26 | τότε δὴ μεταπεμψάμενος ἐμέ, φησὶν Ἑρμῆς, εἶπεν· «Ὦ ψυχῆς ἐμῆς ψυχὴ καὶ νοῦς ἱερὸς ἐμοῦ νοῦ, | |
23.27 | ἄχρι ποῦ στυγνὴ φύσις ἡ τῶν ὑπο‐ κειμένων ὁρᾶται; ἄχρι πότε τὰ ἤδη γεγονότα ἀργὰ μένει καὶ ἀνεγκωμίαστα; ἀλλ’ ἄγε δή μοι τοὺς ἐν οὐρανῷ θεοὺς πάντας ἤδη». εἶπεν ὁ θεός, ὦ τέκνον, ὥς φησιν Ἑρμῆς, οἱ | |
5 | δὲ ἦλθον πρὸς ἐπίταγμα. «Ἀπίδετε», εἶπεν, «εἰς τὴν γῆν καὶ πάντα τὰ χαμαί». οἳ δὲ ἐν τάχει καὶ εἶδον καὶ ἐνόησαν ἃ ἐβούλετο 〈ὁ〉 δυνάστης. καὶ εἰπόντι ὑπὲρ τῆς τῶν ἀνθρώπων γενέσεως συνῄσθοντο, | |
23.28 | εἴ τι παρ’ ἑνὸς ἑκά‐ στου τις δυνατός ἐστι παρασχεῖν τοῖς μέλλουσι γίγνεσθαι. ἔλεγεν Ἥλιος· «Ἐπὶ πλέον λάμψω». ὑπισχνεῖτο Σελήνη τὸν μετὰ τὸν ἥλιον δρόμον φωτίσαι· ἔλεγε καὶ προπεπαι‐ | |
5 | δοποιηκέναι Φόβον καὶ Σιγὴν καὶ Ὕπνον καὶ τὴν μέλλουσαν αὐτοῖς ἔσεσθαι ἀνωφελῆ Μνήμην. Κρόνος ἀπήγγειλεν ἤδη πατὴρ γεγονέναι καὶ Δίκης καὶ Ἀνάγκης. Ζεὺς ἔλεγεν· «Ὡς μὴ παντάπασι πολεμῆσαι τὸ φῦλον τὸ ἐσόμενον, ἤδη αὐτοῖς καὶ Τύχην καὶ Ἐλπίδα καὶ Εἰρήνην γεγέννηκα». | 8 in vol. 4 |
10 | Ἄρης Ἀγωνίας ἔλεγεν ἤδη καὶ Ὀργῆς καὶ Ἔριδος πατὴρ εἶναι. Ἀφροδίτη οὐκ ἐμέλλησεν, ἀλλὰ εἶπεν· «Ἐγὼ δὲ Πόθον αὐτοῖς, ὦ δέσποτα, καὶ Ἡδονὴν ἐπιζεύξω καὶ Γέλωτα, ὡς μὴ χαλεπωτάτην αἱ συγγενεῖς ψυχαὶ τὴν κατα‐ δίκην ὑπομένουσαι ἐπὶ πλέον κολάζωνται». ἐτέρπετο, | |
15 | ὦ τέκνον, [ἐπὶ πλέον] Ἀφροδίτης ταῦτα λεγούσης. | |
23.29 | «Ἐγὼ δέ», εἶπεν Ἑρμῆς, «καὶ ποιήσω τὴν ἀνθρώ‐ πων φύσιν, ἔφην, καὶ Σοφίαν αὐτοῖς καὶ Σωφροσύνην καὶ Πειθὼ καὶ Ἀλήθειαν ἀναθήσω καὶ οὐ παύσομαι τῇ Εὑρέσει συνών, ἀλλὰ καὶ τῶν ὑπὸ ζῳδίων τῶν ἐμῶν γινομένων | |
5 | ἀνθρώπων εἰσαεὶ τὸν θνητὸν βίον ὠφελήσω (ζῴδια γὰρ ἃ ἐμοὶ ἀνέθηκεν ὁ πατὴρ καὶ δημιουργὸς ἔμφρονά γε καὶ νοερά) καὶ τότε πλέον, ὅταν καὶ 〈ἡ〉 ἐπικειμένη αὐτοῖς τῶν ἀστέρων κίνησις σύμφωνον ἔχῃ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἐνέργειαν». | |
10 | ἔχαιρεν ὁ θεός, ὁ δεσπότης κόσμου, ταῦτα ἀκούσας καὶ προσέταξε γίγνεσθαι φῦλον τὸ ἀνθρώπων. | |
23.30 | ἐγὼ δέ, φησὶν Ἑρμῆς, ἐπεζήτουν ὕλην τίνι δέον ἐστὶ χρήσασθαι καὶ παρεκάλουν τὸν μόναρχον. ὁ δὲ ταῖς ψυχαῖς προσέταξε τοῦ κράματος τὸ λείψανον δοῦναι· καὶ λαβὼν εὗρον αὐτὸ | |
5 | παντελῶς ξηρόν. ἔνθεν πολλῷ πλείονι τοῦ δέοντος ἐχρησάμην κατὰ μῖξιν ὕδατι ὡς τὴν τῆς ὕλης σύστασιν νεαροποιήσασθαι, ὡς ἔκλυτον παντάπασιν καὶ ἀσθενὲς καὶ ἀδύνατον τὸ πλασσόμενον εἶναι, ὡς μὴ πρὸς τῷ συνετὸν εἶναι ἔτι καὶ δυνάμεως ᾖ πεπληρωμένον. ἔπλασα καὶ καλὸν | 9 in vol. 4 |
10 | ὑπῆρχε καὶ ἐτερπόμην βλέπων μου τὸ ἔργον καὶ κάτωθεν ἐπεκαλεσάμην τὸν μόναρχον θεωρῆσαι. ὁ δὲ καὶ εἶδε καὶ ἐχάρη καὶ τὰς ψυχὰς ἐκέλευσεν ἐνσωματισθῆναι». | |
23.31 | αἱ δὲ τότε πρῶτον στυγνάσασαι κατακρίτους ἑαυτὰς μαθοῦσαι— | |
23.32 | ἐθαύμασα οὖν καὶ τοὺς τῶν ψυχῶν λόγους (πρόσεχε, τέκνον Ὧρε, κρυπτῆς γὰρ ἐπακούεις θεωρίας, ἧς ὁ μὲν προπάτωρ Καμῆφις ἔτυχεν ἐπακούσας παρὰ Ἑρμοῦ τοῦ πάντων ἔργων ὑπομνηματογράφου, 〈ἐγὼ | |
5 | δὲ〉 παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεως, ὁπότ’ ἐμὲ καὶ τῷ τελείῳ μέλανι ἐτίμησε· νῦν δὲ αὐτὸς σὺ παρ’ ἐμοῦ)· — | |
23.33 | ὅτε γάρ, ὦ θαυμαστὲ παῖ μεγαλόδοξε, ἔμελλον ἐγκατακλείεσθαι τοῖς σώμασιν, αἱ μέν γε αὐτῶν αὐτὸ μόνον ὠδύροντο καὶ ἐστέναζον καθ’ ὅνπερ τρόπον τῶν γεγονότων θηρίων ἃ ἐλεύθερα δουλεύειν πονηρῶς | |
5 | μελλήσει, τῆς συνήθους τε καὶ φίλης ἀποσπώμενα ἐρημίας, μάχεσθαι 〈δὲ〉 καὶ στασιάζειν καὶ οὐχ ὁμονοεῖν πρὸς τοὺς κρατήσαντας αὐτῶν, ἀλλὰ καὶ ἐὰν τύχῃ περιγενόμενα θανάτῳ παραδώσουσι τοὺς αὐτοῖς ἐπιβάλλοντας· αἱ δὲ παλαιῶν ἔτριζον δίκην ἀσπίδων, | |
23.34 | ὀξὺ δὲ κωκύσασα ἑτέρα καὶ πρὸ τῶν λόγων ἱκανὰ κλαύσασα καὶ πολλάκις ἄνω τε καὶ κάτω τοὺς ὡς ἔτυχεν ἔχουσα μεταφέρουσα ὀφθαλμούς· «Οὐρανέ, τῆς ἡμετέρας», εἶπεν, «ἀρχὴ | 10 in vol. 4 |
5 | γενέσεως, αἰθήρ τε καὶ ἀὴρ καὶ τοῦ μονάρχου θεοῦ χεῖρές τε καὶ ἱερὸν πνεῦμα, περιλαμπῆ τε, ὀφθαλμοὶ θεῶν, ἄστρα καὶ φῶς ἡλίου καὶ σελήνης ἀκοπίαστον, τὰ τῆς ἡμετέρας ἀρχῆς σύντροφα, ὧν ἁπάντων ἀποσπώμεναι ἄθλια πάσχο‐ μεν, πλέονα δ’ ὅτι ἀπὸ μεγάλων τε καὶ λαμπρῶν καὶ τοῦ | |
10 | ἱεροῦ περιχύματος καὶ πλουσίου πόλου καὶ ἔτι τῆς μακαρίας μετὰ θεῶν πολιτείας εἰς ἄτιμα καὶ ταπεινὰ οὕτως ἐγκατειρχθησόμεθα σκηνώματα. | |
23.35 | τί ταῖς δυ‐ στήναις ἡμῖν ἀπρεπὲς οὕτως πέπρακται; τί τῶν κολάσεων τούτων ἄξιον; ὅσαι τὰς δειλαίας ἡμᾶς ἁμαρτίαι περι‐ μένουσιν· ὅσα διὰ τὰ πονηρὰ τῶν ἐλπίδων πράξομεν, ἵνα | |
5 | τῷ ὑδαρεῖ καὶ ταχὺ διαλύτῳ σώματι πορίζωμεν τὰ ἐπιτήδεια. | |
23.36 | ὀφθαλμοὶ τὰς οὐκέτι τοῦ θεοῦ ψυχὰς χωρήσουσιν ὀλίγοι, καὶ παντελῶς μικρὸν τῷ ἐν τούτοις ὑγρῷ καὶ κυκλίῳ τὸν ἑαυτῶν πρόγονον οὐρανὸν ὁρῶσαι στενάξομεν ἀεί, ἔστι δ’ ὅτε καὶ οὐ βλέψομεν [ἔνθ’ Ὀρφεύς | |
5 | ‘τῷ λαμπρῷ βλέπομεν, τοῖς δ’ ὄμμασιν οὐδὲν ὁρῶμεν‘]· ἄθλιαι γὰρ κατεκρίθημεν καὶ τὸ βλέπειν ἡμῖν οὐκ ἄντικρυς ἐχαρίσθη, ὅτι χωρὶς τοῦ φωτὸς ἡμῖν τὸ ὁρᾶν οὐκ ἐδόθη· τόποι τοίνυν καὶ οὐκέτ’ εἰσὶν ὀφθαλμοί. ὡς δὲ καὶ τῶν | |
συγγενῶν φυσώντων ἐν ἀέρι πνευμάτων ἀκοῦσαι τλημόνως | 11 in vol. 4 | |
10 | οἴσομεν, ὅτι μὴ συμπνέομεν αὐτοῖς. οἶκος ἡμᾶς ἀντὶ τοῦ μεταρσίου κόσμου τούτου ὁ βραχὺς περιμένει καρδίας ὄγκος. | |
23.37 | ἀεὶ δὲ ἀπολυθείσας ἡμᾶς ἀφ’ ὧν εἰς οἷα κατέβημεν ἀπολεῖ τὸ λυπεῖσθαι. δέσποτα καὶ πάτερ καὶ ποιητά, εἰ ταχέως οὕτως σῶν ἔργων ἠμέλησας, διάταξον ἡμῖν τινας ὅρους, ἔτι κἂν βραχέων ἡμᾶς ἀξίωσον λόγων, | |
5 | ἕως ἔτι δι’ ὅλου τοῦ περιφανοῦς ἔχομεν βλέπειν κόσμου». | |
23.38 | ἐπέτυχον, τέκνον Ὧρε, αἱ ψυχαὶ τάδε εἰποῦσαι. παρῆν γὰρ καὶ 〈ὁ〉 μόναρχος καὶ τάδε ἐπὶ τοῦ τῆς ἀληθείας καθίσας θρόνου ταῖς δεηθείσαις ἐφώνησεν· «Ἔρως ὑμῶν, ψυχαί, δεσπόσει καὶ Ἀνάγκη, οἵδε γὰρ | |
5 | μετ’ ἐμὲ πάντων δεσπόται τε καὶ ταξίαρχοι. ψυχαὶ δέ, ὅσαι τὴν ἀγήρατόν μου σκηπτουχίαν θεραπεύετε, ἴστε ὡς ἕως μὲν ἀναμάρτητοί ἐστε, τὰ τοῦ οὐρανοῦ οἰκήσετε χωρία· εἰ δ’ ἄρα τις ὑμῶν τινος ἐγγίσει μέμψις, θνητοῖς καὶ αὐταὶ προσμεμοιρασμένον χῶρον σπλάγχνοις κατα‐ | |
10 | δικασθεῖσαι ἐνοικήσετε. | |
23.39 | κἂν μὲν ἦν ὑμῶν μέτρια τὰ αἰτιώματα, τὸν ἐπίκηρον τῶν σαρκῶν σύνδεσμον καταλι‐ ποῦσαι, πάλιν ἀστένακτοι τὸν ἑαυτῶν οὐρανὸν ἀσπάσεσθε. εἰ δ’ ἄρα τινῶν μειζόνων ἁμαρτημάτων ἔσεσθε ποιητικαί, | |
5 | οὐ μετὰ τέλους καθήκοντος τῶν πλασμάτων προελθοῦσαι, οὐρανὸν μὲν οὐκέτι οἰκήσετε, οὐδ’ αὖ σώματα ἀνθρώπων, | |
ζῷα δ’ ἄλογα μεταπλανώμεναι λοιπὸν διατελέσετε». | 12 in vol. 4 | |
23.40 | τάδε εἰπών, ὦ τέκνον Ὧρε, πάσαις αὐταῖς ἐχαρί‐ σατο πνεύματα καὶ πάλιν ἐφώνησεν· «Ἀλλ’ οὐδὲ εἰκῇ καὶ ὡς ἔτυχεν ἐνομοθέτησα τὰς μεταβολὰς ὑμῶν, ἀλλ’ ὡς ἐπὶ τὸ χεῖρον εἴ τι διαπράξετε ἄσχημον, οὕτως ἐπὶ τὸ βέλτιον | |
5 | εἴ τι βουλεύσεσθε τῆς ἑαυτῶν γενέσεως ἄξιον· ἐγὼ γὰρ καὶ οὔτις ἕτερος ἐπόπτης αὐτὸς καὶ ἐπίσκοπος ἔσομαι. ἐπίγνωτε δὴ οὖν ὡς διὰ τὰ πρόσθεν πραχθέντα ὑμῖν κόλα‐ σιν ταύτην ὑπομένετε τὴν ἐνσωμάτωσιν. | |
23.41 | ἡ τοίνυν διαφορὰ τῆς παλιγγενεσίας ὑμῖν ἔσται σωμάτων, ὡς ἔφην, διαφορά, εὐεργεσία δὲ καὶ 〈ὡσ〉 πρόσθεν εὐδαιμονία ἡ διάλυσις. τυφλωθήσεται δ’ ὑμῶν ἡ φρόνησις, ἐάν τι ἀνά‐ | |
5 | ξιον ἐμοῦ δόξητε πράσσειν, ὥστε φρονεῖν τὰ ἐναντία καὶ τὴν μὲν κόλασιν ὡς εὐεργεσίαν ὑπομένειν, τὴν δὲ εἰς τὰ βελτίονα μεταβολὴν ἀτιμίαν τε καὶ ὕβριν. αἱ δικαιότεραι δ’ ὑμῶν καὶ τὴν εἰς τὸ θεῖον μεταβολὴν ἐκδεχόμεναι | |
23.42 | εἰς μὲν ἀνθρώπους βασιλεῖς δίκαιοι, φιλόσοφοι γνήσιοι, 〈...〉 κτίσται καὶ νομοθέται, μάντεις οἱ ἀληθεῖς, ῥιζοτόμοι γνήσιοι, ἄριστοι προφῆται θεῶν, μουσικοὶ ἔμπειροι, ἀστρο‐ νόμοι νοεροί, οἰωνοσκόποι σαφεῖς, ἀκριβεῖς θύται καὶ | |
5 | ὁπόσων ἐστὲ καλῶν κἀγαθῶν ἄξιαι· εἰς δὲ πτηνὰ ἀετοί, διότι οὐδὲν τῶν ὁμογενῶν οὔτε ἐκβοήσουσιν οὔτε θοινή‐ σονται, ἀλλ’ οὐδὲ πλησίον τούτων ζῷον ἕτερον ἀσθενέ‐ | |
στερόν τι αὑτοῦ ἀδικεῖν ἀφεθήσεται, ἐνδικωτέρα γὰρ ἡ τῶν ἀετῶν φύσις μετελεύσεται· εἰς δὲ τετράποδα λέοντες, | 13 in vol. 4 | |
10 | ἰσχυρὸν γὰρ τὸ ζῷον καὶ φύσεως ἔτυχεν ἀκοιμήτου τρόπῳ τινὶ καὶ φθαρτῷ σώματι τὴν ἀθάνατον γυμναζόμενον φύσιν· οὔτε γὰρ κάμνουσιν οὔτε κοιμῶνται· εἰς δὲ ἑρπετὰ δράκοντες, δυνατὸν ὅτι τὸ ζῷον καὶ μακρό‐ βιον ἄκακόν τε καὶ φιλάνθρωπον ὁπωστιοῦν καὶ τιθα‐ | |
15 | σευθήσεται καὶ ἰὸν οὐχ ἕξει, νεάσει δὲ καὶ γηρᾶσαν, καθάπερ φύσις ἡ θεῶν· ἐν δὲ νήχουσι δελφῖνες, συμπαθή‐ σουσι γὰρ καὶ τοῖς εἰς πέλαγος ἐμπίπτουσιν οὗτοι καὶ τὰ μὲν ἔμπνοα διακομιοῦσιν εἰς γῆν, τῶν δὲ τελευτησάντων οὐδ’ ὅλως ποτὲ ἅψονται, καίτοι φιλοβορωτάτου πάντων | |
20 | ἐσομένου τοῦ τῶν ἐνύδρων γένους». τοσαῦτα ὁ θεὸς εἰπὼν ἄφθαρτος νοῦς γίγνεται. | |
23.43 | τούτων οὕτως γενομένων, τέκνον Ὧρε, ἰσχυρότατόν τι ἀπὸ γῆς ἀνίσταται πνεῦμα, ἀκατάληπτον μὲν περιοχῇ σώματος, δυνάμει δὲ φρονήσεως ὑπάρχον, ὃ καίπερ εἰδὸς ὑπὲρ ὧν ἐπυνθάνετο—τὸ σῶμα μὲν κατὰ τύπον ἀνδρὸς | |
5 | περικείμενον καὶ καλὸν καὶ σεμνοπρεπὲς ὄν, ὑπερβολῇ δὲ ἄγριον καὶ πλῆρες φόβου, —ὃ δὴ παραυτίκα τὰς ψυχὰς εἰσιούσας εἰς τὰ πλάσματα θεωρῆσαν, «Τίνες», ἔλεγεν, | |
23.44 | «οὗτοι καλοῦνται, ὦ Ἑρμῆ, θεῶν ὑπομνηματογράφε»; εἰπόντος δέ, «Ἄνθρωποι», «Ἔφης», ἔφη, «ὦ Ἑρμῆ, τολμηρὸν ἔργον ποιῆσαι τὸν ἄνθρωπον, περίεργον ὀφθαλ‐ | |
μοῖς καὶ λάλον γλώσσῃ, ἀκουστικὸν μέλλοντ’ εἶναι καὶ τῶν | 14 in vol. 4 | |
5 | αὐτῷ μὴ προσηκόντων, λίχνον ὀσφρήσει καὶ μέχρι πάντων τῷ τῆς ἁφῆς ἁπτικῷ μέλλοντα καταχρᾶσθαι. τοῦτον ἀμέ‐ ριμνον καταλεῖψαι κέκρικας, ὦ γενεσιουργέ, τὸν ὁρᾶν μέλλοντα τολμηρῶς τῆς φύσεως τὰ καλὰ μυστήρια; ἄλυπον ἐᾶσαι θέλεις τοῦτον καὶ μέχρι τῶν περάτων γῆς τὰς | |
10 | ἑαυτοῦ μελλήσοντα πέμπειν ἐπινοίας; | |
23.45 | ῥίζας φυτῶν ἀνασκάψουσιν ἄνθρωποι καὶ ποιότητας ἐξετάσουσι χυλῶν. λίθων φύσεις ἐπισκοπήσουσι καὶ διὰ μέσων ἀνατεμοῦσι τῶν ζῴων τὰ ἄλογα οὐ μόνον, ἀλλὰ καὶ ἑαυτούς, ὡς ἐγέ‐ | |
5 | νοντο ἐξετάζειν θέλοντες. τολμηρὰς ἐκτενοῦσι χεῖρας καὶ μέχρι θαλάσσης καὶ τὰς αὐτοφυεῖς ὕλας τέμνοντες μέχρι καὶ τῶν πέραν διαπορθμεύσουσιν ἀλλήλους. ἐπιζητήσουσιν καὶ τίς ἐνδοτέρω τῶν ἱερῶν ἀδύτων φύσις ὑπάρχει. τὰ μέχρις ἄνω διώξουσι, παρατηρῆσαι βουλόμενοι τίς οὐρανοῦ | |
10 | καθέστηκε κίνησις. ἔτι μέτρια ταῦτα· λείπει γὰρ οὐδὲν ἔτι πλὴν γῆς τόπος ἔσχατος· ἀλλὰ καὶ τούτου τὴν ἐσχάτην τῷ θέλειν ἐρευνήσουσι νύκτα. | |
23.46 | μηδὲν οὖν ἐμπόδιον ἔχωσιν οὗτοι, ἀλλὰ τῷ τῆς ἀλυπίας ἀγαθῷ μυηθῶσι καὶ τοῖς χαλεποῖς μὴ βιασθέντες τοῦ φόβου κέντροις ἀμερί‐ μνῳ βίῳ τρυφήσωσιν. εἶτα οὐ καὶ μέχρις οὐρανοῦ περίερ‐ | |
5 | γον ὁπλισθήσονται τόλμαν οὗτοι; οὐκ ἀμερίμνους ἐκτε‐ νοῦσιν ἐπὶ καὶ τὰ στοιχεῖα τὰς ψυχὰς αὑτῶν; δίδαξον | |
ἐντεῦθεν ἐρᾶν τοῦ τι βουλεύεσθαι, ἵνα ἔχωσι καὶ τῆς ἀποτυχίας τὸ χαλεπὸν φοβηθῆναι, ἵνα τῷ τῆς λύπης δακνηρῷ δαμασθῶσι τῶν ἐλπιζομένων ἀποτυχόντες· χρεω‐ | 15 in vol. 4 | |
10 | κοπείσθω τῶν ψυχῶν αὐτῶν τὸ περίεργον ἐπιθυμίαις καὶ φόβοις καὶ λύπαις καὶ ἐλπίσι πλάνοις. ἐπάλληλοι τὰς ψυχὰς αὐτῶν ἔρωτες νεμέσθωσαν, ἐλπίδες ποικίλαι, ἐπιθυμίαι ποτὲ μὲν ἐπιτυγχάνουσαι, ποτὲ δὲ ἀτευκτοῦσαι, ἵνα αὐτοῖς καὶ 〈τὸ〉 τῆς ἐπιτυχίας ἡδὺ δέλεαρ ᾖ εἰς | |
15 | ἄθλησιν τελειοτέρων κακῶν· βαρείτω πυρετὸς αὐτούς, ἵνα ἐκκακήσαντες κολάσωσι τὴν ἐπιθυμίαν». | |
23.47 | λυπῇ, τέκνον Ὧρε, τάδε ἑρμηνευούσης σοι τῆς τεκούσης· οὐ θαυμάζεις, οὐ καταπλήσσῃ, πῶς ὁ τάλας ἄνθρωπος ἐβαρήθη; τὸ δεινότερον ἐπάκουσον. | |
23.48 | ἐτέρπετο Μώμου ταῦτα λέγοντος Ἑρμῆς (ἐλέγετο γὰρ οἰκείως αὐτῷ τὰ εἰρημένα) καὶ ταῦτα ἔπραττεν, ὅσα περ εἰρήκει, λέγων· «Μῶμε, ἀλλ’ οὐκ ἐναργὴς γενήσεται πνεύματος θείου φύσις ἡ τοῦ περιέχοντος· εἶπε γὰρ εἶναί | |
5 | με ταμίαν καὶ προνοητὴν ὁ τῶν συμπάντων δεσπότης. ἐπόπτειρα τοίνυν ταγήσεται τῶν ὅλων ὀξυδερκὴς θεὸς Ἀδράστεια, καί τι κρυπτὸν ὄργανον ἐγὼ τεχνάσομαι ἀπλανοῦς καὶ ἀπαραβάτου θεωρίας ἐχόμενον, ᾧ τὰ ἐπὶ γῆς ἀναγκαίως δουλαγωγηθήσεται πάντα τὰ ἀπὸ γενέσεως | |
10 | ἄχρι φθορᾶς ἐσχάτης, ἔχον τὴν ἀποτελουμένων πῆξιν· πεισθήσεται δὲ τῷ ὀργάνῳ τούτῳ καὶ τὰ ἐπὶ γῆς ἄλλα πάντα». εἶπον, 〈φησὶν〉 Ἑρμῆς, ἐγὼ δὴ ταῦτα τῷ Μώμῳ | |
καὶ ἤδη τὸ ὄργανον ἐκινεῖτο. | 16 in vol. 4 | |
23.49 | ταῦτα δὲ ὡς ἐγένετο καὶ ἐνεσωματίσθησαν αἱ ψυχαὶ καὶ ἐπαίνου ὑπὲρ τῶν γενομένων αὐτὸς ἔτυχον, | |
23.50 | πάλιν ὁ μόναρχος σύγκλητον τῶν θεῶν ἐποίησε συνέδριον καὶ οἱ θεοὶ παρῆσαν καὶ πάλιν αὐτὸς ταῦτα οὕτως ἐφώνησε· «Θεοί», λέγων, «ὅσοι τῆς κορυφαίας, ὅσοι καὶ ἀφθάρτου | |
5 | φύσεως τετεύχατε, οἳ τὸν μέγαν αἰῶνα διέπειν ἐς ἀεὶ κεκλήρωσθε, οἷς αὑτὰ ἑαυτοῖς ἀντιπαραδιδόντα οὐδέποτε κοπιάσει τὰ σύμπαντα, μέχρι πότε τῆς ἀνεπιγνώστου ταύτης δεσπόσομεν ἡγεμονίας; μέχρι πότε ἀθεώρητα γενήσεται ταῦτα ἡλίῳ καὶ σελήνῃ; ἕκαστος ἡμῶν ἐφ’ ἑαυτῷ | |
10 | γεννάτω· ἀπαλείψωμεν τῷ δύνασθαι τὴν ἔτι ἀργὴν σύστασιν ταύτην· ἄπιστος τοῖς μεταγενεστέροις μῦθος δὴ δοξά‐ τω χάος εἶναι· ἔργων ἅπτεσθε μεγάλων, ἐγὼ δ’ αὐτὸς ἄρξομαι πρῶτος». εἶπε καὶ εὐθέως κοσμικῶς τῆς ἔτι μελαίνης ἑνώσεως διάστασις ἐγένετο· καὶ | |
23.51 | ἐφάνη μὲν οὐρανὸς ἄνω, συγκεκοσμημένος τοῖς ἑαυτοῦ μυστηρίοις πᾶσι· κραδαινομένη 〈δ’〉 ἔτι γῆ ἡλίου λάμψαντος ἐπάγη καὶ ἐφάνη πᾶσι τοῖς περὶ αὐτὴν συγκεκοσμημένη καλοῖς. | |
5 | καλὰ γὰρ τῷ θεῷ καὶ τὰ θνητοῖς εἶναι νομιζόμενα φαῦλα, ὅτι δὴ τοῖς τοῦ θεοῦ νόμοις δουλεύειν ἐποιήθη. ἔχαιρε δὲ ὁ θεὸς ὁρῶν ἤδη ἑαυτοῦ τὰ ἔργα κινούμενα. | |
23.52 | πληρώσας δὲ τὰς ἰσοστασίας χεῖρας τῷ περιέχοντι τῶν ἐκ τῆς φύσεως ὑπαρχόντων καὶ τὰς δράκας καρτερῶς σφίγξας, «Λάβε», εἶπεν, «ὦ ἱερὰ γῆ, λάβε, πάντιμε καὶ εἶναι | |
5 | γεννήτειρα μέλλουσα πάντων, καὶ μηδενὶ ἐντεῦθεν λεί‐ πεσθαι δόκει». εἶπεν ὁ θεὸς καὶ τὰς χεῖρας, οἵας δεῖ θεὸν | |
ἔχειν, ἁπλώσας πάντα ἀφῆκεν ἐν τῇ τῶν ὄντων συστάσει. | 17 in vol. 4 | |
23.53 | καὶ ἀγνωσία μὲν ἦν κατ’ ἀρχὰς παντάπασι. νεωστὶ γὰρ αἱ ψυχαὶ καθειρχθεῖσαι καὶ τὴν ἀτιμίαν μὴ φέρουσαι τοῖς ἐν οὐρανῷ θεοῖς ἐφιλονείκουν, τῆς 〈θ’〉 ἑαυτῶν εὐγενείας περικρατοῦσαι καὶ ἀντιλαμβανόμεναι, ὡς καὶ | |
5 | αὐταὶ τοῦ αὐτοῦ ἔτυχον δημιουργοῦ, ἐστασίαζον καὶ τοῖς λειπομένοις ἀνθρώποις ὀργάνοις χρώμεναι ἐποίουν αὐτοὺς ἑαυτοῖς ἐπιτίθεσθαι καὶ ἀντιτάσσεσθαι καὶ πολεμεῖν ἀλλήλοις. καὶ οὕτως ἡ μὲν ἰσχὺς κατὰ τῆς ἀσθενείας μέγα ἠδύνατο, ὥστε οἱ ἰσχυροὶ τοὺς ἀδυνάτους καὶ ἔκαιον καὶ | |
10 | ἐφόνευον καὶ κατὰ τῶν ἱερῶν τοῦτο μὲν ζῶντας τοῦτο δὲ καὶ νεκροὺς ἔρριπτον [κατὰ τῶν ἀδύτων], | |
23.54 | ἕως ἀγανακτήσαντα τὰ στοιχεῖα τῷ μονάρχῳ θεῷ ἐντυχεῖν ἐδοκίμαζον ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀγρίου πολιτείας. πολλοῦ δὲ ἤδη γενομένου τοῦ κακοῦ τὰ στοιχεῖα τῷ | |
5 | ποιήσαντι αὐτὰ τῷ θεῷ προσελθόντα τοιούτοις λόγοις ὑπὲρ μέμψεως ἐχρήσαντο. | |
23.55 | καὶ δὴ καὶ εἶχε τὴν τοῦ λέγειν ἐξουσίαν τὸ πῦρ πρῶτον. «Δέσποτα» δὲ ἔλεγε «καὶ τοῦ καινοῦ τούτου κόσμου τεχνῖτα καὶ κρυπτὸν ἐν θεοῖς καὶ σεβαστὸν ὄνομα μέχρι νῦν ἅπασιν ἀνθρώποις, μέχρι πότε, ὦ δαῖμον, ἄθεον | |
5 | καταλεῖψαι τὸν θνητῶν βίον προαίρεσιν ἔχεις; | |
23.56 | ἀνά‐ τειλον ἤδη σεαυτόν, χρημάτισόν τι τῷ κόσμῳ καὶ τοῦ βίου τὸ ἄγριον μύησον εἰρήνῃ· χάρισαι νόμους τῷ βίῳ, χάρισαι νυκτὶ χρησμούς· πλήρωσον καλῶν ἐλπίδων πάντα· φοβεί‐ | |
5 | σθωσαν ἄνθρωποι τὴν ἀπὸ θεῶν ἐκδικίαν καὶ οὐδεὶς | |
ἐγκαρτερήσει· ἐπαξίους ἁμαρτημάτων μισθοὺς ἂν ἀπολά‐ βωσι, φυλάξονται οἱ λοιποὶ τὸ ἀδικεῖν, φοβηθήσονται ὅρκους καὶ οὐδὲ εἷς ἔτι ἀνόσιον φρονήσει· μαθέτωσαν εὐεργετηθέντες εὐχαριστῆσαι, ἵνα χαῖρον παρὰ λοιβαῖς | 18 in vol. 4 | |
10 | [παρὰ θυσίαις] ὑπηρετήσω τὸ πῦρ, ἵν’ εὐώδεις ἀτμοὺς ἀπ’ ἐσχάρας προπέμψω σοι. μιαίνομαι γάρ, ὦ δέσποτα, μέχρι νῦν καὶ ὑπὸ τῆς τῶν γενομένων ἀνθρώπων ἀθέου τόλμης σάρκας ἀναγκάζομαι τήκειν, οὐκ ἐῶσί τε μένειν εἰς ὃ πέφυκα, παραχαράσσοντες οὐ καθηκόντως τὸ ἄφθαρτον». | |
23.57 | ὁ δὲ ἀήρ «Καὶ αὐτὸς θολοῦμαι, δέσποτα», ἔλεγε, «καὶ ἀπὸ τῶν νεκρῶν σωμάτων ἀναθυμιάσεως νοσώδης τέ εἰμι καὶ ὑγιεινὸς οὐκέτι, ἐφορῶ τε ἄνωθεν ὅσα μὴ θέμις ὁρᾶν». | |
23.58 | ὕδωρ ἑξῆς, ὦ παῖ μεγαλόψυχε, τὴν τοῦ λέγειν εἶχεν ἐξουσίαν καὶ ἔλεγεν οὕτως· «Πάτερ καὶ θαυμαστὲ ποιητὰ πάντων, αὐτόγονε δαῖμον καὶ τῆς διὰ σὲ πάντα γεννώσης ποιητὰ φύσεως, ἤδη ποτέ, ὦ δαῖμον, ἀεὶ ῥεῖθρα ποταμῶν | |
5 | καθαρὰ πρόσταξον εἶναι· ἢ γὰρ ἀπολούουσι ποταμοὶ καὶ θάλασσαι τοὺς φονεύσαντας, ἢ δέχονται τοὺς φονευ‐ θέντας». | |
23.59 | γῆ παρῆν περίλυπος ἑξῆς, καὶ † τάξομαι τῆς ἀπὸ τῶν λόγων † ὦ παῖ μεγαλόδοξε, οὕτως λέγειν ἤρξατο· «Βασιλεῦ καὶ τῶν οὐρανίων πρύτανι καὶ δέσποτα ἀψίδων, στοιχείων ἡμῶν ἡγεμὼν 〈καὶ〉 πάτερ τῶν σοι παρεστώτων, | |
5 | ἐξ ὧν αὐξήσεως καὶ μειώσεως ἀρχὴν ἔχει τὰ πάντα, εἰς ἃ καὶ πάλιν καταλήγοντα ἀναγκαίως ὀφειλόμενον τέλος ἔχει, | |
ἀλόγιστος, ὦ πολυτίμητε, καὶ ἄθεος ἀπανθρώπων ἐπ’ ἐμὲ χορὸς ἐπέστη. χωρῶ δ’ ἐγὼ καὶ φύσιν πάντων (αὐτὴ γάρ, ὡς σὺ προσέταξας, καὶ φέρω πάντα καὶ τὰ φονευθέντα | 19 in vol. 4 | |
10 | δέχομαι), | |
23.60 | ἀτιμοῦμαι δὲ ἤδη· [ὃ ἐπὶ] πάντων ὁ ἐπιχθόνιός σου κόσμος πεπληρωμένος θεὸν οὐκ ἔχει. πάντα γάρ, ὃ φοβηθῶσιν οὐκ ἔχοντες, παρανομοῦσι καὶ κατ’ ἐμῶν, ὦ κύριε, τενόντων πάσῃ πονηρᾷ τέχνῃ κατα‐ | |
5 | πίπτουσι· καταβρέχομαι δὲ πᾶσα διαφθειρομένη σωμάτων χυλοῖς. | |
23.61 | ἐντεῦθεν, κύριε, καὶ τοὺς οὐκ ἀξίους ἀναγ‐ κάζομαι χωρεῖν· χωρῆσαι θέλω μεθ’ ὧν φέρω πάντων καὶ θεόν. χάρισαι τῇ γῇ, κἂν οὐ σεαυτόν, οὐ γὰρ σὲ χωρεῖν ὑπομένω, σαυτοῦ τινα ἱερὰν ἀπόρροιαν. στοιχείων τιμιωτέ‐ | |
5 | ραν τῶν ἄλλων τὴν γῆν μεταποίησον. μόνῃ γὰρ αὐχεῖν τῶν ἀπὸ σοῦ πρέπει τὰ πάντα παρεχούσῃ». | |
23.62 | τοσαῦτα μὲν τὰ στοιχεῖα εἶπεν· ὁ δὲ θεὸς ἱερᾶς ἐν τῷ λέγειν φωνῆς τὰ σύμπαντα πληρώσας, «Πορεύεσθε», εἶπεν, «ἱερὰ καὶ μεγάλου πατρὸς ἄξια τέκνα, καὶ κατὰ μηδένα τρόπον νεωτερίζειν ἐπιχειρεῖτε μηδὲ ἀργὸν τῆς | |
5 | ἐξ αὑτῶν ὑπηρεσίας τὸν σύμπαντά μου κόσμον καταλεί‐ πετε. ἑτέρα γὰρ ἐν ὑμῖν τις ἤδη τῆς ἐμῆς ἀπόρροια φύσεως, ὃς δὴ καὶ ὅσιος ἔσται τῶν πραττομένων ἐπόπτης καὶ ζώντων μὲν κριτὴς ἀμεθόδευτος, φρικτὸς δ’ οὐ μόνον, ἀλλὰ καὶ τιμωρὸς τῶν ὑπὸ γῆν τύραννος. καὶ ἑκάστῳ δὲ | |
10 | τῶν ἀνθρώπων ἀκολουθήσει διὰ γένους μισθὸς ἐπάξιος». | |
23.63 | καὶ οὕτως ἐπαύσατο τῆς ἐντυχίας τὰ στοιχεῖα τοῦ δεσπότου κελεύσαντος καὶ ἐχεμυθίαν εἶχον· καὶ ἕκαστον αὐτῶν τῆς ἰδίας ἐξουσίας ἐκράτει καὶ ἐδέσποζε». | |
23.64 | καὶ ἐκ τούτου εἶπεν Ὧρος· «Ὦ τεκοῦσα, πῶς οὖν τὴν τοῦ θεοῦ ἀπόρροιαν ἔχειν εὐτύχησεν ἡ γῆ;» καὶ εἶπεν Ἶσις· «Παραιτοῦμαι γένεσιν ἱστορεῖν· οὐ | |
γὰρ θεμιτὸν σῆς σπορᾶς καταλέγειν ἀρχήν, ὦ μεγαλοσθενὲς | 20 in vol. 4 | |
5 | Ὧρε, ὡς μήποτε ὕστερον εἰς ἀνθρώπους ἀθανάτων ἔλθῃ γένεσις θεῶν· πλὴν ὅτι γε ὁ μόναρχος θεός, ὁ τῶν συμπάν‐ των κοσμοποιητὴς καὶ τεχνίτης, † τι † τὸν μέγιστόν σου πρὸς ὀλίγον ἐχαρίσατο πατέρα Ὄσιριν καὶ τὴν μεγίστην θεὰν Ἶσιν, ἵνα τῷ πάντων δεομένῳ κόσμῳ βοηθοὶ γένωνται. | |
23.65 | οὗτοι βίου τὸν βίον ἐπλήρωσαν. οὗτοι τὸ τῆς ἀλληλοφονίας ἔπαυσαν ἄγριον. τεμένη προγόνοις θεοῖς οὗτοι καὶ θυσίας καθιέρωσαν. νόμους οὗτοι καὶ τροφὰς θνητοῖς καὶ σκέπην ἐχαρί‐ | |
5 | σαντο. | |
23.66 | «Οὗτοι τὰ κρυπτά», φησὶν Ἑρμῆς, «τῶν ἐμῶν ἐπιγνώσονται γραμμάτων πάντα καὶ διακρινοῦσι, κἄν τινα μὲν αὐτοὶ κατασχῶσιν, ἃ δὲ καὶ πρὸς εὐεργεσίας θνητῶν φθάνει, στήλαις καὶ ὀβελίσκοις χαράξουσιν». | |
23.67 | οὗτοι πρῶτοι δείξαντες δικαστήρια εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν. οὗτοι δεξιᾶς καὶ πίστεως ἀρχηγέται γενόμενοι καὶ τὸν μέγιστον θεὸν Ὅρκον εἰσηγάγοντο εἰς τὸν βίον. | |
5 | οὗτοι τοὺς παυσαμένους τοῦ ζῆν ὡς δέον ἐστὶν ἐδίδαξαν περιστέλλειν. οὗτοι τὸ τοῦ θανάτου ζητήσαντες ἄγριον ἔγνωσαν ὡς, τοῦ ἔξωθεν πνεύματος φιλυποστρόφου τυγχάνοντος εἰς τὰ τῶν ἀνθρώπων πλάσματα, ἐὰν ὑστερήσῃ ποτέ, ἀνάκτη‐ | |
10 | σιν οὐκ ἔχουσαν ἐργάζεται λειποθυμίαν. οὗτοι τὸ περιέχον ὅτι δαιμόνων ἐπληρώθη παρὰ Ἑρμοῦ μαθόντες κρυπταῖς στήλαις ἐχάραξαν. | |
23.68 | οὗτοι μόνοι τὰς κρυπτὰς νομοθεσίας τοῦ θεοῦ παρὰ | |
Ἑρμοῦ μαθόντες τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευ‐ μάτων ἁπάντων εἰσηγηταὶ τοῖς ἀνθρώποις ἐγένοντο καὶ νομοθέται. | 21 in vol. 4 | |
5 | οὗτοι παρ’ Ἑρμοῦ μαθόντες ὡς τὰ κάτω συμπαθεῖν τοῖς ἄνω ὑπὸ τοῦ δημιουργοῦ διετάγη, τὰς προσκαθέτους τοῖς ἐν οὐρανῷ μυστηρίοις ἱεροποιίας ἀνέστησαν ἐν γῇ. οὗτοι τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες τὸ ἐν ἅπασι τέλειον τῶν προφητῶν ἐτεχνάσαντο, ὡς μήποτε ὁ μέλλων | |
10 | θεοῖς προσάγειν χεῖρας προφήτης ἀγνοῇ τι τῶν ὄντων, ἵνα φιλοσοφία μὲν καὶ μαγεία ψυχὴν τρέφῃ, σῴζῃ δ’ ὅταν τι πάσχῃ ἰατρικὴ σῶμα. | |
23.69 | ταῦτα πάντα ποιήσαντες, ὦ τέκνον, Ὄσιρίς τε κἀγώ, τὸν κόσμον πληρέστατον ἰδόντες ἀπῃτούμεθα λοιπὸν ὑπὸ τῶν τὸν οὐρανὸν κατοικούντων· ἀλλ’ οὐκ ἦν ἀνελθεῖν, πρὶν ἐπικαλέσασθαι τὸν μόναρχον, ἵνα δὴ καὶ τῆς θεωρίας | |
5 | ταύτης πλῆρες τὸ περιέχον γένηται αὐτοί τε εὐπαρά‐ δεκτον εὐτυχήσωμεν τὴν ἀνάβασιν· χαίρει γὰρ ὕμνοις ὁ θεός». | |
23.70 | «Ὦ τεκοῦσα», εἶπεν Ὧρος, «κἀμοὶ χάρισαι τὴν τοῦ ὕμνου ἐπίγνωσιν, ὡς μὴ ἀμαθὴς ὑπάρχω». καὶ εἶπεν | |
Ἶσις· «Πρόσεχε, παῖ». | 22 in vol. 4 | |
24t | Ἐν ταὐτῷ | |
24.1 | «Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἴ τι θέλεις ἕτερον, ἐπερώτα». καὶ εἶπεν Ὧρος· «Ὦ πολυτίμητε μῆτερ, εἰδῆσαι θέλω πῶς γίγνονται βασιλικαὶ ψυχαί». καὶ εἶπεν Ἶσις· «Ἡ γιγνομένη, τέκνον Ὧρε, περὶ τὰς βασιλικὰς | |
5 | ψυχὰς διαφορὰ τοιαύτη τίς ἐστιν. ἐπεὶ γὰρ τόποι τέσσαρές εἰσιν ἐν τῷ παντὶ οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ προστασίᾳ ὑποπίπτουσιν, ὅ τε οὐρανὸς καὶ 〈ὁ〉 αἰθὴρ καὶ ὁ ἀὴρ καὶ ἡ ἱερωτάτη γῆ, [καὶ] ἄνω μέν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν | |
10 | ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὧν ἄρχει ὁ μέγας φωστὴρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ δαιμόνιαι, ὧν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα, ὧν ἄρχει ὁ κατὰ καιρὸν γενόμενος βασιλεύς. γεννῶσι γάρ, ὦ τέκνον, βασιλεῖς οἱ θεοὶ ἐπαξίους τῆς ἐπιγείου γονῆς. | |
24.2 | καί εἰσιν οἱ ἄρχοντες τοῦ βασιλέως ἀπόρροιαι, ὧν ὁ μᾶλλον ἐκείνῳ πλησίον οὗτος καὶ τῶν ἄλλων βασιλικώ‐ τερος. ὁ μὲν γὰρ ἥλιος, καθὸ ἔγγιόν ἐστι τοῦ θεοῦ, τῆς | |
σελήνης ἐπιμείζων καὶ δυναμικώτερος, ᾧ δευτερεύει ἡ | 52 in vol. 4 | |
5 | σελήνη καὶ κατὰ τάξιν καὶ κατὰ δύναμιν. | |
24.3 | καὶ ὁ μὲν βασιλεὺς τῶν μὲν ἄλλων θεῶν ἐστιν ἔσχατος, πρῶτος δὲ ἀνθρώπων· καὶ μέχρις ὅτου ἐπὶ γῆς ἐστι, τῆς μὲν ἀλη‐ θοῦς θειότητος ἀπήλλακται, ἔχει δὲ ἐξαίρετόν τι παρ’ | |
5 | ἀνθρώπους, ὃ ὅμοιόν ἐστι τῷ θεῷ. ἡ γὰρ εἰς αὐτὸν κατα‐ πεμπομένη ψυχὴ ἐξ ἐκείνου ἐστὶ τοῦ χωρίου ὃ ὑπεράνω κεῖται ἐκείνων ἀφ’ ὧν εἰς τοὺς ἄλλους καταπέμπονται ἀνθρώπους. | |
24.4 | καταπέμπονται δὲ ἐκεῖθεν εἰς τὸ βασι‐ λεύειν διὰ δύο ταῦτα αἱ ψυχαί, ὦ τέκνον· αἱ γὰρ καλῶς καὶ ἀμέμπτως δραμοῦσαι τὸν ἴδιον αἰῶνα καὶ μέλλουσαι ἀποθεοῦσθαι, ἵνα κἀν τῷ βασιλεύειν τὴν τῶν θεῶν προ‐ | |
5 | γυμνασθῶσιν ἐξουσίαν· αἱ 〈δὲ〉 θεῖαί τινες ἤδη οὖσαι καὶ ἐπὶ μικρῷ τινι παραθεμιστεύσασαι τὸν ἔνθεον γνώμονα, ἵνα μὴ κόλασιν μὲν ἐν τῷ σεσωματίσθαι ὑπομένωσι, διὰ δ’ ἀξίαν καὶ φύσιν μηθὲν ὅμοιον τοῖς ἄλλοις πάσχωσιν ἐνσωματισθεῖσαι, ἀλλ’ ὅπερ εἶχον λελυμέναι, τοῦτο καὶ | |
10 | δεθεῖσαι ἔχωσιν. | |
24.5 | αἱ μέντοι περὶ τὰ ἤθη τῶν βασιλευόντων γιγνόμεναι διαφοραὶ οὐκ ἐν τῇ τῆς ψυχῆς κρίσει κρίνονται, πᾶσαι γὰρ θεῖαι, ἀλλ’ ἐν τῇ τῶν δορυφορησάντων αὐτῆς τὴν κατάστασιν ἀγγέλων καὶ δαιμόνων. αἱ γὰρ τοιαῦται καὶ | |
5 | ἐπὶ τοιαῦτα κατερχόμεναι δίχα προπομπῆς καὶ δορυφο‐ ρίας οὐ κατέρχονται. οἶδε γὰρ ἡ ἄνω Δίκη τὴν ἀξίαν ἑκάστῃ νέμειν, κἂν ἐκ τῆς εὐημερούσης χώρας ἀπωθῶνται. | |
24.6 | ὅταν οὖν οἱ κατάγοντες αὐτὴν ἄγγελοι καὶ δαίμονες, | |
τέκνον Ὧρε, πολεμικοὶ ὦσι, τούτων περικρατεῖν τῆς γνώμης ἡ ψυχὴ ἔχει ἡ ἐπιλαθομένη τῶν ἑαυτῆς ἔργων, μᾶλλον δὲ μεμνημένη τούτων μέχρι τῶν τῆς ἑτέρας συνο‐ | 53 in vol. 4 | |
5 | δίας προσγεγονότων· ὅταν δὲ εἰρηνικοί, τότε καὶ αὐτὴ τὸν ἴδιον δρόμον εἰρηνοποιεῖται· ὅταν δὲ δικαστικοί, τότε καὶ αὐτὴ δικάζει· ὅταν δὲ μουσικοί, τότε καὶ αὐτὴ ᾄδει· ὅταν δὲ φιλαλήθεις, τότε καὶ αὐτὴ φιλοσοφεῖ. ὡς γὰρ ἐξ ἀνάγκης αἱ ψυχαὶ αὗται τῆς τῶν καταγόντων περικρατοῦσι | |
10 | γνώμης· πίπτουσι γὰρ εἰς τὴν ἀνθρωπότητα τῆς μὲν ἰδίας φύσεως ἐπιλαθόμεναι καὶ παρόσον μακρὰν αὐτῆς ἀπέστησαν, μέμνηνται δὲ τῆς τῶν κατακλεισάντων αὐτὰς διαθέσεως». | |
24.7 | «Καλῶς», εἶπεν Ὧρος, «ἅπαντά μοι, ὦ τεκοῦσα, πῶς δὲ εὐγενεῖς γίγνονται ψυχαί, οὐδέπω μοι διηγήσω». «Ὃν τρόπον ἐπὶ γῆς, ὦ τέκνον Ὧρε, εἰσί τινες πλατεῖαι διαφέρουσαι ἀλλήλων, οὕτως καὶ ἐπὶ τῶν ψυχῶν ἐστι. καὶ | |
5 | αὗται γὰρ τόπους ἔχουσιν ὅθεν ὁρμῶσι, καὶ ἡ ἀπὸ τοῦ ἐνδοξοτέρου τόπου ὁρμηκυῖα εὐγενεστέρα ἐστὶ τῆς μὴ οὕτως ἐχούσης. ὅνπερ γὰρ τρόπον ἐν ἀνθρώποις ὁ ἐλεύ‐ θερος εὐγενέστερος εἶναι δοκεῖ δούλου (τὸ γὰρ [ἐν ταῖς ψυχαῖς] ὑπερέχον καὶ βασιλικὸν δουλοποιεῖ τὸ ὑπερεχόμε‐ | |
10 | νον ἐξ ἀνάγκης), οὕτω δή, ὦ τέκνον, καὶ 〈ἐν ταῖς ψυχαῖσ〉». | |
24.8 | »〈Πῶς δέ, ὦ τεκοῦσα〉, ἀρρενικαὶ καὶ θηλυκαὶ γίγ‐ νονται ψυχαί;» «Αἱ ψυχαί, ὦ τέκνον Ὧρε, ὁμοφυεῖς εἰσιν ἑαυταῖς, καθάπερ ἐξ ἑνὸς οὖσαι χωρίου, ἐν ᾧ αὐτὰς διατυποῦται ὁ δημιουργός, καὶ οὔτε εἰσὶν ἄρρενες οὔτε | |
5 | θήλειαι. ἡ γὰρ τοιαύτη διάθεσις ἐπὶ σωμάτων γίγνεται καὶ οὐκ ἐπὶ ἀσωμάτων. | 54 in vol. 4 |
24.9 | ἡ δὲ διαφορὰ τοῦ τὰς μὲν βρι‐ μωδεστέρας εἶναι τὰς δὲ εὐαφεῖς ὁ ἀήρ ἐστι, τέκνον Ὧρε, ἐν ᾧ πάντα γίγνεται. ἀὴρ δὲ ψυχῆς ἐστιν αὐτὸ τὸ σῶμα ὃ περιβέβληται, ὅπερ στοιχείων ἐστὶ φύραμα, γῆς καὶ ὕδατος | |
5 | καὶ ἀέρος καὶ πυρός. ἐπεὶ οὖν τὸ μὲν τῶν θηλειῶν σύγκριμα πλεονάζει μὲν τῷ ὑγρῷ καὶ ψυχρῷ, λείπεται δὲ τῷ ξηρῷ καὶ θερμῷ, παρὰ τοῦτο ἡ εἰς τοιοῦτον πλάσμα συγκλειο‐ μένη ψυχὴ δίυγρος γίγνεται καὶ τρυφερά, ὥσπερ ἐπὶ τῶν ἀρρένων τὸ ἐναντίον ἔστι γιγνόμενον εὑρεῖν. ἐπὶ γὰρ | |
10 | τούτοις πλεονάζει μὲν τὸ ξηρὸν καὶ [τὸ] θερμόν, λείπεται δὲ τὸ ψυχρὸν καὶ ὑγρόν· διὰ τοῦτο αἱ ἐν τοιούτοις σώμασι ψυχαὶ τραχεῖαι καὶ ἐργατικώτεραί εἰσιν.» | |
24.10 | «Πῶς γίγνονται αἱ ψυχαὶ συνεταί, ὦ τεκοῦσα;» καὶ ἀπεκρίθη Ἶσις· «Τὸ ὁρατικόν, ὦ τέκνον, περιβέβληται χιτῶσιν. ὅταν οὗτοι οἱ χιτῶνες πυκνοὶ ὦσι καὶ παχεῖς, 〈οὐκ〉 ὀξυωπεῖ ὁ ὀφθαλμός, ἐὰν δὲ ἀραιοὶ καὶ λεπτοί, τότε | |
5 | ὀξυωπέστατα βλέπουσιν. οὕτως καὶ ἐπὶ τῆς ψυχῆς. ἔχει γὰρ καὶ αὕτη ἴδια περιβόλαια ἀσώματα, καθὸ καὶ αὐτὴ ἀσώματός ἐστι. τὰ δὲ περιβόλαια ταῦτα ἀέρες εἰσίν οἱ ἐν ἡμῖν. ὅταν οὗτοι ὦσι λεπτοὶ καὶ ἀραιοὶ καὶ διαυγεῖς, τότε συνετὴ ἡ ψυχή ἐστιν· ὅταν δὲ τοὐναντίον πυκνοὶ καὶ | |
10 | παχεῖς καὶ τεθολωμένοι, τότε ὡς ἐν χειμῶνι ἐπὶ μακρὸν οὐ βλέπει, ἀλλὰ ταῦτα ὅσα παρὰ ποσὶ κεῖται». | |
24.11 | καὶ εἶπεν Ὧρος· «Διὰ τίνα οὖν αἰτίαν, ὦ τεκοῦσα, οἱ ἔξω τῆς ἱερωτάτης ἡμῶν χώρας ἄνθρωποι ταῖς δια‐ νοίαις οὐκ ὄντως εἰσὶ συνετοί, ὡς οἱ ἡμέτεροι;» καὶ εἶπεν Ἶσις· «Ἡ γῆ μέσον τοῦ παντὸς ὑπτία κεῖται, καὶ κεῖται | |
5 | ὥσπερ ἄνθρωπος οὐρανὸν βλέπουσα, μεμερισμένη δὲ καθ’ ὅσα μέλη ὁ ἄνθρωπος μελίζεται· ἐμβλέπει δ’ οὐρανῷ καθάπερ πατρὶ ἰδίῳ, ὅπως ταῖς ἐκείνου μεταβολαῖς καὶ αὐτὴ τὰ ἴδια συμμεταβάλλῃ. καὶ πρὸς μὲν τῷ νότῳ τοῦ παντὸς κειμένην ἔχει τὴν κεφαλήν, πρὸς δὲ τῷ ἀπηλιώτῃ 〈τὸν〉 | 55 in vol. 4 |
10 | δεξιὸν ὦμον, 〈πρὸς δὲ τῷ λιβὶ τὸν εὐώνυμον〉, ὑπὸ τῆς ἄρκτου τοὺς πόδας, 〈τὸν μὲν δεξιὸν ὑπὸ τὴν οὐράν〉, τὸν δὲ εὐώνυμον ὑπὸ τὴν κεφαλὴν τῆς ἄρκτου· τοὺς δὲ μηροὺς ἐν τοῖς μετὰ τὴν ἄρκτον· τὰ δὲ μέσα ἐν τοῖς μέσοις. | |
24.12 | καὶ τούτου σημεῖόν ἐστι τὸ τοὺς μὲν νοτιαίους τῶν ἀνθρώπων καὶ ἐπὶ τῇ κορυφῇ οἰκοῦντας εὐκορύφους καὶ καλλίτριχας· τοὺς δὲ ἀπηλιωτικοὺς πρὸς μάχην προχεί‐ ρους εἶναι καὶ τοξιανούς, αἰτία γὰρ τούτων ἡ δεξιὰ χείρ | |
5 | ἐστι· τοὺς δ’ ἐν τῷ λιβὶ ἀσφαλεῖς εἶναι καθὼς ἐπὶ τὸ πλεῖστον ἀριστερομάχους καὶ ὅσον ἄλλοι τῷ δεξιῷ μέρει ἐνεργοῦσιν αὐτοὺς τῷ εὐωνύμῳ προστιθεμένους· τοὺς δὲ ὑπὸ τὴν ἄρκτον † πρός τινα † τοὺς πόδας καὶ ἄλλως εὐκνήμους· τοὺς δὲ μετὰ τούτους καὶ μικρῷ πόρρω, τὸ νῦν | |
10 | Ἰταλικὸν κλίμα καὶ τὸ Ἑλλαδικόν, πάντες δὴ οὗτοι καλλί‐ μηροί εἰσι καὶ εὐπυγότεροι, ὥστε τῇ τοῦ κάλλους τῶν μερῶν τούτων ὑπερβολῇ καὶ τοὺς ἐνταῦθα ἀνθρώπους καταβαίνειν πρὸς τὴν τῶν ἀρρένων ὁμιλίαν. | |
24.13 | πάντα δὲ ταῦτα τὰ μέλη πρὸς τὰ ἄλλα ἀργὰ ὄντα ἀργοτέρους | |
ἤνεγκε καὶ τοὺς ἐπ’ αὐτοῖς ἀνθρώπους. ἐπειδὴ δὲ ἐν τῷ μέσῳ τῆς γῆς κεῖται ἡ τῶν προγόνων ἡμῖν ἱερωτάτη χώρα, | 56 in vol. 4 | |
5 | τὸ δὲ μέσον τοῦ ἀνθρωπίνου σώματος μόνης τῆς καρδίας ἐστὶ σηκός, τῆς δὲ ψυχῆς ὁρμητήριόν ἐστι καρδία, παρὰ ταύτην τὴν αἰτίαν, ὦ τέκνον, ἐνταῦθα ἄνθρωποι τὰ μὲν ἄλλα ἔχουσιν οὐχ ἧττον ὅσα καὶ πάντες, ἐξαίρετον δὲ τῶν πάντων νοερώτεροί εἰσι καὶ σώφρονες, ὡς ἂν ἐπὶ καρδίας | |
10 | γενάμενοι καὶ τραφέντες. | |
24.14 | ἄλλως τε ὁ μὲν νότος 〈νωθρόσ〉, ὦ παῖ, δεκτικὸς ὢν τῶν ἐκ τοῦ περιέχοντος συνισταμένων νεφῶν (αὐτίκα γοῦν καὶ διὰ τὴν οὕτως αὐτῶν γενομένην ἐκεῖ κατακομιδὴν ἐκεῖθεν ῥεῖν λέγουσιν | |
5 | καὶ τὸν ἡμέτερον πο〈ταμὸν〉 λυομένης ἐκεῖ τῆς πάχνης) ὅπου δ’ ἂν ἐμπέσῃ νεφέλη, τὸν ἐπικείμενον ἤχλυσεν ἀέρα καὶ τρόπον τινὰ καπνοῦ κατεγέμισε, καπνὸς δὲ ἢ ἀχλὺς οὐ μόνον ὀμμάτων ἐστὶν ἐμπόδιον, ἀλλὰ καὶ νοῦ. ὁ δὲ ἀπηλιώτης, ὦ μεγαλόδοξε Ὧρε, τῇ συνεχεῖ τοῦ ἡλίου | |
10 | ἀνατολῇ θορυβούμενος καὶ ἐκθερμαινόμενος, ὁμοίως δὲ καὶ ὁ ἀντικείμενος τούτῳ λὶψ μετέχων τῶν αὐτῶν κατὰ δυσμὰς οὐδεμίαν εἰλικρινῆ ἐπίστασιν ποιοῦνται τῶν παρ’ αὐτοῖς γεννωμένων ἀνθρώπων. ὁ δὲ βορέας τῇ συμφώνῳ ψυχρίᾳ ἀποπήσσει μετὰ τῶν σωμάτων καὶ τὸν νοῦν τῶν ὑπ’ αὐτὸν | |
15 | ἀνθρώπων. | |
24.15 | τὸ δὲ μέσον τούτων εἰλικρινὲς ὂν καὶ ἀτά‐ ραχον ἑαυτῷ προέχει καὶ τοῖς ἐν αὐτῷ πᾶσι. τῇ γὰρ συνεχεῖ ἀμεριμνίᾳ γεννᾷ καὶ κοσμεῖ καὶ παιδεύει καὶ μόνον τοῖς τοιούτοις ἐρίζει καὶ νικᾷ καὶ ἐφιστάμενον τὴν ἰδίαν νίκην | |
5 | ὥσπερ σατράπης ἀγαθὸς τοῖς νενικημένοις καὶ ἐπιδίδωσι». | 57 in vol. 4 |
24.16 | «Καὶ τοῦτό μοι, κυρία μῆτερ, ἔκθου· παρὰ ποίαν αἰτίαν ἔτι ζώντων ἀνθρώπων ἐν ταῖς μακραῖς νόσοις καὶ ὁ λόγος καὶ αὐτὸς ὁ λογισμὸς καὶ αὐτὴ ἡ ψυχὴ ἔσθ’ ὅτε βλάπτεται;» καὶ ἀπεκρίθη Ἶσις· «Τῶν ζώντων, ὦ | |
5 | τέκνον, τὰ μὲν ᾠκείωται πρὸς τὸ πῦρ, τὰ δὲ πρὸς τὸ ὕδωρ, τὰ δὲ πρὸς ἀέρα, τὰ δὲ πρὸς γῆν, τὰ δὲ πρὸς τού‐ των δύο ἢ τρία, τὰ δὲ καὶ πρὸς τὰ ὅλα. πάλιν αὖ τὰ μὲν ἀπηλλοτρίωται τοῦ πυρός, τὰ δὲ τοῦ ὕδατος, τὰ δὲ τῆς γῆς, τὰ δὲ τοῦ ἀέρος, τὰ δὲ δύο τούτων, τὰ δὲ τριῶν, τὰ | |
10 | δὲ τῶν ὅλων. | |
24.17 | οἷον ἀκρὶς μέν, ὦ τέκνον, καὶ πᾶσα μυῖα φεύγει τὸ πῦρ· ἀετὸς καὶ κίρκος καὶ ὅσα ὑψιπετέσ‐ τερά ἐστιν τῶν ὀρνέων φεύγει τὸ ὕδωρ· ἰχθύες ἀέρα καὶ γῆν· ὄφις τὸν ἀέρα τὸν εἰλικρινῆ ἀποστρέφεται. φιλοῦσι δὲ | |
5 | τὴν μὲν γῆν οἱ ὄφεις καὶ ὅσα ἕρπει· τὸ δὲ ὕδωρ τὰ νηκτὰ πάντα· τὸν δὲ ἀέρα τὰ πτηνά, ἐν ᾧ καὶ πολιτεύεται [τὸ δὲ πῦρ] ὅσα ὑπερπετῆ ἐστι καὶ ἐγγὺς τὴν δίαιταν· οὐ μὴν ἀλλὰ καί τινα τῶν ζῴων φιλεῖ τὸ πῦρ οἷον αἱ σαλαμάνδραι, ἐν γὰρ τῷ πυρὶ καὶ φωλεύουσιν. | |
24.18 | ἕκαστον γὰρ τῶν στοιχείων περιβολή ἐστι τῶν σωμάτων. πᾶσα οὖν ψυχὴ ἐν τῷ σώματι οὖσα βαρεῖται καὶ θλίβεται τοῖς τέτταρσι τού‐ τοις· καὶ γὰρ εἰκός ἐστι καὶ ταύτην τισὶ μὲν τούτων | |
5 | τέρπεσθαι, τισὶ δὲ ἄχθεσθαι. διὰ τοῦτο οὖν οὐκ ἔχει αὑτῆς τὴν ἀκροτάτην εὐδαιμονίαν· ἀλλ’ ὡς ἂν φύσει θεία οὖσα, κἀν τούτοις οὖσα μάχεται καὶ νοεῖ, ἀλλ’ οὐχ ὅσα ἂν ἐνόη‐ σεν ἀσύνδετος οὖσα σωμάτων. ἐὰν μέντοι καὶ ταῦτα σάλον λάβῃ καὶ ταραχὴν ἤτοι ἀπὸ νόσου ἢ φόβου, τότε καὶ αὕτη | |
10 | ὥσπερ ἐν βυθῷ ἄνθρωπος ἐπικυμαίνεται καὶ οὐδὲν ἑσταμέ‐ | |
νον φέρει». | 58 in vol. 4 | |
25t | Ἑρμοῦ λόγος Ἴσιδος πρὸς Ὧρον | |
25.1 | «Θαυμαστῶς», εἶπεν Ὧρος, «ἕκαστά μοι διηγήσω, ὦ μέγα δυναμένη τεκοῦσα Ἶσι, ὑπὲρ τῆς θαυμαστῆς ψυχο‐ ποιίας τοῦ θεοῦ καὶ θαυμάζων διατελῶ· οὔπω δέ μοι ἀπήγγειλας ποῦ τῶν σωμάτων ἀπολυθεῖσαι χωροῦσιν αἱ | |
5 | ψυχαί. βούλομαι οὖν καὶ τῆς θεωρίας ταύτης μύστης γενόμενος εὐχαριστῆσαι σοὶ μόνῃ, ἀθάνατε μῆτερ». | |
25.2 | καὶ εἶπεν Ἶσις· «Πρόσεχε, παῖ· ἀναγκαιοτάτη γὰρ ζήτησις αὕτη· | |
25.3 | ἀλλ’, ὧδε γὰρ ἐρεῖ λόγος ἐμός, τὸ συνεστὸς καὶ μὴ ἀφανιζόμενον χῶρον ἔχει. οὐ γὰρ, ὦ θαυμαστὲ καὶ μεγάλου πατρὸς Ὀσίρεως μέγα τέκνον, ἀκρίτως καὶ ὁρμηδὸν τῶν σωμάτων προελθοῦσαι εἰς ἀέρα | |
5 | ἀναχύνονταί τε καὶ διασκεδάννυνται μετὰ τοῦ ἄλλου ἀπεί‐ ρου πνεύματος, εἶτα οὐκέτι δύναται πάλιν τὰς αὐτὰς οὔσας εἰς σώματα παλινδρομῆσαι, ἀλλὰ μηδὲ εἰς ἐκεῖνον ἔτι τὸν χῶρον [εἶναι], ὅθεν ἦλθον τὸ πρότερον, ἀναστρέ‐ φειν, καθάπερ οὐδὲ τὸ λαμβανόμενον ἐκ τῶν κάτω ἀγγείων | |
10 | ὕδωρ εἰς τοὺς αὐτοὺς τόπους ὅθεν ἐλήφθη ἐπιχεῖν ἐστὶ δυνατόν, ἀλλ’ οὐδ’ αὐτὸ παραυτίκα λαμβανόμενον καὶ χεόμενον τὴν ἰδίαν λαμβάνει χώραν, πλὴν ἀναμίγνυται τῷ παντὶ τοῦ ὕδατος χύματι. | 68 in vol. 4 |
25.4 | ἀλλ’ οὐκ ἔχει οὕτως, ὦ μεγαλόφρων Ὧρε, μύστις δὲ ὥσπερ τῆς ἀθανάτου φύσεως καὐτὴ τυγχάνουσα καὶ ὡδευκυῖα διὰ τοῦ πεδίου τῆς Ἀλη‐ θείας διεξελεύσομαί σοι τῶν ὄντων τὸ καθ’ ἕκαστον, | |
5 | ἐκεῖνό σοι φήσασα πρῶτον, ὡς δὴ τὸ ὕδωρ σῶμά ἐστιν ἄλογον, ἐκ πολλῶν συγκριμάτων παρατεθλιμμένον εἰς χύσιν, ἡ δὲ ψυχὴ πρᾶγμα ἰδιοφυές, τέκνον, καὶ βασιλικὸν καὶ ἔργον τῶν τοῦ θεοῦ χειρῶν τε καὶ νοῦ, αὐτό θ’ ἑαυτῷ εἰς νοῦν ὁδηγούμενον· τὸ τοίνυν ἐξ ἑνὸς καὶ οὐκ ἐξ ἄλλου | |
10 | ἀδύνατον ἑτέρῳ ἀναμιγῆναι· ὅθεν δεῖ καὶ τὴν πρὸς τὸ σῶμα αὐτῆς σύνοδον ἁρμονίαν θεοῦ ὑπὸ ἀνάγκης γενομένην εἶναι. | |
25.5 | ὅτι δὲ οὔτε εἰς ἕνα καὶ τὸν αὐτὸν τόπον χυδαίως, οὔτε εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλλὰ ἑκάστη ἐπὶ τὴν ἰδίαν ἀναπέμπεται χώραν, φανερὸν καὶ ἐξ ὧν ἔτι ἐν τῷ σώματι οὖσα καὶ τῷ πλάσματι πάσχει [γὰρ] παρὰ τὴν | |
5 | ἰδίαν φύσιν πεπαχυμμένη. | |
25.6 | ἀλλὰ καὶ πρόσχες, ὦ περιπόθητε Ὧρε, τῷ λεγομένῳ ὁμοιώματι. φέρε γὰρ εἰς ἓν καὶ τὸ αὐτὸ συσχετήριον ἐγκεκλεῖσθαι ἀνθρώπους τε καὶ ἀετοὺς καὶ περιστερὰς καὶ κύκνους καὶ ἱέρακας καὶ χελιδόνας καὶ στρουθοὺς καὶ | |
5 | μυίας καὶ ὄφεις καὶ λέοντας καὶ παρδάλεις καὶ λύκους καὶ κύνας καὶ λαγωοὺς καὶ βόας καὶ ποίμνια καί τινα τῶν τῆς κοινότητος ἐχομένων ζῴων, οἱονεὶ φώκας καὶ ἐνύδρεις καὶ χελώνας καὶ τοὺς ἡμετέρους κροκοδείλους, ἔπειτα | |
τούτους, ὦ τέκνον, ὑπὸ μίαν ῥοπὴν ἀπολυθῆναι τοῦ | 69 in vol. 4 | |
10 | συσχετηρίου· | |
25.7 | 〈οὐ〉 πάντως τραπήσονται ὁ μὲν ἄνθρω‐ πος εἴς τε ἀγορὰς καὶ στέγας; ὁ δὲ ἀετὸς εἰς τὸν αἰθέρα ὅπου καὶ φύσιν ἔχει διαιτᾶσθαι; αἱ δὲ περιστεραὶ εἰς τὸν πλησίον ἀέρα; οἱ δὲ ἱέρακες ὑπεράνω τούτων; αἱ δὲ | |
5 | χελιδόνες οὐχὶ ὅπου ἂν οἰκῶσιν ἄνθρωποι; οἱ δὲ στρουθοὶ περὶ τὰ καρποφόρα τῶν δένδρων; οἱ δὲ κύκνοι ὅπου ἔξεστιν αὐτοῖς ᾄδειν; αἱ δὲ μυῖαι περὶ αὐτὴν τὴν γῆν, τοσοῦτον αὐτῆς ἀπέχουσαι ὅσον 〈συν〉αναβῆναι δύνανται ἀνθρώπων τῇ ὀσμῇ (ἀνθρωπόλιχνον γὰρ ἰδίως, ὦ τέκνον, ἐστὶν ἡ μυῖα | |
10 | καὶ χαμαιπετές); οἱ δὲ λέοντες καὶ παρδάλεις οὐκ ἐπὶ τὰ ὄρη; οἱ δὲ λύκοι ἐπὶ τὰς ἐρημίας; οἱ δὲ κύνες κατ’ ἴχνος ἀνθρώπων; λαγωοὶ δὲ 〈εἰσ〉 δρυμοὺς καὶ βόες 〈εἰσ〉 αὐλισ‐ τήρια 〈καὶ〉 πεδία; καὶ εἰς τὰς νομὰς τὰ ποίμνια; οἱ δὲ ὄφεις εἰς τὰ μύχια τῆς γῆς; φῶκαι δὲ καὶ χελῶναι μετὰ | |
15 | τῶν ὁμοίων εἰς βάθη καὶ νάματα, ὡς μὴ πεδιάδος γῆς στεροῖντο μηδὲ τοῦ συγγενοῦς ἀπολειφθεῖεν ὕδατος, ἐκάστου εἰς τὴν οἰκείαν χώραν ὑπὸ τοῦ ἔνδον κριτηρίου ἀνατρεπομένου; | |
25.8 | οὕτως ἑκάστη ψυχὴ καὶ ἀνθρωπευο‐ μένη καὶ ἄλλως ἐπιγεΐζουσα οἶδεν ὅπου πορευτέον ἐστὶν αὐτῇ, πλὴν εἰ μή τις τῶν Τυφωνίων, ὦ τέκνον, παρελθὼν λέγοι, ὅτι δυνατὸν ταῦρον μὲν ἐν βυθῷ, ἐν δὲ ἀέρι χελώνην | |
5 | διαζῆν. εἰ δὴ τοῦτο πάσχουσι σαρκὶ καὶ αἵματι βεβαπτισ‐ μέναι, ὡς μηδὲν παρὰ τάξιν πράσσειν κἂν κολάζωνται (κόλασις γὰρ αὐταῖς ἡ ἐνσωμάτωσις), πόσῳ πλέον βαπτισ‐ μοῦ καὶ κολάσεως 〈...〉 καὶ ἐλευθερίας ἰδίας μετασχοῦσαι; | |
25.9 | ἔχει δὲ ἡ διάταξις ἡ ἱερωτάτη οὕτως. ἤδη ποτὲ ἄνω, μεγαλοφυέστατε παῖ, βλέπε ψυχῶν διατάξεις. τὸ | |
ἀπ’ οὐρανοῦ κορυφῆς μέχρι σελήνης θεοῖς καὶ ἄστροις καὶ τῇ ἄλλῃ προνοίᾳ σχολάζει· τὸ δὲ ἀπὸ σελήνης, ὦ | 70 in vol. 4 | |
5 | τέκνον, ἐφ’ ἡμᾶς ψυχῶν ἐστιν οἰκητήριον. | |
25.10 | ἔχει μέντοι ἐν ἑαυτῷ ὁδὸν ὁ τοσοῦτος ἀήρ, ὃν ἄνεμον καλεῖν ἔθος ἐστὶν ἡμῖν, ἴδιον μέγεθος ἐν ᾧ κινεῖται πρὸς ἀνάψυξιν τῶν ἐπιγείων, ὃ δὴ καὶ ὕστερον ἐρῶ· κατ’ οὐδένα | |
5 | μέντοι τρόπον πρὸς ἑαυτὸν κινούμενος ἐμπόδιον γίγνεται ψυχαῖς· κινουμένου γὰρ τούτου ἐξὸν ψυχαῖς ἀνᾴσσειν καὶ κατᾴσσειν, ὡς ἂν τύχῃ, ἀδιακωλύτως. ῥέουσι γὰρ δι’ αὐτοῦ ἀμιγῶς καὶ ἀκολλητί, ὡς δι’ ἐλαίου ὕδωρ. | |
25.11 | τὸ δὲ διάστημα τοῦτο, ὦ τέκνον Ὧρε, μοιρῶν μέν ἐστι γενικῶν τεσσάρων, ἰδικῶν δὲ χωρῶν ἑξήκοντα. ὧν ἡ μὲν ἀπὸ γῆς ἄνω χωρῶν ἐστι τεσσάρων, ὡς τὴν γῆν κατά τινας λόφους | |
5 | καὶ ἀκρωρείας ἀνατεῖναι καὶ φθάνειν ἄχρι τοσούτου· ὑπὲρ γὰρ ταύτας αὐτὴν ἀναβῆναι τὸ ὕψος οὐκ ἔχει φύσιν. ἡ δ’ ἀπὸ ταύτης δευτέρα ἐστὶ χωρῶν ηʹ, ἐν αἷς γίγνονται ἀνέμων κινήσεις (πρόσεχε, παῖ, ἀρρήτων γὰρ ἐπακούεις μυστηρίων γῆς τε καὶ οὐρανοῦ καὶ παντὸς τοῦ μέσου ἱεροῦ πνεύματος)· | |
10 | ὅπου 〈δὲ〉 ἡ τοῦ ἀνέμου κίνησις, καὶ ἡ τῶν ὀρνέων πτῆσις· ὑπὲρ γὰρ ταύτης οὔτε ἀὴρ κινεῖται οὔτε ζῷον βαστάζει· ἔχει μέντοι παρὰ τῆς φύσεως ταύτην τὴν ἐξουσίαν ὁ ἀὴρ οὗτος, ὥστε καὶ ἐν ταῖς ἰδίαις ηʹ χώραις καὶ ἐν ταῖς τῆς γῆς τέτταρσι περιπολεῖν μεθ’ ὧν ἔχει ζῴων, τῆς γῆς εἰς | |
15 | τὰς ηʹ αὐτοῦ ἐπαναβῆναι 〈μὴ〉 δυναμένης. | |
25.12 | ἡ δὲ τρίτη χωρῶν ἐστιν ἑκκαίδεκα, ἀέρος λεπτοῦ καὶ καθαροῦ πλήρης. ἡ δὲ τετάρτη ἐστὶ δύο καὶ τριάκοντα, ἐν αἷς ἐστι λεπτότατος καὶ εἰλικρινέστατος ἀὴρ καὶ διαυγής, διορίζων | |
5 | ἐφ’ ἑαυτοῦ τοὺς ἄνω οὐρανούς, ἐκπύρους ὄντας τὴν φύσιν. | 71 in vol. 4 |
25.13 | καὶ ἔστιν ἡ διάταξις αὕτη κατ’ εὐθυτενῆ γραμμὴν ἄνωθεν κάτω ἀκολλητὶ τὴν φύσιν, ὡς εἶναι μοίρας γενικὰς μὲν τέσσαρας, διαστηματικὰς δὲ δώδεκα, χώρας δὲ ἑξήκοντα. ἐν δὲ ταῖς χώραις ταύταις, ἑξήκοντα οὔσαις | |
5 | τὸν ἀριθμόν, οἰκοῦσιν αἱ ψυχαί, ἑκάστη πρὸς ἣν ἔχει φύσιν, μιᾶς μὲν καὶ τῆς αὐτῆς συστάσεως οὖσαι, οὐκέτι δὲ τιμῆς. ὅσῳ γὰρ ἑκάστη τῶν χωρῶν ἀπὸ γῆς ὑπερβέβηκε τῆς ἑτέρας, τοσούτῳ καὶ 〈αἱ〉 ἐν αὐταῖς ψυχαί· ἑτέρα τὴν ἑτέραν καθ’ ὑπεροχὴν λείπει, ὦ τέκνον, χώρα καὶ ψυχή. | |
25.14 | τίνες μὲν οὖν εἰς ἑκάτερα τούτων ἀναλύουσι ψυχαί, ἐντεῦθέν σοι πάλιν, ὦ μεγαλόδοξε Ὧρε, καταλέγειν | |
ἄρξομαι, ἄνωθεν ἐπὶ τὰ πρόσγεια τὴν τάξιν ποιουμένη. | 72 in vol. 4 | |
26t | [Περὶ ἐμψυχώσεως καὶ μετεμψυχώσεως] | |
26.1 | «Τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ κεχώρισται, τέκνον Ὧρε, πρὸς μέτρον καὶ ἁρμονίαν. αἱ δὲ χῶραι αὗται ὑπὸ τῶν προγόνων καλοῦνται ὑφ’ ὧν μὲν ζῶναι, ὑφ’ ὧν δὲ στερεώ‐ ματα, ὑπὸ δὲ ἑτέρων πτυχαί. ἐν δὲ ταύταις φοιτῶσιν αἵ | |
5 | τε ἀπολελυμέναι τῶν σωμάτων ψυχαὶ αἵ τε μηδέπω ἐνσω‐ ματισθεῖσαι. ἑκάστη δὲ τούτων, ὦ τέκνον, κατὰ τὴν ἀξίαν καὶ χώραν ἔχει· ὥστε τὰς μὲν θείας καὶ βασιλικὰς ἐν τῇ ὑπεράνω πάντων κατοικεῖν, τὰς δὲ ἐλαχίστας κατὰ τιμὴν καὶ τὰς ἄλλας ὅσαι εἰσὶ χαμαιπετεῖς ἐν τῇ ὑποκάτω πάν‐ | |
10 | των, τὰς δὲ μέσας 〈ἐν〉 τῇ μέσῃ. | |
26.2 | αἱ μὲν οὖν εἰς τὸ ἄρχειν καταπεμπόμεναι, ὦ τέκνον Ὧρε, ἐκ τῶν ὑπεράνω ζωνῶν καταπέμπονται, αἳ καὶ λυθεῖσαι εἰς τὰς αὐτὰς ἢ καὶ ἔτι ὑπεράνω ἀνέρχονται, πλὴν εἰ μή τινές τι εἶεν | |
5 | 〈παρὰ〉 τὴν ἀξίαν τῆς ἑαυτῶν φύσεως καὶ τὴν τοῦ θείου νόμου παραγγελίαν πεπραχυῖαι· ἅσπερ ἡ ἄνω πρόνοια πρὸς μέτρον τῶν ἁμαρτημάτων εἰς τὰς ὑποκάτω χώρας ἐξορίζει, ὥσπερ καὶ τὰς ὑποδεεστέρας δυνάμει τε καὶ ἀξίᾳ 〈...〉, ἐκ | |
γὰρ κατωτέρων ἐπὶ μείζονας καὶ ὑψηλοτέρας ἀνάγει. | 80 in vol. 4 | |
26.3 | εἰσὶ γὰρ ἄνωθεν οἱ δορυφόροι, 〈δύ’〉 ὄντες, τῆς καθό‐ λου προνοίας, ὧν ὁ μὲν ψυχοταμίας, ὁ δὲ ψυχοπομπός· καὶ ὁ μὲν ψυχοταμίας ψυχῶν 〈...〉, ὁ δὲ ψυχοπομπὸς ἀποστολεύς τε καὶ διατάκτης τῶν ἐνσωματουμένων ψυχῶν. | |
5 | καὶ ὁ μὲν τηρεῖ, ὁ δὲ προΐησι κατὰ γνώμην τοῦ θεοῦ. | |
26.4 | τῷ οὖν λόγῳ τούτῳ, ὦ παῖ, κατὰ τὴν ἄνω τῶν πραγμάτων ἐξαλλαγὴν καὶ ἐπὶ γῆς ἐστιν ἡ φύσις. πλάστρια γὰρ οὖσα καὶ σκηνοποιός, ἀγγεῖον 〈...〉 εἰσβάλλονται αἱ ψυχαί. παρε‐ στᾶσι δὲ δύ’ ἐνέργειαι καὶ αὐτῇ, μνήμη καὶ ἐμπειρία· καὶ | |
5 | ἡ μὲν μνήμη ἔργον ἔχει τοῦτο, ὅπως ἡ φύσις τηρῇ καὶ περικρατῇ τοῦ τε ἑκάστου τύπου ἐξ ἀρχῆς καταβεβλημένου καὶ τοῦ φυράματος τοῦ ἄνω γιγνομένου· ἡ δὲ ἐμπειρία, ὅπως πρὸς ἀνάλογον ἑκάστης τῶν καταβαινουσῶν ψυχῶν εἰς τὸ σωματισθῆναι καὶ τὸ πλάσμα [ἐνεργῆ καὶ] γένηται, | |
10 | καὶ ταῖς μὲν ὀξέσι τῶν ψυχῶν ὀξέα γένηται καὶ τὰ σώματα, ταῖς δὲ βραδέσι βραδέα, ταῖς δὲ ἐνεργέσιν ἐνεργῆ καὶ ταῖς νωθραῖς νωθρὰ καὶ ταῖς δυναταῖς δυνατὰ καὶ ταῖς δολίαις δόλια, καὶ ἁπαξαπλῶς ἑκάσταις κατὰ τὸ εἰκός. | |
26.5 | οὐ γὰρ ἀσκόπως πτηνὰ μὲν ἐπτίλωσε, λογικὰ δὲ περισ‐ σαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε, τετραπόδων | |
〈δὲ τὰ〉 μὲν κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξι καὶ ὁπλαῖς ἐκαρτέρωσε, τὰ δὲ ἕρποντα εὐχύτοις σώμασι καὶ εὐ‐ | 81 in vol. 4 | |
5 | υποχωρήτοις ἐμαλάκυνε, καὶ ὅπως μὴ τῇ τοῦ σώματος ὑγρό‐ τητι λίαν ἀσθενῆ διαμένῃ, ὧν μὲν τὰ στόματα καὶ τοῖς ὀδοῦσιν ἐχαράκωσεν, ὧν δὲ τοὺς ὄγκους ὀξύνασα δύναμιν περιέθηκεν. οὕτως τὰ μὲν τῇ τοῦ θανάτου εὐλαβείᾳ ἰσχυ‐ ρότερα τῶν ἄλλων· τὰ δὲ νηκτά, δειλὰ ὄντα, ἐνοικεῖν | |
10 | ἔδωκε στοιχείῳ ἐν ᾧ τὸ φῶς οὐδετέραν ὧν ἔχει δυνάμεων ἐνεργεῖν ἰσχύει (ἐν γὰρ ὕδατι τὸ πῦρ οὔτε φαίνει οὔτε καίει). ἕκαστον δὲ αὐτῶν ἢ φολίσιν ἢ ἀκάνθαις ἐν ὕδατι νηχόμενον φεύγει ὅπῃ ἂν θέλῃ, τὴν ἰδίαν περιβεβλημένον δειλίαν καὶ σκεπαστήριον ἔχον εἰς τὸ μὴ ὁρᾷσθαι τὸ ὕδωρ. | |
26.6 | εἰς γὰρ ἕκαστον τῶν σωμάτων τούτων καθ’ ὁμοιότητα ἐγκλείονται αἱ ψυχαί, ὥστε εἰς μὲν ἀνθρώπους χωρεῖν τὰς κριτικάς, εἰς δὲ πτηνὰ τὰς ἀπανθρώπους, εἰς δὲ τετρά‐ ποδα 〈τὰσ〉 ἀκρίτους (νόμος γὰρ ἐκείνοις ἐστὶν ἡ ἰσχύς), | |
5 | εἰς δὲ ἑρπετὰ τὰς δολίας (οὐδὲν γὰρ αὐτῶν ἐξ ἐναντίου ἐπεξέρχεται τοῖς ἀνθρώποις, λοχήσαντα δὲ καταβάλλει), εἰς δὲ [τὰ] νηκτὰ τὰς δειλὰς καὶ ὅσα τῶν λοιπῶν στοιχείων ἀπολαύειν ἀνάξια τυγχάνει. | |
26.7 | γίγνεται μὲν οὖν καὶ ἐν ἑκάστῳ 〈εἴδει〉 εὑρεῖν ζῷον τῇ ἰδίᾳ φύσει μὴ καταχρώ‐ μενον». «Πῶς πάλιν, ὦ τεκοῦσα;» εἶπεν Ὧρος. | |
5 | καὶ ἀπεκρίθη Ἶσις· «Ὥστε ἄνθρωπον μέν, ὦ τέκνον, τὸ κριτικὸν ὑπερβῆναι, τετράπουν δὲ τὴν ἀνάγκην παραλ‐ λάξαι, ἑρπετὸν δὲ τὸ δόλιον ἀπολέσαι, καὶ νηκτὸν τῆς | |
δειλίας καταφρονῆσαι, καὶ πτηνὸν τῆς ἀπανθρωπίας ἐκπε‐ σεῖν. καὶ τὰ μὲν περὶ τῆς διαθέσεως τῶν ἄνω καὶ τῆς | 82 in vol. 4 | |
10 | καταβάσεως αὐτῶν καὶ τῆς σωματουργίας τοσαῦτα. | |
26.8 | συμβαίνει δέ, ὦ τέκνον, ἐν ἑκάστῳ εἴδει εὑρίσκεσθαι καὶ γένει τῶν προκειμένων βασιλικάς τινας ψυχάς, καταβαίνειν δὲ καὶ ἄλλας ἀλλοίους, τὰς μὲν διαπύρους, τὰς δὲ ψυχράς, τὰς δὲ ὑπερηφάνους, τὰς δὲ πραείας, 〈τὰς | |
5 | δὲ ἐλευθερίουσ〉, τὰς δὲ βαναύσους, τὰς δὲ ἐμπείρους, τὰς δὲ ἀπείρους, τὰς δὲ ἀργάς, τὰς δὲ ἐνεργεῖς, τὰς δὲ ἄλλοτε ἄλλας οὔσας. συμβαίνει δὲ τοῦτο παρὰ τὴν τῶν τόπων θέσιν, ὅθεν εἰς τὸ ἐνσωματισθῆναι καθάλλονται αἱ ψυχαί. αἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδῶσι, τῆς | |
10 | ὁμοιοπαθοῦς βασιλευούσης ψυχῆς. | |
26.9 | πολλαὶ γάρ εἰσι βασιλεῖαι· αἱ μὲν γάρ εἰσι ψυχῶν, αἱ δὲ σωμάτων, αἱ δὲ τέχνης, αἱ δὲ ἐπιστήμης, αἱ δὲ αὖ τῶν καὶ τῶν». «Πῶς πάλιν;» εἶπεν Ὧρος. | |
5 | «Οἷον, ὦ τέκνον Ὧρε, ἀπογεγονότων ἤδη ψυχῶν μὲν Ὄσιρις, ὁ πατήρ σου· σωμάτων δὲ ὁ ἑκάστου ἔθνους ἡγε‐ μών· βουλῆς δὲ ὁ πατὴρ πάντων καὶ καθηγητὴς ὁ τρισμέ‐ γιστος Ἑρμῆς· ἰατρικῆς δὲ ὁ Ἀσκληπιὸς ὁ Ἡφαίστου· ἰσχύος δὲ καὶ ῥώμης πάλιν Ὄσιρις, μεθ’ ὅν, ὦ τέκνον, | |
10 | αὐτὸς σύ· φιλοσοφίας δὲ Ἀρνεβεσχῆνις, ποιητικῆς δὲ πάλιν ὁ Ἀσκληπιὸς Ἰμούθης. καθόλου γάρ, ὦ τέκνον, εὑρήσεις, ἐὰν ἐξετάζῃς, πολλοὺς καὶ πολλῶν ἄρχοντας καὶ πολλοὺς πολλῶν βασιλεύοντας. | |
26.10 | ἀλλ’ ὁ μὲν πάντων κρατῶν, τέκνον, ἐκ τῆς ὑπεράνω χώρας ἐστίν, ὁ δὲ τῶν κατὰ μέρος ἐκείνην ἔσχε τὴν 〈τάξιν〉, ἀφ’ οὗ τόπου ἐστίν· βασιλικωτέραν 〈μὲν ἔχουσιν οἱ βασιλικοῦ〉 | 83 in vol. 4 |
26.11 | διαζώ‐ ματος τετευχότες· 〈οἱ δὲ ἀπὸ πυρώδουσ〉 πυρὸς ἐργάται γίγνονται καὶ τροφῆς· οἱ δὲ ἀπὸ ὑγροῦ ἐν ὑγροῖς διαζῶσιν· οἱ δὲ ἀπὸ ἐπιστημονικοῦ καὶ τεχνιτικοῦ περὶ ἐπιστήμας | |
5 | καταγίγνονται καὶ τέχνας· οἱ δὲ ἀπὸ ἀργοῦ ἀργῶς καὶ ἐπιρρεμβῶς διαζῶσι. πάντων γὰρ τῶν ἐπὶ γῆς, ὦ τέκνον, διὰ λόγου καὶ ἔργου πραγμάτων ἄνω εἰσὶν αἱ πηγαί, μέτρῳ καὶ σταθμῷ ἐπιχύνουσαι ἡμῖν τὰς οὐσίας, καὶ οὐκ ἔστιν, ὃ μὴ ἄνωθεν καταβέβηκε | |
26.12 | καὶ πάλιν ἀνέρχεται ἵνα καταβῇ». «Πῶς πάλιν λέγεις τοῦτο, ὦ τεκοῦσα, παράδειξον». καὶ ἀπεκρίθη Ἶσις πάλιν· «Τῆς παλινδρομίας ἐναργὲς | |
5 | τοῦτο σημεῖον τοῖς ζῴοις ἐνέθηκεν ἡ ἱερωτάτη φύσις· τοῦτο γὰρ ὃ σπῶμεν ἄνωθεν ἐξ ἀέρος πνεῦμα, τοῦτο πάλιν ἄνω πέμπομεν ἵν’ ἀναλάβωμεν· καὶ εἰσίν, ὦ τέκνον, τούτου τοῦ ἐνεργήματος τεχνίτιδες ἐν ἡμῖν φῦσαι, αἳ ἐπειδὰν μύσωσι τὰ δεκτικὰ ἑαυτῶν τοῦ πνεύματος στόματα, τότε | |
10 | ἡμεῖς οὐκέτι ὧδέ ἐσμεν, ἀλλ’ ἀναβεβήκαμεν. | |
26.13 | προσεπιγίγνεται δέ, ὦ παῖ μεγαλόδοξε, καὶ ἕτερά | |
τινα ἡμῖν ἐκ τῆς τοῦ φυράματος συσταθμίας». «Τί δέ ἐστιν», Ὧρος εἶπε, «τὸ φύραμα τοῦτο, ὦ τεκοῦσα;» | 84 in vol. 4 | |
5 | «Σύνοδός ἐστι καὶ κρᾶσις τῶν τεσσάρων στοιχείων, ἐξ ἧς κράσεως καὶ συνόδου ἀναθυμιᾶταί τις ἀτμός, ὃς περιειλεῖται μὲν τῇ ψυχῇ, διατρέχει δὲ ἐν σώματι, ἀμφοτέροις μεταδιδούς, τουτέστι τῷ σώματι καὶ τῇ ψυχῇ, τῆς ἰδίας ποιότητος· καὶ οὕτως αἱ διαφοραὶ τῶν ψυχικῶν | |
10 | καὶ τῶν σωματικῶν ἐναλλοιώσεων γίνονται. | |
26.14 | εἰ μὲν γὰρ κατὰ τὴν σωματικὴν διάπηξιν πλεονάσειε τὸ πῦρ, τὸ τηνικαῦτα ἡ ψυχὴ θερμὴ τὴν φύσιν ὑπάρχουσα καὶ ἕτερον θερμὸν προσλαβοῦσα, ἐκπυρωδεστέρα γεναμένη, ποιεῖ τὸ | |
5 | ζῷον ἐνεργότερον καὶ θυμικόν, τὸ δὲ σῶμα ὀξὺ καὶ εὐκί‐ νητον· | |
26.15 | εἰ δὲ πλεονάσειεν ὁ ἀήρ, τὸ τηνικαῦτα καὶ κοῦφον καὶ πηδητικὸν καὶ ἀνέδραστον γίνεται τὸ ζῷον καὶ ψυχῇ καὶ σώματι. | |
26.16 | εἰ δὲ τὸ ὕδωρ πλεονάσειε, τὸ τηνικαῦτα καὶ τὸ ζῷον τῇ μὲν ψυχῇ γίγνεται εὔρουν τε καὶ εὐφυὲς καὶ εὐπερίχυτον ἱκανῶς τε τοῖς ἄλλοις ἐπιπεσεῖν καὶ κολληθῆναι δυνάμενον, διὰ τὸ πρὸς τὰ ἄλλα ἑνωτικὸν | |
5 | καὶ κοινωνικὸν τοῦ ὕδατος· ἐφιζάνει γὰρ πᾶσι, καὶ πολὺ μὲν ὂν εἰς ἑαυτὸ ἀναλύει καὶ περιλαμβάνει, ὀλίγον δ’ ὑπάρχον καὶ καταδῦσαν, ἐκεῖνο γίγνεται ᾧ ἐμίγη. τὰ μέντοι σώματα ὑπὸ πλαδαρότητος καὶ χαυνότητος εἰς περίσφιγξιν οὐκ ἄγεται, ἀλλὰ μικρᾷ τινι νόσου ἀφορμῇ λύεται καὶ τοῦ | |
10 | ἰδίου συνδέσμου κατ’ ὀλίγον ἐκπίπτει. | |
26.17 | εἰ δὲ τὸ γεῶδες πλεονάσειε, τὸ τηνικαῦτα ἀμβλεῖα μὲν τοῦ ζῴου ἡ | |
ψυχὴ γίνεται, οὐκ ἔχουσα τὴν σωματικὴν ἀραιότητα εὔλυτον οὐδὲ τὸ δι’ οὗ πηδήσεται, πεπαχυμμένων τῶν αἰσθη‐ | 85 in vol. 4 | |
5 | τικῶν μερῶν, ἀλλὰ ἔνδον μένει παρ’ ἑαυτῇ ὑπὸ βάρους καὶ πυκνότητος πεδηθεῖσα, τὸ δὲ σῶμα στερεὸν μέν, ἀλλὰ ἀργὸν καὶ βαρὺ καὶ μετὰ βίας ὑπὸ τῆς προαιρέσεως μετακινού‐ μενον. | |
26.18 | εἰ δὲ σύμμετρος γένοιτο ἡ πάντων στάσις, τότε τὸ ζῷον θερμὸν εἰς πρᾶξιν, κοῦφον δὲ εἰς κίνησιν, εὔκρατον δὲ εἰς ἁφήν, γενναῖον δὲ εἰς πῆξιν κατασκευάζεται. | |
26.19 | ὅσα οὖν τῷδε τῷ λόγῳ κεκοινώνηκε πλείονος μὲν πυρὸς καὶ πνεύματος, ταῦτα ἀπωρνέωται καὶ ἄνω παρ’ ἐκείνοις πολιτεύεται τοῖς στοιχείοις, ἐξ ὧν καὶ ἐγένετο. | |
26.20 | ὅσα δὲ πλείονος μὲν πυρός, ὀλίγου δὲ πνεύματος, ὕδατος δὲ καὶ γῆς ἴσης, ταῦτα ἀπηνθρώπισται, καὶ τῷ ζῴῳ τὸ περισσὸν τοῦ θερμοῦ εἰς σύνεσιν ἐτράπη· ὁ γὰρ ἐν ἡμῖν νοῦς θερμόν τι χρῆμά ἐστιν, ὃ καίειν μὲν οὐκ οἶδε, | |
5 | διαδύνει δὲ κατὰ πάντων καὶ ἐφίσταται. | |
26.21 | ὅσα δὲ πλείονος μὲν ὕδατος, πλείονος δὲ γῆς, μετρίου δὲ πνεύμα‐ τος, καὶ ὀλίγου δὲ πυρός, ταῦτα τεθηρίωται, τῇ δὲ τοῦ θερμοῦ παρουσίᾳ ἀλκιμώτερα γέγονε τῶν ἄλλων. | |
26.22 | ὅσα δὲ γῆς καὶ ὕδατος ἴσων κεκοινώνηκε, ταῦτα ἀφηρπέτωται καὶ τῇ τοῦ πυρὸς στερήσει ἄτολμα γέγονε καὶ ἀπαρρη‐ σίαστα, τῇ δὲ τοῦ ὕδατος κοινωνίᾳ ψυχρὰ ἐγένετο, τῇ δὲ | |
5 | τῆς γῆς βαρέα καὶ νωθρά, τῇ δὲ τοῦ πνεύματος εὐκίνητα, εἰ 〈ἐν〉 προαιρέσει τὸ κινεῖσθαι. | |
26.23 | ὅσα δὲ πλείονος μὲν ὑγροῦ, ὀλίγου δὲ ξηροῦ, ταῦτα ἀπιχθύωται καὶ τῇ μὲν τοῦ | |
θερμοῦ καὶ ἀέρος στερήσει δειλά ἐστι καὶ αὐτά, τῇ δὲ τοῦ ὑγροῦ περιουσίᾳ καὶ τῇ τοῦ γεώδους παρουσίᾳ ἐν λελυμένῃ | 86 in vol. 4 | |
5 | γῇ καὶ ὕδατι διὰ τὸ συγγενὲς κατοικεῖ. | |
26.24 | καὶ πρὸς μὲν τὴν τοῦ ἑκάστου στοιχείου μοῖραν καὶ τῆς μοίρας τὴν περιοχὴν καὶ τὰ σώματα ἡλικιάζεται· καὶ πρὸς τὴν ὀλιγομετρίαν τὰ λοιπὰ ζῷα μεμετροποίηται, πρὸς ἐνέργειαν τὴν ἑκάστῳ τῶν στοιχείων οὖσαν μετρίαν. | |
26.25 | καὶ ἔτι, ὦ παῖ περιπόθητε, λέγω ὅτι ἐκ ταύτης τῆς οὕτω συστάσεως ἡ κατὰ τὴν πρώτην σύνοδον γενομένη κρᾶσις καὶ ὁ ἐκ ταύτης ἀναθυμιώμενος ἀτμὸς ἐφ’ ὅσον τὴν ἰδίαν τηροῦσιν ἰδιότητα, ὥστε τὸ μὲν θερμὸν ἕτερον | |
5 | μὴ λαβεῖν θερμὸν καὶ τὸ ἀερῶδες πνεῦμα ἕτερον, μηδὲ τὸ ὑγρὸν ἑτέραν ὑγρασίαν, μηδὲ τὸ γεῶδες ἑτέραν πυκνό‐ τητα, τὸ τηνικαῦτα τὸ ζῷον ὑγιαίνει. ἐπὰν γὰρ μὴ οὕτως μένῃ, ὦ τέκνον, ἐφ’ οἷς ἔσχεν ἐξ ἀρχῆς μέτροις, ἀλλ’ ἤτοι πλεονάσῃ ταῦτα 〈ἢ ἐλαττωθῇ〉, οὐκ ἐνεργείᾳ λέγω | |
10 | κατὰ περιοχὴν οὐδὲ τῇ κατ’ αὔξησιν γινομένῃ μεταβολῇ τοῦ γένους καὶ τῶν σωμάτων, ἀλλὰ τῇ ὡς προέφημεν συστατικῇ τῶν στοιχείων κράσει, ὥστε τὸ μὲν θερμὸν ἐπὶ πλέον αὐξηθῆναι ἢ ἐπὶ πλέον ἐλαττωθῆναι, τὰ δὲ ἄλλα ὁμοίως, 〈τὸ〉 τηνικαῦτα οὕτως νοσεῖ τὸ ζῷον. | |
26.26 | ἐπὰν γὰρ οὕτως διατεθῇ τό τε θερμὸν καὶ τὸ ἀερῶδες, ἃ δὴ σύσκηνά ἐστι τῆς ψυχῆς, τότε ἐν ἀλληγορίαις καὶ ἐκστά‐ σεσι γίγνεται τὸ ζῷον· πεπύκνωται γὰρ τὰ στοιχεῖα, δι’ | |
5 | ὧν διαφθείρεται τὰ σώματα. | |
26.27 | αὐτὸ μὲν γὰρ τὸ γεῶδές | |
ἐστιν ἡ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς συμπαγίαν περίχυσις, τὸ δὲ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ. | 87 in vol. 4 | |
26.28 | ὥσπερ οὖν ὁ ἐκ τῆς πρώτης συνόδου καὶ κράσεως τῶν στοιχείων γιγνόμενος ἀτμὸς καὶ ὡσανεὶ ἔξαψις καὶ ἀναθυ‐ μίασις, ὁποῖος ἐὰν ᾖ, παραμιγεὶς τῇ ψυχῇ ἄγει αὐτὴν εἰς ἑαυτὸν ὡς ἂν ἔχῃ φύσεως, εἴτε σπουδαίως εἴτε μή. | |
26.29 | τῇ γὰρ ἐξ ἀρχῆς πρὸς αὐτὸν οἰκειότητι καὶ συντροφίᾳ ἐπιμέ‐ νουσα ἡ ψυχὴ τὴν τάξιν διατηρεῖ. ὅταν δὲ ἐπιπροσγένηται ἤτοι τῷ ὅλῳ συγκράματι ἢ καὶ μέρεσιν ἢ μέρει αὐτοῦ | |
5 | ἔξωθέν τις πλείω μοῖρα τοῦ προκαταβεβλημένου, τότε καὶ ὁ ἐντεῦθεν μεταλλοιούμενος ἀτμὸς μεταλλοιοῖ ἤτοι τὴν τῆς ψυχῆς διάθεσιν ἢ τὴν τοῦ σώματος. | |
26.30 | τὸ γὰρ πῦρ καὶ τὸ πνεῦμα, ἀνωφερῆ ὄντα, ἐπὶ τὴν ψυχήν, ὁμοιόχωρον αὐτοῖς ὑπάρχουσαν, ἀνατρέχει· τὸ δὲ ὑγρὸν καὶ τὸ γεῶδες, | |
κατωφερῆ ὄντα, τῷ σώματι, ὁμοιέδρῳ ὄντι, ἐφιζάνει. | 88 in vol. 4 | |
27t | Ἑρμοῦ ἐκ τοῦ Ἴσιδος πρὸς Ὧρον | |
27.1 | Ἔλεγχος γὰρ ἐπιγνωσθείς, ὦ μέγιστε βασιλεῦ, εἰς | |
ἐπιθυμίαν φέρει τὸν ἐλεγχθέντα ὧν πρότερον οὐκ ᾔδει. | 97 in vol. 4 | |
28.1 | Θαλῆς ἐρωτηθείς, Τί πρεσβύτατον τῶν ὄντων; ἀπεκρί‐ νατο· Θεός, ἀγέννητον γάρ. Σωκράτης ἐρωτηθείς, Τί θεός; εἶπε· Τὸ ἀθάνατον καὶ ἀίδιον. | |
5 | Ἑρμῆς ἐρωτηθείς, Τί θέος; εἶπεν· Ὁ τῶν ὅλων | |
δημιουργός, σοφώτατος νοῦς καῖ ἀίδιος. | 98 in vol. 4 | |
29t | [Περὶ εἱμαρμένης·] Ἑρμοῦ | |
29.1 | Ἑπτὰ πολυπλανέες κατ’ Ὀλύμπιον ἀστέρες οὐδὸν εἰλεῦνται, μετὰ τοῖσιν ἀεὶ δ’ ἐπινίσσεται αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς, | |
5 | καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ’ οὗ φύσις ἐβλάστησεν. Οἱ δ’ αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δ’ ἐν ἡμῖν Μήνη, Ζεύς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς· τοὔνεκ’ ἀπ’ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν δάκρυ, γέλωτα, χόλον, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν. | |
10 | Δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς 〈δ’〉 ἡ γένεσις, λόγος Ἑρμῆς, θυμὸς Ἄρης, Μήνη δ’ ἄρ’ ὕπνος, Κυθέρεια δ’ ὄρεξις, Ἠέλιός τε γέλως· τούτῳ γὰρ ἅπασα δικαίως | |
καὶ θνητὴ διάνοια γελᾷ καὶ κόσμος ἀπείρων. | 99 in vol. 4 |