TLG 1286 017 :: CORPUS HERMETICUM :: Dialogus (sine titulo) CORPUS HERMETICUM Phil.
Theol., vel Hermes Trismegistus
vel Hermetica Dialogus (sine titulo) Citation: Section — (line) | ||
1 | ... εἰ δὲ νοεῖς, ἔστιν, ὦ βασιλεῦ, καὶ σωμάτων ἀσώματα. — Ποῖα; ἔφη ὁ βασιλεύς. — Τὰ ἐν τοῖς ἐσόπτροις φαι‐ νόμενα σώματα οὐ δοκεῖ σοι ἀσώματα εἶναι; — Οὕτως ἔχει, ὦ Τάτ· θείως νοεῖς, ὁ βασιλεὺς εἶπεν. — Ἔστι | |
5 | δὲ καὶ ἀσώματα ἄλλα, οἷον αἱ ἰδέαι οὐ δοκοῦσιν εἶναί σοι, ἀσώματοι οὖσαι, ἐν σώματι φαινόμεναι, οὐ μόνον τῶν ἐμψύχων ἀλλὰ καὶ τῶν ἀψύχων; — Εὖ λέγεις, ὦ Τάτ. — Οὕτως ἀντανακλάσεις εἰσὶ τῶν ἀσωμάτων πρὸς τὰ σώματα, καὶ τῶν σωμάτων πρὸς τὰ ἀσώματα, τουτέστι τοῦ | |
---|---|---|
10 | αἰσθητοῦ πρὸς τὸν νοητὸν κόσμον καὶ τοῦ νοητοῦ πρὸς τὸν αἰσθητόν· διὸ προσκύνει τὰ ἀγάλματα, ὦ βασιλεῦ, ὡς καὶ αὐτὰ ἰδέας ἔχοντα ἀπὸ τοῦ νοητοῦ κόσμου. ὁ οὖν βασιλεὺς ἐξαναστὰς ἔφη, Ὥρα ἐστίν, ὦ προφῆτα, περὶ τὴν τῶν ξένων ἐπιμέλειαν γενέσθαι· τῇ δὲ ἐπιούσῃ περὶ | |
15 | τῶν ἑξῆς θεολογήσομεν. | 244 |