TLG 1286 008 :: CORPUS HERMETICUM :: Ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν CORPUS HERMETICUM Phil.
Theol., vel Hermes Trismegistus
vel Hermetica Ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώμενοι λέγουσιν Citation: Section — (line) | ||
t | Ὅτι οὐδὲν τῶν ὄντων ἀπόλλυται, ἀλλὰ τὰς μεταβολὰς ἀπωλείας καὶ θανάτους πλανώ‐ μενοι λέγουσιν | |
1 | Περὶ ψυχῆς καὶ σώματος, ὦ παῖ, νῦν λεκτέον, τρόπῳ μὲν ποίῳ ἀθάνατος ἡ ψυχή, ἐνέργεια δὲ ποταπή ἐστι συσ‐ τάσεως σώματος καὶ διαλύσεως. περὶ οὐδὲν γὰρ αὐτῶν ὁ θάνατος, ἀλλὰ νόημά ἐστιν ἀθανάτου προσηγορίας, ἢ κενὸν | |
5 | ἔργον ἢ κατὰ στέρησιν τοῦ πρώτου γράμματος λεγόμενος θάνατος ἀντὶ τοῦ ἀθάνατος. ὁ γὰρ θάνατος ἀπωλείας ἐστίν· οὐδὲν δὲ τῶν ἐν τῷ κόσμῳ ἀπόλλυται. εἰ γὰρ δεύτε‐ ρος θεὸς ὁ κόσμος καὶ ζῷον ἀθάνατον, ἀδύνατόν ἐστι τοῦ ἀθανάτου ζῴου μέρος τι ἀποθανεῖν· πάντα δὲ τὰ ἐν τῷ | |
---|---|---|
10 | κόσμῳ μέρη ἐστὶ τοῦ κόσμου, μάλιστα δὲ ὁ ἄνθρωπος, τὸ λογικὸν ζῷον. | |
2 | πρῶτος γὰρ πάντων ὄντως καὶ ἀΐδιος καὶ ἀγέννητος καὶ δημιουργὸς τῶν ὅλων θεός· δεύτερος δὲ ὁ κατ’ εἰκόνα αὐτοῦ ὑπ’ αὐτοῦ γενόμενος καὶ ὑπ’ αὐτοῦ συνεχόμενος καὶ τρεφόμενος καὶ ἀθανατιζόμενος, ὡς ὑπὸ ἀϊδίου | |
5 | πατρός, ἀείζωον ὡς ἀθάνατος. τὸ γὰρ ἀείζωον τοῦ ἀϊδίου διαφέρει. ὁ μὲν γὰρ ὑπὸ ἑτέρου οὐκ ἐγένετο· εἰ δὲ καὶ | |
ἐγένετο, ὑφ’ ἑαυτοῦ· οὔποτε 〈δὲ〉 ἐγένετο, ἀλλὰ ἀεὶ γίνεται· † τὸ γὰρ ἀΐδιον οὗ ἀΐδιόν ἐστι τὸ πᾶν, † ὁ δὲ πατὴρ αὐτὸς ἑαυτοῦ ἀΐδιος· ὁ δὲ κόσμος ὑπὸ τοῦ πατρὸς | 87 | |
10 | † ἀΐδιος † καὶ ἀθάνατος γέγονε, | |
3 | καὶ ὅσον ἦν τῆς ὕλης ἀπο‐ κείμενον τῷ ἑαυτοῦ ... τὸ πᾶν ὁ πατὴρ σωματοποιήσας καὶ ὀγκώσας ἐποίησε σφαιροειδές, τοῦτο αὐτῷ τὸ ποιὸν περιθείς, οὖσαν καὶ αὐτὴν ἀθάνατον, καὶ ἔχουσαν ἀΐδιον | |
5 | τὴν ὑλότητα. πλέον δέ, τῶν ἰδεῶν τὰ ποιὰ ὁ πατὴρ ἐγκα‐ τασπείρας τῇ σφαίρᾳ ὥσπερ ἐν ἄντρῳ κατέκλεισε, πάσῃ ποιότητι κοσμῆσαι βουλόμενος τὸ μετ’ αὐτοῦ ποιόν, τῇ δὲ ἀθανασίᾳ περιβαλὼν τὸ πᾶν σῶμα, ἵνα μὴ ὕλη καὶ τῆς τού‐ του συστάσεως θελήσασα ἀποστῆναι διαλυθῇ εἰς τὴν ἑαυ‐ | |
10 | τῆς ἀταξίαν· ὅτε γὰρ ἦν ἀσώματος ἡ ὕλη, ὦ τέκνον, ἄτακ‐ τος ἦν· ἔχει δὲ καὶ ἐνθάδε † τὴν περὶ τὰ ἄλλα μικρὰ ποιὰ εἰλουμένην † τὸ τῆς αὐξήσεως καὶ τὸ τῆς μειώσεως, ὃν θάνατον οἱ ἄνθρωποι καλοῦσιν. | |
4 | αὕτη δὲ ἡ ἀταξία περὶ τὰ ἐπίγεια ζῷα γίνεται· τῶν γὰρ οὐρανίων τὰ σώματα μίαν τάξιν ἔχει, ἣν εἴληχεν ἀπὸ τοῦ πατρὸς τὴν ἀρχήν· τηρεῖται δὲ αὕτη ὑπὸ τῆς ἑκάστου ἀποκαταστάσεως | |
5 | ἀδιάλυτος· ἡ δὲ ἀποκατάστασις τῶν ἐπιγείων σωμάτων συστάσεως ...., ἡ δὲ διάλυσις αὕτη ἀποκαθίσταται εἰς | |
τὰ ἀδιάλυτα σώματα, τουτέστι τὰ ἀθάνατα· καὶ οὕτω στέρησις γίνεται τῆς αἰσθήσεως, οὐκ ἀπώλεια τῶν σωμά‐ των. | 88 | |
5 | τὸ δὲ τρίτον ζῷον, ὁ ἄνθρωπος, κατ’ εἰκόνα τοῦ κόσ‐ μου γενόμενος, νοῦν κατὰ βούλησιν τοῦ πατρὸς ἔχων παρὰ τὰ ἄλλα ἐπίγεια ζῷα, οὐ μόνον πρὸς τὸν δεύτερον θεὸν συμπάθειαν ἔχων, ἀλλὰ καὶ ἔννοιαν τοῦ πρώτου· τοῦ μὲν | |
5 | γὰρ αἴσθεται ὡς σώματος, τοῦ δὲ ἔννοιαν λαμβάνει ὡς ἀσωμάτου καὶ νοῦ, τοῦ ἀγαθοῦ. — Τοῦτο οὖν οὐκ ἀπόλλυται τὸ ζῷον; — Εὐφήμησον, ὦ τέκνον, καὶ νόησον τί θεός, τί κόσμος, τί ζῷον ἀθάνατον, τί ζῷον διαλυτόν, καὶ νόησον ὅτι ὁ μὲν κόσμος ὑπὸ τοῦ | |
10 | θεοῦ καὶ ἐν τῷ θεῷ, ὁ δὲ ἄνθρωπος ὑπὸ τοῦ κόσμου καὶ ἐν τῷ | |
κόσμῳ, ἀρχὴ δὲ καὶ περιοχὴ καὶ σύστασις πάντων ὁ θεός. | 89 |