TLG 1286 003 :: CORPUS HERMETICUM :: Hieros logos

CORPUS HERMETICUM Phil. Theol., vel Hermes Trismegistus vel Hermetica
(A.D. 2?/4)

Hieros logos

Source: Nock, A.D., Festugière, A.–J. (eds.), Corpus Hermeticum, vol. 1. Paris: Les Belles Lettres, 1946 (repr. 1972): 44–46.

Citation: Section — (line)

t

ἙΡΜΟΥ ΙΕΡΟΣ ΛΟΓΟΣ

1

Δόξα πάντων ὁ θεὸς καὶ θεῖον καὶ φύσις θεία. ἀρχὴ τῶν ὄντων ὁ θεός, καὶ νοῦς καὶ φύσις καὶ ὕλη, σοφία εἰς δεῖξιν ἁπάντων ὤν· ἀρχὴ τὸ θεῖον καὶ φύσις καὶ ἐνέργεια καὶ ἀνάγκη καὶ τέλος καὶ ἀνανέωσις.
5 ἧν γὰρ σκότος ἄπειρον ἐν ἀβύσσῳ καὶ ὕδωρ καὶ πνεῦμα λεπτὸν νοερόν, δυνάμει θείᾳ ὄντα ἐν χάει. ἀνείθη δὴ φῶς ἅγιον καὶ ἐπάγη † ὑφ’ ἅμμῳ † ἐξ ὑγρᾶς οὐσίας στοιχεῖα καὶ θεοὶ πάντες † καταδιερῶσι † φύσεως ἐνσπόρου.

2

ἀδιο‐ ρίστων δὲ ὄντων ἁπάντων καὶ ἀκατασκευάστων, ἀποδιω‐ ρίσθη τὰ ἐλαφρὰ εἰς ὕψος καὶ τὰ βαρέα ἐθεμελιώθη ἐφ’ ὑγρᾷ ἄμμῳ, πυρὶ τῶν ὅλων διορισθέντων καὶ ἀνακρεμα‐
5σθέντων πνεύματι ὀχεῖσθαι· καὶ ὤφθη ὁ οὐρανὸς ἐν κύκλοις ἑπτά, καὶ θεοὶ [ταῖς] ἐν ἄστρων ἰδέαις ὀπτανόμενοι, σὺν
τοῖς αὐτῶν σημείοις ἅπασι, καὶ διηρθρώθη ... σὺν τοῖς ἐν αὐτῇ θεοῖς, καὶ περιειλίγη τὸ περικύκλιον ἀέρι, κυκλίῳ δρομήματι πνεύματι θείῳ ὀχούμενον.44

3

ἀνῆκε δὲ ἕκαστος θεὸς διὰ τῆς ἰδίας δυνάμεως τὸ προσταχθὲν αὐτῷ, καὶ ἐγένετο θηρία τετράποδα καὶ ἑρπετὰ καὶ ἔνυδρα καὶ πτηνὰ καὶ πᾶσα σπορὰ ἔνσπορος καὶ χόρτος καὶ ἄνθους παντὸς χλόη· τὸ σπέρμα τῆς παλιγγενεσίας
5ἐν † ἑαυτοῖς ἐσπερμολόγουν † τάς τε γενέσεις τῶν ἀνθρώ‐ πων εἰς ἔργων θείων γνῶσιν καὶ φύσεως ἐνεργοῦσαν μαρ‐ τυρίαν καὶ πλῆθος ἀνθρώπων καὶ πάντων τῶν ὑπὸ οὐρανὸν δεσποτείαν καὶ ἀγαθῶν ἐπίγνωσιν, εἰς τὸ αὐξάνεσθαι ἐν αὐξήσει καὶ πληθύνεσθαι ἐν πλήθει, καὶ πᾶσαν ἐν σαρκὶ
10ψυχὴν διὰ δρομήματος θεῶν ἐγκυκλίων † τερασπορίας †, εἰς κατοπτείαν οὐρανοῦ καὶ δρομήματος οὐρανίων θεῶν καὶ ἔργων θείων καὶ φύσεως ἐνεργείας εἴς τε † σημεῖα ἀγαθῶν †, εἰς γνῶσιν θείας δυνάμεως † μοίρης ὀχλουμένης † γνῶναι ἀγαθῶν καὶ φαύλων, καὶ πᾶσαν ἀγαθῶν δαιδαλουργίαν
15εὑρεῖν.

4

ἄρχεται αὐτῶν βιῶσαί τε καὶ σοφισθῆναι πρὸς μοῖραν δρομήματος κυκλίων θεῶν, καὶ ἀναλυθῆναι εἰς ὃ ἔσται μεγάλα ἀπομνημονεύματα τεχνουργημάτων ἐπὶ τῆς γῆς καταλιπόντες † ἐν ὀνόματι χρόνων ἀμαύρωσιν καὶ45
5πᾶσαν γένεσιν ἐμψύχου σαρκὸς καὶ καρποῦ σπορᾶς καὶ πάσης τεχνουργίας † τὰ ἐλαττούμενα ἀνανεωθήσεται ἀνάγκῃ καὶ ἀνανεώσει θεῶν καὶ φύσεως κύκλου ἐναριθμίου δρο‐ μήματι. τὸ γὰρ θεῖον ἡ πᾶσα κοσμικὴ σύγκρασις φύσει ἀνανεου‐
10μένη· ἐν γὰρ τῷ θείῳ καὶ ἡ φύσις καθέστηκεν.46