TLG 1281 002 :: [CLITOPHON] :: Fragmenta

[CLITOPHON] Hist.
(Rhodius: Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 367–368.

frr. 1–5

Citation: Fragment — (line)

t1

ΙΝΔΙΚΑ. E LIBRO DECIMO.

1

Plutarch. De fluv. 25, 3: Φύεται δὲ καὶ βοτάνη (sc. ἐν Ἰνδῷ), Καρπύκη καλουμένη, βουγλώσσῳ πα‐ ρόμοιος· ποιεῖ δ’ ἄριστα πρὸς ἰκτερικοὺς μεθ’ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσι· καθὼς ἱστορεῖ Κλει‐
5τοφῶν ὁ Ῥόδιος ἐν ιʹ Ἰνδικῶν.

t2

ΚΤΙΣΕΙΣ. E LIBRO DECIMO TERTIO.

2

Plutarch. De fluv. 6, 4: Παράκειται δ’ αὐτῷ (sc. τῷ Ἄραρι ποταμῷ) ὄρος, Λούγδουνος καλούμενον· [μετ]ωνομάσθη δὲ δι’ αἰτίαν τοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σεσηρονέως τῆς ἀρχῆς ἐκβληθέντες,
5εἰς τοῦτον κατὰ προσταγὴν τὸν λόφον * πόλιν κτίσαι θέ‐ λοντες. Τῶν δὲ θεμελίων ὀρυσσομένων, αἰφνιδίως κό‐ ρακες ἐπιφανέντες καὶ διαπτερυξάμενοι, τὸ πέριξ ἐπλή‐ ρωσαν τὰ δένδρα. Μώμορος δ’, οἰωνοσκοπίας ἔμπειρος ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν· λοῦγον
10γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κόρακα καλοῦσι· δοῦνον δὲ τὸν ἐξέχοντα· καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν ιγʹ Κτίσεων.

t3a-3b

ΓΑΛΑΤΙΚΑ. E LIBRO QUINTO VEL PRIMO.

3a

Stobaeus Floril. X, 71: Κλειτοφῶντος ἐκ τοῦ εʹ Ἰταλικοῦ (l. Γαλατικῶν). Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς, λεηλατῶν τὴν Ἀσίαν, εἰς Ἔφεσον ἦλθε, καὶ στρατοπεδευσάμενος περιέμενε τοῦ πολέμου τὴν προ‐
5θεσμίαν. Παρθένος δέ τις τῶν ἐπισήμων, τοὔνομα Δη‐ μονίκη, εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ βαρβάρου, προ‐ δώσειν αὐτῷ τὴν Ἔφεσον ὑπέσχετο, ἐὰν μισθὸν λάβοι τὰ ψέλλια καὶ τοὺς ὅρμους· ὁ δὲ Βρέννος δεξάμενος αὐτὴν εἰς τόπον ὡρισμένον, ἤγαγε τοὺς ὑποτεταγμένους,
10καὶ προσέταξεν αὐτοῖς τὸν χρυσὸν ὅσον εἶχον κόσμου χάριν βάλλειν εἰς τὸν τῆς φιλαργύρου κόλπον. Ποιη‐ σάντων δὲ αὐτῶν τὸ παραγγελθὲν, ἡ Δημονίκη ὑπὸ τῆς δαψιλείας τοῦ βαλλομένου χρυσίου ζῶσα κατεχώσθη.

3b

Plutarch. Par. min. c. 15: Βρέννος, Γαλατῶν
βασιλεὺς, λεηλατῶν τὴν Ἀσίαν, ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου δημοτικῆς (l. Δημονίκης)· ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον367
5τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι· ὁ δ’ ἠξίωσε τοὺς στρατιώτας ἐμβαλεῖν εἰς τὸν κόλπον ὃν εἶχον χρυσὸν τῆς φιλαργύρου. Ποιησάντων δὲ, ὑπὸ τῆς δαψιλείας τοῦ χρυσοῦ ζῶσα κατεχώσθη, καθάπερ ἱστορεῖ Κλειτοφῶν ἐν πρώτῳ Γαλατικῶν.

4

Plutarch. De fluv. 7, 6: Γεννᾶται δ’ ἐν αὐτῷ λίθος κισσήρει παρόμοιος, καὶ σπανίως εὑρίσκεται· τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει τὴν χρόαν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μὴ τῷ
5χρόνῳ φρονήσεως ἐχουσῶν· αἱ δὲ ὥραν ἔχουσαι γάμων, ἐὰν ὁρῶσιν αὐτὸν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν.

5

Schol. Venet. Il. υ, 404: Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν ἀποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Ἀθηνῶν καὶ τῆς Ἀχαϊκῆς Ἑλίκης. Παραγενόμενος εἰς τὴν Καρίαν
5ἱερὸν Ποσειδῶνος ἱδρύσατο καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τε‐ μένους Ἑλικώνιον προσηγόρευσε. Δοκεῖ δ’ ἐπὰν θύωσι [τὸν θεὸν], βοησάντων μὲν τῶν βοῶν προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν· σιγώντων δὲ, λυποῦνται, μηνίειν νο‐
μίζοντες. Ἡ ἱστορία παρὰ Κλειτοφῶντι.368