TLG 1278 001 :: CLITARCHUS :: Sententiae

CLITARCHUS Gnom.
(Incertum)

Sententiae

Source: Chadwick, H. (ed.), The sentences of Sextus. Cambridge: Cambridge University Press, 1959: 76–83.

Citation: Sententia — (line)

t

ΕΚ ΤΩΝ ΚΛΕΙΤΑΡΧΟΥ ΠΡΑΓΜΑΤΙΚΩΝ ΧΡΕΙΩΝ ΣΥΝΑΓΩΓΗ

1

Ἕπου θεῷ.

2

γνῶθι σαυτόν.

3

πατρίδα τὸν κόσμον ἡγοῦ.

4

ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ σοφὸς μόνου θεοῦ (Sext. 49).

5

ἄσκει μέγας εἶναι παρὰ τῷ θεῷ, παρὰ δὲ ἀνθρώποις ἀνεπίφθονος (Sext. 51).

6

εὐσεβὴς οὐχ ὁ πολλὰ θύων, ἀλλ’ ὁ μηδὲν ἀδικῶν (cf. Sext. 47).

7

ἡ ψυχή σου ἀεὶ ἔστω παρὰ θεῷ (Sext. 55b).

8

διάνοια ἀνθρώπου θεὸν οὐ λανθάνει (Sext. 57a).

9

δίκαιος ἀνὴρ εἰκὼν θεοῦ (cf. Sext. 190).

10

ἐκ φιληδονίας ἀκολασία φύεται (Sext. 71b).

11

ζήλου τὸν μηδενὸς δεόμενον (cf. Sext. 50).

12

ὧν ἐπιθυμεῖ τις δοῦλός ἐστιν (Sext. 600, Υ only).

13

ἐγκράτεια δὲ κρηπὶς εὐσεβείας (Sext. 86a).76

14

εὔχου σοι γενέσθαι μὴ ἃ βούλει ἀλλ’ ἃ δεῖ (Sext. 88).

15

ἃ δίδωσι παιδεία, ταῦτα οὐδείς σε ἀφαιρήσεται (Sext. 92).

16

σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα μηδὲν ποιῇς ὃ μὴ δεῖ (Sext. 93).

17

ψυχὴ καθαίρεται ἐννοίᾳ θεοῦ (Sext. 97).

18

παντὸς οὗ καλῶς πράττεις θεὸν ἡγοῦ αἴτιον (Sext. 113).

19

κακῶν θεὸς ἀναίτιος (Sext. 114).

20

μεγαλοψυχίαν ἄσκει (Sext. 120).

21

ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτα εὔχου σοι γενέσθαι μετὰ τοὺς πόνους (Sext. 125).

22

ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ (Sext. 128).

23

ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας (Sext. 137).

24

ἐκ γὰρ φιλαργυρίας ἀδικία φύεται (Sext. 138).

25

φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ (Sext. 141).

26

ἀπλήρωτον γὰρ ἡ ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορον (Sext. 146).

27

κακοὶ κολακευόμενοι κακίους (Sext. 149).

28

αἱρετώτερον εἰκῇ λίθον βάλλειν ἢ λόγον (Sext. 152).

29

σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγῃς εἰκῇ (Sext. 153).

30

ῥήματα ἄνευ νοῦ ψόφοι (Sext. 154).

31

βραχυλογίᾳ σοφία παρακολουθεῖ (Sext. 156).77

32

μακρολογία σημεῖον ἀμαθίας (Sext. 157).

33

ἀνδρὶ σοφῷ πᾶσα γῆ πατρίς.

34

τῷ ψεύδει ὡς φαρμάκῳ χρῶ (Sext. 159).

35

ὁπότε δεῖ πράττειν, λόγῳ μὴ χρῶ (Sext. 163a).

36

περὶ ὧν οὐκ οἶδας, σιώπα, περὶ ὧν οἶδας, ὃ δεῖ λέγε (Sext. 162).

37

λόγος παρὰ καιρὸν ἀνοίας ἔλεγχος (Sext. 163).

38

ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν (Sext. 164a).

39

ἐν συλλόγῳ πρῶτος λέγειν μὴ ἐπιτήδευε· (Sext. 164) μετὰ γὰρ πλείονας λέγων ὄψει μᾶλλον τὰ συμφέροντα (Sext. 165b).

40

μεγάλῃ περιστάσει πρέπει ψεῦδος (Sext. 165c).

41

μηδένα ἀπάτα, μάλιστα δὲ τὸν συμβουλίας δεόμενον (Sext. 165e).

42

οὐδὲν οἰκειότερον σοφίᾳ ἢ ἀλήθεια (Sext. 168).

43

οὐ δυνατὸν τὴν αὐτὴν φύσιν φιλόσοφόν τε εἶναι καὶ φιλοψευδῆ (Sext. 169).

44

τοῦ λέγειν ἃ δεῖ τὸ ἀκούειν προτίμα (Sext. 171).

45

τὰ τῶν παιδευομένων ἁμαρτήματα τῶν παιδευόντων ὀνείδη (Sext. 174).

46

ὃν οὐκ οἶδας πῶς ποτ’ ἔχει παιδείας, τοῦτον μήποτε τολμήσῃς λέγειν εὐδαίμονα (cf. Sext. 538).

47

οὐκ ἔστιν εὐγενῶς φιλοσοφεῖν πόνων καταφρονήσαντα
(Sext. 539).78

48

τοὺς λόγους σου ὁ βίος βεβαιούτω (Sext. 177).

49

τῶν δογμάτων σου τὰ ἔργα ἀπόδειξις ἔστω (Sext. 547).

50

ἄρχεσθαι μὴ μαθὼν ἄρχειν μὴ ἐπιχείρει.

51

χαλεπώτερον εὐγενῶν νέων ἄρχειν ἢ λεόντων (Sext. 553).

52

ἐν παντὶ ἀρχικώτατος ὁ φρονιμώτατος (Sext. 555).

53

ἄνθρωπον μὲν ἀπατῆσαι δυνατὸν λόγῳ, θεὸν δὲ ἀδύνατον (Sext. 186).

54

ἀγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας, δὶς ἀδικήσεις (Sext. 452).

55

ἄρχων μὲν ἐπιτήδευε πρᾷος εἶναι, ἀρχόμενος δὲ μεγαλόφρων (Sext. 453).

56

βασιλεῖ συμβούλευε τὰ συμφέροντα τῇ ἀρχῇ (Sext. 454).

57

βασιλεῖ μὴ ἐπιχείρει συγγίνεσθαι μὴ δυνάμενος δυσω‐ πεῖν βασιλέα (Sext. 455).

58

βασιλέα φρόνησις, οὐ διάδημα ποιεῖ· (Sext. 457)

59

νοῦς γάρ ἐστιν ὁ ἄρχων (Sext. 458).

60

ὁ βασιλεύων ἀνθρώπων καλῶς βασιλεύεται ὑπὸ τοῦ θεοῦ (Sext. 459).

61

ὅταν ἐπὶ μικροῖς παύσῃ μέγα φρονεῖν, τότε ἄρξῃ μέγα φρονεῖν.

62

οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ μὴ δύνασθαι γενναίως ἀποθανεῖν (Sext. 473).

63

ἄνθρωπος ὅμοιον ἔχει θεῷ τὸ εὐεργετεῖν.

64

φαύλοις ἄχρηστος δοκεῖ σοφὸς ἀνήρ (Sext. 214).

65

ὑπὲρ πατρίδος ἀποθανεῖν εὐτυχές.79

66

οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν (Sext. 10).

67

οὐ σῴζεται μέρος ἄνευ τοῦ ὅλου (Sext. 485).

68

οὐκ ἔστιν εὐσεβέστερον ἀνάλωμα τοῦ εἰς γονεῖς (Sext. 489).

69

γάμει δυνατὸς ὢν ἄρχειν.

70

ὅρος ἀφροδισίων παιδοποιΐα.

71

μοιχός ἐστι τῆς αὑτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος (Sext. 231).

72

αἰδούμενος τὴν γυναῖκα αἰδουμένην ἕξεις (Sext. 238).

73

ἐφ’ ὅσον ἂν γαστρὸς ἄρξῃς, καὶ ἀφροδισίων ἄρξεις (Sext. 240).

74

προὶξ πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ (Sext. 511).

75

γυνὴ φιλόκοσμος οὐ πιστή (Sext. 513).

76

τέκνα ζῆν μὲν οὐκ ἐφ’ ἡμῖν, καλῶς δὲ ζῆν ἐφ’ ἡμῖν (Sext. 255).

77

διδασκάλους τίμα.

78

γονέων διδάσκαλοι μείζους εὐεργέται (Sext. 536).

79

φιλοπονία φύσιν διορθοῦται.

80

ῥᾳθυμία φύσιν ἀπόλλυσιν.

81

ὀψιμαθὴς γίνου ἢ ἀμαθής.

82

πᾶν ἁμάρτημα χρόνου ζημία.

83

φιλοπόνῳ χρόνος περισσεύει.

84

τῶν ἐπὶ σχολῆς λόγων ἐν ταῖς περιστάσεσι μέμνησο.

85

ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται (Sext. 75b).

86

οὐκ ἔστιν ἐλεύθερον εἶναι κρατούμενον ὑπὸ παθῶν.

87

ὕπνον προσίεσο διὰ τὸ ἀναγκαῖον.

88

μὴ ταχέως τοὺς φίλους κτῶ.

89

οὓς ἂν κτήσῃ φίλους κτῶ.

90

σεαυτοῦ τὰ ἀτυχήματα τῶν φίλων ἡγοῦ, τῶν δὲ ἰδίων
εὐτυχημάτων κοινώνει τοῖς φίλοις.80

91

τελευτησάντων τῶν φίλων θρηνεῖν μὲν οὐκ εὐγενές, προνοεῖν δὲ τῶν οἰκείων ἐπιμελές.

92

περιστάσεις δοκιμάζουσι φίλους.

93

πῖνε μετὰ τὸ διψῆν.

94

ἔσθιε μετὰ τὸ πεινῆν.

95

ἄνθρωπος γαστρὸς ἥσσων ὅμοιος θηρίῳ (Sext. 270).

96

μὴ ἐπιτείχιζε τῇ ψυχῇ σου τὸ σῶμα.

97

ὅρος σιτίων ἔστω σοι τὸ μὴ πεινῆν.

98

ἀκρόπολίς ἐστι σοφοῦ μεγαλοψυχία.

99

ἀρετὴν μὲν ἔχων πάντα ἕξεις, κακίαν δὲ οὐδὲ σεαυτόν.

100

ἰσχὺν σώματος πόνοι καταναγκάζουσι σιτίων μᾶλλον.

101

ἡ ἰσχὺς τοῦ σώματός σου μὴ γινέσθω τῆς ψυχῆς ἀσθένεια.

102

αἱροῦ τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι ἰσχύειν.

103

ἰσχὺν δὲ ψυχῆς φρόνησιν νόμιζε.

104

εἷς ἀνὴρ μυρίων περιγίνεται τῇ φρονήσει.

105

τοῦτο σὸν κτῆμα οὐκ ἔστιν, ὃ παρόσον μεταδίδως τοῖς ἄλλοις αὐτὸς οὐχ ἕξεις (Sext. 295).

106

ὃς ἂν τῶν ἐπαίνων καταφρονῇ, οὗτος καὶ τῶν ψόγων καταφρονεῖ (Sext. 299).

107

ἀ[......] τοὺς φίλους ἡγοῦ.

108

τὰ δίκαια μετὰ πειθοῦς αἱρετώτερον ποιεῖν ἢ μετὰ βίας.

109

οὐ πρότερον γνώσῃ ὃ μὴ οἶσθα, πρὶν ἂν γνώσῃς οὐκ εἰδώς (Sext. 333).

110

〈ὀργὴν πλήθουσ〉 μὴ παρόξυνε (Sext. 343).

111

ἔπαινον πλήθους μὴ θαύμαζε ἢ μὴ ἀτίμαζε.81

112

θόρυβον τ[........]μάτων ἦχον.

113

ψυχὴν σιτίοις μὴ ἐπιθολοῦ μηδὲ ἀμέτροι[ς .......].

114

κρεῖττον ἀποθανεῖν ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι (Sext. 345).

115

ἄμεινον εἰδέναι ἀγνοοῦντα ὅτι ἀγνοεῖ ἢ δοκεῖν μὴ γινώσκοντα γινώσκειν.

116

μέθης καιρὸς οὐδὲ εἷς οὐδενὶ ἐπεὶ μηδὲ τοῦ ληρεῖν.

117

νέος εὐφυέστατος μὴ παιδαγωγίᾳ συζῶν διαφερόντως γίνεται κακός.

118

ἀνόητος τὴν ἑαυτοῦ δόξαν προτιμᾷ τοῦ κοινῇ συνοί‐ σοντος.

119

νέαις ψυχαῖς καὶ ἁπαλαῖς μεγάλους κινδύνους καὶ πόνους μὴ ἐπίβαλλε.

120

ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῇς (Sext. 385).

121

περιστάσεις εὐδαιμονίαν οὐδαμῶς ἀφαιροῦνται (Sext. 387).

122

ὅσα δίδωσι τύχη, ταῦτα περιστάσεις ἀφαιροῦνται.

123

οὐκ ἔστιν εὐκλεῶς ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως 〈πράττειν〉.

124

[........] βίαιον μάθημα.

125

ψυχὴ καθαίρεται κακίας ἀπαλλαγῇ.

126a

〈τὰ ὦτά σου μὴ〉 πᾶσιν ὕπεχε· (cf. Sext. 409)

126b

λόγος γὰρ κακὸς κακῶν ἡγεμών ἐστιν.

127

δύναμιν μεγ[........] φρονήσεως οὐκ ἂν εὕροις.

128

πολλὰ βουλευόμενος ἔπειτα πρᾶττε ὡς ἐξουσίαν μὴ ἔχων ἐπανορθοῦσθαι τὰ πραχθέντα.

129

φύσεως ἀντιπραττούσης πάντα κενά.82

130

τρίχας τὰς τοῦ σώματος μὴ δυνάμενος φέρειν πῶς οἴσεις πανοπλίαν;

131

τρίβων καὶ κόμη καὶ γένειον ἀγαθῷ μὲν ἀνδρὶ οἰκεῖα, κακῷ δὲ στίγματα.

132

οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει (Sext. 325).

133

μαντικὴ ἀνδρὸς σοφοῦ εὐβουλία.

134

εὐεργετοῦντά σε ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν (Sext. 319).

135

μακάριος οὗ ὁ θεὸς κηδεμών ἐστιν (cf. Sext. 424).

136

οὐκ ἔστιν ἅμα δουλεύειν ἡδονῇ καὶ θεῷ (Sext. 574).

137

σοφοῦ ζῶντος δόξα μὲν ὀλίγη, μετὰ δὲ τὴν τελευτὴν τὸ κλέος ᾄδεται (Sext. 53).

138

μὴ τὸ ἔχειν ἀρετὴν καλὸν νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὑπὲρ ὧν δεῖ.

139

ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι.

140

ὀφείλομεν ἑαυτοὺς ἐθίζειν ἀπὸ ὀλίγων ζῆν, ἵνα μηδὲν αἰσχρὸν ἕνεκεν χρημάτων πράττειν μάθωμεν.

141

κρεῖττον ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον ἢ πολλοὺς μηδενὸς ἀξίους.

142

τῆς ψυχῆς ὡς ἡγεμόνος ἐπιμελοῦ, τοῦ δὲ σώματος ὡς στρατιώτου προνόει.

143

πᾶν τὸ πλεῖον ἀνθρώπῳ πολέμιον (Sext. 140). φιλῶν ἃ μὴ δεῖ [sic] λήσεταί σε τὰ καλὰ σπουδάσοντα περὶ τὰ μὴ καλά (Sext. 141—2; Clit. 25).

144

ὃ μὴ θέλεις ἀκούειν μηδὲ εἴπῃς· ὃ μὴ θέλεις λέγειν μηδ’ ἄκουε.
ὤτων καὶ γλώττης μέγας ὁ κίνδυνος.83