TLG 1277 001 :: 〈CLINIAS〉 :: Fragmenta

〈CLINIAS〉 Phil.
(Tarentinus: 4 B.C.)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 108.

Citation: Page — (line)

108

(1t)

Περὶ ὁσιότητος καὶ εὐσεβείας
2 Stob. 3.1.75 p. 30 He. (Mullach 2 p. 24) 〈Κλεινίου〉 Πυθαγορείου Ταραντίνου. Πᾶσα μὲν ὦν ἀρετὰ τελεοῦται, καθάπερ ἐν ἀρχᾷ διώρισται, ἐκ λόγου καὶ προαιρέσεως καὶ δυνάμεως. τούτων δὲ καθ’ ἑαυτὸ ἕκαστον
5οὐκ ἀρετᾶς μέρος ἐντί, ἀλλ’ αἴτιον ἀρετᾶς. ὅσοι μὲν οὖν ἔχοντι τὸ νοατικὸν καὶ γνωστικὸν μέρος αὐτᾶς, δεινοί τε καὶ συνετοὶ ὀνυμαίνονται· ὅσοι δὲ τὸ ἠθικόν τε καὶ προαιρετικόν, χρήσιμοί τε καὶ ἐπιεικέες. Stob. 3.1.76 p. 31 He. (Mullach 2 p. 24) Κλεινίου Πυθαγορείου Ταραντίνου ἐκ τοῦ Περὶ ὁσιότητος καὶ εὐσεβείας. Ὁπότας δὲ ἕξω τὰς
10αἰτίας ἀναιρεῖν, δι’ ἃς ἀδικεῖν πέφυκεν ἄνθρωπος; αὗται δὲ τρεῖς τυγχάνοντι· φιλαδονία μὲν ἐν ταῖς ἀπολαύσεσι ταῖς διὰ σώματος, πλεονεξία δὲ ἐν τῷ κερδαίνειν· φιλοδοξία δὲ ἐν τῷ καθυπερέχειν καὶ 〈ἄρχειν τῶν〉 ἴσων τε καὶ ὁμοίων. δεῖ τοιγαροῦν γνωρίζειν, ὅτι τούτοις ἀντιτιθέμεν οἷόν τέ ἐστιν, ἃ μὲν φόβον ἐμπαρασκευάζοντι τοῖς ἀνθρώ‐
15ποις, ἃ δὲ αἰσχύναν, ἃ δὲ καὶ ἐπιθυμίαν· φόβον μὲν δὴ τῶν νόμων, αἰσχύναν δὲ τῶν θεῶν, ἐπιθυμίαν δὲ τῶν λόγων. διδάσκειν ὦν δεῖ τὼς νέως ἐξ ἀρχᾶς τάν τε τῶν θεῶν τιμὰν καὶ τὰν τῶν νόμων· ἐκ τῶνδε γὰρ φανερὸν ἂν εἴη, ὅτι πᾶν ἔργον ἀνθρώπινον καὶ βίος 〈ὃσ〉 ὁσιότατός τε καὶ εὐσεβείας μεθέξει, καὶ ὀρθοπλοιεῖ.
20tOn numbers:
21 Ps.—Iambl. Theol. arithm. p. 21 De F. καὶ Κλεινίας δὲ ὁ Ταραντῖνος· ταῦτα γὰρ (sc. the numbers 1—4) ἄρα μένοντα μέν, φησίν, ἀριθμητικὰν καὶ γεωμετρίαν ἐγέννασεν, ἐκκινηθέντα δὲ ἁρμονίαν καὶ ἀστρονομίαν. Syrian. CAG 6.1 p. 168 Kroll ἄξιον δὴ τούτοις ἢ τὰ Κλεινίου τοῦ
25Πυθαγορείου παραβάλλειν, ὃς ἐξῃρῆσθαι βούλεται πανταχοῦ τὸ ἓν καὶ τὸ μέτρον οὐ μόνον σωμάτων οὐδὲ τῶν ἐγκοσμίων πραγμάτων, ἀλλὰ καὶ αὐτῶν τῶν νοητῶν, ἡνίκα ἂν αὐτὸ σεμνύνων ἀρχὰν εἶναι τῶν ὄντων λέγῃ καὶ νοατῶν μέτρον
καὶ ἀγένητον καὶ ἀίδιον καὶ μόνον καὶ κυριῶδες, αὐτὸ ἑαυτὸ δηλοῦν.108