TLG 1274 002 :: CLEOBULUS :: Epigrammata CLEOBULUS Epigr.
Lyr., Scriptor Aenigmatum Epigrammata Dup. partim 1274 001 Citation: Book — epigram — (line) | ||
7.153(p1) | ΟΜΗΡΟΥ, οἱ δὲ ΚΛΕΟΒΟΥΛΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ | |
1 | Χαλκῆ παρθένος εἰμί, Μίδα δ’ ἐπὶ σήματι κεῖμαι. ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται. | |
---|---|---|
14.101(p1) | ΚΛΕΟΒΟΥΛΟΥ | |
1 | Εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ παῖδες 〈δὶσ〉 τριάκοντα διάνδιχα εἶδος ἔχουσαι· αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ’ αὖτε μέλαιναι· | |
ἀθάνατοι δέ τ’ ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι. |