TLG 1274 001 :: CLEOBULUS :: Fragmenta CLEOBULUS Epigr.
Lyr., Scriptor Aenigmatum Fragmenta Source: Bergk, T. (ed.), Poetae lyrici Graeci, vol. 3, 4th edn. Leipzig: Teubner, 1882: 201–202. frr. 1–2 Citation: Fragment — (line) | ||
1 | Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσιν λόγων τε πλῆθος· ἀλλ’ ὁ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν· μὴ μάταιος ἄχαρις γενέσθαι. | |
2 | Εἷς ὁ πατήρ, παῖδες δὲ δυώδεκα· τῶν δὲ ἑκάστῳ | |
παῖδες δὶς τριήκοντα διάνδιχα εἶδος ἔχουσαι· αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ’ αὖτε μέλαιναι· | 201 | |
ἀθάνατοι δέ τ’ ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι. | 202 |