TLG 1271 010 :: CLEMENS ROMANUS et CLEMENTINA :: Epistulae de virginitate [Sp.] CLEMENS ROMANUS et CLEMENTINA Theol., vel Pseudo–Clemens Epistulae de virginitate [Sp.] Citation: Book — chapter — section — (line) | ||
1.2.1 | Ὁ γὰρ ὄντως εὐνουχίσας ἑαυτὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἢ παρθενεύσας διὰ | |
πάντων ὀφειλέτης ἐστὶν ἄξιον | ||
5 | ἑαυτὸν ἀναδεῖξαι τῆς βασιλείας. | |
---|---|---|
1.2.2 | οὐ γὰρ ἐν λόγῳ ἢ σχήματι ἢ ὀνόματι ἢ γένει ἢ μορφῇ ἢ ἰσχύϊ ἢ χρόνῳ ἡ βασιλεία τῶν οὐρανῶν καταλαμβάνεται, ἀλλ’ ἐν δυνάμει | |
5 | πίστεως· ἐπιδεικνυμένην γὰρ πίστιν ἀπαγγελεῖ δίκαιος ἐνεργῶς. ὁ δὲ ὄντως δίκαιος ἐκ πίστεως πίστιν ἔχει ἐνεργῆ, πίστιν αὐξά‐ νουσαν, πίστιν πεπληροφορημένην, | |
10 | πίστιν φωτίζουσαν ἐν τοῖς καλοῖς ἔργοις, ἵνα δοξασθῇ ὁ τῶν ὅλων θεός. | |
12 | ||
1.2.3 | ὁ γὰρ ὄντως φιλόπτωχος ἀκούει τοῦ λέγοντος· Ἐλεημοσύναι καὶ πίστις μὴ ἐκλειπέτωσάν σε· ἄφαψαι δὲ αὐτὰς ἐπὶ 〈τῷ〉 σῷ | |
5 | τραχήλῳ, καὶ εὑρήσεις χάριν· καὶ προνοοῦ καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων. | |
1.2.4 | Ὁδοὶ δικαίων ὁμοίως φωτὶ λάμπου‐ σιν, προπορεύονται καὶ φωτί‐ ζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα. | |
4 | ||
1.2.5 | χρὴ οὖν τὸν τοῦ θεοῦ ἄν‐ θρωπον ἐν παντὶ ἔργῳ ἀγαθῷ καὶ λόγῳ ἐξηρτύσθαι καὶ κο‐ σμεῖσθαι καὶ εὐσχημόνως καὶ | |
5 | κατὰ τάξιν πάντα πράττειν πρὸς ὑποτύπωσιν τῶν αὐτῷ πειθομένων. | |
6 | ||
1.3.1 | ὁ γὰρ ἡγούμενος ἐκ τοῦ ἐν τῷ ἔργῳ προηγεῖσθαι καλεῖται ἡγούμενος. ὄνομα γὰρ ψιλὸν οὐκ εἰσάγει εἰς τὴν | |
βασιλείαν τῶν οὐρανῶν. | ||
1.3.2 | ὁ νεανίσκος τοίνυν, τουτέστιν ὁ ἑαυτὸν εὐνουχίσας διὰ τὴν βασιλείαν, καὶ ἡ παρ‐ θένος, ἐὰν μὴ κατὰ πάντα τοιοῦτοι ὦσιν, ὥσπερ οἱ ἀληθινοὶ μιμηταὶ τοῦ Χριστοῦ, | |
5 | οὐ δύνανται σωθῆναι. | |
1.3.3 | τὸ γὰρ λέγεσθαι παρθένον καὶ τὰς ἀρε‐ τὰς μὴ ἔχειν ἀναλόγους καὶ οἰ‐ κείους καὶ ἁρμοζούσας τῇ παρ‐ | |
5 | θένῳ, μωρὰν τὴν τοιαύτην παρ‐ θενίαν ἔφησεν ὁ κύριος· ἀφεγγὴς γὰρ οὖσα καὶ ἀνέλαιος ἔξω τῆς βασιλείας τῶν οὐρανῶν ἐκκλείεται. νυμφίου χαρᾶς στερηθεῖσα, καὶ | |
10 | μετὰ τῶν μισούντων τὸν νυμφίον λογισθήσεται· δοκεῖ γὰρ εἶναί τι ἡ ἄπρακτος μηδὲν οὖσα, καὶ φρεναπατᾷ ἑαυτήν. | |
1.3.4 | τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκα‐ στος καὶ ἑαυτὸν ἐπιγινωσκέτω, ὅτι θρησκεία ἐστὶν μάταιος· | |
5 | παρθενίαν καὶ ἐγκράτειαν ὁμο‐ λογοῦντες ἔχειν, τὴν δὲ δύναμιν | |
αὐτῆς ἠρνημένοι. | ||
1.3.5 | καὶ ὁ τοιοῦτος τὴν ἁγνείαν ἐγ‐ κομβοῦται ἐν τῷ ἁγνῷ φόβῳ κυ‐ ρίου. | |
1.3.6 | καὶ ὁ ἀληθῶς ἀπὸ τοῦ φόβου κυρίου τὰς σάρκας προσ‐ ηλώσας ἀπὸ τοῦ φόβου κυρίου παρῃτήσατο τὸ αὐξάνεσθε καὶ | |
5 | πληθύνεσθε, καὶ παρῃτήσατο τὸ εἶναι ἄνθρωπος ἐν τῷ μέρει τού‐ τῳ, τάς τε τοῦ κόσμου μερίμνας καὶ ἀπάτας καὶ ἡδονὰς καὶ κραι‐ πάλας καὶ μέθας καὶ συγχύσεις | |
10 | Βαβυλωνίας καὶ πάντα τὰ βιω‐ τικὰ ἠρνήσατο, καὶ ἀπετάξατο τῷ κόσμῳ καὶ τοῖς τοῦ κόσμου δικτύοις καὶ συμπλοκαῖς καὶ πα‐ γίσιν, καὶ ἐπὶ γῆς βαδίζων τὸ | |
15 | πολίτευμα ἐν οὐρανοῖς ἠγάπησεν | |
ἔχειν. | ||
1.4.1 | Τῶν γὰρ κρειττόνων ὀρε‐ γόμενος τῷ κόσμῳ ἀπετάξατο, ἵνα ζήσῃ βίον θεῖον, οὐράνιον, ἀγγε‐ λικόν, ἐν θρησκείᾳ καθαρᾷ καὶ | |
5 | ἀμιάντῳ καὶ ἁγίᾳ ἐν πνεύματι θεοῦ, θεῷ λατρεύων παντοκράτορι διὰ τὴν βασιλείαν τῶν οὐρα‐ νῶν. | |
1.4.2 | δι’ ἢν καὶ ἀπετάξατο τῷ | |
τῆς σαρκὸς φρονήματι. | ||
1.5.2 | ἀγώνισαι νομίμως ἀθλῆσαι, ἵνα τὸν στέφανον, ὃν ᾑρήσω, ἀπο‐ λάβῃς καὶ στεφανηφόρος πομ‐ πεύσῃς εἰς τὴν ἄνω Ἱερουσα‐ | |
5 | λήμ. | |
5 | ||
1.5.3 | ἀγωνισώμεθα νικῆσαι τὴν σάρκα καὶ τὸ ταύτης φρόνημα | |
ἐν πνεύματι θεοῦ. νικήσωμεν τὸν σατανᾶν, τὸν δράκοντα ἐν τῷ | ||
5 | ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ. | |
1.5.4 | ἄρωμεν τὸν σταυρὸν καὶ ἀκο‐ λουθήσωμεν τῷ νικοποιῷ Ἰησοῦ. ἀγωνισώμεθα δραμεῖν εὐθέως καὶ πεποιθότως, ἵνα καταλάβωμεν | |
5 | τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ. | |
1.5.5 | πᾶς γὰρ ὁ τρέχων πεπληροφορημένως καὶ οὐκ ἀδή‐ λως καταλαμβάνει τὸν στέφανον τῆς ἀποταγῆς καὶ τῆς ἁγνείας τὸν | |
5 | πολύμοχθον καὶ πολύμισθον πλοῦτον. | |
6 | μέγα οὖν ἐστιν ἐν ἁγνείᾳ μένειν ... χρὴ δὲ καὶ τὰς λοιπὰς ἀρετάς, καθὼς εἴρηται, ἀναλόγους ἔχειν τῇ παρθενίᾳ, | |
10 | ὅτι ἡ παρθενία ἀνωτέρα ἐστὶν πάν‐ | |
των. | ||
1.6.1 | Παρθένου γὰρ μήτρα ἐκύησε τὸν θεὸν λόγον. | |
2 | ἐκ τούτου γνῶθι τὴν δόξαν τῆς παρθενίας. οἱ γὰρ ἀφιερούμενοι | |
5 | τῷ θεῷ μιμηταὶ τοῦ Χριστοῦ γίνονται. | |
1.6.2 | γίνου ὡς Ἰωάννης ὁ τοῦ Χριστοῦ πρόδρομος, ὁ ἁγνὸς | |
τοῦ κυρίου ἅγγελος. | ||
1.6.3 | καὶ ὡς Ἰωάννης ὁ ἐπιστήθιος τοῦ κυρίου, ὃν καὶ ἐφίλει ὁ Ἰη‐ σοῦς ὡς ἁγνόν. | |
3 | ||
1.6.4 | Παῦλος καὶ Βαρνάβας καὶ Τιμόθεος τὸν δρόμον τῆς ἁγνείας καὶ τὸν ἀγῶνα ἀσπίλως ἐτέλε‐ σαν, ὡς ἀληθῶς μιμηταὶ τοῦ | |
5 | Χριστοῦ. | |
1.6.5 | ἀλλὰ καὶ Ἡλιοῦ καὶ Ἐλισ‐ σαίου καὶ ἄλλων πολλῶν τὸν βίον τοιοῦτον εὑρήσεις ἁγνὸν καὶ ἄμωμον. εἰ οὖν τούτους θέλεις | |
5 | μιμήσασθαι, δυνατῶς μιμοῦ πρε‐ σβυτέρους, ὧν ἀναθεωροῦντες. φησίν, τὴν ἔκβασιν τῆς ἀνα‐ στροφῆς μιμεῖσθε καὶ τὴν πί‐ στιν. καὶ τό· μιμηταί μου | |
10 | γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. | |
10 | ||
1.7.1 | Οἱ τοῦ Χριστοῦ μιμη‐ ταὶ δυνατῶς μιμοῦνται αὐτόν. οὕτω γὰρ ἀγωνιζόμενοι δυνηθήσεσθε | |
ἐν ἀληθείᾳ ἐν ἑαυτοῖς ἐμμορφώ‐ | ||
5 | σασθαι τὴν εἰκόνα τοῦ Χριστοῦ ἐν πᾶσιν, ἐν βίῳ, ἐν ἀναστροφῇ, ἐν προθέσει, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ὑπομονῇ, ἐν ἀνδρείᾳ, ἐν φρονήσει, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν | |
10 | μακροθυμίᾳ, ἐν ἀνεξικακίᾳ, ἐν εὐσεβείᾳ, ἐν ὁσιότητι, ἐν ἐγκρα‐ τείᾳ, ἐν πίστει, ἐν ἐλπίδι, ἐν ἀγάπῃ τελειοτάτῃ πρὸς θεόν. | |
13 | ||
1.7.2 | ἡ γὰρ ὄντως εὐνουχία καὶ ἡ ὄντως παρθενία ἐν κυρίῳ ἁγία ἐστὶν τῷ σώματι καὶ τῷ πνεύ‐ ματι, ἀπερισπάστως καὶ εὐπαρ‐ | |
5 | έδρως τῷ κυρίῳ λατρεύουσα ἐν πνεύματι θεοῦ, καθαρῶς καὶ ἀμιάντως ἀρέσκουσα τῷ κυρίῳ καὶ ἀεὶ μεριμνῶσα, πῶς ἀρέσει αὐτῷ. | |
1.7.3 | Καὶ ἐν πνεύματί ἐστιν πρὸς τὸν κύριον, καθὼς γέγρα‐ πται· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ | |
ἅγιός εἰμι, λέγει κύριος. | ||
1.8.1 | Οὐ γὰρ μόνον ὀνόματι ψιλῷ ἅγιος ἅγιός ἐστιν, ἀλλ’ ἐν παντὶ ἅγιός ἐστιν τῷ σώματι καὶ τῷ πνεύματι. | |
4 | ||
1.8.2 | ἅτινά εἰσιν πορνεία, ἀκαθαρ‐ σία, 〈ἀσέλγεια〉, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆ‐ λοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, | |
5 | διχοστασίαι, φθόνοι, φόνοι, μέ‐ θαι, κῶμοι, εὐτραπελία, μωρο‐ λογία, γέλως, ἀφροσύνη, σκώμ‐ | |
ματα, ψιθυρισμοί, πικρία, ὀργή, κραυγή, βλασφημίαι, φλυαρίαι, | ||
10 | κακίαι, ἐφευρήσεις κακῶν, ἐπιορ‐ κίαι, πολυλογίαι, πλοκολογίαι, βαττολογίαι, μοχθισμοί, βαναυ‐ σίαι, διαπαρατριβαί, προσκλήσεις, βλακεῖαι, | |
1.8.3 | τύφος, φυσίωσις γένους, μορφῆς, χώρας, πλούτου, ἀνδρείας σαρκίνης, λόγου, ἐριθεία μετὰ φιλονεικίας, μῖσος, μνησι‐ | |
5 | κακία, ὀξυχολία, μῆνις, δόλος, ἀνταπόδοσις, γαστριμαργία, ἀπλη‐ στία, πλεονεξία ἥτις ἐστὶν εἰδωλολατρεία, φιλαργυρία ἡ ῥίζα πάντων τῶν κακῶν, φι‐ | |
10 | λοκοσμία, κενοδοξία, φιλαρχία, αὐθάδεια, θράσος, ἀλαζονεία ἣ καλεῖται λοιμότης, ὑπερηφανία ᾗ ὁ θεὸς ἀντιτάσσεται. | |
1.8.4 | ταῦτα καὶ τὰ τούτοις ὅμοια ὅστις ἔχει ἐν ἑαυτῷ, σαρκικός ἐστι καὶ υἱὸς τοῦ ἐναντίου. τὸ γὰρ γεγεννη‐ | |
5 | μένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ ὁ ἐκ τῆς γῆς ὢν τὰ τῆς γῆς λαλεῖ, τὰ τῆς γῆς ἔργα φρο‐ νῶν. τὸ γὰρ φρόνημα τῆς σαρ‐ κὸς ἔχθρα εἰς θεόν ἐστιν· τῷ | |
10 | γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑπο‐ τάσσεται, οὐδὲ γὰρ δύναται. καὶ ἐν τῷ τοιούτῳ οὐκ οἰκεῖ τὸ πνεῦμα τοῦ θεοῦ· | |
1.8.5 | οὐ μὴ γὰρ καταμείνῃ, φησίν, τὸ πνεῦ‐ μά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ | |
5 | εἶναι αὐτοὺς σάρκας. εἴ τις τοίνυν πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. | |
7 | ||
1.9.1 | Ὁ γὰρ πνεῦμα θεοῦ ἔχων πνεύματι θεοῦ στοιχεῖ καὶ πνεύματι θεοῦ τὰς πρά‐ ξεις τοῦ σώματος θανατοῖ καὶ | |
5 | ζῇ τῷ θεῷ, ὑποπιάζων καὶ δουλαγωγῶν τὴν σάρκα. | |
6 | ||
1.9.2 | ἐν γὰρ τῷ ἀνθρώπῳ τοῦ | |
θεοῦ οὐκ ἔστιν φρόνημα σαρκι‐ κόν, ἀλλὰ πάντες οἱ καρποὶ τοῦ πνεύματος οἱ σωτήριοι, ἐν οἷς | ||
5 | οἰκεῖ ὁ θεὸς καὶ ἐμπεριπατεῖ. | |
1.9.3 | ἐν οἷς φαίνονται ὡς φω‐ στῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες ὡς ἀληθῶς καὶ καύ‐ χημα καὶ δόξα τῆς εὐσεβείας | |
5 | ὑπάρχοντες. | |
5 | ||
1.9.4 | .. ἵνα πᾶς ὁ ὁρῶν ὑμᾶς ἐπιγνώσηται, ὅτι σπέρμα εὐ‐ λογημένον ἐστὲ ὑπὸ κυρίου, ἀληθῶς σπέρμα ἔντιμον, βασί‐ | |
5 | λειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν θεοῦ, κληρονόμοι ἀφθάρτων καὶ ἀμαράντων ἐπαγγελιῶν, ὧν ὀφθαλμὸς οὐκ ἴδεν καὶ οὖς | |
10 | οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη, ἃ ἡτοί‐ μασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ φυλάττουσιν τὰς ἐν‐ | |
τολὰς αὐτοῦ. | ||
1.10.5 | ἐν γὰρ χερσὶ τοῦ ἀεργοῦ ἄκαν‐ θαι φύονται, καί· ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις. | |
3 | ||
1.11.1 | τοιοῦτοί εἰσιν οἱ μηδὲν ἐργα‐ | |
ζόμενοι, ἀλλὰ περιεργαζόμενοι, καταλαλοῦντες | ||
1.11.2 | καὶ φλυαροῦν‐ τες ἐν ἀφοβίᾳ θεοῦ. πρὸς τούτοις δὲ καὶ προπετεῖς εἰσιν ἐν λό‐ γοις ἀσυναρτήτοις, προφάσει δῆ‐ | |
5 | θεν διδασκαλίας, | |
1.11.3 | μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ | |
τίνων διαβεβαιοῦνται. | ||
1.11.5 | καί· εἰ ἔστι σοι σύνεσις, ἀπο‐ κρίθητι τῷ ἀδελφῷ σου· εἰ δὲ μήγε, χεῖρα ἐπίθες ἐπὶ τῷ στόματί σου. εἰ δὲ καιρὸς τοῦ | |
5 | λαλεῖν, καλὸν εἰπεῖν λόγον ἐν καιρῷ. | |
1.11.6 | φησὶ γάρ· ὁ λόγος ὑμῶν εἴη πάντοτε ἅλατι ἠρτυ‐ μένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκά‐ στῳ ἀποκρίνεσθαι. πᾶς γὰρ | |
5 | λόγος ἔγκοπος καὶ ὁ προσθεὶς γνῶσιν προστίθησιν ἄλγημα. ὁ δὲ προπετὴς χείλεσιν ἐμπε‐ σεῖται εἰς κακά· διὰ ἀπαιδευσίαν γὰρ γλώσσης ἐπέρχονται ὀργαί. | |
10 | ὁ δὲ ἄκακος τηρεῖ τὴν ἑαυτοῦ γλῶσσαν ὡς ἀγαπῶν τὴν ἑαυτοῦ ψυχήν. | |
1.11.7 | οἱ γὰρ τῇ κολακείᾳ χρώμενοι ἐξαπατῶσι τὰς καρ‐ δίας τῶν ἀκάκων καὶ μακα‐ | |
ρίζοντες πλανῶσιν. | ||
1.11.8 | φοβηθῶμεν οὖν τὸ κρῖμα τῶν διδασκάλων· περισσότερον γάρ ἐστι τῶν λεγόντων καὶ μὴ ποι‐ ούντων τὸ κρῖμα ψευδώνυ‐ | |
5 | μον γνῶσιν διδασκόντων καὶ ἐμβατευόντων εἰκῇ καὶ φυσιου‐ μένων ἀπὸ τοῦ νοὸς τῆς σαρ‐ κός, τυφλῶν τυφλοὺς ὁδη‐ γούντων καὶ ἀμφοτέρων εἰς | |
10 | βόθυνον πιπτόντων. ἐκ γὰρ ἐξόδου λόγου αὐτοῦ γνωσθήσεται ἀνήρ. | |
12 | ||
1.11.10 | πλὴν εἰ εἴληφας χάρισμα πνευματικὸν καὶ λόγον σοφίας ἢ γνώσεως ἢ διδασκαλίας ἢ προφητείας ἢ διακονίας, εὐλογη‐ | |
5 | τὸς ὁ θεὸς ὁ πάμπλουτος, ὁ θεὸς ὁ διδοὺς πᾶσιν ἀνθρώ‐ ποις καὶ μὴ ὀνειδίζων ... χάρισμα ἔχεις παρὰ κυρίου, διακό‐ νησον τοῖς πνευματικοῖς, τοῖς | |
10 | γινώσκουσιν, ὅτι ἃ λέγεις κυ‐ ρίου ἐστίν, εἰς οἰκοδομὴν τῆς ἐν Χριστῷ ἀδελφότητος, ἐν πάσῃ ταπεινοφροσύνῃ καὶ πραότητι, ὅπερ ἐστὶν καλὸν καὶ ὠφέλιμον | |
15 | τοῖς ἀνθρώποις. | |
15 | ||
1.12.1 | Ὅτι δὲ καλὸν τὸ ἐπι‐ σκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν καὶ πολυ‐ τέκνους πένητας, μάλιστα δὲ | |
5 | πρῶτον τοὺς οἰκείους τῆς πί‐ στεως, πᾶσι πρόδηλα καὶ ἀναν‐ τίρρητά ἐστιν. | |
1.12.2 | Ὅτι δὲ καὶ τοῦτο καλὸν καὶ ὠφέλιμον τῇ ἐν Χριστῷ ἀδελφότητι τὸ τοὺς δαι‐ | |
μονιῶντας ἐπισκέπτεσθαι καὶ | ||
5 | εὔχεσθαι ἐπάνω αὐτῶν εὐχὴν τῷ θεῷ ἀρέσκουσαν πιστῶς καὶ μὴ ἐκ συνθέσεως πολλῶν λόγων ἢ με‐ λέτας ἐξορκισμῶν πρὸς ἐπίδειξιν ἀνθρωπαρεσκείας πρὸς τὸ φανῆναι | |
10 | εὐλάλους ἢ μνήμονας ἡμᾶς, | |
1.12.3 | δί‐ κην αὐλοῦ ἠχοῦντας πρὸς τοὺς ἐνεργουμένους φλυαρίας καὶ βατ‐ τολογίας καὶ οὐκ ἐν πίστει ἀλη‐ | |
5 | θείας, καθὼς ἐδίδαξεν ὁ κύριος· τοῦτο γὰρ τὸ γένος, φησίν, ἐν προσευχῇ ἐκτενεῖ καὶ πίστει μετὰ νηστείας ἐξέρχεται. | |
1.12.4 | Νη‐ φόντως οὖν τὸν κάμνοντα ἐπι‐ σκεπτώμεθα, ὡς δεῖ, ἐν πνεύματι ταπεινώσεως. | |
1.12.5 | Καλὸν οὖν τὸ συγκοπιᾶν τοῖς κάμνουσιν ἀδελ‐ φοῖς, ὡς εἴρηται, δι’ ἀγρυπνιῶν καὶ νηστειῶν καὶ εὐχῶν ἀδια‐ | |
5 | λείπτων. ἐρρέθη γὰρ ὑπὸ τοῦ κυρίου· Δαιμόνια ἐκβάλλετε, μετὰ καὶ τῶν ἄλλων ἰάσεων· | |
δωρεὰν ἐλάβετε, δωρεὰν δότε. | ||
1.12.8 | καλή ἐστιν ἡ φιλοξενία καὶ τῷ θεῷ ἀρέσκουσα, μάλιστα πρὸς | |
τοὺς οἰκείους τῆς πίστεως. φησὶ δὲ καὶ ἄλλοις· Περὶ δὲ τῆς | ||
5 | φιλαδελφίας αὐτοὶ ὑμεῖς θεο‐ δίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους. | |
7 | ||
1.13.4 | ὅτι δὲ ὁ θερισμὸς πολὺς καὶ οἱ ἐργάται ὀλίγοι, δῆλον ὅτι ἐν τοῖς καιροῖς ἡμῶν λιμός ἐστιν τοῦ ἀκοῦσαι λόγον κυ‐ | |
5 | ρίου. διὸ δεηθῶμεν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐ‐ τοῦ, ἀλλ’ ἐργάτας τοιούτους· ὀρθοτομοῦντας τὸν λόγον τῆς | |
10 | ἀληθείας, ἀνεπαισχύντους, ἀν‐ επιλήπτους, ἐργάτας πιστούς, φω‐ στῆρας τῆς οἰκουμένης, ἐργα‐ ζομένους μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μέ‐ | |
15 | νουσαν εἰς ζωὴν αἰώνιον· ἐρ‐ γάτας τοιούτους ὡς οἱ ἀπόστολοι, .. ἐργαζομένους τὴν σωτηρίαν | |
τῶν ἀνθρώπων. | ||
2.2.5 | χρὴ οὖν .. εἰλῆσαι τὰς ἑαυτῶν χεῖρας τῷ ἑαυτῶν ἱματίῳ. ὁμοίως δὲ καὶ οἱ ἄνδρες μετὰ αἰδοῦς ὀρθῶς βλέποντες σωφρόνως τε | |
5 | καὶ σεμνῶς ἐν κυρίῳ τὰς ἑαυτῶν δεξιὰς περικεκαλυμμένας ἔχοντες τῷ ἑαυτῶν ἱματίῳ ἀποχωρι‐ | |
σθῶσιν. | ||
2.3.2 | ὅλως γὰρ ἀναρμόδιόν ἐστιν ἀν‐ θρώπῳ ἀσκῆσαι βουλομένῳ μετὰ γυναικὸς ἐσθίειν ἢ πίνειν ἢ ὑπὸ γυναικὸς ὑπηρετεῖσθαι ἢ προνοεῖν | |
5 | γυναικῶν ἢ ὅλως ἔχειν μετ’ αὐτῶν γνῶσιν. ὁμοίως δὲ καὶ κανονικαῖς ἀνάρμοστόν ἐστι συνδυάζειν μετὰ ἀνδρῶν, πρὸς τὸ μηδένα σκαν‐ δαλίζεσθαι δι’ ἡμῶν, ἀλλ’ ἵνα | |
10 | ὦμεν πᾶσιν ἀπρόσκοποι· εἰδότες γάρ, φησίν, τὸν φόβον τοῦ κυ‐ ρίου ἀνθρώπους πείθομεν, θεῷ | |
δὲ πεφανερώμεθα. | ||
2.5.1 | χρὴ οὖν ὡς ἀπὸ προσώπου ὄφεως καὶ ἁμαρτίας μεγάλης | |
φεύγειν ἀπ’ αὐτῶν. | ||
2.6.1 | Χρὴ οὖν τὸν βουλόμενον τὴν ἀγγελικὴν ταύτην τοῦ μονήρους βίου ἀσκῆσαι πολιτείαν κτήσασθαι τὴν φρόνησιν τοῦ ὄφεως καὶ τὸ ἀκέ‐ | |
5 | ραιον τῆς περιστερᾶς, ἵνα συνιῇ ἐν παντί, τί τὸ θέλημα τοῦ θεοῦ τὸ καλὸν καὶ εὐάρεστον καὶ τέλειον, ἵνα δοξασθῇ ἐν πᾶσιν ὁ θεὸς διὰ τῆς θεοσεβοῦς ἡμῶν | |
10 | τάξεως καὶ εἰλικρινοῦς πολιτείας· | |
2.6.2 | ἵνα οἱ ὁρῶντες ἡμᾶς ἐπι‐ γνῶσιν, ὅτι σπέρμα εὐλογη‐ μένον ἅγιόν ἐσμεν, υἱοὶ θεοῦ ζῶντος ἐν παντὶ λόγῳ, αἰδοῖ, | |
5 | πραότητι, ἀγωγῇ, προσοχῇ. διὸ ἐν μηδενὶ λόγῳ ὁμοιωθῶμεν τοῖς | |
κοσμικοῖς κατὰ μηδένα τρόπον. | ||
2.6.5 | οὕτως τοίνυν καὶ ὁ ἡγούμενος τύ‐ πος γινέσθω τοῦ ποιμνίου ἐν πάσῃ δικαιοσύνῃ καὶ ἀναστροφῇ ἁγίᾳ, ὁσίως καὶ δικαίως πολιτευόμενος, | |
5 | τηρῶν ὅσα ἐστὶν ἁγνά, ὅσα σεμνά, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, εἴ τις εὔφημος ὠφε‐ λείας διόρθωσις, γινέσθω παρ’ | |
αὐτοῦ. | ||
2.8.1 | πῶς δὲ καὶ ἡ Αἰγυπτία; οὐ τὴν μορ‐ φὴν τοῦ Ἰωσὴφ ἐπεπόθησε σαρ‐ κὸς πόθῳ τοῦ ὄντως σεμνοτάτου; καὶ τούτου μὴ ἐπινεύσαντος ἐκ‐ | |
5 | πληρῶσαι τὴν αὐτῆς ἐπιθυμίαν, εἰς θλίψεις καὶ ἀνάγκας διὰ τῆς ψευδηγορίας τὸν εὐσεβῆ περιέπει‐ ρεν ἕως θανάτου. | |
8 | ||
2.8.2 | ὁρᾷς, ὅτι ὁ ἐνδελεχισμὸς τῆς σαρκὸς τῆς Αἰγυπτίας πόσην κατ‐ ειργάσατο τῷ δικαίῳ θλίψιν; διὰ τοῦτο οὖν πᾶσι τρόποις συμφέρει | |
5 | ἡμῖν ἀπέχεσθαι ἀπ’ αὐτῶν. οὐ γὰρ ἔχουσι λυσιτέλειαν αἱ αὐτῶν συντυχίαι τοῖς θέλουσιν ἐν ἀλη‐ θείᾳ τὴν ὀσφὺν περιζώσασθαι. | |
8 | ||
2.9.1 | Οὐκ ἤκουσας περὶ τοῦ Σαμψὼν τοῦ Ναζιραίου, μεθ’ οὗ πνεῦμα κυρίου ἐπορεύετο; καὶ τὸν τοιοῦτον ἅγιον γυνὴ ἀπώλεσε | |
5 | διὰ τῆς μοχθηρᾶς σαρκὸς καὶ | |
ἀθεμίτου ἐπιθυμίας. | ||
2.9.2 | διὰ τοῦτο οὐδ’ ὅλως ἐπιτρεπό‐ μεθα μετὰ γυναικὸς καθίσαι ἢ ἔχειν συντυχίας τὸ σύνολον. | |
3 | ||
2.10.1 | Ὁμοίως καὶ περὶ τοῦ Δαυὶδ οὐ πεπαίδευσαι, ὃν καὶ εὗρεν ὁ θεὸς ἄνδρα κατὰ τὴν καρδίαν αὐτοῦ, πῶς μορφὴν γυναικός, | |
5 | λέγω δὴ τῆς Βηρσαβεέ, ἐπιθυ‐ μήσας πόσοις κακοῖς περιέπεσε; ταύτην γὰρ ἰδὼν ὁ ἅγιος ἀλη‐ θῶς λουομένην, ἐν ἐπιθυμίᾳ τῆς μορφῆς αὐτῆς γενόμενος, | |
2.10.2 | πό‐ σην κακίαν ὁ παμμέγιστος ἀνὴρ κατειργάσατο; καὶ ἥμαρτεν εἰς θεὸν οὐ μόνον τῇ μοιχείᾳ περι‐ | |
5 | πεσών, ἀλλὰ καὶ τὸν ἄνδρα αὐτῆς ἀναιρεθῆναι κελεύσας. ὁρᾷς, πό‐ σην δραματουργίαν κακίας ἐτε‐ λεσιούργησε διὰ τὴν ἐπιθυμίαν ὁ χριστὸς κυρίου Δαυίδ; | |
2.10.3 | παι‐ δευθῶμεν τοῦ μὴ ἐπιθυμεῖν. εἰ | |
γὰρ οἱ τηλικοῦτοι ἄνδρες διὰ γυ‐ ναικῶν ἑάλωσαν, πῶς ἡμεῖς οἱ | ||
5 | ἀνίσχυες μετὰ τῆς ἑαυτῶν πτώ‐ σεως διαπορευόμενοι καὶ ἐν μέσῳ παγίδων διαβαίνοντες ἐκφευ‐ ξώμεθα; | |
8 | ||
2.11.1 | Ὁμοίως καὶ ὁ Ἀμνὼν διὰ τῆς ἀδελφῆς αὐτοῦ Θήμαρ | |
ἀνῃρέθη κακῶς. | ||
2.12.1 | Ὡσαύτως καὶ ὁ Σολομὼν ἔχων σοφίαν καὶ φρόνησιν καὶ χῦμα καρδίας καὶ πλοῦτον καὶ δόξαν πολλὴν ὑπὲρ πάντας ἀν‐ | |
5 | θρώπους, καὶ οὗτος διὰ γυναικῶν ἀπώλετο καὶ ἀποστάτης ἐγένετο ἀπὸ κυρίου διὰ γυναῖκας. | |
7 | ||
2.13.1 | Οἱ πρεσβύτεροι οἱ κατὰ Σωσάνναν κριταὶ διὰ τὸ ἐνδε‐ λεχίζειν καὶ καταμανθάνειν κάλ‐ λος ἀλλότριον εἰς τὸ πέλαγος τῆς | |
5 | ἐπιθυμίας ἐμπεσόντες ἐπανέστη‐ | |
σαν τῇ μακαρίᾳ Σωσάννῃ. |