TLG 1271 007 :: CLEMENS ROMANUS et CLEMENTINA :: Recognitiones [Sp.] CLEMENS ROMANUS et CLEMENTINA Theol., vel Pseudo–Clemens Recognitiones [Sp.] Citation: Book — chapter — section — (line) | ||
2.20.4 | ἐὰν πρὸ τῶν ἀγαθῶν πράξεων ζητῶμεν ζητήματά τινα ἀνωφελῆ καὶ ἀνεύρετα, ὡς ἐνδεεῖς φρενῶν πλανώμεθα καὶ ἐνεδρευόμεθα. ὅ τε | |
2.20.5 | γὰρ ἑκάστου χρόνος βραχὺς καὶ τὸ κρίνεσθαι ἡμῖν ἐστι περὶ ἔργων, οὐ περὶ γνώσεως ἀπορρήτων. διὸ μὴ καταλείψωμεν ζητεῖν, τί χρὴ | |
5 | ποιήσαντας ζωῆς αἰωνίου τυχεῖν. | |
---|---|---|
5 | ||
2.21.1 | εἰ γὰρ ἀπασχοληθέντες τὸν βραχὺν χρόνον εἰς δυσεύρετα καὶ ἀνωφελῆ ζητήματα τὰς ἡμέρας τοῦ παρόντος βίου καταδαπανήσωμεν, ἐνεδρευθέν‐ | |
5 | τες ἀπερχόμεθα ἔνθεν κεναῖς χερσίν. | |
5 | ||
2.21.2 | ἕκαστον γὰρ ἴδιον ἔχει καιρόν, τὸ πράττειν τὰ δίκαια ἐνταῦθα, τὸ δὲ ἀπολαβεῖν τὴν μισθαποδοσίαν ἐν τῷ | |
2.21.3 | μέλλοντι αἰῶνι. ἵνα οὖν μὴ ἐνεδρευ‐ θῶμεν, μᾶλλον τὴν δικαιοσύνην ἰχ‐ νεύσωμέν τε καὶ πράξωμεν, ὅπως καθάπερ τινὲς κάλλιστοι ὁδοιπόροι | |
5 | τὰ ἐφόδια τῶν ἀγαθῶν βαστάσαντες πράξεων ὥσπερ εἴς τινα πόλιν τὴν τοῦ θεοῦ βασιλείαν εἰσέλθωμεν. ὁ | |
2.21.4 | γάρ τοι θεὸς τοῖς εὐγνωμονοῦσι διὰ τὸν ὑπ’ αὐτοῦ γενόμενον κόσμον πρόδηλός ἐστιν ὑπὸ πάσης κτίσεως | |
αὐτοῦ μαρτυρούμενος. | 64 | |
3.26.4 | διὰ τούτου μακροῦ ἐδέησε χρό‐ νου ὁ κόσμος μέχρις ἂν ὁ τῷ θεῷ προορισθεὶς τῶν ψυχῶν ἀγα‐ θῶν ἀριθμὸς ἀναπλήρωσιν λάβῃ, | |
4 | ||
3.26.5 | καὶ τότε αἱ τῶν ἀγαθῶν ψυ‐ χαὶ ὡς φῶς τὰ σώματα ἀμφιέσον‐ ται, αἱ δὲ τῶν ἀσεβῶν διὰ τῶν ἀκαθάρτων πράξεων πυρίνῳ πνεύ‐ | |
5 | ματι ἀνακεκραμμέναι εἰς τὸν βυθὸν τοῦ ἀσβέστου πυρὸς ἐνεχθεῖσαι | |
εἰς αἰῶνα κλυδωνισθήσονται. | 116 | |
4.12.2 | ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ [Νῶε σὺν τοῖς ἐξ αὐτοῦ] (del. Hol‐ sten; vgl. Dindorfs Praef. II p. 16) ἐν λάρνακι διασῴζεσθαι προαγγείλας | |
5 | ὕδωρ εἰς κατακλυσμὸν ἐπήγαγεν, ἵνα πάντων τῶν ἀκαθάρτων ὀλο‐ | |
4.12.3 | θρευθέντων ὁ κόσμος καθαρισθῇ, ἐν αὐτῇ τῇ λάρνακι διασωθεὶς εἰς δευτέραν περιουσίαν καθαρὸς ἀπο‐ δοθῇ. ὅμως καὶ τούτων γενομένων | |
5 | οἱ ἄνθρωποι ἤρξαντο ἀσεβεῖν. | 152 |
8.15.1 | ὅτι δὲ ἐκ πλειόνων τὸν κόσμον καὶ τὴν ὕλην συνεστάναι λέγουσιν οἱ πάντες Ἑλλήνων σοφοί, φανερόν ἐστιν· αὐτίκα γοῦν ὁ μὲν Πυθαγόρας | |
5 | τῶν ἀρχῶν τὰ στοιχεῖα ἀριθμοὺς καλεῖ, Στράτων ποιότητας, Ἀλκ‐ μαίων ἀντιθέσεις, Ἀναξίμανδρος | |
8.15.2 | ἄπειρον, Ἀναξαγόρας ὁμοιομερείας, Ἐπίκουρος ἀτόμους, Διόδωρος ἀμερῆ, Ἀσκληπιάδης ὄγκους, γεωμέτραι πέρας, Δημόκριτος | |
5 | ἰδέας, Θαλῆς ὕδωρ, Ἡράκλειτος πῦρ, Διογένης ἀέρα, Παρμενίδης | |
8.15.3 | γῆν, Ζήνων Ἐμπεδοκλῆς Πλά‐ | |
των πῦρ ὕδωρ γῆν ἀέρα, | 225 | |
8.15.4 | Ἀριστοτέλης καὶ πέμπτον ἀκατονό‐ | |
μαστον. | 226 | |
8.29.1 | τίς δὲ μὴ ἐκπλαγήσεται ἐκ χοὸς ὁρῶν τοσαῦτα μέλη καὶ μέρη τοῦ σώματος, διάφορα ὀστᾶ κατάλληλα, στροφαῖς | |
8.29.2 | καὶ τόρναις συμβεβλημένα, ὡς σαρκῶν ὑπερείσματα καὶ πρὸς πᾶσαν εὔκολα κίνησιν, ἅπερ ὡς ὑπὸ μιᾶς γραμμῆς πάσας ἀποσῴζει τὰς ἀναλογίας, μέλη | |
5 | μέλεσιν ἰσόρροπα, δεξιὰ χεὶρ ἰσομήκης τε λείᾳ καὶ δάκτυλος δακτύλῳ καὶ ταρσὸς ταρσῷ καὶ βάσις βάσει καὶ τὰ καθ’ ἕκαστον. | |
8.29.3(3) | ὀφθαλμοὶ τὴν ὑψηλοτάτην σκοπιὰν ἔλαχον, ... βραχείᾳ προβολῇ τῶν | |
5 | ὀφρύων ὑποκαθήμενοι, ... κολοβὸν ἐκ πάντων ἡμῶν τῶν μελῶν τὸ οὖς κεχάλκευται, ἀλλὰ καὶ αὐτὸ διακοσμεῖ τὸ περικείμενον κύμβαλον, ... ἑλικοειδῶς ἐκτορνευθὲν δι’ ὅλου, | 234 |
10 | ὥστε μὴ θᾶττον εἰσδύνειν τὸν λόγον, ἀλλ’ ἐν πλείονι χρόνῳ ... | |
11 | ||
8.29.4 | ὀδόντες καὶ ὁμοῦ συνεργοῦντες ἐκεί‐ νῃ (sc. τῇ γλώττῃ) πρὸς διάλεκτον, ἰσχυρὰν αὐτῇ παρεχόμενοι πρὸς τὸν λόγον τὴν ἀντίρρησιν οἱονεὶ πλήκτρου | |
5 | χορδαῖς κιννύρης προσκρουομένης αὐτῆς. ὁμοῦ δὲ καὶ τροφῆς ὑπηρέται πεφύκασιν, οἱ μὲν τέμνοντες, οἱ δὲ λεπτύνοντες· τομῆς μὲν οἱ ἔμπροσ‐ | |
8.30.1 | θεν, μύλοι δὲ οἱ ἐνδότεροι διὰ τὸ ἀπολεπτύνειν καὶ λεαίνειν τὰ προσ‐ αγόμενα καταλλήλως καλούμενοι. ἡ δὲ ῥὶς ταῖς παρειαῖς μεσιτεύουσα | |
5 | ἐφέλκεται μὲν καὶ ἀντιδίδωσι τὸν | |
ἀέρα, ... τῷ θώρακι τοίνυν οὗτος (sc. ὁ πνεύμων) ἐνηρτημένος, γομφώδης ὑπάρχει καὶ μαλακὸς καὶ πολὺ | 235 | |
10 | ἀραιός· ... διὸ περιδονούμενος τῇ καρδίᾳ καὶ πραείαις αὔραις αὐτὴν κολακεύων, εὐθαλὲς καὶ ἐρρωμένον τὸ ζῷον δείκνυσιν. ἐν αὐτῇ γὰρ καὶ μόνῃ τὸ ζωτικὸν αἴτιον ἱδρῦσθαί μοι | |
15 | δοκεῖ. | |
8.30.2 | εἰ γὰρ πηγὴ τοῦ αἵματος ὑπάρχει τὸ ἧπαρ, ἡ τῆς τροφῆς χορηγία ἀναγ‐ καία καθέστηκεν. τὸ γὰρ ἐπεισαγό‐ μενον ἡμῖν διὰ ταύτης τὸ αἷμα | |
5 | βρύειν ἐκ τοῦ ἥπατος δίδωσι, καθά‐ περ ἡ ἐπὶ τοῦ ὄρους χιὼν διὰ τῆς οἰκείας ἰκμάδος τὰς ὑπὸ τὴν ὑπ‐ ώρειαν αὔξουσα κρήνας, διὰ τοῦ βά‐ θους τὸ οἰκεῖον ὑγρὸν λεληθότως | |
10 | ἐπὶ τὰς κάτω φλέβας συνθλίβουσα. | |
8.30.3 | τὸ δὲ ἧπαρ καὶ αὐτὸ θερμὸν ὑπάρχον πρὸς τὴν τῶν ἐγκρινομένων πέψιν τε καὶ ἐξαιμάτωσιν τῷ δεξιῷ ἐνήρ‐ τηται μέρει ... τῷ δὲ εὐωνύμῳ ὁ | |
5 | σπλὴν ἐμπέφυκεν ἅμα τε ὑφέλκων καὶ διακρίνων τὸ ὑλῶδες τοῦ αἵμα‐ | |
8.31.1 | τος ... ἐντέρων δὲ ἑλιγμοὶ καὶ συμ‐ πλοκαὶ περὶ τὴν γαστέρα, ὅπως τῇ σκολιᾷ περιαγωγῇ χρόνῳ παρακατ‐ έχεσθαι τὴν τροφὴν τοῖς σπλάγχνοις, | 236 |
5 | ὡς ἂν μὴ δι’ εὐθύτητα τοῦ πόρου ῥᾳδίως καὶ αὖθις ἐκκρινομένης ἀνακινοίη τὸ ζῷον πρὸς ὄρεξιν ... | |
7 | ||
8.31.2 | ὑμενώδεις δὲ οἴκους τῇ φορᾷ τῶν ὑγρῶν ὁ δημιουργὸς ὑπετεχνή‐ σατο διὰ τῶν ἀοράτων πόρων κατὰ μέρος ἐπισπωμένους τὸ ὑγρόν, ὅπως | |
5 | μὴ τῇ ἀθρόᾳ ἐξυδατώσει καὶ ἀναξη‐ ρασίᾳ δίψει ἐνεδρευθῆναι τὸ ζῷον, ἀλλὰ κατὰ μέρος ἐξοικονομεῖσθαι τὸ | |
ἀρυσθὲν μέχρι καιροῦ τινος. | 237 | |
8.41.3(2) | ἰδοὺ τῆς ἴρεως ὁρωμένης ἀκριβῆ περιφέρειαν ἐχούσης καὶ πάντοθεν ἴσην, οἵαν ἀληθῶς οὐδὲ νοῦς περι‐ | |
5 | γράψαι δύναται· καὶ ὅμως ὁρῶμεν ὑπ’ οὐδενὸς αὐτὴν γινομένην ἀλλ’ αὐτομάτως συνισταμένην. | |
8.42.1(4) | εἰ γὰρ καὶ ὁ τύπος ἐκτυπῶν τὰ ἴδια | |
5 | νοῦς 〈οὐχ〉 ὑπάρχει, ἀλλ’ οὖν γε ὁ τὸν | 242 |
8.42.2 | τύπον δράσας νοητὸν ἐτεκτήνατο, ἐπ’ αὐτῷ διαχεῖν ἢ ἀναμάττειν μέλλων τὰ αἱρούμενα. οὐ γὰρ ὁ πυρὶ τακεὶς μόλιβδος ἢ κηρὸς ἢ χαλκὸς τύπῳ | |
5 | τινὸς ἐπιχεόμενος καὶ τὸ ἐκεῖθεν σχῆμα ἀναματτόμενος καὶ τὸ δοκοῦν τῷ τεχνίτῃ γινόμενος παρὰ τοῦτο αὐτομάτως συστῆναι δόξει, ἀλλὰ τῇ χειρὶ τοῦ τεχνίτου διὰ τοῦ τύπου | |
10 | τὸ αἱρεθὲν ἀποτελούμενος. οὕτω δὴ νοείσθω ἡ τῆς ἴρεως σύστασις ἐν ταῖς σφοδραῖς ὑετίαις, ... | |
8.42.8(3) | ὥσπερ γὰρ οἱ πύργοι ὑπὸ τῶν οἰκο‐ δόμων ἐγείρονται καὶ τὰ λαξευτὰ | |
5 | ἢ χωνευτὰ ὑπὸ τεχνίτου χειρὸς | 243 |
8.42.9 | διαγλύφεται, τὰ δὲ αὐτῶν ἀπο‐ σκιάσματα οὐχ ὑπὸ τεχνίτου γίνε‐ σθαι πέφυκεν, ἀλλ’ ὑπὸ τῶν παρ’ ἐκείνων γενομένων ἀποτελεῖται· εἰ | |
5 | οὖν καὶ θάτερα θατέροις τινὰ παρυφ‐ ίσταται τύπῳ τινὸς ἐκτυπούμενα, ἀλλ’ οὖν γε οἱ τύποι ἀπ’ ἀρχῆς ὑπὸ | |
τεχνίτου χειρὸς γεγόνασιν. | 244 | |
9.17.1 | αὐτίκα γοῦν Ἄρης κέντρον λαβὼν οἰκείῳ οἴκῳ ἐκ τετραγώνου ἐπι‐ θεωρῶν Κρόνον σὺν Ἑρμῇ ἐπὶ κέντρον, Σελήνης ἐπ’ αὐτὸν πλήρους | |
5 | ἐρχομένης, ἐπὶ 〈τῆσ〉 ἡμερινῆς γενέ‐ σεως ἐκτελεῖ ἀνδροφόνους καὶ κτει‐ νομένους, [ἐπωμότας καὶ] αἱμοπότας, μεθύσους, λάγνους, δαιμονῶντας, μυστηρίων ἀποκρύφων ἵστορας, μά‐ | |
10 | γους, θύτας καὶ τὰ τούτοις ἀκόλουθα, | |
9.17.2 | ἐξαιρέτως μηδενὸς τῶν ἀγαθοποιῶν ἀστέρων ἐπιθεωροῦντος· αὐτὸς δὲ πάλιν Ἄρης πρὸς Ἀφροδίτην σχῆμα | |
τετράγωνον 〈ἔχων〉, μοιρικῶς ἐπὶ | 267 | |
9.17.3 | κέντρον, μὴ ἐπιθεωροῦντός τινος ἀγαθοποιοῦ, μοιχοὺς ἀποτελεῖ, ἀδελ‐ φαῖς καὶ μητράσι μιγνυμένους. Κύ‐ πρις σὺν Μήνῃ ἐν ὁρίοις καὶ οἴκοις | |
5 | Κρόνου σὺν Κρόνῳ, ἐπιμαρτυροῦντος | |
9.17.4 | τοῦ Ἄρεος, ἀποτελεῖ γυναῖκας γεωρ‐ γοὺς καὶ οἰκοδόμους καὶ πάντων ἀνδρείων ἔργων ἐπιστήμονας, καὶ κοινοῦσθαι καὶ συγκαθεύδειν οἷς | |
5 | ἂν βούλοιντο, καὶ μὴ κωλύεσθαι ὑπὸ τῶν οἰκείων ἀνδρῶν. ἀνδρείας οὖν ἀποτελεῖ γυναῖκας ἐν Αἰγοκέρῳ 〈ἢ〉 Ὑδροχόῳ κακοδαιμονοῦσα Ἀφ‐ ροδίτη, ἐπ’ ἀνδρῶν δὲ τοὐναντίον | |
10 | σὺν Ἄρει οὖσα ἐν Κριῷ. ὅθεν οὐχ οἷόν τε φόβῳ ἤ τινος ἀπειλῇ ἢ μηχανῇ ἐπισχεῖν τὰς ἐπιθυμίας διὰ | |
τὴν τῶν ἄστρων ἀποκλήρωσιν. | 268 | |
10.10.7(3) | καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς | |
10.10.8 | ὄντες συνελογίσαντό με (B, μοι AC) συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με ὥσπερ πυρετοῦ ἔλλειμμα | |
πρὸς ἀπιστίαν βραχέα βασανίζει· | 330 | |
10.10.9(2) | σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα. | |
10.11.1 | κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγώ σοι συμβουλεύω. | |
10.11.2 | μαθηματικῷ συμβαλὼν εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον. | |
4 | ||
10.11.3 | καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακο‐ ποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικὸς (C, ἀποκαταστικὸς AB) ἐγένετο, ἢ τὸν | |
5 | ἐνιαυτὸν τοῦτόν τις ἐπεθεώρησεν (AC, ἐθεώρησεν B) ἐκ τετραγώνου ἢ διαμέτρου ἢ συνὼν ἢ κεκεντρω‐ μένος ἢ παρὰ αἵρεσιν. ὁμῶς καὶ | |
ἄλλα μυρία εἰπεῖν ἔχει. | 331 | |
10.11.4 | πρὸς τούτοις δὲ ἢ ἀγαθοποιὸς κακῷ ἀσύνδετος (B, ἀσύνθετος AC) ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρὰ αἵρεσιν ἢ ἐν ἐκλείψει ἢ ἀνεπισύναφος | |
5 | ἢ ἐν ἀμαυροῖς ἄστροις. καὶ ὁμῶς πολλῶν προφάσεων οὐσῶν πρὸς ἃ ἤκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. | |
10.11.5 | μετὰ τοῦτον οὖν τὸν μαθηματικὸν ἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπέ, ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν | |
5 | αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. | |
6 | ||
10.11.6 | καὶ ὁμῶς ὡς προεῖπον ἔχει, σοῦ κατα‐ ψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχη‐ μάτων ἕν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ | |
5 | τὸ (B, 𐅻 AC) ἐνεργῆσαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι. | |
10.11.7 | ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώ‐ πων μὴ ἐν πάσῃ ὥρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι, τοὺς δὲ κακῶς· | |
3 | ||
10.11.8 | κύκλος γάρ ἐστιν ἰσομερής, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρὸς | |
ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει. | 332 | |
10.12.1 | ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάν‐ των δὲ οἰκειοτάτην προσφέρομεν ἐπί‐ λυσιν, οὕτως καὶ τὸ μάθημα πρὸ τοῦ | |
5 | τι ἀποτελεσθῆναι οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται, μετὰ δὲ τὴν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται. | |
8 | ||
10.12.2 | πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται λέγοντες ὅτι Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν | |
5 | (AC, ἤδειμεν B). | |
5 | ||
10.12.3 | τὸ μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως αἴτια γίνεται, ποῖα (ποία ... αἰτία | |
5 | ... ποία B) δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. | |
10.12.4 | ὅτι ἥδε (AC, δὲ B) ἡ αἰτία ἡμῖν τοῖς τὸ μυστήριον μεμαθηκόσι σαφής ἐστιν· ὅτι ἐλεύθερον ἔχοντες λογισμὸν 〈ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳ | |
10.12.5 | ἡττήμεθα,〉 (☩ Robinson) ἐνίοτε ἐπέχειν ταύτην βουλευσάμενοι νενι‐ | |
κήκαμεν. | 333 | |
10.12.7 | οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ μυστή‐ ριον οὐκ εἰδότες, περὶ πάσης προαιρέ‐ σεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταί‐ σαντες τοὺς κλιμακτῆρας ἐπενόησαν, | |
5 | εἰς ἀδηλότητα ποιούμενοι (AB, μετα‐ ποιούμενοι C) τὴν προαίρεσιν, ὡς χθὲς ἐπεδείξαμεν. | |
10.13.1 | σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο μηδὲν τούτων ἀληθέσ‐ τερον εἶναι ὧν εἶπες (B, εἶπας C, | |
5 | εἶπεν A). | 334 |
10.23.4 | ... Διὸς (Cotelier, διὰ ed.) τοῦ πατραλοίου καὶ τῶν οἰκείων τέκ‐ νων τοὺς γάμους φθείραντος καὶ | |
ἐν τάφῳ παρὰ Κρησὶ φθαρέντος. | 342 | |
10.24.1 | οὐ μὴν ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου παῖδας ἐξεθείασαν οἱ ἄθεοι καὶ ματαιόφρονες· ἐν μὲν τῇ Ἑρμου‐ | |
10.24.2 | πόλει [τὸν ἐπὶ τὸ χεῖρον ἀνερμήνευ‐ τον] Ἑρμῆν εἰς κόνιν διαλυθέντα· ἐν δὲ Κύπρῳ τὴν Κύπριν [κόπρον ἐν τάφῳ κειμένην]· ἐν δὲ Θράκῃ Ἄρην | |
5 | [τὸν τῆς ἀρᾶς ἐπώνυμον] ... πρὸς δὲ τοῖς Καυκασίοις ὄρεσι Κρόνος ... ἐν Θήβαις Διόνυσος ... ἐν Τύρῳ Ἡρακλῆς [μᾶλλον δὲ ἠράκλης (?)] πυριάλωτος γενόμενος διὰ κακίαν | |
10 | ὑπὸ τῶν ἀθέων ἐκθειάζεται. ἐν Ἐπιδαύρῳ Ἀσκληπιὸς ... θεὸς | |
προσηγορεύθη. | 343 | |
10.25.2 | καὶ Σύροι μὲν οἱ φερώνυμοι συρφετοὶ τὸν τοῦ ᾅδου ἐπώνυμον Ἄδωνιν ἐξεθείασαν κακῶς· Αἰγύπτιοι δὲ τὸν συρόμενον καὶ γεωπετῆ Ὄσιριν· | |
5 | Ἰλιεῖς ἐλεεινοὶ τὸν Ἕκτορα ... οἱ ἐν Λεύκῃ τῇ νήσῳ τὸν Ἴκαχον (ἀείκακον Cotelier) Ἀχιλλέα· Πόντιοι τὸν πα‐ τραλοίαν Πάτροκλον ἀπεθέωσαν· Ῥόδιοι Ἀλέξανδρον τὸν εἰκήμαχον | |
10 | Μακεδόνα, καὶ ἕτεροι θατέρους ἐν | |
τάφοις κόνιν κειμένους σέβουσι, ... | 344 |