TLG 1268 002 :: CLAUDIUS IOLAUS :: Fragmenta CLAUDIUS IOLAUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 363–364. frr. 1–4 Citation: Fragment — (line) | ||
t1-4 | ΦΟΙΝΙΚΙΚΑ. | |
t1 | E LIBRO PRIMO. | |
1 | Stephan. Byz.: Ἄκη, πόλις Φοινίκης ... Κλαύδιος δὲ Ἴουλος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους. Χαλεπωτάτων γὰρ ὑπὸ Εὐρυσθέως ἐν ἐπιταγαῖς ἄθλων περισχεθεὶς, τῷ τῆς Λερναίας ὕδρας | |
5 | ἰῷ [καὶ] τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. Ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπ’ ἀνατολὰς ἰτέον, μέχρι ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπλασάμενον τῶν ἑλκῶν ἀπαλλαγή‐ σεσθαι. Εὗρε δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον | |
---|---|---|
10 | πόαν, ἧς ὁ καυλὸς ἥ τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ [καὶ] ταῖς κεφαλαῖς· ὁπόσα γὰρ ἄν τις ἀπο‐ κείρῃ, φύονται αὖθις ἕτεραι. Κολοκάσιον μέντοι καλοῦσι τὴν ῥίζαν. Τὸ δ’ ὑπερπεφυκὸς κιβώριον ὄψιν ἡδεῖαν ἐδωδίμους τε τὰς φλέβας παρέχον Αἰγυπτίοις· περὶ δὲ | |
15 | τὸν Νεῖλον φύεται πολλή. Ἡ δὲ περὶ τὸν Βῆλον ἕλκη θε‐ ραπεύει δυσίατα. Τριβομένη δὲ μετὰ τῆς ῥίζης λευκὸν ἀναδίδωσιν ὀπόν. Τούτῳ, φησὶ, καὶ Ἡρακλῆς ἰάθη. Καὶ καλέσαι τὴν πόλιν Ἄκην. | |
t2-2a | E LIBRO TERTIO. | |
2 | Idem: Δῶρος, πόλις Φοινίκης ... Νῦν δὲ Δῶρα καλεῖται ... Κλαύδιος Ἴουλλος ἐν γʹ Φοινικικῶν· «Μετὰ Καισάρειαν Δῶρα κεῖται βραχεῖα πολίχνη, Φοινί‐ κων αὐτὴν οἰκούντων, οἳ διὰ τὸ ὑπόπετρον τῶν τε | |
5 | αἰγιαλῶν καὶ τὸ πορφύρας γόνιμον συνελθόντες καλιὰς αὐτοῖς ᾠκοδομήσαντο καὶ περιβαλλόμενοι χάρακας, ὡς ὑπήκουεν αὐτοῖς τὰ τῆς ἐργασίας, τεμνόμενοι τὰς πέτρας διὰ τῶν ἐξαιρουμένων λίθων τὰ τείχη κατεβά‐ λοντο, καὶ τὴν ἔνορμον (εὔορ.?) χηλὴν | |
10 | ὅπως τε (γε?) ἀσφαλῶς ἔθεντο, ἐπώνυμον αὐτὴν τῇ πατρίῳ γλώσσῃ Δῶρα (Δὼρ?) καλοῦντες. Οἱ δὲ Ἕλ‐ ληνες χάριν τοῦ τῆς φωνῆς εὐπροφόρου καλεῖν ἀρκοῦν‐ ται Δῶρα τὴν πόλιν. Καί τινες ἱστοροῦσι Δῶρον τὸν Ποσειδῶνος οἰκιστὴν αὐτῆς γεγονέναι.» | |
2a | Etym. M.: Γάδειρα. Τὰ Γάδειρα λέ‐ γονται πληθυντικῶς, ἀπὸ τοῦ γῆ καὶ τοῦ δειρά, οἱονεὶ | |
γῆς δειρά. Τὰ γὰρ Γάδειρα τῆς γῆς ἐξοχή ἐστιν. Ἢ, ὥς φησι Κλαύδιος Ἰούλιος ἐν ταῖς Φοινίκης ἱστορίαις, ὅτι | 363 | |
5 | Ἀρχαλεὺς υἱὸς Φοίνικος κτίσας πόλιν ὠνόμασε τῇ Φοινίκων γραφῇ· γάδον γὰρ παρ’ αὐτοῖς τὸ ἐκ μικρῶν ᾠκοδομημένον. | |
t3-4 | EX LIBRIS INCERTIS. | |
3 | Steph. B.: Ἰουδαία. Ἀλέξανδρος ὁ Πολυΐστωρ, ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰόλαος, ἀπὸ Ἰουδαίου Σπάρτωνος ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος. | |
4 | Idem: Λάμπη, πόλις Κρήτης, Ἀγαμέμνονος κτί‐ σμα, ἀπὸ Λάμπου τοῦ Ταρραίου. Τὸ ἐθνικὸν Λαμπαῖος. | |
Κλαύδιος δὲ Ἰούλιος Λαμπέας αὐτούς φησιν. | 364 |