TLG 1264 004 :: CHRYSIPPUS :: Fragmenta ad singulos libros relata

CHRYSIPPUS Phil., Stoicus
(Soleus: 3 B.C.)

Fragmenta ad singulos libros relata

Source: von Arnim, J. (ed.), Stoicorum veterum fragmenta, vol. 3. Leipzig: Teubner, 1903 (repr. Stuttgart, 1968): 194–200, 202–204.

  • tractatus 9–10, 12, 17, 25, 28, 45, 47, 57
  • Dup. partim 1264 005 (fr. 338)

Citation: Treatise — fragment — (line)

IX

t

Περὶ τῶν Δι’ αὑτὰ Αἱρετῶν Α194

IX

fr 2

Athenaeus Deipnos. VII 285d. Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν δι’ αὑτὰ αἱρετῶν „τὴν ἀφύην, φησίν, [τὴν] ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γενομένην. εἶθ’ οἱ μέν, φησίν, ἐνταῦθα
5τοὺς ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν ἀχρειοτέρους ὄντας, ὅτι τῶν παρ’ ἡμῖν πολὺ ἐλάττους εἰσίν· ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐν‐ θάδε.“

X

t

Περὶ τῶν μὴ Δι’ αὑτὰ Αἱρετῶν

X

fr 2

Athenaeus Deipnosoph. IV p. 159a. οἷον ὁ καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ δι’ αὑτὰ αἱρετῶν λέγων ὧδε „ἐπὶ τοσοῦτον τινὲς ἐκπίπτουσι πρὸς τὸ ἀργύριον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινὰ μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν τὸν δὲ ἕτερον ῥαψάμενον
5εἴς τινα χιτῶνα καὶ ἐνδύντ’ αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως, μήτε καύσαντας μήτε θεραπεύσαντας.“

XII

t

Περὶ Δικαιοσύνης

XII

fr 1

Cicero de republ. III 8, 12 et reqeriret et tueretur, alter (scil. Aristoteles) autem de ipsa iustitia quattuor implevit sane grandis libros. Nam ab Chrysippo nihil magnum nec magnificum desideravi, qui suo quodam more loquitur, ut omnia verborum momentis, non rerum ponde‐
5ribus examinet.195

XVII

t

Εἰσαγωγὴ τῆς περὶ Ἀγαθῶν καὶ Κακῶν πραγματείας

XVII

fr 2

Athenaeus Deipnos. IV p. 159d. Χρύσιππος δ’ ἐν τῇ εἰσα‐ γωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα. πυνθανομένου δέ τινος αὐτοῦ ποδα‐
5πός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος.

XVII

fr 3

Origenes contra Celsum IV 63 Vol. I p. 334, 15 Kö. (p. 552 Delarue). (Dum refutare studet Celsi opinionem τὰ κακὰ οὔτε πλείονα οὔτε ἐλάττονα γίγνεσθαι) καὶ ἄλλως δ’ ἐλέγχεται ὁ τοῦ Κέλσου περὶ τῶν κα‐ κῶν λόγος ἀπὸ τῶν ἐξετασάντων φιλοσόφων τὰ περὶ ἀγαθῶν καὶ κακῶν καὶ
5παραστησάντων καὶ ἀπὸ τῆς ἱστορίας ὅτι πρῶτον μὲν ἔξω πόλεως καὶ προ‐ σωπεῖα περικείμεναι αἱ ἑταῖραι ἐξεμίσθουν ἑαυτὰς τοῖς βουλομένοις· εἶθ’ ὕστερον καταφρονήσασαι ἀπέθεντο τὰ προσωπεῖα καὶ ὑπὸ τῶν νόμων μὴ ἐπιτρεπόμεναι εἰσιέναι εἰς τὰς πόλεις, ἔξω ἦσαν αὐτῶν· πλείονος δὲ τῆς δια‐ στροφῆς γινομένης ὁσημέραι, ἐτόλμησαν καὶ εἰς τὰς πόλεις εἰσελθεῖν. Ταῦτα
10δὲ Χρύσιππός φησιν ἐν τῇ περὶ ἀγαθῶν καὶ κακῶν εἰσαγωγῇ· „Ὅθεν ὡς τῶν κακῶν πλειόνων καὶ ἡττόνων γινομένων, ἔστι λαβεῖν ὅτι οἱ καλούμενοι ἀμφίβολοι ἦσάν ποτε προεστηκότες, πάσχοντες καὶ διατιθέντες καὶ ταῖς ἐπιθυμίαις τῶν εἰσιόντων δουλεύοντες, ὕστερον δὲ οἱ ἀγορανόμοι τούτους ἐξῶσαν.“ Καὶ περὶ μυρίων δ’ ἂν τῶν ἀπὸ κεχυμένης τῆς κακίας
15ἐπεισελθόντων τῷ βίῳ τῶν ἀνθρώπων ἔστιν εἰπεῖν, ὅτι πρότερον οὐκ ἦν. Αἱ γοῦν ἀρχαιόταται ἱστορίαι, καίτοι γε μυρία ὅσα κατηγοροῦσαι τῶν ἁμαρ‐
τανόντων ἀῤῥητοποιοὺς οὐκ ἴσασι.196

XXV

t

Ἠθικῶν Ζητημάτων Ι

XXV

fr 4

Scholia in Eur. Androm. v. 276 Vol. IV p. 152 Dind. Vol. II p. 274 Schw. Χρύσιππος δὲ ἐν Ἠθικῶν δεκάτῳ λογισάμενον τὸν Πάριν τίνων δεῖ μᾶλλον ἀντέχεσθαι, πολεμικῆς ἀσκήσεως ἢ ἐρωτικῆς ἢ βασιλείας, νεῦσαι [αὐτὸν] μᾶλλον εἰς τὰ ἐρωτικὰ καὶ οὕτως τὸν περὶ τῆς κρίσεως μῦ‐
5θον συντεθῆναι.

XXVIII

t

Περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς πρὸς Ἀριστοκρέοντα Ι

XXVIII

fr 1

Gellius N. A. XIV 4. Condigne mepercule et condecore Chry‐ sippus in librorum, qui inscribuntur περὶ καλοῦ καὶ ἡδονῆς, primo,
os et oculos Iustititiae vultumque eius severis atque venerandis verborum coloribus depinxit. Facit quippe imaginem Iustitiae fierique solitam esse197
5dicit a pictoribus rhetoribusque antiquioribus ad hunc ferme modum: „forma atque filo virginali, aspectu vehementi et formidabili, luminibus oculorum acribus, neque humilis neque atrocis, sed reverendae cuiusdam tristitiae dignitate.“ Ex imaginis autem istius significatione intellegi vo‐ luit, iudicem, qui Iustitiae antistes est, oportere esse gravem, sanctum,
10severum, incorruptum, inadulabilem contraque improbos nocentesque immi‐ sericordem atque inexorabilem erectumque et arduum ac potentem, vi et maiestate aequitatis veritatisque terrificum. Verba ipsa Chrysippi de Iu‐ stitia scripta haec sunt: „Παρθένος δὲ εἶναι λέγεται κατὰ σύμβολον τοῦ ἀδιάφθορος εἶναι καὶ
15μηδαμῶς ἐνδιδόναι τοῖς κακούργοις, μηδὲ προσίεσθαι μήτε τοὺς ἐπιεικεῖς λόγους μήτε παραίτησιν καὶ δέησιν μήτε κολακείαν μήτε ἄλλο μηδὲν τῶν τοιούτων· οἷς ἀκολούθως καὶ σκυθρωπὴ γράφεται καὶ συνεστηκὸς ἔχουσα τὸ πρόσωπον καὶ ἔντονον καὶ δεδορκὸς βλέπουσα, ὥστε τοῖς μὲν ἀδίκοις φόβον ἐμποιεῖν, τοῖς δὲ δικαίοις θάρσος· τοῖς μὲν προσφιλοῦς ὄντος τοῦ τοιούτου
20προσώπου, τοῖς δὲ ἑτέροις προσάντους.“ Haec verba Chrysippi eo etiam magis ponenda existimavi, ut prompta ad considerandum iudicandumque sint, quoniam legentibus ea nobis deli‐ catiores quidam disciplinarum philosophi, Saevitiae imaginem istam esse, non Iustitiae, dixerunt.

XXVIII

fr 2

Athenaeus Deipnosoph. XIII p. 565a. τοῦ ξύρεσθαι τὸν πώ‐ γωνα κατ’ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς. οὐκ ἀκαίρως δέ, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυ‐
5μαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. λέγει δὲ οὕτως ὁ φιλόσοφος „τὸ ξύρεσθαι τὸν πώγωνα κατ’ Ἀλέξανδρον προῆκται, τῶν προτέρων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθή‐ ναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον προσκειράμενον παρωνύμιον ἔχειν Κόρσην. διὸ καὶ Ἄλεξις ἔφη που·
10ἂν πιττοκοπούμενόν τιν’ ἢ ξυρούμενον ὁρᾶς, δυοῖν τούτων ἔχειν δεῖ θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν.
15 τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν, δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς. Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησε, „μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα ς’ ἐποίησε καὶ οὐ γυναῖκα;“ ἕτερον δέ τινα ἐπὶ ἵππου
20ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσ‐ μένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δὲ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδὲ ὁ ἐπιληψόμενος οὐδείς ἐστι διὰ τὸ πάντας ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ.“ καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴ‐
25ρηκε Χρύσιππος.

XXVIII

fr 3

Athenaeus Deipnosoph. IV p. 137f. Χρύσιππός τ’ ἐν τετάρ‐ τῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησὶν „ἐν Ἀθήναις δὲ ἱστοροῦσιν
οὐ πάνυ ἀρχαίων δυοῖν γενομένων δείπνων, ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν198
5τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιούς, ὡς μακρόθεν οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων 〈τῶν〉 μακρόθεν· τὸν δ’ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγω‐ θῆναι ὡς παρασοφιζόμενον πονηρῶς.“

XXVIII

fr 4

Athenaeus Deipnosoph. IX p. 373a. καὶ Χρύσιππος δ’ ὁ φι‐ λόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως „καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον.“

XXVIII

fr 5

Athenaeus Deipnosoph. VIII 335b. Χρύσιππον δ’, ἄνδρες φί‐ λοι, τὸν τῆς Στοᾶς ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ, τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον ἀεί ποτε μετὰ Φιλαινίδος κατα‐ τάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα.
5 id. 335a. ἀλλ’ οὖν ὅ γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησί „καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστι‐ κάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχη‐ μάτων καὶ περὶ τὴν τούτων μελέτην γινομένας.“ καὶ πάλιν „ἐκμανθάνειν
10τ’ αὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασι.“ κἂν τῷ ἑβδόμῳ δέ φησι „καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.“

XXVIII

fr 6

Athenaeus Deipnos. I p. 4e. Ἀρχέστρατος ὁ Συρακόσιος ἢ Γε‐ λῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ.

XXVIII

fr 7

Athenaeus Deipnosoph. XIV p. 616a. καὶ Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς περὶ τοῦ Παν‐ ταλέοντος τάδε γράφει „ὁ δὲ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατ’ ἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέγειν, ὅπου κατορωρύχοι
5τὸ χρυσίον· ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰσθέσθαι ἐξηπατη‐ μένους.“

XXVIII

fr 8

Athenaeus Deipnosoph. XIV p. 616b. οὐκ ἠπόρει δ’ ἡμῶν τὸ συμπόσιον οὐδὲ τῶν φιλοσκωπτούντων. περὶ δὲ τοιούτου τινὸς πάλιν ὁ Χρύσιππος ἐν τῷ αὐτῷ (scil. ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς) γράφει „φιλοσκώπτης μέλλων ὑπὸ τοῦ δημίου σφάττεσθαι εἶπε
5θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέψαντος δ’ ἐκείνου ἔσκωψεν.“

XXVIII

fr 9

Athenaei Deipnosoph. epit. lib. I p. 9c. τὸ παρὰ πολλοῖς λασταυ‐ ροκάκκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος 〈ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς〉 οὗ ἡ κατασκευὴ περιεργοτέρα.199

XXVIII

fr 10

Athenaeus Deipnosoph. I p. 5e. Ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ φιλοξένειοί τινες πλακοῦντες ὠνομάσθησαν. περὶ τούτου Χρύσιππός φησιν „ἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐν‐ τρέπεσθαι τοὺς πλησίον ἐπὶ τοῖς γινομένοις, ὥστε φανερῶς ἐν τοῖς βαλα‐
5νείοις τήν τε χεῖρα συνεθίζειν πρὸς τὰ θερμά, καθιέντα εἰς ὕδωρ θερμόν, καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. ἔφασαν γὰρ αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι, ἵνα θερμότατα παρατιθῶσι, καὶ μόνος καταναλίσκῃ αὐτός, τῶν λοιπῶν συνακο‐ λουθεῖν μὴ δυναμένων.“

XXVIII

fr 11

Athenaeus VIII p. 336a. (ὁ Σαρδανάπαλλος) ἐφ’ οὗ τοῦ τάφου ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε

XXVIII

fr 12

Athenaeus Deipnosoph. XV p. 686f. καὶ ὁ θαυμασιώτατος δὲ Χρύσιππος τὴν ὀνομασίαν φησὶ λαβεῖν τὰ μύρα ἀπὸ τοῦ μετὰ πολλοῦ μό‐ ρου καὶ πόνου ματαίου γίνεσθαι. Λακεδαιμόνιοί τε ἐξελαύνουσι τῆς Σπάρ‐ της τοὺς τὰ μύρα κατασκευάζοντας ὡς διαφθείροντας τοὔλαιον, καὶ τοὺς τὰ
5ἔρια δὲ βάπτοντας ὡς ἀφανίζοντας τὴν λευκότητα τῶν ἐρίων. Σόλων τε ὁ σοφὸς διὰ τῶν νόμων κεκώλυκε τοὺς ἄνδρας μυροπωλεῖν.

XXVIII

fr 13

Athenaeus Deipnosoph. XIV p. 659a. ἐκάλουν δ’ οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον Μαίσωνα τὸν δ’ ἐκτόπιον Τέττιγα. Χρύσιππος δ’ ὁ φιλόσοφος τὸν Μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονε κωμῳδίας
5ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπ’ αὐτοῦ κα‐ λούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυζάντιος ἐν τῷ περὶ προσώπων.

XXVIII

fr 14

Athenaeus Deipnosoph. II p. 67c. κάλλιστον δ’ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον.

XXVIII

fr 15

Athenaeus Deipnosoph. I p. 8c. Χρύσιππος δέ φησιν· ἀσύμ‐
βολον κώθωνα μὴ παραλίμπανε.200

XLV

t

Περὶ Παροιμιῶν

XLV

fr 1

Diog. Laërt. VII 1. (de Zenone locutus) ὅτι ἰσχνὸς ἦν, ὑπομή‐ κης, μελάγχρως, ὅθεν τις αὐτὸν εἶπεν Αἰγυπτίαν κληματίδα, καθά φησι Χρύσιππος ἐν πρώτῳ Παροιμιῶν.

XLV

fr 2

Schol. Pind. Isthm. II 17. Χρήματα χρήματ’ ἀνήρ] τοῦτο ἀνα‐ γράφεται μὲν εἰς τὰς παροιμίας ὑπ’ ἐνίων, ἀπόφθεγμα δέ ἐστιν Ἀριστοδήμου, καθάπερ φησὶ Χρύσιππος ἐν τῷ περὶ παροιμιῶν. τοῦτον δὲ τὸν Ἀρι‐ στόδημον Πίνδαρος μὲν οὐ τίθησιν ἐξ ὀνόματος, ὡς δήλου ὄντος ὅς ἐστιν
5ὁ τοῦτο εἰπών, μόνον δὲ ἐσημειώσατο τὴν πατρίδα ὅτι Ἀργεῖος etc.

XLV

fr 3

Diogenianus Paroemiographus I 62 p. 10. Αἲξ Σκυρία: Χρύ‐ σιππός φησιν ἐπὶ τῶν τὰς χάριτας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν, ἐπειδὴ πολλάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ.

XLV

fr 4

Zenobius V 32. Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς τι ποι‐ ούντων. Ἡ γὰρ νὺξ ἀκριβεστέρα τῆς ἡμέρας τοῖς πελαγοδρομοῦσι, διὰ τὰς τῶν ἄστρων σημειώσεις. Ὁ δὲ Χρύσιππος ἀφελὼν τὴν „οὐ“ ἀπόφασιν „νυκτιπλοεῖσ“ εἶπεν.

XLV

fr 5

[Plut.] Prov. Alex. I 3 (Cod. VB.—Corp. Par. II p. 321). Ὀπι‐ σάμβω[ν]· ταύτην Χρύσιππος τάττει κατὰ τῶν χεῖρον ἐν τοῖς πράγμασι προβαινόντων παρὰ τὸ ἀεὶ ὀπίσω βαίνειν. Μέμνηται τοῦ ὀνόματος Σοφοκλῆς.

XLV

fr 6

Zenobius Paroemiogr. III 40. Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξα‐ νομένων φησὶν ὁ Χρύσιππος, ἀλλὰ καὶ 〈ἐπὶ τῶν〉 μικρῶν μενόντων εἴρηται ἡ παροιμία. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος.

XLV

fr 7

Plutarchus vita Arati 1, 1. Παροιμίαν τινὰ παλαιάν, ὦ Πολύ‐ κρατες, δείσας μοι δοκεῖ τὸ δύσφημον αὐτῆς, ὁ φιλόσοφος Χρύσιππος οὐχ ὃν ἔχει τρόπον, ἀλλ’ ὡς αὐτὸς ᾤετο βέλτιον εἶναι διατίθεται, τίς πατέρ’ αἰνήσει, εἰ μὴ εὐδαίμονες υἱοί;
5Διονυσόδωρος δὲ ὁ Τροιζήνιος ἐλέγχων αὐτὸν ἀντεκτίθησι τὴν ἀληθινὴν οὕτως ἔχουσαν· τίς πατέρ’ αἰνήσει, εἰ μὴ κακοδαίμονες υἱοί; etc.

XLV

fr 8

Suidas s. v. Κέρκωπες (pr.)—ἡ δὲ παροιμία „κερκωπίζειν“ ἣν ὁ Χρύσιππος ἀπὸ τῶν σαινόντων τῇ κέρκῳ ζῴων φησὶ μετενηνέχθαι.

XLVII

t

Περὶ Πολιτείας202

XLVII

fr 6

Diogenes Laërt. VII 34. ὅτι δ’ αὐτοῦ ἐστιν ἡ Πολιτεία (scil.
Zenonis) καὶ Χρύσιππος ἐν (ὥσπερ ἐν Β) τῷ περὶ Πολιτείας φησί.203

LVII

t

Ὑπογραφὴ τοῦ λόγου τοῦ 〈ἠθικοῦ〉 πρὸς Θεόπορον Α

LVII

fr 1

Stob. Eclog. II 116, 11 W. Περὶ γὰρ πάντων τῶν παραδόξων δογμάτων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ὁ Χρύσιππος διελέχθη· καὶ γὰρ ἐν τῷ περὶ δογμάτων καὶ ἐν τῇ ὑπογραφῇ τοῦ λόγου καὶ ἐν ἄλλοις πολλοῖς τῶν
κατὰ μέρος συγγραμμάτων.204