TLG 1264 003 :: CHRYSIPPUS :: Fragmenta quae ad explicationem carminum Homericorum pertinent

CHRYSIPPUS Phil., Stoicus
(Soleus: 3 B.C.)

Fragmenta quae ad explicationem carminum Homericorum pertinent

Source: von Arnim, J. (ed.), Stoicorum veterum fragmenta, vol. 3. Leipzig: Teubner, 1903 (repr. Stuttgart, 1968): 192–193.

frr. 769–777

Citation: Fragment — (line)

769

Scholia in Homeri Iliadem A 129. Ζώϊλος δὲ ὁ Ἀμφιπολί‐ της καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσι φασὶ πληθυντι‐ κόν· ἀγνοοῦσι δὲ etc.

770

Scholia in Homeri. Iliad. Α 405. ὅς ῥα παρὰ Κρονίωνι· ὅτι ἐν‐ τεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς (1. Il. E 906) Ὅμηρος δέ, ὡς Στωϊκός, Ποσειδῶνος αὐτὸν εἶναί φησι.

771

Scholia in Hom. Iliad. Θ 441. ἀμβωμοῖσι· Χρύσιππος ὑφ’ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου etc. Etymol. Magn. s. v. ἀμβωμοῖσιν· ἀντὶ τοῦ περὶ τοῖς βωμοῖς. Χρύ‐ σιππος ὑφ’ ἓν προφέρει, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου.

772

Scholia ad Hom. Iliad. Κ 252. Χρύσιππος δὲ ὥσπερ εἴ τις, φησί, περὶ τριῶν ἡμερῶν διαλεγόμενος ἐν τῇ τρίτῃ λέγει μίαν ἀπο‐ λείπεσθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺς λόγους, οὕ‐ τως καὶ τὸν Ὀδυσσέα εἰ καὶ πλέον ἦν παρῳχηκὸς τῶν δύο μοιρῶν
5τὴν τρίτην φάναι καταλείπεσθαι, ἐπειδὴ τριμεροῦς οὔσης τῆς νυκτὸς ἕκαστον μέρος ἕν τι λαμβάνεται, ὥστε κἂν ἐλλιπὲς ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλ’ ἀριθμεῖσθαί γε τρίτην, τῷ τάξιν τῶν ἡμερῶν ἔχειν τὴν τρίτην. οὕτω γὰρ καὶ ἄνθρωπον παρὰ πόδα γενόμενον ἔτι τυγχάνειν τῆς ὅλης προσηγορίας.

773

Scholia in Hom. Iliad. Ν. v. 41. Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θρᾷξ δασύνουσι τὸ „αὐΐαχοι“ ἵν’ ᾖ ξηρόφωνοι.

774

Scholia in Hom. Iliad. Ο. v. 241. ἀμφὶ ἓ γιγνώσκων· —— Χρύσιππος δὲ ψιλοῦν τὸ ε ὡς περισσεῦον, καί φησιν „ἀμφιγνοῶν ἀντὶ τοῦ ἀντιβάλλων.“

775

Scholia in Hom. Iliad. X 212. μέσσα· Χρύσιππος ῥῦμα
γράφει· τὴν γὰρ ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι.192

776

Scholia in Hom. Odyss. Ε. 240. περίκηλα· Ἀρίσταρχος ὥσπερ ξηρὰ ἐκδεχόμενος, τὰ περικεκαυμένα ὑπὸ ἡλίου. Χρύσιππος δὲ διῄρει, περὶ κῆλα, περισσῶς ξηρά.

777

Etymol. Magn. s. v. ἐπικυνεῖν (p. 361, 13 Gaisf. ). καὶ Χρύ‐ σιππος γράψει Κυλλήνιος Ἑρμῆς, ἐπειδὴ ἡ ῥάβδος αὐτοῦ ἀνδρῶν ὄμματα θέλγει——Φαίακες δὲ θύουσιν αὐτῷ ἑσπέρας ὡς Ὅμηρος „ὅτε μνησαίατο κοίτου“ οὐχ ὅτι ὀνειρόπομπος ἦν ἀλλ’ ὅτι ὕπνου ἡδέος
5αἴτιος.193