TLG 1259 001 :: 〈CHARONDAS Nomographus〉 :: Fragmentum 〈CHARONDAS Nomographus〉 〈Phil.〉 Fragmentum Citation: Page — (line) | ||
60(7t) | Προοίμια νόμων | |
9 | Stob.4.2.24 p.149 He. (Mullach 1 p.540) Χαρώνδα Καταναίου | |
---|---|---|
10 | Προοίμια νόμων. Τὼς βουλευομένως καὶ πράττοντάς τι ἀπὸ θεῶν ἄρχεσθαι χρή· τὸ γὰρ ἄριστον, ὥσπερ ἁ παροιμία φατί, τὸν θεὸν ἦμεν αἴτιον πάντων τούτων. ἔτι δὲ φαύλων πράξεων ἀπέχεσθαι καὶ μάλιστα διὰ τὰν πρὸς τὸν θεὸν ξυμβουλίαν· οὐδενὸς γὰρ ἀδίκου θεὸν κοινωνεῖν. βοηθεῖν δὲ ἕκαστον ἑαυτῷ καὶ ποτικελεύεσθαι κατ’ ἀξίαν τῶν δικαίων | |
15 | μεταλαμβάνεν καὶ πράσσεν· τὸ γὰρ ὑπὲρ μικρῶν καὶ μεγάλων ὁμοίως διατείνεσθαι ἄγαν μικροπρεπὲς δοκεῖ ἦμεν καὶ ἀνελεύθερον. διὸ δεῖ φροντίζεν τῶ μὴ σφόδρα ἐς τὰ μάκιστα καὶ τὰ μεγάλα ἐμπίπτεν· ἀλλὰ κατ’ ἀξίαν τὰν ἑαυτῶ καὶ δυναμίαν μετρέοντα ἑκάστῳ πράγματι ἐπιβάλλεν, ὅπως τίμιος ᾖς καὶ σεμνός. | |
20 | Ἀδίκῳ δὲ ἀνδρὶ ἢ γυναικὶ κεκριμένοις ὑπὸ πόλεως ἐπαρωγὴν μὴ ποιεῖσθαι μηδὲ ὁμιλεῖν μηδένα ἢ ὀνειδίζεσθαι ὡς ὄντα ὅμοιον ᾧ ὁμιλεῖ. τοὺς δὲ προκεκριμένους ἄνδρας ἀγαθοὺς ἀγαπᾶν καὶ ἐντυγχάνειν αὐτοῖς, τελεῖσθαι τε τὴν μεγίστην καὶ τελειοτάτην τελετήν, ἀνδραγα‐ θίαν, μιμουμένους ἐπ’ ἀληθείᾳ καὶ κτωμένους τὴν ἀρετήν· οὐδεὶς γὰρ | |
25 | ἀνὴρ τέλειος ἄνευ ταύτης. πολίτῃ δὲ ἀδικουμένῳ βοηθεῖν καὶ οἴκοι καὶ ἐπὶ ξένης· ξένον δὲ πάντα τὸν ἐν τῇ ἑαυτοῦ πατρίδι σεβόμενον καὶ κατὰ τοὺς οἰκείους νόμους εὐφήμως καὶ οἰκείως προσδέχεσθαι καὶ ἀποστέλλειν, μεμνημένους Διὸς ξενίου ὡς παρὰ πᾶσιν ἱδρυμένου κοινοῦ | |
θεοῦ καὶ ὄντος ἐπισκόπου φιλοξενίας τε καὶ κακοξενίας. | 60 | |
61 | Ἡγεῖσθαι δὲ καὶ παραγγέλλειν πρεσβυτέρους νεωτέροις τὸ αἰδεῖσθαι καὶ αἰσχύνεσθαι τὰ κακά, φανεροὺς ὄντας αὐτοὺς αἰσχυνομένους καὶ αἰδουμένους· ὡς ἐν αἷς πόλεσι πρεσβυτέρων ἀναισχυντίαι, φύονται παῖδες αὐτῶν καὶ παίδων παῖδες ἀναίσχυντοι. ἀκολουθεῖ δὲ ἀναισχυντίᾳ | |
5 | καὶ ἀναιδείᾳ ὕβρις καὶ ἀδικία, τούτοις δ’ ἕπεται ὄλεθρος. μηδεὶς δ’ ἔστω ἀναιδής, ἀλλὰ σωφρονείτω ἕκαστος, ὡς οὕτω τευξόμενος θεῶν ἵλεων καὶ σωτηρίας· οὐδεὶς γὰρ κακὸς θεοφιλής. τιμάτω δὲ ἕκαστος τὸ καλὸν καὶ τὸ ἀληθὲς καὶ μισείτω τὸ αἰσχρὸν καὶ τὸ ψεῦδος· ταῦτα γὰρ ἀρετῆς σημεῖα καὶ κακίας. διὸ χρὴ συνεθίζειν ἐκ παίδων κολάζοντας | |
10 | μὲν τοὺς φιλοψευδεῖς, φιλοῦντας δὲ τοὺς φιλαλήθεις, ἵν’ ἐμφυσιῶται ἑκάστῳ τὸ κάλλιστον καὶ σπερματωδέστατον τῆς ἀρετῆς. προσποιείσθω δὲ ἕκαστος τῶν πολιτῶν σωφρονεῖν μᾶλλον ἢ φρονεῖν· ὡς ἡ προσποίησις τοῦ φρονεῖν μέγα σημεῖον ἀπειροκαλίας καὶ σμικρότητος. ἔστω δὲ ἡ προσποίησις τοῦ σωφρονεῖν ἀληθής· μηδεὶς γὰρ πλαττέσθω γλώσσῃ | |
15 | καλὰ ἔργα, πράξεως καὶ διανοίας ἀγαθῆς στερόμενος. Χρὴ δὲ καὶ πρὸς τοὺς ἄρχοντας εὔνοιαν διαφυλάττειν καθάπερ πατράσιν εὐπειθοῦντας καὶ σεβομένους· ὡς ὁ μὴ διανοούμενος οὕτω τίσει δίκην κακῆς βουλῆς δαίμοσιν ἑστιούχοις. ἄρχοντες γὰρ ἑστιουχοῦσι πόλεως καὶ πολιτῶν σωτηρίας. | |
20 | Χρὴ δὲ καὶ τοὺς ἄρχοντας δικαίως προεστάναι τῶν ἀρχομένων καθάπερ τέκνων ἰδίων, ἔχθραν καὶ φιλίαν καὶ θυμὸν ἐν τῷ κρίνειν κοιμίσαντας. Ἐπαινείσθωσαν δὲ καὶ εὐδοκιμείτωσαν, ὅσοι ἂν ὄντες εὔποροι τοῖς ἐνδεεστέροις ἐπαρκῶσιν, ὡς τέκνα καὶ ἀμύντορας σῴζοντες τῆς | |
25 | ἑαυτῶν πατρίδος. ἐπαρκείτωσαν δὲ τοῖς διὰ τύχην πενομένοις, καὶ μὴ διὰ βίον ἀργὸν καὶ ἀκρατῆ. ἡ μὲν γὰρ τύχη πᾶσι κοινόν, ὁ δὲ ἀργὸς καὶ ἀκρατὴς βίος κακοῖς ἀνδράσιν ἴδιος. Καλὸν δ’ ἔστω καὶ μηνύειν ἐάν τίς τῳ συνειδῇ ἀδικοῦντι, ἵνα ἡ πολιτεία σῴζηται πολλοὺς ἔχουσα τῆς εὐκοσμίας φύλακας. ὁ δὲ | |
30 | μηνύων εὐσεβὴς ἔστω καὶ κατὰ τῶν οἰκειοτάτων ἐξαγγέλλων· οὐδὲν γάρ ἐστιν οἰκειότερον πατρίδος. ἐμφανιζόντων δὲ μὴ τὰ δι’ ἀκούσιον ἄγνοιαν γιγνόμενα, ἀλλ’ ὅσον ἂν ἐκ προνοίας τι ἁμαρτάνωσιν. ὁ δ’ ἐμφανισθείς, ἂν ἐθελεχθρῇ τῷ μηνύσαντι, μισείσθω ὑπὸ πάντων, δίκην διδοὺς ἀχαριστίας, ἧς ἀποστερεῖ τὸν ἰατρεύοντα, μεγίστην | |
35 | νόσον ἰατρευόμενος ἀδικίαν. | |
Ἔστω δὲ μέγιστα ἀδικήματα θεῶν καταφρόνησις καὶ γονέων | 61 | |
62 | κάκωσις ἑκούσιος καὶ ἀρχόντων καὶ νόμων ὀλιγωρία καὶ ἑκούσιος ἀτιμία δικαιοσύνης. δικαιότατος δὲ ἔστω καὶ ὁσιώτατος πολίτης ὁ ταῦτα τιμῶν καὶ ἐμφανίζων πρὸς πολίτας καὶ ἄρχοντας κατὰ τῶν καταφρονούντων. | |
5 | Ὑπὲρ πατρίδος ἀποθνῄσκειν σεμνότερον ἔστω ἢ γλιχόμενον τοῦ ζῆν ἐγκαταλιπεῖν αὐτὴν καὶ τὸ καλόν· κρεῖττον γὰρ τεθνάναι καλῶς ἢ ζῆν αἰσχρῶς καὶ ἐπονειδίστως. Χρὴ δὲ καὶ τῶν τελευτώντων ἕκαστον τιμᾶν μὴ δακρύοις μηδὲ οἴκτοις, ἀλλὰ μνήμῃ ἀγαθῇ καὶ τῇ τῶν κατ’ ἔτος ὡραίων ἐπιφορᾷ, | |
10 | ὡς ἀχαριστίας οὔσης πρὸς δαίμονας χθονίους λύπης ὑπὲρ τὸ μέτρον γιγνομένης. Βλασφημείτω δὲ μηδεὶς ἐπ’ ἀδίκῳ βλάβῃ περὶ μηδενός· ὁσιώτερον γὰρ εὐφημία κακηγορίας. Νομιζέσθω δὲ πολίτης ἀμείνων ὁ τῆς ὀργῆς κρείττων μᾶλλον | |
15 | τοῦ διὰ ταύτην πλημμελοῦντος. Ὁ 〈τὰ〉 ἱερὰ καὶ ἀρχεῖα ὑπεραίρων τῇ πολυτελείᾳ τῶν ἰδίων μὴ εὐδοξείτω, ἀλλ’ ὀνειδιζέσθω· μηδὲν γὰρ ἔστω ἰδιωτικὸν μεγαλο‐ πρεπέστερον καὶ σεμνότερον τῶν δημοσίων. Ὁ πλούτῳ καὶ χρήμασι δουλεύων καταφρονείσθω ὡς μικρόψυχος | |
20 | ὢν καὶ ἀνελεύθερος καὶ καταπληττόμενος ὑπὸ κτημάτων πολυτελῶν καὶ βίου τραγῳδουμένου, καὶ ... εὐτελὴς εἶναι τὴν ψυχὴν ὑπολαμ‐ βανέσθω. ὁ γὰρ μεγαλόψυχος προδιανοεῖται πάντα παρ’ ἑαυτῷ τὰ παρ’ ἀνθρώποις, καὶ δι’ οὐδενὸς θορυβεῖται τοιούτου ὅταν παραπέσῃ. Αἰσχρορρημονείτω δὲ μηδείς, ὅπως ἂν μὴ παρελκύῃ τὴν διάνοιαν | |
25 | ἔργοις αἰσχροῖς μηδὲ ἀναπιμπλῇ τὴν ψυχὴν ἀναιδείας καὶ μιασμάτων. τὰ μὲν γὰρ εὐσχήμονα καὶ φίλα τοῖς οἰκείοις ὀνόμασι καὶ κειμένοις ὑπὸ τοῦ νόμου προσαγορεύομεν, πρὸς ἃ δ’ ἂν ἐχθρῶς ἔχωμεν, ἐξιστάμεθα καὶ τῆς προσηγορίας διὰ τὸ αἰσχρόν. ἔστω δὲ καὶ αἰσχρὸν εἰπεῖν τὸ αἰσχρόν. | |
30 | Γυναῖκα δὲ τὴν κατὰ νόμους ἕκαστος στεργέτω καὶ ἐκ ταύτης τεκνοποιείσθω, εἰς ἄλλο δὲ μηδὲν προϊέσθω τέκνων τῶν αὑτοῦ σποράν· μηδὲ τὸ φύσει καὶ νόμῳ τίμιον ἀνόμως ἀναλισκέτω καὶ ὑβριζέτω. ἡ γὰρ φύσις τεκνοποιίας ἕνεκεν, οὐκ ἀκολασίας ἐποίησε τὴν σποράν. Γυναῖκα δὲ σωφρονεῖν χρὴ καὶ μὴ προσδέχεσθαι συνουσίαν ἀσεβῆ | |
35 | παρ’ ἄλλων ἀνδρῶν, ὡς ἀπαντώσης νεμέσεως παρὰ δαιμόνων ἐξοικιστῶν | |
καὶ ἐχθροποιῶν. | 62 | |
63 | Ὁ μητρυιὰν ἐπιγαμῶν μὴ εὐδοξείτω, ἀλλ’ ὀνειδιζέσθω ὡς παραίτιος ὢν οἰκείας διαστάσεως. Χρὴ δὲ ἐμμένειν τοῖς εἰρημένοις, τὸν δὲ παραβαίνοντα ἔνοχον εἶναι τῇ πολιτικῇ ἀρᾷ. | |
5 | Προστάσσει δὲ ὁ νόμος ἐπίστασθαι τὰ προοίμια τοὺς πολίτας ἅπαντας, καὶ ἐν ταῖς ἑορταῖς μετὰ τοὺς παιᾶνας λέγειν ᾧ ἂν προστάσσῃ | |
ὁ ἱστιάτωρ, ἵν’ ἐμφυσιῶται ἑκάστῳ τὰ παραγγέλματα. | 63 |