TLG 1252 002 :: CERTAMEN HOMERI ET HESIODI :: Certamen Homeri et Hesiodi

CERTAMEN HOMERI ET HESIODI Narr. Fict.
(3 B.C./A.D. 2)

Cf. et VITAE HOMERI (1805)

Certamen Homeri et Hesiodi

Source: Allen, T.W. (ed.), Homeri opera, vol. 5. Oxford: Clarendon Press, 1912 (repr. 1969): 225–238.

Citation: (Line)

1 Ὅμηρον καὶ Ἡσίοδον τοὺς θειοτάτους ποιητὰς πάντες ἄνθρωποι πολίτας ἰδίους εὔχονται λέγεσθαι. ἀλλ’ Ἡσίοδος μὲν τὴν ἰδίαν ὀνομάσας πατρίδα πάντας τῆς φιλονεικίας ἀπήλλαξεν εἰπὼν 〈O.D. 639, 640〉 ὡς ὁ πατὴρ αὐτοῦ
5εἵσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ’ ἐσθλῇ. Ὅμηρον δὲ πᾶσαι ὡς εἰπεῖν αἱ πόλεις καὶ οἱ ἔποικοι αὐτῶν παρ’ ἑαυτοῖς γεγενῆσθαι λέγουσιν. καὶ πρῶτοί γε Σμυρναῖοι Μέλητος ὄντα τοῦ παρ’ αὐτοῖς ποταμοῦ καὶ225
10Κρηθηίδος νύμφης κεκλῆσθαί φασι πρότερον Μελησιγένη, ὕστερον μέντοι τυφλωθέντα Ὅμηρον μετονομασθῆναι διὰ τὴν παρ’ αὐτοῖς ἐπὶ τῶν τοιούτων συνήθη προσηγορίαν. Χῖοι δὲ πάλιν τεκμήρια φέρουσιν ἴδιον εἶναι πολίτην λέγοντες καὶ περισῴζεσθαί τινας ἐκ τοῦ γένους αὐτοῦ παρ’
15αὑτοῖς Ὁμηρίδας καλουμένους. Κολοφώνιοι δὲ καὶ τόπον δεικνύουσιν, ἐν ᾧ φασιν αὐτὸν γράμματα διδάσκοντα τῆς ποιήσεως ἄρξασθαι καὶ ποιῆσαι πρῶτον τὸν Μαργίτην. περὶ δὲ τῶν γονέων αὐτοῦ πάλιν πολλὴ διαφωνία παρὰ πᾶσίν ἐστιν. Ἑλλάνικος 〈fr. 6〉 μὲν γὰρ καὶ Κλεάνθης
20〈fr. 592 Arn.〉 Μαίονα λέγουσιν, Εὐγαίων 〈F.H.G. ii. 16〉 δὲ Μέλητα, Καλλικλῆς δὲ Δμασαγόραν, Δημόκριτος δὲ ὁ Τροιζήνιος Δαήμονα ἔμπορον, ἔνιοι δὲ Θαμύραν, Αἰγύπτιοι δὲ Μενέμαχον ἱερογραμματέα, εἰσὶ δὲ οἳ Τηλέμαχον τὸν Ὀδυσσέως· μητέρα δὲ οἱ μὲν Μῆτιν, οἱ δὲ Κρηθηίδα,
25οἱ δὲ Θεμίστην, οἱ δὲ Ὑρνηθώ, ἔνιοι δὲ Ἰθακησίαν τινὰ ὑπὸ Φοινίκων ἀπεμποληθεῖσαν, οἱ δὲ Καλλιόπην τὴν Μοῦ‐ σαν, τινὲς δὲ Πολυκάστην τὴν Νέστορος. ἐκαλεῖτο δὲ Μέλης, ὡς δέ τινές φασι Μελησιγένης, ὡς δὲ ἔνιοι
Ἄλτης. ὀνομασθῆναι δὲ αὐτόν φασί τινες Ὅμηρον διὰ τὸ226
30τὸν πατέρα αὐτοῦ ὅμηρον δοθῆναι ὑπὸ Κυπρίων Πέρσαις, οἱ δὲ διὰ τὴν πήρωσιν τῶν ὀμμάτων· παρὰ γὰρ τοῖς Αἰολεῦσιν οὕτως οἱ πηροὶ καλοῦνται. ὅπερ δὲ ἀκηκόαμεν ἐπὶ τοῦ θειοτάτου αὐτοκράτορος Ἀδριανοῦ εἰρημένον ὑπὸ τῆς Πυθίας περὶ Ὁμήρου, ἐκθησόμεθα. τοῦ γὰρ βασιλέως πυθομένου
35πόθεν Ὅμηρος καὶ τίνος, ἀπεφοίβασε δι’ ἑξαμέτρου τόνδε τὸν τρόπον· ἄγνωστόν μ’ ἔρεαι γενεὴν καὶ πατρίδα γαῖαν ἀμβροσίου σειρῆνος. ἕδος δ’ Ἰθακήσιός ἐστιν, Τηλέμαχος δὲ πατὴρ καὶ Νεστορέη Ἐπικάστη
40 μήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολὺ πάνσοφον ἄνδρα. οἷς μάλιστα δεῖ πιστεύειν διά τε τὸν πυθόμενον καὶ τὸν ἀποκρινάμενον, ἄλλως τε οὕτως τοῦ ποιητοῦ μεγαλοφυῶς τὸν προπάτορα διὰ τῶν ἐπῶν δεδοξακότος. ἔνιοι μὲν οὖν αὐτὸν προγενέστερον Ἡσιόδου φασὶν
45εἶναι, τινὲς δὲ νεώτερον καὶ συγγενῆ. γενεαλογοῦσι δὲ οὕτως· Ἀπόλλωνός φασι καὶ Θοώσης τῆς Ποσειδῶνος γενέσθαι Λίνον, Λίνου δὲ Πίερον, Πιέρου δὲ καὶ νύμφης Μεθώνης Οἴαγρον, Οἰάγρου δὲ καὶ Καλλιόπης Ὀρφέα, Ὀρφέως δὲ Ὄρτην, τοῦ δὲ Ἁρμονίδην, τοῦ δὲ Φιλοτέρπην,

(50)

τοῦ δὲ Εὔφημον, τοῦ δὲ Ἐπιφράδην, τοῦ δὲ Μελάνωπον, τούτου δὲ Δῖον καὶ Ἀπέλλαιον, Δίου δὲ καὶ Πυκιμήδης τῆς Ἀπόλλωνος θυγατρὸς Ἡσίοδον καὶ Πέρσην· Πέρσου δὲ Μαίο‐ να, Μαίονος δὲ θυγατρὸς καὶ Μέλητος τοῦ ποταμοῦ Ὅμηρον. τινὲς δὲ συνακμάσαι φασὶν αὐτοὺς ὥστε καὶ ἀγωνίσασθαι
55ὁμόσε ἐν Αὐλίδι τῆς Βοιωτίας, ποιήσαντα γὰρ τὸν Μαργίτην Ὅμηρον περιέρχεσθαι κατὰ πόλιν ῥαψῳδοῦντα, ἐλθόντα δὲ καὶ εἰς Δελφοὺς περὶ τῆς πατρίδος αὑτοῦ πυνθάνεσθαι τίς
εἴη, τὴν δὲ Πυθίαν εἰπεῖν· ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα227
60 δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι. τὸν δὲ ἀκούσαντα περιίστασθαι μὲν τὴν εἰς Ἴον ἄφιξιν, διατρίβειν δὲ περὶ τὴν ἐκεῖ χώραν. κατὰ δὲ τὸν αὐτὸν χρόνον Γανύκτωρ ἐπιτάφιον τοῦ πατρὸς Ἀμφιδάμαντος βασιλέως Εὐβοίας ἐπιτελῶν πάντας τοὺς ἐπισήμους ἄνδρας
65οὐ μόνον ῥώμῃ καὶ τάχει, ἀλλὰ καὶ σοφίᾳ ἐπὶ τὸν ἀγῶνα μεγάλαις δωρεαῖς τιμῶν συνεκάλεσεν. καὶ οὗτοι οὖν ἐκ τύχης, ὥς φασι, συμβαλόντες ἀλλήλοις ἦλθον εἰς τὴν Χαλκίδα. τοῦ δὲ ἀγῶνος ἄλλοι τέ τινες τῶν ἐπισήμων Χαλκιδέων ἐκαθέζοντο κριταὶ καὶ μετ’ αὐτῶν Πανήδης,
70ἀδελφὸς ὢν τοῦ τετελευτηκότος. ἀμφοτέρων δὲ τῶν ποιη‐ τῶν θαυμαστῶς ἀγωνισαμένων νικῆσαί φασι τὸν Ἡσίοδον τὸν τρόπον τοῦτον· προελθόντα γὰρ εἰς τὸ μέσον πυνθάνε‐ σθαι τοῦ Ὁμήρου καθ’ ἓν ἕκαστον, τὸν δὲ Ὅμηρον ἀποκρί‐ νασθαι. φησὶν οὖν Ἡσίοδος·
75 υἱὲ Μέλητος Ὅμηρε θεῶν ἄπο μήδεα εἰδὼς εἴπ’ ἄγε μοι πάμπρωτα τί φέρτατόν ἐστι βροτοῖσιν; Ὅμηρος· ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, φύντα δ’ ὅμως ὤκιστα πύλας Ἀίδαο περῆσαι.
80Ἡσίοδος τὸ δεύτερον· εἴπ’ ἄγε μοι καὶ τοῦτο θεοῖς ἐπιείκελ’ Ὅμηρε, τί θνητοῖς κάλλιστον ὀίεαι ἐν φρεσὶν εἶναι; ὁ δέ· ὁππότ’ ἂν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
85δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσιν. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.228
90ῥηθέντων δὲ τούτων τῶν ἐπῶν, οὕτω σφοδρῶς φασι θαυ‐ μασθῆναι τοὺς στίχους ὑπὸ τῶν Ἑλλήνων ὥστε χρυσοῦς αὐτοὺς προσαγορευθῆναι, καὶ ἔτι καὶ νῦν ἐν ταῖς κοιναῖς θυσίαις πρὸ τῶν δείπνων καὶ σπονδῶν προκατεύχεσθαι πάντας. ὁ δὲ Ἡσίοδος ἀχθεσθεὶς ἐπὶ τῇ Ὁμήρου εὐημερίᾳ
95ἐπὶ τὴν τῶν ἀπόρων ὥρμησεν ἐπερώτησιν καί φησι τούσδε τοὺς στίχους· Μοῦς’ ἄγε μοι τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα τῶν μὲν μηδὲν ἄειδε, σὺ δ’ ἄλλης μνῆσαι ἀοιδῆς. ὁ δὲ Ὅμηρος βουλόμενος ἀκολούθως τὸ ἄπορον λῦσαι φησίν·

(100)

οὐδέ ποτ’ ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι ἅρματα συντρίψουσιν ἐρίζοντες περὶ νίκης. καλῶς δὲ καὶ ἐν τούτοις ἀπαντήσαντος ἐπὶ τὰς ἀμφιβόλους γνώμας ὥρμησεν ὁ Ἡσίοδος, καὶ πλείονας στίχους λέγων ἠξίου καθ’ ἕνα ἕκαστον συμφώνως ἀποκρίνασθαι τὸν Ὅμηρον.
105ἔστιν οὖν ὁ μὲν πρῶτος Ἡσιόδου, ὁ δὲ ἑξῆς Ὁμήρου, ἐνίοτε δὲ καὶ διὰ δύο στίχων τὴν ἐπερώτησιν ποιουμένου τοῦ Ἡσιόδου· δεῖπνον ἔπειθ’ εἵλοντο βοῶν κρέα καὐχένας ἵππων
ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμοιο κορέσθην. καὶ Φρύγες, οἳ πάντων ἀνδρῶν ἐπὶ νηυσὶν ἄριστοι229
110ἀνδράσι ληιστῆρσιν ἐπ’ ἀκτῆς δόρπον ἑλέσθαι. Ἡρακλέης ἀπέλυσεν ἀπ’ ὤμων καμπύλα τόξα χερσὶ βαλὼν ἰοῖσιν ὅλων κατὰ φῦλα γιγάντων. οὗτος ἀνὴρ ἀνδρός τ’ ἀγαθοῦ καὶ ἀνάλκιδός ἐστι μητρός, ἐπεὶ πόλεμος χαλεπὸς πάσῃσι γυναιξίν.
115οὔτ’ ἂρ σοί γε πατὴρ ἐμίγη καὶ πότνια μήτηρ· σῶμα τό γ’ ἐσπείραντο διὰ χρυσέην Ἀφροδίτην. αὐτὰρ ἐπεὶ δμήθη γάμῳ Ἄρτεμις ἰοχέαιρα Καλλιστὼ κατέπεφνεν ἀπ’ ἀργυρέοιο βιοῖο. ὣς οἳ μὲν δαίνυντο πανήμεροι, οὐδὲν ἔχοντες
120οἴκοθεν, ἀλλὰ παρεῖχεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. δεῖπνον δειπνήσαντες ἐνὶ σποδῷ αἰθαλοέσσῃ σύλλεγον ὀστέα λευκὰ Διὸς κατατεθνηῶτος παιδὸς ὑπερθύμου Σαρπηδόνος ἀντιθέοιο. ἡμεῖς δ’ ἂμ πεδίον Σιμοέντιον ἥμενοι αὔτως
125ἴομεν ἐκ νηῶν ὁδὸν ἀμφ’ ὤμοισιν ἔχοντες φάσγανα κωπήεντα καὶ αἰγανέας δολιχαύλους. δὴ τότ’ ἀριστῆες κοῦροι χείρεσσι θαλάσσης ἄσμενοι ἐσσυμένως τε ἀπείρυσαν ὠκύαλον ναῦν. Κολχίδ’ ἔπειθ’ ἵκοντο καὶ Αἰήτην βασιλῆα
130φεῦγον, ἐπεὶ γίγνωσκον ἀνέστιον ἠδ’ ἀθέμιστον. αὐτὰρ ἐπεὶ σπεῖσάν τε καὶ ἔκπιον οἶδμα θαλάσσης ποντοπορεῖν ἤμελλον ἐυσσέλμων ἐπὶ νηῶν. τοῖσιν δ’ Ἀτρεΐδης μεγάλ’ εὔχετο πᾶσιν ὀλέσθαι μηδέ ποτ’ ἐν πόντῳ, καὶ φωνήσας ἔπος ηὔδα·
135 ἐσθίετ’ ὦ ξεῖνοι, καὶ πίνετε· μηδέ τις ὑμῶν οἴκαδε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν πημανθείς, ἀλλ’ αὖτις ἀπήμονες οἴκαδ’ ἵκοισθε. πρὸς πάντα δὲ τοῦ Ὁμήρου καλῶς ἀπαντήσαντος πάλιν φησὶν ὁ Ἡσίοδος·230
140 τοῦτό τι δή μοι μοῦνον ἐειρομένῳ κατάλεξον, πόσσοι ἅμ’ Ἀτρεΐδῃσιν ἐς Ἴλιον ἦλθον Ἀχαιοί; ὁ δὲ διὰ λογιστικοῦ προβλήματος ἀποκρίνεται οὕτως· πεντήκοντ’ ἦσαν πυρὸς ἐσχάραι, ἐν δὲ ἑκάστῃ πεντήκοντ’ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα·
145 τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί. τοῦτο δὲ εὑρίσκεται πλῆθος ἄπιστον· τῶν γὰρ ἐσχαρῶν οὐσῶν πεντήκοντα ὀβελίσκοι γίνονται πεντακόσιοι καὶ χιλιάδες βʹ, κρεῶν δὲ δεκαδύο μυριάδες, ͵ε . . . κατὰ πάντα δὴ τοῦ Ὁμήρου ὑπερτεροῦντος φθονῶν ὁ Ἡσίοδος

(150)

ἄρχεται πάλιν· υἱὲ Μέλητος Ὅμηρ’ εἴ περ τιμῶσί σε Μοῦσαι, ὡς λόγος, ὑψίστοιο Διὸς μεγάλοιο θύγατρες, λέξον μέτρον ἐναρμόζων ὅ τι δὴ θνητοῖσι κάλλιστόν τε καὶ ἔχθιστον· ποθέω γὰρ ἀκοῦσαι.
155ὁ δέ φησι· Ἡσίοδ’ ἔκγονε Δίου ἑκόντα με ταῦτα κελεύεις εἰπεῖν· αὐτὰρ ἐγὼ μάλα τοι πρόφρων ἀγορεύσω. κάλλιστον μὲν τῶν ἀγαθῶν ἔσται μέτρον εἶναι αὐτὸν ἑαυτῷ, τῶν δὲ κακῶν ἔχθιστον ἁπάντων.
160ἄλλο δὲ πᾶν ὅ τι σῷ θυμῷ φίλον ἐστὶν ἐρώτα.
πῶς ἂν ἄριστ’ οἰκοῖντο πόλεις καὶ ἐν ἤθεσι ποίοις; εἰ μὴ κερδαίνειν ἀπὸ τῶν αἰσχρῶν ἐθέλοιεν, οἱ δ’ ἀγαθοὶ τιμῷντο, δίκη δ’ ἀδίκοισιν ἐπείη. εὔχεσθαι δὲ θεοῖς ὅ τι πάντων ἐστὶν ἄμεινον;231
165εὔνουν εἶναι ἑαυτῷ 〈ἀεὶ〉 χρόνον ἐς τὸν ἅπαντα. ἐν δ’ ἐλαχίστῳ ἄριστον ἔχεις ὅ τι φύεται εἰπεῖν; ὡς μὲν ἐμῇ γνώμῃ φρένες ἐσθλαὶ σώμασιν ἀνδρῶν. ἡ δὲ δικαιοσύνη τε καὶ ἀνδρείη δύναται τί; κοινὰς ὠφελίας ἰδίοις μόχθοισι πορίζειν.
170τῆς σοφίης δὲ τί τέκμαρ ἐπ’ ἀνθρώποισι πέφυκεν; γιγνώσκειν τὰ παρόντ’ ὀρθῶς, καιρῷ δ’ ἅμ’ ἕπεσθαι. πιστεῦσαι δὲ βροτοῖς ποῖον χρέος ἄξιόν ἐστιν; οἷς αὐτὸς κίνδυνος ἐπὶ πραχθεῖσιν ἕπηται. ἡ δ’ εὐδαιμονίη τί ποτ’ ἀνθρώποισι καλεῖται;
175 λυπηθέντ’ ἐλάχιστα θανεῖν ἡσθέντα τε πλεῖστα. ῥηθέντων δὲ καὶ τούτων, οἱ μὲν Ἕλληνες πάντες τὸν Ὅμηρον ἐκέλευον στεφανοῦν, ὁ δὲ βασιλεὺς Πανήδης ἐκέλευσεν ἕκαστον τὸ κάλλιστον ἐκ τῶν ἰδίων ποιημάτων εἰπεῖν. Ἡσίοδος οὖν ἔφη πρῶτος·
180Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθ’ ἀμήτου, ἀρότοιό τε δυσομενάων· αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ φαίνονται, τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
185οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης ἐγγύθι ναιετάους’, οἵ τ’ ἄγκεα βησσήεντα
πόντου κυμαίνοντος ἀπόπροθι πίονα χῶρον ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν, γυμνόν τ’ ἀμάειν, ὅτ’ ἂν ὥρια πάντα πέλωνται.232
190μεθ’ ὃν Ὅμηρος· ἀμφὶ δ’ ἄρ’ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες καρτεραί, ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν οὔτε κ’ Ἀθηναίη λαοσσόος. οἱ γὰρ ἄριστοι κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον
195φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· ἀσπὶς δ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ, ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων· ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν. ἔφριξεν δὲ μάχη φθεισίμβροτος ἐγχείῃσι

(200)

μακραῖς, ἃς εἶχον ταμεσίχροας. ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν ἐρχομένων ἄμυδις. μάλα κεν θρασυκάρδιος εἴη ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ’ ἀκάχοιτο.
205θαυμάσαντες δὲ καὶ ἐν τούτῳ τὸν Ὅμηρον οἱ Ἕλληνες ἐπῄνουν, ὡς παρὰ τὸ προσῆκον γεγονότων τῶν ἐπῶν, καὶ ἐκέλευον διδόναι τὴν νίκην. ὁ δὲ βασιλεὺς τὸν Ἡσίοδον ἐστεφάνωσεν εἰπὼν δίκαιον εἶναι τὸν ἐπὶ γεωργίαν καὶ εἰρήνην προκαλούμενον νικᾶν, οὐ τὸν πολέμους καὶ σφαγὰς
210διεξιόντα. τῆς μὲν οὖν νίκης οὕτω φασὶ τυχεῖν τὸν Ἡσίοδον καὶ λαβόντα τρίποδα χαλκοῦν ἀναθεῖναι ταῖς Μούσαις ἐπιγράψαντα· Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ’ ἀνέθηκεν ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.
215τοῦ δὲ ἀγῶνος διαλυθέντος διέπλευσεν ὁ Ἡσίοδος εἰς
Δελφοὺς χρησόμενος καὶ τῆς νίκης ἀπαρχὰς τῷ θεῷ ἀναθή‐ σων. προσερχομένου δὲ αὐτοῦ τῷ ναῷ ἔνθεον γενομένην τὴν προφῆτίν φασιν εἰπεῖν· ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἀμφιπολεύει,233
220 Ἡσίοδος Μούσῃσι τετιμένος ἀθανάτῃσιν· τοῦ δ’ ἦ τοι κλέος ἔσται ὅσην τ’ ἐπικίδναται ἠώς. ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος· κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν. ὁ δὲ Ἡσίοδος ἀκούσας τοῦ χρησμοῦ, τῆς Πελοποννήσου
225μὲν ἀνεχώρει νομίσας τὴν ἐκεῖ Νεμέαν τὸν θεὸν λέγειν, εἰς δὲ Οἰνόην τῆς Λοκρίδος ἐλθὼν καταλύει παρ’ Ἀμφι‐ φάνει καὶ Γανύκτορι, τοῖς Φηγέως παισίν, ἀγνοήσας τὸ μαντεῖον. ὁ γὰρ τόπος οὗτος ἅπας ἐκαλεῖτο Διὸς Νεμείου ἱερόν. διατριβῆς δὲ αὐτῷ πλείονος γενομένης ἐν τοῖς
230Οἰνοεῦσιν ὑπονοήσαντες οἱ νεανίσκοι τὴν ἀδελφὴν αὐτῶν μοιχεύειν τὸν Ἡσίοδον, ἀποκτείναντες εἰς τὸ μεταξὺ τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος πέλαγος κατεπόντισαν. τοῦ δὲ νεκροῦ τριταίου πρὸς τὴν γῆν ὑπὸ δελφίνων προσενεχ‐ θέντος ἑορτῆς τινος ἐπιχωρίου παρ’ αὐτοῖς οὔσης Ἀριαδνείας
235πάντες ἐπὶ τὸν αἰγιαλὸν ἔδραμον καὶ τὸ σῶμα γνωρίσαντες ἐκεῖνο μὲν πενθήσαντες ἔθαψαν, τοὺς δὲ φονεῖς ἀνεζήτουν. οἱ δὲ φοβηθέντες τὴν τῶν πολιτῶν ὀργὴν κατασπάσαντες ἁλιευτικὸν σκάφος διέπλευσαν εἰς Κρήτην. οὓς κατὰ μέσον τὸν πλοῦν ὁ Ζεὺς κεραυνώσας κατεπόντωσεν, ὥς
240φησιν Ἀλκιδάμας ἐν Μουσείῳ. Ἐρατοσθένης δέ φησιν ἐν † ἐνηπόδω † Κτίμενον καὶ Ἄντιφον τοὺς Γανύκτορος ἐπὶ τῇ
προειρημένῃ αἰτίᾳ ἀνελόντας σφαγιασθῆναι θεοῖς τοῖς ξενίοις ὑπ’ Εὐρυκλέους τοῦ μάντεως. τὴν μέντοι παρθένον τὴν ἀδελφὴν τῶν προειρημένων μετὰ τὴν φθορὰν ἑαυτὴν234
245ἀναρτῆσαι, φθαρῆναι δὲ ὑπό τινος ξένου συνόδου τοῦ Ἡσιόδου Δημώδους ὄνομα· ὃν καὶ αὐτὸν ἀναιρεθῆναι ὑπὸ τῶν αὐτῶν φησιν. ὕστερον δὲ Ὀρχομένιοι κατὰ χρησμὸν μετενέγκαντες αὐτὸν παρ’ αὑτοῖς ἔθαψαν καὶ ἐπέγραψαν ἐπὶ τῷ τάφῳ·

(250)

Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
ὀστέα πληξίππων γῆ Μινυὰς κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν
ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης. καὶ περὶ μὲν Ἡσιόδου τοσαῦτα· ὁ δὲ Ὅμηρος ἀποτυχὼν
255τῆς νίκης περιερχόμενος ἔλεγε τὰ ποιήματα, πρῶτον μὲν τὴν Θηβαίδα ἔπη ͵ζ ἧς ἡ ἀρχή· Ἄργος ἄειδε θεὰ πολυδίψιον ἔνθεν ἄνακτες· εἶτα Ἐπιγόνους ἔπη ͵ζ ὧν ἡ ἀρχή· νῦν αὖθ’ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα Μοῦσαι.
260φασὶ γάρ τινες καὶ ταῦτα Ὁμήρου εἶναι. ἀκούσαντες δὲ τῶν ἐπῶν οἱ Μίδου τοῦ βασιλέως παῖδες Ξάνθος καὶ Γόργος παρακαλοῦσιν αὐτὸν ἐπίγραμμα ποιῆσαι ἐπὶ τοῦ τάφου τοῦ πατρὸς αὐτῶν, ἐφ’ οὗ ἦν παρθένος χαλκῆ τὸν Μίδου θάνατον οἰκτιζομένη. καὶ ποιεῖ οὕτως·
265χαλκῆ παρθένος εἰμί, Μίδου δ’ ἐπὶ σήματος ἧμαι. ἔς τ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ καὶ ποταμοὶ πλήθωσι, περικλύζῃ δὲ θάλασσα,
ἠέλιος δ’ ἀνιὼν φαίνῃ λαμπρά τε σελήνη, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ235
270 σημανέω παριοῦσι Μίδης ὅτι τῇδε τέθαπται. λαβὼν δὲ παρ’ αὐτῶν φιάλην ἀργυρᾶν ἀνατίθησιν ἐν Δελφοῖς τῷ Ἀπόλλωνι, ἐπιγράψας Φοῖβε ἄναξ δῶρόν τοι Ὅμηρος καλὸν ἔδωκα σῇσιν ἐπιφροσύναις· σὺ δέ μοι κλέος αἰὲν ὀπάζοις.
275 μετὰ δὲ ταῦτα ποιεῖ τὴν Ὀδύσσειαν ἔπη μ͵βʹ, πεποιηκὼς ἤδη τὴν Ἰλιάδα ἐπῶν μ͵εφʹ. παραγενόμενον δὲ ἐκεῖθεν εἰς Ἀθήνας αὐτὸν ξενισθῆναί φασι παρὰ Μέδοντι τῷ βασιλεῖ τῶν Ἀθηναίων. ἐν δὲ τῷ βουλευτηρίῳ ψύχους ὄντος καὶ πυρὸς καιομένου σχεδιάσαι λέγεται τούσδε τοὺς
280στίχους· ἀνδρὸς μὲν στέφανοι παῖδες, πύργοι δὲ πόληος, ἵπποι δ’ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης, λαὸς δ’ εἰν ἀγορῇσι καθήμενος εἰσοράασθαι. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
285 ἤματι χειμερίῳ ὁπότ’ ἂν νείφῃσι Κρονίων. ἐκεῖθεν δὲ παραγενόμενος εἰς Κόρινθον ἐρραψῴδει τὰ ποιήματα. τιμηθεὶς δὲ μεγάλως παραγίνεται εἰς Ἄργος καὶ λέγει ἐκ τῆς Ἰλιάδος τὰ ἔπη τάδε· οἳ δ’ Ἄργος τ’ εἶχον Τίρυνθά τε τειχιόεσσαν
290Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, Τροιζῆν’ Ἠιόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον νῆσόν τ’ Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
Τυδεΐδης οὗ πατρὸς ἔχων μένος Οἰνεΐδαο,236
295καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· τοῖσι δ’ ἅμ’ Εὐρύπυλος τρίτατος κίεν ἰσόθεος φώς, Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος. ἐκ πάντων δ’ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης. τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο·

(300)

ἐν δ’ ἄνδρες πολέμοιο δαήμονες ἐστιχόωντο Ἀργέιοι λινοθώρηκες, κέντρα πτολέμοιο. τῶν δὲ Ἀργείων οἱ προεστηκότες ὑπερβολῇ χαρέντες ἐπὶ τῷ ἐγκωμιάζεσθαι τὸ γένος αὐτῶν ὑπὸ τοῦ ἐνδο‐ ξοτάτου τῶν ποιητῶν, αὐτὸν μὲν πολυτελέσι δωρεαῖς
305ἐτίμησαν, εἰκόνα δὲ χαλκῆν ἀναστήσαντες ἐψηφίσαντο θυσίαν ἐπιτελεῖν Ὁμήρῳ καθ’ ἡμέραν καὶ κατὰ μῆνα καὶ κατ’ ἐνιαυτὸν 〈καὶ〉 ἄλλην θυσίαν πενταετηρίδα εἰς Χίον ἀποστέλλειν. ἐπιγράφουσι δὲ ἐπὶ τῆς εἰκόνος αὐτοῦ θεῖος Ὅμηρος ὅδ’ ἐστὶν ὃς Ἑλλάδα τὴν μεγάλαυχον
310 πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ, ἔξοχα δ’ Ἀργεΐους, οἳ τὴν θεοτείχεα Τροίην ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης. οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων.
315ἐνδιατρίψας δὲ τῇ πόλει χρόνον τινὰ διέπλευσεν εἰς Δῆλον εἰς τὴν πανήγυριν. καὶ σταθεὶς ἐπὶ τὸν κεράτινον βωμὸν λέγει ὕμνον εἰς Ἀπόλλωνα οὗ ἡ ἀρχή μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο. ῥηθέντος δὲ τοῦ ὕμνου οἱ μὲν Ἴωνες πολίτην αὐτὸν κοινὸν
320ἐποιήσαντο, Δήλιοι δὲ γράψαντες τὰ ἔπη εἰς λεύκωμα ἀνέ‐ θηκαν ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ. τῆς δὲ πανηγύρεως
λυθείσης ὁ ποιητὴς εἰς Ἴον ἔπλευσε πρὸς Κρεώφυλον κἀκεῖ χρόνον διέτριβε πρεσβύτης ὢν ἤδη. ἐπὶ δὲ τῆς θαλάσσης καθήμενος παίδων τινῶν ἀφ’ ἁλείας ἐρχομένων ὥς φασι237
325πυθόμενος ἄνδρες ἀπ’ Ἀρκαδίης θηρήτορες ἦ ῥ’ ἔχομέν τι; εἰπόντων δὲ ἐκείνων ὅσς’ ἕλομεν λιπόμεσθα, ὅς’ οὐχ ἕλομεν φερόμεσθα, οὐ νοήσας τὸ λεχθὲν ἤρετο αὐτοὺς ὅ τι λέγοιεν. οἱ δέ φασιν
330ἐν ἁλείᾳ μὲν ἀγρεῦσαι μηδέν, ἐφθειρίσθαι δέ, καὶ τῶν φθειρῶν οὓς ἔλαβον καταλιπεῖν, οὓς δὲ οὐκ ἔλαβον ἐν τοῖς ἱματίοις φέρειν. ἀναμνησθεὶς δὲ τοῦ μαντείου ὅτι τὸ τέλος αὐτοῦ ἥκοι τοῦ βίου, ποιεῖ τὸ τοῦ τάφου αὑτοῦ ἐπίγραμμα. ἀναχωρῶν δὲ ἐκεῖθεν, ὄντος πηλοῦ ὀλισθὼν καὶ πεσὼν ἐπὶ
335τὴν πλευράν, τριταῖος ὥς φασι τελευτᾷ· καὶ ἐτάφη ἐν Ἴῳ. ἔστι δὲ τὸ ἐπίγραμμα τόδε· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει,
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.238