TLG 1251 001 :: CHAMAELEON :: Fragmenta

CHAMAELEON Phil.
(Heracleota: 4–3 B.C.)

Fragmenta

Source: Wehrli, F. (ed.), Phainias von Eresos. Chamaileon. Praxiphanes [Die Schule des Aristoteles, vol. 9, 2nd edn.] Basel: Schwabe, 1957: 49–63.

  • Περὶ θεῶν: frr. 2a–2b
  • Προτρεπτικός: frr. 3–6
  • Περὶ ἡδονῆς: frr. 7–8
  • Περὶ μέθης: frr. 9–13
  • Homerica. Περὶ Ἰλιάδος. Περὶ Ὀδυσσείας: frr. 14–22
  • Περὶ Ἀλκμᾶνος: frr. 24–25
  • Περὶ Σαπφοῦς: frr. 26–27
  • Περὶ Στησιχόρου: frr. 28–29.1
  • Περὶ Λάσου: fr. 30
  • Περὶ Πινδάρου: frr. 31–32b
  • Περὶ Σιμωνίδου: frr. 33–35
  • Περὶ Ἀνακρέοντος: fr. 36
  • Περὶ Σατύρων: frr. 37a–37c
  • Περὶ Θέσπιδος: fr. 38
  • Περὶ Αἰσχύλου: frr. 39–42
  • Περὶ κωμῳδίας: frr. 43–44
  • Fragmenta incertae sedis: frr. 45–46

Citation: Fragment — (line)

2a

Clemens Stromateis I cap. XIV 60, 3: τὸ μὲν οὖν γνῶθι σαυ‐ τὸν οἱ μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ ἐν τῷ περὶ θεῶν Θαλοῦ, Ἀριστο‐ τέλης δὲ τῆς Πυθίας.

2b

Anecdota Graeca ed. J. Bekker (1814) I 233, 15: γνῶθι σαυτόν· ἀπόφθεγμα· οἱ δὲ Χείλωνός φασιν. Ἕρμιππος δὲ Δελφὸν εὐνοῦχόν φησιν εἰρηκέ‐ ναι τὸ γνῶθι σαυτὸν καὶ ἐν τῷ ναῷ ἐπιγράψαι. Χαμαιλέων δὲ Θαλοῦ φησιν εἶναι τὴν γνώμην ταύτην.

3

Athenaeus 184 c: ἔμελεν δὲ τοῖς πάλαι πᾶσιν Ἕλλησι μουσικῆς· διόπερ καὶ ἡ αὐλητικὴ περισπούδαστος ἦν. Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ἐπιγραφομένῳ Προτρεπτικῷ Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν, Ἡρακλεώτας τε τοὺς ἐν τῷ Πόντῳ καθ’ ἑαυτὸν ἔτι, Ἀθηναίων
5τε τοὺς ἐπιφανεστάτους, Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου.

4

Athenaeus 623 f: καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει (sc. ἡ μουσική). Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῷ βίῳ καὶ τοῖς
ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν δι’ ὀργήν, ἀνα‐
5λαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν· „πραύνομαι“.

5

Philodemus De musica Vol. Herc. XVII 17 p. 83 Kemke: κἀν τῷ λοιπῷ βίῳ τοιγαροῦν ἐκ τινῶν χρόνων, εἰ καὶ μὴ παρ’ ὅλον σχεδόν, ὡς οὗτος ἔγραψε, ποι[κί]λη[ν] διαγωγὴν ὑπὸ [τῶν μ]ουσικῶν παρα‐ σκευ[άζ]εσθαι προσδεχόμενοι τὸ π[ο]ικίλον καὶ πλεῖον ὑπ[ὸ τ]ῶν συμ‐
5πλεκομένων γ[ίνε]σθαι φήσομεν, οὐχ ὑ[πὸ] τῆς μουσικῆς α[ὐτῆς, ἅτι]να δὲ δὴ γράφοι τ[ὴν ψυχα]γωγίαν ἰδίᾳ π[επορίσ]θαι παρὰ τοῖς μελ[ο‐ π]ο[ιοῖ]ς καὶ τυγχάνειν ἐπιστάσε[ω]ς ὑπὸ Χαμαιλέοντος, ἅπ[α]ντα σχ[ε]δὸν διανοημά[τω]ν εἶναι καὶ ποητικ[ῆς χρ]ώματα.

6

Philodemus De musica 30, 1 p. 17 Kemke: γωγίαν ἰδίᾳ ... κα. φαθαι παρὰ τοῖς μελοποιοῖς, ὅσοι [χρ]ησίμως πεφιλομουσή[κ]ασιν· μὴ γὰρ κακῶς ἐπιση[μ]αίνεσθαι Χαμαιλέοντα τοιοῦτόν τι τοὺς κωμικοὺς [αἰ]νίττεσθαι περὶ τῶν † γισων † προσηγορίαις μὲν χρω[μ]ένους ταῖς τῶν
5[ἐ]ρώτων? καί ποτε ... εἰς πάντας δὲ τὴν ἰδιότητα [το]ύτων. ἔχειν δέ τι καὶ πρὸς φ[ιλί]αν [ο]ἰκεῖον. ἐπειδὴ γὰρ πρὸς ἔρω[τα ἐ]δείχ[θ]η, κα[ὶ] πρὸς τὸ τέλος αὐτοῦ [λ]όγον αἱρεῖν. ἔτι δ’ ἐπεὶ πρὸς [συμπό]σια, καὶ [π]ρ[ὸς] τὸ τέλος [αὐτῶν] φαίνεσθα[ι π]άλι φιλο[φροσυ]νην.

7

Athenaeus 347 e: φιλόσοφος δὲ ἦν τῶν πάνυ ὁ Αἰσχύλος, ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτέ, ὡς Θεόφραστος ἢ Χαμαιλέων ἐν τῷ περὶ ἡδονῆς εἴρηκεν, ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν.

8

Athenaeus 273 b: ἀλλ’ οὐ Σμινδυρίδης ὁ Συβαρίτης τοιοῦτος, ὦ Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγαρίστης τῆς Κλεισθένους θυγατρὸς ἐξορμῶν γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μα‐ γείρους· οὗτος δ’ ὁ ἀνὴρ καὶ ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς
5ἱστορεῖ Χαμαιλέων ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς (τὸ δ’ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεται), οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτ’ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ τοῦτ’ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς εὐδαιμονίαν.
οὗτος, ὡς ἔοικεν, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δ’ ἠγείρετο, κατ’ ἀμφότερα δυστυχῶν.

9

Athenaeus 461 a: Χαμαιλέων δ’ ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης, εἴ γε τῆς φωνῆς μνημονεύω, φησίν· „εἰ δὲ οἱ ταῖς ἐξουσίαις χρώμενοι καὶ τῷ πλουτεῖν προτιμῶσι τὴν μέθην ταύτην, οὐδὲν θαυμαστόν. οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον.
5ὅθεν δὴ καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. οὐ γὰρ παλαιὸν οὐδὲ τοῦτό γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη πεμφθὲν ἐκ τῶν βαρβάρων. ἐκεῖνοι γὰρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον καὶ πορίζονται τροφὰς περιέργους καὶ παντοίας. ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὔτ’ ἐν γραφαῖς οὔτ’ ἐπὶ τῶν † πρότερον † εὑρήσομεν ποτή‐
10ριον εὐμέγεθες εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. τὸ γὰρ ῥυτὸν ὀνομα‐ ζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. ὃ καὶ δόξει τισὶν ἔχειν ἀπορίαν, εἰ μή τις ἄρα φήσειε διὰ τὴν ὀξύτητα τῆς ἐπιφανείας τῶν δαιμόνων καταδειχθῆναι τοῦτο. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθ’ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦ‐
15τοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐκπώμασι μεγάλοις. καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ φάσκοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι“.

10

Athenaeus 427 b: Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει· „ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκω‐ νες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν“.

11

Athenaeus 22 e: ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ τραπεζορήτορες (sc. οἱ ἐν τῷ Μουσείῳ τρεφόμενοι φιλόσοφοι), οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων·
5εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.

12

Athenaeus 429 f: ἐγὼ δ’ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ Ἀλκαίου τοῦ με‐ λοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος· φησὶ γάρ που οὗτος·
ἔγχεε κέρναις ἔνα καὶ δύο (fr. 96, 4 D; fr. 346, 4 L.—P.).
5ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἴονται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν
ὄντα καθ’ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ ὁ Ποντικὸς Χαμαιλέων ἐκδέδεκται τῆς Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὥραν καὶ πᾶσαν περίστασιν πίνων ὁ ποιητὴς οὗτος εὑρίσκεται.

13

Clemens Stromateis I cap. XXVI 170, 3: τόν τε Μίνω παρὰ Διὸς δι’ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλ‐ λωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ
5Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβά‐ νειν ἀπομνημονεύουσιν.

14

Tatianus Ad Graecos 31 p. 31 Schwartz (Eusebius Praep. evang. X 11, 3): περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθ’ ὃν ἤκμασεν προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην γεγονὼς καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ Κολοφώνιος
5Ἡρόδοτός τε Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ Ὀλύνθιος· μετὰ δὲ ἐκείνους Ἔφο‐ ρος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος Ἀριστοφάνης Καλλίμαχος Κράτης Ἐρατοσθένης Ἀρίσταρχος Ἀπολλόδωρος.

15

Schol. vetus in Apollonii Rhodii Argonautica I 139—144a: Χαμαιλέων φησὶ τὸν Θέστορα Ἴδμονα παρὰ τοῖς ἀρχαίοις καλεῖσθαι διὰ τὸ ἔμπειρον εἶναι.

16

Schol. Venet. A Homer. M 231: Πουλυδάμα· αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν ἀναλογίαν· Ζηνόδοτος δὲ καὶ Χαμαιλέων σὺν τῷ ν, Πουλυδάμαν.

17

Schol. T Homer. T 62: ἀπομηνίσαντος· ὑφ’ ἕν, ἡ δὲ ἀπὸ ἀντὶ τῆς ἐπί, ὡς Πριάμῳ ἐπεμήνιε δίῳ (Homer. N 460) ἢ παντελῶς μη‐ μίσαντος. Χαμαιλέων δὲ γράφει ἐπιμηνίσαντος.

18

Schol. Genav. Homer. Φ 390 vol. I p. 206 Nicole: Ἀριστοτέλης ἐν Ἀπορήμασι ζητεῖ πῶς τῷ Ἄρει ἐπιπλήξας ὅτι αὐτῶ „ἔρις φίλον πόλεμοί τε (Homer E 891), αὐτὸς γέγηθεν ἐπὶ τούτοις.“ φησὶ δὲ ὅτι· „ὀρθῶς ἐπιτιμᾷ τῷ Ἄρει· οὐ γὰρ ὅστις χαίρει οἴνῳ, ἀλλ’ ὅστις αἰεὶ καὶ σφόδρα, οἰνόφλυξ, οὐδὲ φιλό‐
5μαχος 〈ἦν ὁ Ἄρης, ὅτι τῷ πολεμεῖν〉 ἔχαιρεν, ἀλλ’ ὅτι αἰεί.“ Χαμαιλέων ἐν αʹ περὶ τῆς Ἰδιάδος μέμφεται τὸ ἐθελόκακον τοῦ Διὸς καί φησιν· „ὥσπερ εἴ τι καλὸν ἑώρα, ἀλλ’ οὐ τὴν μεγίστην ἀτοπίαν. ῥητέον ὅτι περὶ ἀρετῆς ἡμιλλῶντο· οὐ γὰρ ἦσαν θνητοὶ ἵνα κινδυνεύσωσιν.“

19

Schol. Venet. A Homer. Ψ 94(cf. Schol. B): ἠθείη κεφαλή· προσφώνησις νέου πρὸς πρεσβύτερον· δῆλον οὖν ὅτι πρεσβύτερος Ἀχιλλέως ὁ Πάτροκλος. Χαμαιλέων γράφει ὦ θείη κεφαλή, γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ ὦ θείη· διὸ ἡ διπλῆ.

20

Schol. Venet. B T Homer. Ψ 454: τόσον· ἀντὶ τοῦ ὅλον, οὕτω γάρ φησι πρὸς τὰ παρ’ ὀλίγον τετελεσμένα· οἱ δὲ γλωσσογράφοι τόσσον ἀντὶ τοῦ σῶμα. Χαμαιλέων δέ φησι τοὺς τοιούτους ἵππους ἀρί‐ στους εἶναι.

21a

Schol. HPQ Homer. ε 334: ὁ μὲν Ἀριστοφάνης τὰς ἀνθρω‐ ποειδεῖς θεὰς αὐδηέσσας φησὶν οἱονεὶ φωνὴν μετειληφυίας, ὁ δὲ Ἀριστο‐ τέλης οὐδήεσσαν λέγει οἱονεὶ ἐπίγειον· οὕτως καὶ Χαμαιλέων.

21b

Eustathius In Homer. ε 334 p. 1543, 50: αὐδήεσσα δέ, ... ἢ κατὰ Ἀριστοφάνην, ἡ χρωμένη ἀνθρωπίνῃ φωνῇ· οὕτω γὰρ αὐδήεντες οἱ ἄνθρωποι πρὸς διαστολὴν τῶν λοιπῶν ζῷων. γράφεται δὲ καὶ „οὐδή‐ εσσα“, τουτέστιν ἐπίγειος· νύμφη γὰρ ἦν καὶ οὐκ ἐκ τῶν οὐρανιώνων.
5Ἀριστοτέλους δέ φασι καὶ Χαμαιλέοντος ἡ τοιαύτη γραφή.

22

Schol. vetus in Apollonii Rhodii Argonautica II 904—10 a: ὅτι δὲ ἐπολέμησεν Ἰνδοὺς ὁ Διόνυσος, Διονύσιός φησι καὶ Ἀριστόδημος ἐν αʹ Θηβαϊκῶν ἐπιγραμμάτων καὶ Κλείταρχος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις (F Gr Hist 137 F 17), προσιστορῶν ὅτι καὶ Νύσα ὄρος ἐστὶν ἐν Ἰνδικῇ καὶ κισσῷ
5προσόμοιον φυτὸν φυτεύεται ἐκεῖ, ὃ προσαγορεύεται σκινδαψός. ὡσαύτως δὲ
καὶ Χαμαιλέων ἱστόρησεν ἐν εʹ περὶ Ἰλιάδος.

24

Athenaeus 389 f: καλοῦνται δ’ οἱ πέρδικες ὑπ’ ἐνίων κακκά‐ βαι, ὡς καὶ ὑπ’ Ἀλκμᾶνος λέγοντος οὕτως· ἔπη δέ τε καὶ μέλος Ἀλκμάν εὗρε γεγλωσσαμένον
5 κακκαβίδων στόμα συνθέμενος (fr. 92 D), σαφῶς ἐμφανίζων ὅτι παρὰ τῶν περδίκων ᾄδειν ἐμάνθανε. διὸ καὶ Χαμαι‐ λέων ὁ Ποντικὸς ἔφη τὴν εὕρεσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων· ὧν κατὰ μίμησιν λαβεῖν σύ‐ στασιν τὴν μουσικήν. οὐ πάντες δ’ οἱ πέρδικες, φησί, κακκαβίζουσιν.

25

Athenaeus 600 f: Ἀρχύτας δ’ ὁ ἁρμονικός, ὥς φησι χαμαι‐ λέων, Ἀλκμᾶνα γεγονέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καὶ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατριβάς. διὸ καὶ λέγειν ἔν τινι τῶν μελῶν·
5 Ἔρως με δαὖτε Κύπριδος 〈ϝ〉έκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει (fr. 101 D). λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι. λέγει δὲ οὕτως περὶ αὐτῆς·
10τοῦθ’ ἁδειᾶν Μουσᾶν ἔδειξε δῶρον μάκαιρα παρθένων ἁ ξανθὰ Μεγαλοστράτα (fr. 102 D).

26

Athenaeus 599 c: ἐν τούτοις ὁ Ἑρμεσιάναξ σφάλλεται συγχρονεῖν οἰόμενος Σαπφὼ καὶ Ἀνακρέοντα, τὸν μὲν κατὰ Κῦρον καὶ Πολυκράτην γενόμενον, τὴν δὲ κατ’ Ἀλυάττην τὸν Κροίσου πατέρα. Χαμαιλέων δ’ ἐν τῷ περὶ Σαπφοῦς καὶ λέγειν τινάς φησιν εἰς αὐτὴν πεποιῆσθαι ὑπὸ Ἀνακρέοντος τάδε·
5σφαίρῃ δεῦτέ με πορφυρέῃ βάλλων χρυσοκόμης Ἔρως νήνι ποικιλοσαμβάλῳ
συμπαίζειν προκαλεῖται. ἣ δ’—ἐστὶν γὰρ ἀπ’ εὐκτίτου
10
Λέσβου—τὴν μὲν ἐμὴν κόμην
—λευκὴ γάρ—καταμέμφεται,
πρὸς δ’ ἄλλην τινὰ χάσκει (fr. 5 D). καὶ τὴν Σαπφὼ δὲ πρὸς αὐτὸν ταῦτά φησιν εἰπεῖν·
κεῖνον, ὦ χρυσόθρονε Μοῦς’, ἔνισπες
15
ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
Τήιος χώρας ὃν ἄειδε τερπνῶς
πρέσβυς ἀγαυός (fr. 26 B4). ὅτι δὲ οὔκ ἐστι Σαπφοῦς τοῦτο τὸ ᾆσμα παντί που δῆλον. ἐγὼ δὲ ἡγοῦμαι παίζειν τὸν Ἑρμησιάνακτα περὶ τούτου τοῦ Ἔρωτος. καὶ γὰρ Δίφιλος ὁ κωμῳ‐
20δοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι (II p. 564 K.) Σαπφοῦς ἐραστὰς Ἀρχί‐ λοχον καὶ Ἱππώνακτα.

27

Oxyrhynchus Papyri XV (1922) 1800 fr. 1. Περὶ Σαπφοῦς· ..... (col. I—XIV) θυγατέρα δ’ ἔσχε Κλέιν ὁμώνυμον τῇ ἑαυτῆς μ̣ητ̣ρί̣· κ[α]τηγόρηται .... (deest columna) ....περιτ.... (desunt XIII lit‐
5terae) .... ὥς (?) περ Χαμαιλέω[ν] .... (deest dimidia pars columnae) .... τιος ἐπλανήθ̣[η ....

28

Athenaeus 620 c: Χαμαιλέων δὲ ἐν τῷ περὶ Στησιχόρου καὶ μελῳ‐ δηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου.

29a

Codex Estensis α. U. 5. 10 (olim III D 8), Mnemosyne 5 (1952) 228, schol. Aristoph. Nub. 967 (cf. schol. Aldin. ad locum): ἄλλως· οὕτως Ἐρατοσθένης· Φρύνιχος αὐτοῦ τούτου τοῦ ᾄσματος μέμνηται ὡς Λαμπροκλέους ὄντος τοῦ Μίδωνος υἱοῦ ἢ μαθητοῦ. ἔχει δὲ οὕτως·
5„Παλλάδα Περσέπτολιν δεινὰν θεὸν ἐγρεκύδοιμον.“ Χαμολέων δ’ ἀπορεῖ, πότερον „κλῄζω πολεμοδόκον ἁγνὰν παῖδα Διὸς μεγάλου δαμάσιππον“,
καὶ κατὰ Λαμπροκλέα ὑποτίθησι κατὰ λέξιν.

29b

Codex Neapolit. II F 25 Schol. Aristoph. Nub. 967, cf. W. J. W. Koster, Mnemosyne 6 (1953) 62: Χαμολέων δ’ ἀπορεῖ πότερον „κλῄζω πολεμοδόκον ἁγνὰν παῖδα Διὸς δαμάσιππον.“

29c

Oxyrhynchus Papyri XIII (1919) 1611 fr. 6: ....κο]ν̣ ἁγνὰν π[αῖδα Διὸς] μ̣εγάλου δ[αμάσιπ]πον· ο̣ὕτ̣ω παρα.... διαποροῦσι γὰρ οὐ[κ ὀ]λ̣ί̣γ̣οι π[ε]ρὶ τ[ού]των κα[θ]άπερ Χαμαιλέων πότερόν ποτε Στη[σι]χόρου ἐστὶν ἢ Λαμπροκλ[έο]υς κ[..]ε̣ρι τοῦ Φρυν̣[ίχου Λαμ]‐
5προκλεῖ μα.... (desunt XI circa litterae).... προσ̣νέμον[τος .... Ἀ]ριστοφάνης [δὲ ? παραπ]οιεῖ λέγων.

29,1

Ox. Pap. 2506 fr. 26 col. 1: διτταὶ γάρ εἰσι παλινωιδ[ίαι] (sc. Στησιχόρου) [δια]λλάττουσαι, καὶ ἔστιν ἡ μὲν ἀρχή· δεῦρ’ αὖτε, θεὰ φιλόμολπε, τῆς δέ· χρυσόπτερε παρθένε, ὡς ἀνέγραψε Χαμαιλ[έω]ν.

30

Athenaeus 338 b: οἶδα δὲ καὶ ἃ ὁ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ [τοῦ Λάσου] συγγράμματι λέγων ὧδε· „τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ὃ ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν
5ἀκουστὸν καὶ ὃ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητόν· ὡσαύτως οὖν καὶ ὃ ἔστιν ἰδεῖν τοῦτ’ εἶναι ὀπτόν· ὥστ’ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρὰ τινῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ τοῦ ἁλιέως ὤμοσεν μήτ’ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτ’ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν
10ἀπομόσαι πάλιν ὅτι οὔτ’ αὐτὸς ἔλαβεν οὔτ’ ἄλλον ἔχοντα οἶδεν· εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχεν δὲ αὐτόσ“

31

Athenaeus 573 c: νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χα‐ μαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρ‐
5εῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεό‐ πομπος ἱστορεῖ (F Gr Hist 115 F 285) καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ (F Gr Hist 566 F 10), αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς
τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων. πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε
10ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα·
αἵδ’ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν
ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ·
οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ’ Ἀφροδίτα
Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν (fr. 104 D).
15καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας. ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον, οὗ ἡ ἀρχή· τρισολυμπιονίκαν ἐπαινέων οἶκον (Ol.XIII), ὕστερον δὲ
20καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν ᾧ τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας, αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ Ἀφροδίτῃ συνέθυσαν. διόπερ ἔφη·
ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ’ ἐς ἄλσος
φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυι‐
25
ον Ξενοφῶν τελέαις
ἐπάγαγ’ εὐχωλαῖς ἰανθείς. ἤρξατο δ’ οὕτως τοῦ μέλους·
πολύξεναι νεάνιδες, ἀμφίπολοι
Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,
30αἵ τε τᾶς χλωρᾶς λιβάνου ξανθὰ δάκρη θυμιᾶτε, πολλάκι ματέρ’ Ἐρώτων οὐρανίαν πτάμεναι νοήματι πρὸς Ἀφροδίταν, ὑμῖν ἄνευθ’ ἐπαγορίας ἔπορεν, ὦ παῖδες, ἐρατειναῖς 〈ἐν〉 εὐναῖς
35μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
σὺν δ’ ἀνάγκᾳ πᾶν καλόν. ἀρξάμενος δ’ οὕτως ἑξῆς φησιν·
ἀλλὰ θαυμάζω, τί με λεξοῦντι Ἰσθμοῦ
δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν
40
εὑρόμενον σκολίου
ξυνάορον ξυναῖς γυναιξί. δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνία ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως·
διδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ (fr. 122 Sn.).

32a

Vita Pindari Ambrosiana Scholia in Olympionicas ed. Drachmann p. 1: παῖς δὲ ὢν ὁ Πίνδαρος, ὡς Χαμαιλέων καὶ Ἴστρος
φασί, περὶ τὸν Ἑλικῶνα θηρῶντα αὐτὸν ὑπὸ πολλοῦ καμάτου εἰς ὕπνον
κατενεχθῆναι, κοιμωμένου δὲ αὐτοῦ μέλισσαν τῷ στόματι προσκαθίσασαν
5κηρία ποιῆσαι.

32b

Eustathius Vita Pindari 27, Biographi Graeci ed. Westermann p. 92: Χαμαιλέων δέ [φασι] καὶ Ἴστρος ἱστοροῦσιν, ὡς περὶ Ἑλικῶνα θηρῶντος αὐτοῦ (sc. Πινδάρου) καὶ καμάτῳ κατενεχθέντος εἰς ὕπνον μέλισσα τῷ στόματι προσκαθίσασα κηρία ἐνέθετο.

33

Athenaeus 656 c: περὶ δὲ λάγων Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ Σιμωνίδης, οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ ἀλλ’ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν·
5
οὐδὲ γὰρ 〈οὐδ’〉 εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο (fr. 68 D). ὄντως δ’ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ’ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ’ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν· „ὅπως, εἶπεν, ἥ τε Ἱέρω‐
10νος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότησ“.

34

Athenaeus 456 c: γριφώδη δ’ ἐστὶ καὶ Σιμωνίδῃ ταῦτα πεποιημένα, ὥς φησι Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Σιμωνίδου·
μιξονόμου τε πατὴρ ἐρίφου καὶ σχέτλιος ἰχθύς
πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτός
5
δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος
βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα (fr. 69 D). φασὶ δ’ οἱ μὲν ἐπί τινος τῶν ἀρχαίων ἀναθημάτων ἐν Χαλκίδι τοῦτ’ ἐπιγεγράφ‐ θαι, πεποιῆσθαι δ’ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον. οἱ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον εἰργασμένον εἰρῆσθαι καὶ
10εἶναι τὸν βουφόνον καὶ τοῦ Διονύσου θεράποντα τὸν διθύραμβον. οἱ δέ φασιν ἐν Ἰουλίδι τὸν τῷ Διονύσῳ θυόμενον βοῦν ὑπό τινος τῶν νεανίσκων παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν· τὸν οὖν Σιμωνίδην ἔτι νέον ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν. ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον
15καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ προειρημένον πρόβλημα. τὸν μὲν γὰρ τοῦ ἐρίφου πατέρα τὸν ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ καὶ Διονύσου θεράποντα τὸν πέλεκυν. πεποίηκε δὲ καὶ ἕτερον ἐπίγραμμα ὁ Σιμωνίδης, ὃ παρέχει τοῖς ἀπείροις τῆς
20ἱστορίας ἀπορίαν·
φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον
τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ (fr. 70 D). λέγεται δὲ ἐν τῇ Καρθαίᾳ διατρίβοντα αὐτὸν διδάσκειν τοὺς χορούς. εἶναι δὲ τὸ χορηγεῖον ἄνω πρὸς Ἀπόλλωνος ἱερῷ μακρὰν τῆς θαλάσσης. ὑδρεύεσθαι οὖν
25καὶ τοὺς ἄλλους καὶ τοὺς περὶ τὸν Σιμωνίδην κάτωθεν, ἔνθα ἦν ἡ κρήνη. ἀνα‐ κομίζοντος δ’ αὐτοῖς τὸ ὕδωρ ὄνου, ὃν ἐκάλουν Ἐπειὸν διὰ τὸ μυθολογεῖσθαι τοῦτο δρᾶν ἐκεῖνον καὶ ἀναγεγράφθαι ἐν τῷ τοῦ Ἀπόλλωνος ἱερῷ τὸν Τρωικὸν μῦθον, ἐν ᾧ ὁ Ἐπειὸς ὑδροφορεῖ τοῖς Ἀτρείδαις, ὡς καὶ Στησίχορός φησιν·
ᾤκτιρε γὰρ αὐτὸν ὕδωρ αἰεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν (fr. 9 D).
30ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγινομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν. τοῦτ’ οὖν κάν τῷ ποιή‐ ματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾄδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν.

35

Athenaeus 611 a: εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου, οὐ προσίενται οὔτε 〈φιλοσοφίαν οὔτε〉 ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ
ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους.

36

Athenaeus 533 e: Χαμαιλέων δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἀνακρέον‐ τος προθεὶς τὸ
ξανθῇ δ’ Εὐρυπύλῃ μέλει
ὁ περιφόρητος Ἀρτέμων (fr. 16 D),
5τὴν προσηγορίαν ταύτην λαβεῖν τὸν Ἀρτέμωνα διὰ τὸ τρυφερῶς βιοῦντα περι‐ φέρεσθαι ἐπὶ κλίνης. καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις·
πρὶν μὲν ἔχων βερβέριον, καλύμματ’ ἐσφηκωμένα
κτλ. (fr. 54 D).

37a

Apostolius Cent. III 60 ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ: αὕτη γέγονεν ἐκ τοῦ Ἀριστίου Κύκλωπος, ὥς φησι Χαμαιλέων ἐν τῷ περὶ Σατύ‐ ρων. καὶ Πολύφημος οὕτω φησὶ πρὸς Ὀδυσσέα ἐν Κύκλωπος δράματι λεγομένῳ (fr. N2 p. 727). λέγεται ἐπὶ τῶν τοῖς καλοῖς τὰ χείρω ἐπιμιγνύντων.

37b

Suda A 3668 ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ: ἐπὶ τῶν τὰ καλῶς πρότερον γενόμενα ὕστερον μικροῦ τινος ἕνεκεν κακοῦ ἀνατρεπόντων. ἢ ἐπὶ τῶν ἃ χαρίζονται δολούντων καὶ μὴ ἀκέραια παρεχομένων. αὕτη δὲ ἡ παροι‐ μία γέγονεν ἐκ τοῦ Ἀριστίου Κύκλωπος, ὥς φησι Χαμαιλέων ἐν τῷ περὶ Σατύρων.

37c

Suda A 3907 Ἀρίστιος Κύκλωψ: μέμνηται τούτου Χαμαιλέων ἐν τῷ περὶ Σατύρων.

38

Suda O 806 οὐδὲν πρὸς τὸν Διόνυσον (cf. Photius Lexicon s. v. Οὐδὲν τὸν Διόνυσον; Apostolius Cent. XIII 42): Ἐπιγένους τοῦ Σικυωνίου τραγῳδίαν εἰς τὸν Διόνυσον ποιήσαντος ἐπεφώνησάν τινες τοῦτο· ὅθεν ἡ παρ‐ οιμία. βέλτιον δὲ οὕτως. τὸ πρόσθεν εἰς τὸν Διόνυσον γράφοντες τούτοις ἠγω‐
5νίζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕστερον δὲ μεταβάντες εἰς τὸ τραγῳδίας γράφειν κατὰ μικρὸν εἰς μύθους καὶ ἱστορίας ἐτράπησαν, μηκέτι τοῦ Διονύσου μνημονεύοντες· ὅθεν τοῦτο καὶ ἐπεφώνησαν. καὶ Χαμαιλέων ἐν τῷ περὶ Θέσπι‐
δος τὰ παραπλήσια ἱστορεῖ.

39

Athenaeus 375 d: Αἰσχύλος δέ φησιν·
ἐγὼ δὲ χοῖρον καὶ μάλ’ εὐθηλούμενον
τόνδ’ ἐν νοτοῦντι κριβάνῳ θήσω. τί γάρ
ὄψον γένοιτ’ ἂν ἀνδρὶ τοῦδε βέλτιον; (fr. 309 N2)
5καὶ πάλιν· λευκός· τί δ’ οὐχί; καὶ καλῶς ἠφευμένος·
ὁ χοῖρος ἕψου μηδὲ λυπηθῇς πυρί (fr. 310 N2). καὶ ἔτι· θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑός,
ἣ πολλά μ’ ἐν δόμοισιν εἴργασται κακά,
δονοῦσα καὶ τρέπουσα τύρβ’ ἄνω κάτω (fr. 311 N2).
10ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.

40a

Athenaeus 428 f: ἐπεὶ καὶ τὸν Αἰσχύλον ἐγὼ φαίην ἂν τοῦτό γε διαμαρτάνειν· πρῶτος γὰρ ἐκεῖνος καὶ οὐχ, ὡς ἔνιοί φασιν, Εὐριπίδης παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγῳδίαν. ἐν γὰρ τοῖς Καβείροις εἰσάγει τοὺς περὶ τὸν Ἰάσονα μεθύοντας. ἃ δ’ αὐτὸς ὁ τραγῳδοποιὸς ἐποίει, ταῦτα τοῖς ἥρωσι
5περιέθηκε· μεθύων γοῦν ἔγραφε τὰς τραγῳδίας. διὸ καὶ Σοφοκλῆς αὐτῷ μεμφό‐ μενος ἔλεγεν ὅτι· „ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ἀλλ’ οὖν οὐκ εἰδώς γε ποιεῖσ“, ὡς ἱστορεῖ Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.

40b

Athenaeus 22 a: μεθύων δὲ ἐποίει τὰς τραγῳδίας Αἰσχύλος, ὥς φησι Χαμαιλέων· Σοφοκλῆς γοῦν ὠνείδιζεν αὐτῷ ὅτι εἰ καὶ τὰ δέοντα ποιεῖ, ἀλλ’ οὐκ εἰδώς γε.

41

Athenaeus 21e: καὶ Αἰσχύλος δὲ οὐ μόνον ἐξεῦρε τὴν τῆς στολῆς εὐπρέπειαν καὶ σεμνότητα, ἣν ζηλώσαντες οἱ ἱεροφάνται καὶ δᾳδοῦχοι ἀμφιέννυνται, ἀλλὰ καὶ πολλὰ σχήματα ὀρχηστικὰ αὐτὸς ἐξευρίσκων ἀνε‐ δίδου τοῖς χορευταῖς. Χαμαιλέων γοῦν πρῶτον αὐτόν φησι σχηματίσαι
5τοὺς χοροὺς ὀρχηστοδιδασκάλοις οὐ χρησάμενον, ἀλλὰ καὶ αὐτὸν τοῖς χο‐ ροῖς τὰ σχήματα ποιοῦντα τῶν ὀρχήσεων, καὶ ὅλως πᾶσαν τὴν τῆς τρα‐ γῳδίας οἰκονομίαν εἰς ἑαυτὸν περιιστᾶν. ὑπεκρίνετο γοῦν μετὰ τοῦ εἰκότος τὰ δράματα, Ἀριστοφάνης γοῦν—παρὰ δὲ τοῖς κωμικοῖς ἡ περὶ τῶν τραγικῶν ἀπόκειται πίστις—ποιεῖ αὐτὸν Αἰσχύλον λέγοντα·
10
τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν (fr. 677 K) καὶ πάλιν·
τοὺς Φρύγας οἶδα θεωρῶν,
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθον τεθνεῶτα
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντας (fr. 678 K).

42

Athenaeus 628 d: καὶ γὰρ ἐν ὀρχήσει καὶ πορείᾳ καλὸν μὲν εὐσχημοσύνη καὶ κόσμος, αἰσχρὸν δὲ ἀταξία καὶ τὸ φορτικόν. διὰ τοῦτο γὰρ καὶ ἐξ ἀρχῆς συνέταττον οἱ ποιηταὶ τοῖς ἐλευθέροις τὰς ὀρχήσεις καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδομένων, τηροῦντες αἰεὶ
5τὸ εὐγενὲς καὶ ἀνδρῶδες ἐπ’ αὐτῶν, ὅθεν καὶ ὑπορχήματα τὰ τοιαῦτα προσηγόρευον. εἰ δέ τις ἀμέτρως διαθείη τὴν σχηματοποιίαν καὶ ταῖς ᾠδαῖς ἐπιτυγχάνων μηδὲν λέγοι κατὰ τὴν ὄρχησιν, οὗτος δ’ ἦν ἀδόκιμος. διὸ καὶ Ἀριστοφάνης ἢ Πλάτων ἐν ταῖς Σκευαῖς, ὡς Χαμαιλέων φησίν, εἴρηκεν οὕτως·
10
ὥστ’ εἴ τις ὀρχοῖτ’ εὖ, θέαμ’ ἦν· νῦν δὲ δρῶσιν οὐδέν,
ἀλλ’ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται
(Plato fr. 130 K). ἦν γὰρ τὸ τῆς ὀρχήσεως γένος τῆς ἐν τοῖς χοροῖς εὔσχημον τότε καὶ μεγα‐ λοπρεπὲς καὶ ὡσανεὶ τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἀπομιμούμενον.

43

Athenaeus 373 f: ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου (sc. Ἀναξανδρίδου) ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις, ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρα‐ κλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε· „Ἀναξανδρίδης διδάσκων ποτὲ
5διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ’ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ἄσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δ’ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικώῃ, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετε‐ σκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε,
10δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρασ“.

44

Athenaeus 406 e: Χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαί‐ ας κωμῳδίας·„ Ἡγήμων, φησίν, ὁ Θάσιος τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν·
ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
5
χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον·
δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ’ς τὸν ἀγῶνα.
καὶ τότ’ ἐγὼ θάρσησα. εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον
10διαλιπὼν εἶπε·
λίθοι μὲν οἵδε· βαλλέτω δ’ εἴ τις θέλει·
ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ. εὐδοκίμει δ’ ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδο‐
15κίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς ἀπέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ’, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι
20τῇ συμφορᾷ· διέμειναν δ’ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ’ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας. ὁ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ’ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὁ δὲ θαρρεῖν παρακε‐
25λευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δ’ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων ἡσυχίαν ἦγον δι’ Ἀλκιβιάδην, φυγόντος δι’ εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου“.

45

Diogenes Laert. III 46: ἔνιοι δὲ καὶ Θεόφραστον ἀκοῦσαί φασιν αὐτοῦ (sc. Πλάτωνος). καὶ Ὑπερίδην τὸν ῥήτορα Χαμαιλέων φησὶ καὶ Λυκοῦρ‐ γον· ὁμοίως Πολέμων ἱστορεῖ.

46

Diogenes Laert. V 92 (Heraclides Ponticus fr. 176): Χαμαιλέων τε τὰ παρ’ ἑαυτοῦ φησι κλέψαντα αὐτὸν (sc. Ἡρακλείδην) τὰ περὶ Ἡσιόδου καὶ
Ὁμήρου γράψαι.