TLG 1245 001 :: CARYSTIUS :: Fragmenta CARYSTIUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 356–359. frr. 1–19 Citation: Fragment — (line) | ||
t1-16 | ΙΣΤΟΡΙΚΑ ΥΠΟΜΝΗΜΑΤΑ. | |
1 | Athenaeus XI: Οὗτος δ’ ἐστὶ Πλάτων, | |
ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ, Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. Γράφει γοῦν Καρύστιος ὁ Περγαμηνὸς ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασιν οὕτως· | 356 | |
5 | «Σπεύσιππος, πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος, εἰς ἐπιστολὴν ἔγραφέ τι τοιοῦτον, ὥσ‐ περ ἀγνοοῦντας τοὺς ἀνθρώπους, ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, | |
---|---|---|
10 | ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. Διατρέ‐ φων δ’ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοί‐ μου δυνάμεως ὑπαρχούσης, ἐπέπεσε τοῖς πράγμασι.» | |
2 | Idem XI: Εὐφραῖος μὲν γὰρ, παρὰ Περδίκκᾳ τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονίᾳ, οὐχ ἧτ‐ τον αὐτοῦ ἐβασίλευε, φαῦλος ὢν καὶ διάβολος. Ὃς οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως, ὥστε οὐκ | |
5 | ἐξῆν τοῦ συσσιτίου μετασχεῖν, εἰ μή τις ἐπίσταιτο τὸ γεωμετρεῖν ἢ τὸ φιλοσοφεῖν. Ὅθεν Φιλίππου τὴν ἀρχὴν παραλαβόντος, Παρμενίων αὐτὸν ἐν Ὠρεῷ λαβὼν ἀπέκτεινεν, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνή‐ μασιν. | |
3 | Idem X: Καρύστιος δὲ ἐν τοῖς Ἱστο‐ ρικοῖς ὑπομνήμασιν, «Ὅτε (φησὶ) μεθύειν προῃρεῖτο Φίλιππος, τοῦτ’ ἔλεγε, Χρὴ πίνειν, Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων. Κυβεύοντος δέ ποτε αὐτοῦ, καί τι‐ | |
5 | νος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα.» | |
4 | Idem X: Εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν Ἱστορι‐ κοῖς ὑπομνήμασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν. Ἐποίουν δὲ τοῦτο, φησὶ, καὶ οἱ τῶν Περσῶν βασιλεῖς. | |
5 | Idem XIII: Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασι, «Χάρωνι, φησὶ, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν, καὶ εἶχεν εὖ πρὸς αὐτόν. Ὡς δ’ Ἀλέξανδρος παρὰ Κρατέρῳ αὐτὸν ἐπῄνεσε γενομένου πότου, ὁ Κράτερος | |
5 | ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον· καὶ ὃς, Μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ, ὡς σὲ λυπήσει. Ὥσπερ γὰρ ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς τὸ πρε‐ πωδέστατον. Αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου | |
10 | θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν, οὐ μόνον ἀπέσχετο, ἀλλ’ οὐδ’ ἐκείνας μαθεῖν ἐποίησεν, ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλ’ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσε. Διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίῳ τὰς | |
15 | χεῖρας ἀνατείνας, ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον.» | |
6 | Idem XV: Καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασι, λέ‐ γων οὕτως· «Νίκανδρός φησιν, ἐξ ἀνδριάντος τῆς κε‐ φαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι | |
5 | ἐν Κῷ.» Προείρηται δ’ ἄνω περὶ αὐτῆς, ὅτι τὸ κρίνον οὕτω λέγουσι. | |
7 | Idem XII: Καρύστιος δ’ ὁ Περγαμη‐ νὸς ἐν Ἱστορικοῖς ὑπομνήμασι, «Κηφισόδωρος, φησὶν, | |
ὁ Θηβαῖος, Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάτρῳ συσσιτεῖν, ψιλοτάπιδα ἔχοντι κρικωτὴν καθάπερ τοὺς | 357 | |
5 | στρωματεῖς εὐτελῆ, ἐφ’ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα· γεγονέναι γὰρ ὀλιγοδίαι‐ τον καὶ τρυφῆς ἀλλότριον.» | |
8 | Athen. XIV: Περὶ οὗ (sc. περὶ Κα‐ σάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος) φησι Καρύ‐ στιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν, ὅτι οὕτως ἦν φιλόμη‐ ρος, ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά· καὶ | |
5 | Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι. | |
9 | Idem XIII: Εἶτ’ οὐκ ἐγὼ δικαίως πάν‐ τας ὑμᾶς τοὺς φιλοσόφους μισῶ, μισοφιλολόγους ὄντας; οὓς οὐ μόνον Λυσίμαχος ὁ βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς ὁ Καρύστιός φησιν ἐν Ἱστο‐ | |
5 | ρικοῖς ὑπομνήμασιν, ἀλλὰ καὶ Ἀθηναῖοι. | |
t10 | E LIBRO TERTIO. | |
10 | Idem XII: Καρύστιος δὲ ὁ Περγαμη‐ νὸς ἐν τρίτῳ Ὑπομνημάτων, «Δημήτριος, φησὶν, ὁ Φα‐ ληρεὺς, Ἱμεραίου τοῦ ἀδελφοῦ ἀναιρεθέντος ὑπ’ Ἀντι‐ πάτρου, αὐτὸς μετὰ Νικάνορος διέτριβεν, αἰτίαν ἔχων, | |
5 | ὡς τὰ Ἐπιφάνεια τοῦ ἀδελφοῦ θύων. Κασάνδρῳ δὲ γε‐ νόμενος φίλος, μέγα ἴσχυσε. Καὶ κατ’ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. Ὡς δ’ ἐπλούτησε, Μοσχίωνα, τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν, ἐωνή‐ | |
10 | σατο, καὶ τοσαῦτα ἦν τὰ παρασκευαζόμενα καθ’ ἡμέ‐ ραν, ὥστε, χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα, Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικία ἐωνήσατο, παῖδάς τ’ ἐλευθέρους ὕβριζε καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστά‐ των. Ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον | |
15 | αὐτοῦ Θέογνιν· καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελ‐ θεῖν, ὥστε, μετ’ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας, συνῆλθον εἰς τὸν τόπον παῖδες κάλλι‐ στοι ταῖς ἑξῆς ἡμέραις, ἵν’ ὀφθεῖεν αὐτῷ.» | |
t11 | EX EODEM LIBRO. | |
11 | Idem XIII: Ἀριστοφῶν δὲ ὁ ῥήτωρ, ὁ τὸν νόμον εἰσενεγκὼν ἐπ’ Εὐκλείδου ἄρχοντος, ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας | |
5 | παιδοποιησάμενος, ὡς ὁ αὐτὸς ἱστορεῖ Καρύστιος ἐν τρίτῳ Ὑπομνημάτων. | |
12 | Idem XIII: Φιλέταιρον δὲ, τὸν Περ‐ γάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας, Βόας αὐλητρίδος, ἑταίρας, τὸ γένος ἀπὸ Πα‐ φλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς | |
5 | ὑπομνήμασιν. | |
13 | Idem XIV: Περιηνέχθησαν ἡμῖν καὶ αἱ δεύτεραι καλούμεναι τράπεζαι, πολλάκις ἡμῖν δι‐ δόμεναι οὐ μόνον ταῖς τῶν Κρονίων ἡμέραις, ἐν αἷς Ῥωμαίων παισὶν ἔθος ἐστὶν ἑστιᾶν τοὺς οἰκέτας, αὐ‐ | 358 |
5 | τοὺς τὰς τῶν οἰκετῶν ἀναδεχομένους λειτουργίας. Ἑλ‐ ληνικὸν δὲ τοῦτο τὸ ἔθος. Ἐν Κρήτῃ γοῦν τῇ τῶν Ἑρ‐ μαίων ἑορτῇ τὸ ὅμοιον γίνεται, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν. Εὐωχουμένων γὰρ τῶν οἰκε‐ τῶν οἱ δεσπόται ὑπηρετοῦσι πρὸς τὰς διακονίας. Καὶ | |
10 | ἐν Τροιζῆνι δὲ μηνὶ Γεραιστίῳ· πανήγυρις δὲ τότε γί‐ νεται πολυήμερος, ἧς ἐν μιᾷ οἱ δοῦλοι μετὰ τῶν πο‐ λιτῶν κοινῇ τε ἀστραγαλίζουσι, καὶ οἱ κύριοι τοὺς δούλους ἑστιῶσιν, ὡς ὁ αὐτός φησι Καρύστιος. | |
14 | Idem I: Ὅτι Καρύστιος ὁ Περγαμη‐ νὸς ἱστορεῖ, τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾄδειν. Σφαιρίζουσι δὲ παρ’ Ὁμήρῳ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες. | |
15 | Schol. Aristoph. Av. 574: [Αὐτίκα Νίκη πέτα‐ ται] Νεωτερικὸν τὸ τὴν Νίκην καὶ τὸν Ἔρωτα ἐπτε‐ ρῶσθαι. Ἄρχεννον γάρ φασι, τὸν Βουβάλου καὶ Ἀθή‐ νιδος πατέρα, οἱ δὲ Ἀγλαοφῶντα, τὸν Θάσιον ζωγράφον, | |
5 | πτηνὴν ἐργάσασθαι τὴν Νίκην, ὡς οἱ περὶ Καρύστιον τὸν Περγαμηνόν φασιν. | |
16 | Schol. Theocrit. XIII, 22: [Κυανέων] Καρύ‐ στιος ὁ Περγαμηνός φησι Κυανέας μὲν ὑπὸ ἀνθρώ‐ πων, ὑπὸ δὲ θεῶν Φόρκου πύλας κεκλῆσθαι. | |
t17-18 | ΔΙΔΑΣΚΑΛΙΑΙ. | |
17 | Athenaeus VI: Τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ διδα‐ σκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλα‐ θόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ παρὰ | |
5 | πότον αὐτὸν εἰσήγαγεν. | |
18 | Vita Sophocl.: Νίκας δὲ ἔλαβεν (Σοφοκλῆς) εἴ‐ κοσιν, ὥς φησι Καρύστιος. | |
t19 | ΠΕΡΙ ΣΩΤΑΔΟΥ. | |
19 | Athenaeus XIV: Ἤκμασε δὲ ἐν τῷ εἴδει τούτῳ (sc. ἐν τῷ κιναιδολόγῳ) Σωτάδης ὁ Μαρωνίτης, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ αὐτοῦ Σωτάδου συγγράμματι, καὶ ὁ τοῦ Σωτάδου υἱὸς Ἀπολ‐ | |
5 | λώνιος. | 359 |