TLG 1240 003 :: CALLIXENUS :: Fragmenta CALLIXENUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 55–66.
Citation: Fragment — (line) | ||
t1-4 | ΠΕΡΙ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. | |
t1 | E LIBRO PRIMO. | |
1 | Athenaeus V: Πολλῶν δ’ ὁ Φιλά‐ δελφος βασιλέων πλούτῳ διέφερε, καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλλε. Τὰ γοῦν μέγιστα | |
5 | τῶν πλοίων ἦν παρ’ αὐτῷ τριακοντήρεις δύο, εἰκοσήρης μία, τέσσαρες τρισκαιδεκήρεις, δωδεκήρεις δύο, ἑνδε‐ κήρεις τεσσαρεσκαίδεκα, ἐννήρεις τριάκοντα, ἑπτήρεις τριάκοντα ἑπτὰ, ἑξήρεις πέντε, πεντήρεις ἑπτακαίδεκα· τὰ δ’ ἀπὸ τετρήρους μέχρι τριηρημιολίας διπλάσια | |
---|---|---|
10 | τούτων. Τὰ δ’ εἰς τὰς νήσους πεμπόμενα καὶ τὰς ἄλλας πόλεις, ὧν ἦρχε, καὶ τὴν Λιβύην πλείονα ἦν τῶν τετρα‐ κισχιλίων. Περὶ δὲ βιβλίων πλήθους καὶ βιβλιοθηκῶν κατασκευῆς καὶ τῆς εἰς τὸ Μουσεῖον συναγωγῆς, τί δεῖ καὶ λέγειν, πᾶσι τούτων ὄντων κατὰ μνήμην; | |
15 | Ἐπεὶ δὲ περὶ νεῶν κατασκευῆς εἰρήκαμεν, φέρ’ εἴπωμεν (ἀκοῆς γάρ ἐστιν ἄξια) καὶ τὰ ὑπὸ τοῦ Φιλο‐ πάτορος βασιλέως κατεσκευασμένα σκάφη. Περὶ ὧν ὁ αὐτὸς Καλλίξενος ἱστορεῖ ἐν τῷ πρώτῳ Περὶ Ἀλε‐ ξανδρείας, οὑτωσὶ λέγων· «Τὴν τεσσαρακοντήρη ναῦν | |
20 | κατεσκεύασεν ὁ Φιλοπάτωρ, τὸ μῆκος ἔχουσαν διακο‐ σίων ὀγδοήκοντα πηχῶν, ὀκτὼ δὲ καὶ τριάκοντα ἀπὸ παρόδου ἐπὶ πάροδον, ὕψος δὲ ἕως ἀκροστολίου τεσσα‐ ράκοντα ὀκτὼ πηχῶν. Ἀπὸ δὲ τῶν πρυμνητικῶν ἀφλά‐ στων ἐπὶ τὸ πρὸς τῇ θαλάσσῃ μέρος αὐτῆς τρεῖς πρὸς | |
25 | τοῖς πεντήκοντα πήχεις. Πηδάλια δ’ εἶχε τέτταρα τρια‐ κονταπήχη, κώπας δὲ θρανιτικὰς, ὀκτὼ καὶ τριάκοντα πηχῶν τὰς μεγίστας, αἳ, διὰ τὸ μόλυβδον ἔχειν ἐν τοῖς ἐγχειριδίοις, καὶ γεγονέναι λίαν εἴσω βαρεῖαι κατὰ τὴν ζύγωσιν, εὐήρεις ὑπῆρχον ἐπὶ τῆς χρείας. Δίπρῳ‐ | |
30 | ρος δ’ ἐγεγόνει καὶ δίπρυμνος, καὶ ἔμβολα εἶχεν ἑπτά· τούτων ἓν μὲν ἡγούμενον, τὰ δ’ ὑποστέλλοντα· τινὰ δὲ κατὰ τὰς ἐπωτίδας. Ὑποζώματα δὲ ἐλάμβανε δώδεκα· ἑξακοσίων δ’ ἦν ἕκαστον πηχῶν. Εὔρυθμος | |
δ’ ἦν καθ’ ὑπερβολήν· θαυμαστὸς δ’ ἦν καὶ ὁ ἄλλος | 55 | |
35 | κόσμος τῆς νεώς. Ζῷα μὲν γὰρ εἶχεν οὐκ ἐλάττω δώδεκα πηχῶν κατὰ πρύμναν τε καὶ πρῷραν, καὶ πᾶς τόπος αὐτῆς κηρογραφίᾳ κατεπεποίκιλτο, τὸ δ’ ἔγκωπον ἅπαν μέχρι τῆς τρόπεως κισσίνην φυλλάδα καὶ θύρσους εἶχε πέριξ. Πολὺς δ’ ἦν καὶ ὁ τῶν ὅπλων κόσμος. Ἀνεπλήρου | |
40 | δὲ τὰ προσδεόμενα τῆς νεὼς μέρη. Γενομένης δὲ ἀνα‐ πείρας ἐδέξατο ἐρέτας πλείους τῶν τετρακισχιλίων, εἰς δὲ τὰ ὑπηρεσίας τετρακοσίους· εἰς δὲ τὸ κατάστρωμα ἐπιβάτας τρισχιλίους, ἀποδέοντας ἑκατὸν καὶ πεντή‐ κοντα· καὶ χωρὶς ὑπὸ τὰ ζύγια πλῆθος ἀνθρώπων ἕτερον, | |
45 | ἐπισιτισμούς τε οὐκ ὀλίγον. Καθειλκύσθη δὲ τὴν μὲν ἀρχὴν ἀπὸ ἐσχαρίου τινὸς, ὅ φασι παγῆναι πεντήκοντα πλοίων πεντηρικῶν ξυλείᾳ, ὑπὸ δὲ ὄχλου μετὰ βοῆς καὶ σαλπίγγων κατήγετο. Ὕστερον δὲ τῶν ἀπὸ Φοινίκης τις ἐπενόησε τὴν καθολκὴν, τάφρον ὑποστησάμενος, | |
1(50) | ἴσην τῇ νηὶ κατὰ μῆκος, ἣν πλησίον τοῦ λιμένος ὤρυξε. Ταύτῃ δὲ τοὺς θεμελίους κατῳκοδόμησε λίθῳ στερεῷ πρὸς πέντε πήχεις τὸ βάθος, καὶ διὰ τούτων φάλαγ‐ γας ἐπικαρσίας κατὰ πλάτος τῆς τάφρου διώσας συνεχεῖς, τετράπηχυν εἰς βάθος τόπον ἀπολιπούσας. | |
55 | Καὶ ποιήσας εἴσρουν ἀπὸ τῆς θαλάσσης ἐνέπλησεν αὐ‐ τῆς πάντα τὸν ὀρυχθέντα τόπον, εἰς ὃν ῥᾳδίως ἀπὸ τῶν τυχόντων ἀνδρῶν εἰσήγαγε τὴν ναῦν· *** τὸ ἀνοιχθὲν κατ’ ἀρχὰς ἐμφράξαντας μετεξαντλῆσαι πάλιν τὴν θάλασσαν ὀργάνοις· τούτου δὲ γενομένου ἑδρασθῆναι | |
60 | τὸ πλοῖον ἀσφαλῶς ἐπὶ τῶν προειρημένων φαλάγγων. «Κατεσκεύασε δ’ ὁ Φιλοπάτωρ καὶ ποτάμιον πλοῖον, τὴν θαλαμηγὸν καλουμένην, τὸ μῆκος ἔχουσαν ἡμιστα‐ δίου, τὸ δ’ εὖρος, ᾗ πλατύτατον, τριάκοντα πηχῶν· τὸ δὲ ὕψος σὺν τῷ τῆς σκηνῆς ἀναστήματι μικρὸν ἀπέ‐ | |
65 | δει τεσσαράκοντα πηχῶν. Τὸ δὲ σχῆμ’ αὐτῆς οὔτε ταῖς μακραῖς ναυσὶν οὔτε ταῖς στρογγύλαις ἐοικὸς, ἀλλὰ παρηλλαγμένον τε καὶ πρὸς τὴν χρείαν τοῦ ποταμοῦ τὸ βάθος. Κάτωθεν μὲν γὰρ ἁλιτενὴς καὶ πλατεῖα, τῷ δ’ ὄγκῳ μετέωρος· τὰ δ’ ἐπὶ τῶν ἄκρων αὐτῆς μέρη, καὶ | |
70 | μάλιστα τὰ κατὰ πρῷραν, παρέτεινεν ἐφ’ ἱκανὸν, τῆς ἀνακλάσεως εὐγράμμου φαινομένης. Δίπρῳρος δ’ ἐγε‐ γόνει καὶ δίπρυμνος, καὶ πρὸς ὕψος ἀνέτεινε, διὰ τὸ μετέωρον ἄγαν ἵστασθαι πολλάκις ἐν τῷ ποταμῷ τὸ κῦμα. Κατεσκεύαστο δ’ αὐτῆς κατὰ μὲν μέσον τὸ κύτος | |
75 | τὰ συμπόσια, καὶ οἱ κοινῶνες, καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν διαγωγὴν χρηστήρια. Πέριξ δὲ τῆς νεὼς περίπατοι κατὰ τὰς τρεῖς πλευρὰς ἐγεγόνεσαν διπλοῖ. Ὧν ἡ μὲν περίμετρος ἦν πέντε πλέθρων οὐκ ἐλάττων, ἡ δὲ διάθε‐ σις τοῦ μὲν καταγείου περιστύλῳ παραπλήσιος, τοῦ | |
80 | δ’ ὑπερῴου κρύπτῃ φραγμοῖς καὶ θυρίσι περιεχομένῃ πάντοθεν. Πρώτη δ’ εἰσιόντι κατὰ πρύμναν ἐτέτακτο προστὰς, ἐξ ἐναντίου μὲν ἀναπεπταμένη, κύκλῳ δὲ περίπτερος· ἧς ἐν τῷ καταντικρὺ τῆς πρῴρας μέρει προπύλαιον κατεσκεύαστο, δι’ ἐλέφαντος καὶ τῆς πολυ‐ | |
85 | τελεστάτης ὕλης γεγονός. Τοῦτο δὲ διελθοῦσιν ὡσανεὶ προσκήνιον ἐπεποίητο τῇ διαθέσει, κατάστεγον ἄνω. Πάλιν ὁμοίως κατὰ μὲν τὴν μέσην πλευρὰν προστὰς ἑτέρα παρέκειτο ὄπισθεν, καὶ τετράθυρος ἔφερεν εἰς αὐτὴν πυλών. Ἐξ ἀριστερῶν δὲ καὶ δεξιῶν θυρίδες | |
90 | ὑπέκειντο, εὐάειαν παρέχουσαι. Συνῆπτο δὲ τούτοις ὁ μέγιστος οἶκος· περίπτερος δ’ ἦν, εἴκοσι κλίνας ἐπιδε‐ χόμενος. Κατεσκευάσθη δ’ αὐτοῦ τὰ μὲν πλεῖστα ἀπὸ κέδρου σχιστῆς καὶ κυπαρίσσου Μιλησίας· αἱ δὲ τῆς περιστάσεως θύραι, τὸν ἀριθμὸν εἴκοσιν οὖσαι, θυΐναις | 56 |
95 | κατεκεκόλληντο σανίσιν, ἐλεφαντίνους ἔχουσαι τοὺς κό‐ σμους. Ἡ δ’ ἐνήλωσις ἡ κατὰ πρόσωπον αὐτῶν, καὶ τὰ ῥόπτρα ἐξ ἐρυθροῦ γεγονότα χαλκοῦ, τὴν χρύσωσιν ἐκ πυρὸς εἰλήφει. Τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κυπαρίσσινα, αἱ δὲ κεφαλαὶ Κορινθιουργεῖς, ἐλέφαντι | |
1(100) | καὶ χρυσῷ διακεκοσμημέναι. Τὸ δὲ ἐπιστύλιον ἐκ χρυ‐ σοῦ τὸ ὅλον· ἐφ’ οὗ διάζωσμα ἐφήρμοστο, περιφανῆ ζῴδια ἔχον ἐλεφάντινα, μείζονα πηχυαίων, τῇ μὲν τέχνῃ μέτρια, τῇ χορηγίᾳ δ’ ἀξιοθαύμαστα. Ἐπέκειτο δὲ καὶ στέγη καλὴ τῷ συμποσίῳ τετράγωνος κυπαρισσίνη· | |
105 | γλυπτοὶ δ’ αὐτῆς ἦσαν οἱ κόσμοι, χρυσῆν ἔχοντες τὴν ἐπιφάνειαν. Παρέκειτο δὲ τῷ συμποσίῳ τούτῳ καὶ κοιτὼν ἑπτάκλινος· ᾧ συνῆπτο στενὴ σῦριγξ, κατὰ πλάτος τοῦ κύτους χωρίζουσα τὴν γυναικωνῖτιν. Ἐν δὲ ταύτῃ συμπόσιον ἐννεάκλινον ἦν, παραπλήσιον τῇ | |
110 | πολυτελείᾳ τῷ μεγάλῳ, καὶ κοιτὼν πεντάκλινος. Καὶ τὰ μὲν ἄχρι τῆς πρώτης στέγης κατεσκευασμένα τοιαῦτ’ ἦν. «Ἀναβάντων δὲ τὰς παρακειμένας πλησίον τῷ προειρημένῳ κοιτῶνι κλίμακας, οἶκος ἦν ἄλλος πεντά‐ | |
115 | κλινος, ὀρόφωμα ῥομβωτὸν ἔχων· καὶ πλησίον αὐτοῦ ναὸς Ἀφροδίτης θολοειδὴς, ἐν ᾧ μαρμάρινον ἄγαλμα τῆς θεοῦ. Κατεναντίον δὲ τούτου ἄλλο συμπόσιον πολυ‐ τελὲς περίπτερον· οἱ γὰρ κίονες αὐτοῦ ἐκ λίθων Ἰνδικῶν συνέκειντο. Παρὰ δὲ καὶ τούτῳ τῷ συμποσίῳ κοιτῶνες, | |
120 | ἀκόλουθον τὴν κατασκευὴν τοῖς προδεδηλωμένοις ἔχον‐ τες. Προάγοντι δὲ ἐπὶ τὴν πρῷραν οἶκος ὑπέκειτο Βακ‐ χικὸς, τρισκαιδεκάκλινος, περίπτερος, ἐπίχρυσον ἔχων τὸ γεῖσον ἕως τοῦ περιτρέχοντος ἐπιστυλίου· στέγη δὲ τῆς τοῦ θεοῦ διαθέσεως οἰκεία. Ἐν δὲ τούτῳ κατὰ μὲν | |
125 | τὴν δεξιὰν πλευρὰν ἄντρον κατεσκεύαστο, οὗ χρῶμα μὲν ἦν ἔχον τὴν πετροποιίαν ἐκ λίθων ἀληθινῶν καὶ χρυσοῦ δεδημιουργημένον· ἵδρυτο δ’ ἐν αὐτῷ τῆς τῶν βασιλέων συγγενείας ἀγάλματα εἰκονικὰ λίθου λυχνέως. Ἐπιτερ‐ πὲς δ’ ἱκανῶς καὶ ἄλλο συμπόσιον ἦν, ἐπὶ τῇ τοῦ με‐ | |
130 | γίστου οἴκου στέγῃ κείμενον, σκηνῆς ἔχον τάξιν· ὥστε τῇ μὲν οὐκ ἐπῆν ** διατόναια δὲ τοξοειδῆ διὰ ποσοῦ τινος ἐνετέτακτο διαστήματος, ἐφ’ ὧν αὐλαῖαι κατὰ τὸν ἀνάπλουν ἁλουργεῖς ἐνεπετάννυντο. Μετὰ δὲ τοῦτο αἴθριον ἐξεδέχετο, τὴν ἐπάνω τῆς ὑποκειμένης προ‐ | |
135 | στάδος τάξιν κατέχον· ᾧ κλῖμάξ τε ἑλικτὴ, φέρουσα πρὸς τὸν κρυπτὸν περίπατον, παρέκειτο, καὶ συμπόσιον ἐννεάκλινον, τῇ διαθέσει τῆς κατασκευῆς Αἰγύπτιον. Οἱ γὰρ γεγονότες αὐτόθι κίονες ἀνήγοντο στρογγύλοι, διαλλάττοντες τοῖς σπονδύλοις, τοῦ μὲν μέλανος, τοῦ δὲ | |
140 | λευκοῦ, παράλληλα τιθεμένων. Εἰσὶ δ’ αὐτῶν καὶ αἱ κεφαλαὶ τῷ σχήματι περιφερεῖς, ὧν ἡ μὲν ὅλη περιγραφὴ παραπλησία ῥόδοις ἐπὶ μικρὸν ἀναπεπταμένοις ἐστίν. Περὶ δὲ τὸν προσαγορευόμενον κάλαθον οὐχ ἕλικες, καθά‐ περ ἐπὶ τῶν Ἑλληνικῶν, καὶ φύλλα τραχέα περίκειται, | |
145 | λωτῶν δὲ ποταμίων κάλυκες, καὶ φοινίκων ἀρτιβλάστων καρπός· ἔστι δ’ ὅτε καὶ πλειόνων ἄλλων ἀνθέων γέγλυπται γένη. Τὸ δ’ ὑπὸ τὴν ῥίζαν, ὃ δὴ τῷ συνάπτοντι πρὸς τὴν κεφαλὴν ἐπίκειται σπονδύλῳ, κιβωρίων ἄνθεσι καὶ φύλλοις ὡσανεὶ καταπεπλεγμένοις ὁμοίαν εἶχε τὴν διά‐ | |
1(150) | θεσιν. Τοὺς μὲν οὖν κίονας οὕτως Αἰγύπτιοι κατασκευά‐ ζουσι, καὶ τοὺς τοίχους δὲ λευκαῖς τε καὶ μελαίναις διαποικίλλουσι πλινθίσιν· ἐνίοτε δὲ καὶ τοῖς ἀπὸ τῆς ἀλαβαστίτιδος προσαγορευομένης πέτρας. Πολλὰ δὲ καὶ ἕτερα κατὰ μέσον τῆς νεὼς τὸ κύτος, ἐν κοίλῃ, καὶ | 57 |
155 | κατὰ πᾶν αὐτῆς μέρος, οἰκήματα ἦν. Ὁ δὲ ἱστὸς ἦν αὐτῆς ἑβδομήκοντα πηχῶν, βύσσινον ἔχων ἱστίον, ἁλουρ‐ γεῖ παρασείρῳ κεκοσμημένον.» | |
t2-4 | E LIBRO QUARTO. | |
2 | Athenaeus V: Θαυμασάντων δὲ τῶν δαιτυμόνων τήν τε τοῦ βασιλέως διάνοιαν, ὡς οὐκ ἐπι‐ φανὴς, ἀλλ’ ὄντως ἐπιμανὴς ὑπῆρχε, προσέθηκεν ὁ Μα‐ σούριος περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γεγενημένης ὑπὸ τοῦ | |
5 | πάντ’ ἀρίστου Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ βασι‐ λέως πομπῆς Καλλίξενον τὸν Ῥόδιον ἱστοροῦντα ἐν τῷ τετάρτῳ Περὶ Ἀλεξανδρείας, ὅς φησι· «Πρὸ δὲ τοῦ ἄρξασθαι τὴν κατασκευασθεῖσαν σκηνὴν ἐν τῷ τῆς ἄκρας περιβόλῳ, χωρὶς τῆς τῶν στρατιωτῶν καὶ τεχνιτῶν καὶ | |
10 | παρεπιδήμων ὑποδοχῆς, ἐξηγήσομαι. Καλὴ γὰρ εἰς ὑπερβολὴν ἀξία τε ἀκοῆς ἐγενήθη. Τὸ μὲν οὖν μέγε‐ θος αὐτῆς ἑκατὸν τριάκοντα κλίνας ἐπιδεχόμενον κύ‐ κλῳ, διασκευὴν δ’ εἶχε τοιαύτην. Κίονες διεστάθησαν ξύλινοι, πέντε μὲν κατὰ πλευρὰν ἑκάστην τοῦ μήκους, | |
15 | πεντηκονταπήχεις πρὸς ὕψος, ἑνὶ δὲ ἐλάττους κατὰ πλάτος· ἐφ’ ὧν ἐπιστύλιον καθηρμόσθη τετράγωνον, ὑπερεῖδον τὴν σύμπασαν τοῦ συμποσίου στέγην. Αὕτη δ’ ἐνεπετάσθη κατὰ μέσον οὐρανίσκῳ κοκκινοβαφεῖ πε‐ ριλεύκῳ, καθ’ ἑκάτερον δὲ μέρος εἶχε δοκοὺς, μεσολεύ‐ | |
20 | κοις ἐμπετάσμασι πυργωτοῖς κατειλημένας, ἐν αἷς φα‐ τνώματα γραπτὰ κατὰ μέσον ἐτέτατο. Τῶν δὲ κιόνων οἱ μὲν τέσσαρες ὡμοίωντο φοίνιξιν, οἱ δ’ ἀνὰ μέσον θύρ‐ σων εἶχον φαντασίαν. Τούτων δ’ ἐκτὸς περίστυλος ἐπε‐ ποίητο σῦριγξ, ταῖς τρισὶ πλευραῖς καμαρωτὴν ἔχουσα | |
25 | στέγην, ἐν ᾗ τὴν τῶν κατακειμένων ἀκολουθίαν ἑστάναι συνέβαινεν. Ἧς τὸ μὲν ἐντὸς αὐλαίαις περιείχετο φοινι‐ κίναις, ἐπὶ δὲ τῶν ἀνὰ μέσον χωρῶν δοραὶ θηρίων, παρά‐ δοξοι καὶ τῇ ποικιλίᾳ καὶ τοῖς μεγέθεσιν, ἐκρέμαντο. Τὸ δὲ περιέχον αὐτὴν ὕπαιθρον μυρρίναις καὶ δάφναις ἄλλοις | |
30 | τ’ ἐπιτηδείοις ἔρνεσιν ἐγεγόνει συνηρεφές. Τὸ δ’ ἔδαφος πᾶν ἄνθεσι κατεπέπαστο παντοίοις. Ἡ γὰρ Αἴγυπτος καὶ διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθ’ ὥραν ἐνεστη‐ κυῖαν ἐν ἑτέροις φυόμενα τόποις ἄφθονα γεννᾷ καὶ διὰ | |
35 | παντὸς, καὶ οὔτε ῥόδον οὔτε λευκόϊον οὔτ’ ἄλλο ῥᾳδίως ἄνθος ἐκλιπεῖν οὐδὲν οὐδέποτ’ εἴωθεν. Διὸ δὴ καὶ κατὰ μέσον χειμῶνα τῆς ὑποδοχῆς τότε γενηθείσης, παρά‐ δοξος ἡ φαντασία [τότε] τοῖς ξένοις κατέστη. Τὰ γὰρ εἰς μίαν εὑρεθῆναι στεφάνωσιν οὐκ ἂν δυνηθέντα ἐν ἄλλῃ | |
40 | πόλει ῥᾳδίως, ταῦτα καὶ τῷ πλήθει τῶν κατακειμένων ἐχορηγεῖτο εἰς τοὺς στεφάνους ἀφθόνως, καὶ εἰς τὸ τῆς σκηνῆς ἔδαφος κατεπέπαστο χύδην, θείου τινὸς ὡς ἀλη‐ | |
θῶς ἀποτελοῦντα λειμῶνος πρόσοψιν. «Διέκειτο δὲ ἐπὶ μὲν τῶν τῆς σκηνῆς παραστάδων | 58 | |
45 | ζῷα μαρμάρινα τῶν πρώτων τεχνιτῶν ἑκατόν. Ἐν δὲ ταῖς ἀνὰ μέσον χώραις πίνακες τῶν Σικυωνικῶν ζωγρά‐ φων, ἐναλλὰξ δ’ ἐπίλεκτοι εἰκασίαι παντοῖαι, καὶ χι‐ τῶνες χρυσοϋφεῖς, ἐφαπτίδες τε κάλλισται, τινὲς μὲν εἰκόνας ἔχουσαι τῶν βασιλέων ἐνυφασμένας, αἱ δὲ μυ‐ | |
2(50) | θικὰς διαθέσεις. Ὑπεράνω δὲ τούτων θυρεοὶ περιέκειντο ἐναλλὰξ, ἀργυροῖ τε καὶ χρυσοῖ. Ἐν δὲ ταῖς ἐπάνω τούτων χώραις, οὔσαις ὀκταπήχεσιν, ἄντρα κατεσκεύ‐ αστο, κατὰ μὲν τὸ μῆκος τῆς σκηνῆς ἓξ ἐν ἑκατέρᾳ πλευρᾷ, κατὰ πλάτος δὲ τέτταρα· συμπόσιά τε ἀντία | |
55 | ἀλλήλων ἐν αὐτοῖς τραγικῶν τε καὶ κωμικῶν καὶ σα‐ τυρικῶν ζῴων, ἀληθινὸν ἐχόντων ἱματισμὸν, οἷς παρέκειτο καὶ ποτήρια χρυσᾶ. Κατὰ μέσον δὲ τῶν ἄντρων νύμφαι ἐλείφθησαν, ἐν αἷς ἔκειντο Δελφικοὶ χρυσοῖ τρίποδες, ὑποστήματ’ ἔχοντες. Κατὰ | |
60 | δὲ τὸν ὑψηλότατον τόπον τῆς ὀροφῆς ἀετοὶ κατὰ πρόσω‐ πον ἦσαν ἀλλήλων χρυσοῖ, πεντεκαιδεκαπήχεις τὸ μέ‐ γεθος. Ἔκειντο δὲ κλῖναι σφιγγόποδες ἐν ταῖς δυσὶ πλευραῖς ἑκατόν· ἡ γὰρ κατὰ πρόσωπον ὄψις ἀφεῖτ’ ἀνα‐ πεπταμένη. Ταύταις δ’ ἀμφίταποι ἁλουργεῖς ὑπέστρων‐ | |
65 | το τῆς πρώτης ἐρέας, καὶ περιστρώματα ποικίλα, δια‐ πρεπῆ ταῖς τέχναις, ἐπῆν. Ψιλαὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν ἐκάλυπτον, ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῳδίων. Παρε‐ τέθησαν δὲ καὶ τρίποδες τοῖς κατακειμένοις χρυσοῖ, δια‐ | |
70 | κόσιοι τὸν ἀριθμὸν, ὥστ’ εἶναι δύο κατὰ κλίνην, ἐπ’ ἀργυρῶν διέδρων. Ἐκ δὲ τῶν ὄπισθεν πρὸς τὴν ἄποψιν ἑκατὸν ἀργυραῖ λεκάναι, καὶ καταχύσεις ἴσαι, παρέ‐ κειντο. Ἐπεπήγει δὲ τοῦ συμποσίου καταντικρὺ καὶ ἑτέρα κλίνη πρὸς τὴν τῶν κυλικείων καὶ ποτηρίων τῶν | |
75 | τε λοιπῶν τῶν πρὸς τὴν χρῆσιν ἀνηκόντων κατασκευ‐ ασμάτων ἔκθεσιν· ἃ δὴ πάντα χρυσᾶ τε ἦν καὶ διάλιθα, θαυμαστὰ ταῖς τέχναις. Τούτων δὲ τὴν μὲν κατὰ μέρος κατασκευὴν καὶ τὰ γένη μακρὸν ἐπεφαίνετό μοι δηλοῦν· τὸ δὲ τοῦ σταθμοῦ πλῆθος εἰς μύρια τάλαντ’ ἀργυρίου | |
80 | τὴν σύμπασαν εἶχε κατασκευήν. «Ἡμεῖς δὲ, ἐπειδὴ τὰ κατὰ τὴν σκηνὴν διεληλύ‐ θαμεν, ποιησόμεθα καὶ τῆς πομπῆς ἐξήγησιν· ἤγετο γὰρ διὰ τοῦ κατὰ τὴν πόλιν σταδίου. Πρώτη δ’ ἐβάδι‐ ζεν Ἑωσφόρου· καὶ γὰρ ἀρχὴν εἶχεν ἡ πομπὴ, καθ’ ὃν | |
85 | ὁ προειρημένος ἀστὴρ φαίνεται χρόνον. Ἔπειθ’ ἡ τοῖς τῶν βασιλέων γονεῦσι κατωνομασμένη. Μετὰ δὲ ταύ‐ τας αἱ τῶν θεῶν ἁπάντων, οἰκείαν ἔχουσαι τῆς περὶ ἑκάστων αὐτῶν ἱστορίας διασκευήν. Τὴν δὲ τελευταίαν Ἑσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτο συνα‐ | |
90 | γούσης τὸν καιρόν. Τὰ δὲ κατὰ μέρος αὐτῶν εἴ τις εἰ‐ δέναι βούλεται, τὰς τῶν πεντετηρίδων γραφὰς λαμβά‐ νων ἐπισκοπείτω. Τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτοι μὲν προῄεσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σειληνοὶ, πορ‐ φυρᾶς χλαμύδας, οἱ δὲ φοινικίδας, ἠμφιεσμένοι. Τούτοις | |
95 | δ’ ἐπηκολούθουν Σάτυροι, καθ’ ἕκαστον τοῦ σταδίου μέρος εἴκοσι, λαμπάδας φέροντες κισσίνας διαχρύσους. Μεθ’ οὓς Νῖκαι, χρυσᾶς ἔχουσαι πτέρυγας. Ἔφερον δ’ αὗται θυμιατήρια ἑξαπήχη, κισσίνοις χρυσοῖς κλωσὶ | |
διακεκοσμημένα, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτῶνας, αὐταὶ | 59 | |
2(100) | δὲ πολὺν κόσμον χρυσοῦν περικείμεναι. Μετὰ δὲ ταύ‐ τας εἵπετο βωμὸς ἑξάπηχυς διπλοῦς, κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέ‐ φανον, μεσολεύκοις μίτραις κατειλημένον. Ἐπηκολού‐ θουν δ’ αὐτῷ παῖδες, ἐν χιτῶσι πορφυροῖς λιβανωτὸν | |
105 | καὶ σμύρναν, ἔτι δὲ κρόκον, ἐπὶ χρυσῶν μαζονόμων φέ‐ ροντες, ἑκατὸν εἴκοσι. Μεθ’ οὓς Σάτυροι τεσσαράκοντα, ἐστεφανωμένοι κισσίνοις χρυσοῖς στεφάνοις· τὰ δὲ σώ‐ ματα οἱ μὲν ἐκέχριντο ὀστρείῳ, τινὲς δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. Ἔφερον δὲ καὶ οὗτοι στέφανον χρυ‐ | |
110 | σοῦν, ἐξ ἀμπέλου καὶ κισσοῦ εἰργασμένον. Μεθ’ οὓς Σειληνοὶ δύο ἐν πορφυραῖς χλαμύσι καὶ κρηπῖσι λευκαῖς. Εἶχε δ’ αὐτῶν ὁ μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, ὁ δὲ σάλπιγγα. Μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ, μεί‐ ζων τετράπηχυς, ἐν τραγικῇ διαθέσει καὶ προσώπῳ, | |
115 | φέρων χρυσοῦν Ἀμαλθείας κέρας· ὃς προσηγορεύετο Ἐνιαυτός. ᾯ γυνὴ περικαλλεστάτη κατὰ τὸ μέγεθος εἵπετο, πολλῷ χρυσῷ καὶ διαπρεπεῖ κεκοσμημένη, φέ‐ ρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσαίας, τῇ δ’ ἑτέρᾳ ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς. | |
120 | Ταύτῃ δ’ ἐπηκολούθουν Ὧραι τέσσαρες διεσκευασμέ‐ ναι, καὶ ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. Ἐχόμενα τούτων θυμιατήρια δύο κίσσινα ἐκ χρυσοῦ, ἑξαπήχη, καὶ βωμὸς ἀνὰ μέσον τούτων τετράγωνος χρυσοῦ. Καὶ πάλιν Σάτυροι, στεφάνους ἔχοντες κισσίνους χρυσοῦς, | |
125 | φοινικίδας περιβεβλημένοι· ἔφερον δ’ οἱ μὲν οἰνοχόην χρυσῆν, οἱ δὲ καρχήσιον. Μεθ’ οὓς ἐπορεύετο Φιλίσκος ὁ ποιητὴς, ἱερεὺς ὢν Διονύσου, καὶ πάντες οἱ περὶ τὸν Διόνυσον τεχνῖται. Τούτων δ’ ἐφεξῆς ἐφέροντο Δελφι‐ κοὶ τρίποδες, ἆθλα τοῖς τῶν ἀθλητῶν χορηγοῖς· ὁ μὲν | |
130 | παιδίσκων, ἐννέα πηχῶν τὸ ὕψος, ὁ δὲ πηχῶν δώδεκα, ὁ τῶν ἀνδρῶν. «Μετὰ τούτους τετράκυκλος πηχῶν τεσσαρεσ‐ καίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὀγδοή‐ κοντα καὶ ἑκατὸν, ἐπὶ δὲ ταύτης ἐπῆν ἄγαλμα Διονύσου | |
135 | δεκάπηχυ, σπένδον ἐκ καρχησίου χρυσοῦ, χιτῶνα πορ‐ φυροῦν ἔχον διάπεζον, καὶ ἐπ’ αὐτοῦ κροκωτὸν διαφανῆ· περιεβέβλητο δὲ ἱμάτιον πορφυροῦν χρυσοποίκιλον. Προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσοῦς με‐ τρητῶν πεντεκαίδεκα καὶ τρίπους χρυσοῦς, ἐφ’ οὗ θυ‐ | |
140 | μιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ, κασσίας μεσταὶ καὶ κρόκου. Περιέκειτο δ’ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμη‐ μένη· προσήρτηντο δὲ καὶ στέφανοι, καὶ ταινίαι, καὶ θύρσοι, καὶ τύμπανα, καὶ μίτραι, πρόσωπά τε σατυρικὰ | |
145 | καὶ κωμικὰ καὶ τραγικά. Τῇ δὲ τετρακύκλῳ ἱερεῖς καὶ ἱέρειαι, καὶ πέρσεις τελεταὶ, καὶ θίασοι παντοδαποὶ, καὶ τὰ λίκνα φέρουσαι. Μετὰ δὲ ταῦτα Μακέται, αἱ καλούμεναι Μιμαλλόνες, καὶ Βασσάραι καὶ Λυδαὶ, κατακεχυμέναι | |
2(150) | τὰς τρίχας, καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἱ δὲ μίλαξι, καὶ ἀμπέλῳ, καὶ κισσῷ· κατεῖχον δὲ ταῖς χερ‐ σὶν αἱ μὲν ἐγχειρίδια, αἱ δὲ ὄφεις. Μετὰ δὲ ταύτας ἤγετο τετράκυκλος, πηχῶν ὀκτὼ πλάτος, ὑπὸ ἀνδρῶν ἑξήκοντα, ἐφ’ ἧς ἄγαλμα Νύσης ὀκτάπηχυ καθήμενον, | |
155 | ἐνδεδυκὸς μὲν θάψινον χιτῶνα χρυσοποίκιλον, ἱμάτιον δὲ ἠμφίεστο Λακωνικόν. Ἀνίστατο δὲ τοῦτο μηχανι‐ κῶς, οὐδενὸς τὰς χεῖρας προσάγοντος, καὶ σπεῖσαν ἐκ χρυσῆς φιάλης γάλα, πάλιν ἐκάθητο. Εἶχε δὲ ἐν τῇ ἀριστερᾷ θύρσον ἐστεμμένον μίτραις. Αὕτη δ’ ἐστε‐ | 60 |
160 | φάνωτο κισσίνῳ χρυσῷ, καὶ βότρυσι διαλίθοις πολυ‐ τελέσιν. Εἶχε δὲ σκιάδα, καὶ ἐπὶ τῶν γωνιῶν τῆς τετρα‐ κύκλου κατεπεπήγεσαν λαμπάδες διάχρυσοι τέτταρες. Ἑξῆς εἵλκετο ἄλλη τετράκυκλος, μῆκος πηχῶν εἴκοσι, πλάτος ἑκκαίδεκα, ὑπὸ ἀνδρῶν τριακοσίων· | |
165 | ἐφ’ ἧς κατεσκεύαστο ληνὸς, πηχῶν εἴκοσι τεσσάρων, πλάτος πεντεκαίδεκα, πλήρης σταφυλῆς. Ἐπάτουν δὲ ἑξήκοντα Σάτυροι, πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλή‐ νιον· ἐφειστήκει δ’ αὐτοῖς Σειληνός· καὶ δι’ ὅλης τῆς ὁδοῦ τὸ γλεῦκος ἔρρει. Ἑξῆς ἐφέρετο τετράκυκλος, | |
170 | μῆκος πηχῶν εἴκοσι πέντε, πλάτος τεσσαρεσκαίδεκα· ἤγετο δὲ ὑπὸ ἀνδρῶν ἑξακοσίων· ἐφ’ ἧς ἦν ἀσκὸς, τρισ‐ χιλίους ἔχων μετρητὰς, ἐκ παρδαλῶν δερμάτων ἐρ‐ ραμμένος· ἔρρει δὲ καὶ οὗτος, κατὰ μικρὸν ἀνιέμενος, κατὰ πᾶσαν τὴν ὁδόν. Ἠκολούθουν δ’ αὐτῷ Σάτυροι | |
175 | καὶ Σειληνοὶ ἑκατὸν εἴκοσιν, ἐστεφανωμένοι, φέροντες οἱ μὲν οἰνοχόας, οἱ δὲ φιάλας, οἱ δὲ θηρικλείους μεγά‐ λας, πάντα χρυσᾶ. «Ἐχομένως ἤγετο κρατὴρ, ἀργυροῦς ἑξακοσίους χωρῶν μετρητὰς, ἐπὶ τετρακύκλου ἑλκόμενος ὑπὸ ἀν‐ | |
180 | δρῶν ἑξακοσίων. Εἶχε δὲ ὑπὸ τὰ χείλη καὶ τὰ ὦτα καὶ ὑπὸ τὴν βάσιν ζῷα τετορνευμένα, καὶ διὰ μέσου ἐστεφάνωτο στεφάνῳ χρυσῷ διαλίθῳ. Ἑξῆς ἐπεφέρετο κυλικεῖα ἀργυρᾶ δωδεκαπήχη δύο, ὕψος πηχῶν ἕξ. Ταῦτα δ’ εἶχεν ἄνω τε ἀκρωτήρια καὶ ἐν ταῖς γάστραις | |
185 | κύκλῳ, καὶ ἐπὶ τῶν ποδῶν ζῷα τριημιπήχη καὶ πη‐ χυαῖα, πλήθει πολλά. Καὶ λουτῆρες μεγάλοι δέκα, καὶ κρατῆρες ἑκκαίδεκα, ὧν οἱ μείζους ἐχώρουν μετρη‐ τὰς τριάκοντα, οἱ δ’ ἐλάχιστοι πέντε. Εἶτα λέβητες ἓξ, βανωτοὶ εἴκοσι τέσσαρες, ἐπ’ | |
190 | ἐγγυθήκαις πέντε, καὶ ληνοὶ ἀργυραῖ δύο, ἐφ’ ὧν ἦσαν βῖκοι εἴκοσι τέσσαρες, τράπεζά τε ὁλάρ‐ γυρος δωδεκάπηχυς, καὶ ἄλλαι ἑξαπήχεις τριάκοντα. Πρὸς δὲ τούτοις τρίποδες τέσσαρες, ὧν εἷς μὲν εἶχε τὴν περίμετρον πηχῶν ἑκκαίδεκα, κατάργυρος ὢν ὅλος, | |
195 | οἱ δὲ τρεῖς ἐλάττονες ὄντες διάλιθοι κατὰ μέσον ὑπῆρ‐ χον. Μετὰ τούτους ἐφέροντο Δελφικοὶ τρίποδες ἀργυ‐ ροῖ ὀγδοήκοντα τὸν ἀριθμὸν, ἐλάττους τῶν προειρημέ‐ νων, ὧν αἱ γωνίαι τετράμετροι· ὑδρίαι εἴκοσι καὶ ἓξ, ἀμφορεῖς Παναθηναϊκοὶ ἑκκαίδεκα, ψυκτῆρες ἑκατὸν | |
2(200) | ἑξήκοντα· τούτων ὁ μέγιστος ἦν μετρητῶν ἓξ, ὁ δὲ ἐλάχιστος δύο. Ταῦτα μὲν οὖν ἦν ἅπαντα ἀργυρᾶ. «Ἐχόμενοι δὲ τούτων ἐπόμπευον οἱ τὰ χρυσώ‐ ματα φέροντες, κρατῆρας Λακωνικοὺς τέτταρας, ἔχον‐ τας στεφάνους ἀμπελίνους. Τετραμέτρητοι ἕτεροι, | |
205 | Κορινθιουργεῖς δύο (οὗτοι δ’ εἶχον ἄνωθεν καθήμενα περιφανῆ τετορνευμένα ζῷα, καὶ ἐν τῷ τραχήλῳ καὶ ἐν ταῖς γάστραις πρόστυπα, ἐπιμελῶς πεποιημένα· ἐχώρει δ’ ἕκαστος μετρητὰς ὀκτώ) ἐπ’ ἐγγυθήκαις. Καὶ ληνὸς, ἐν ᾗ ἦσαν βῖκοι δέκα· ὁλκεῖα δύο, ἑκάτερον | |
210 | χωροῦν μετρητὰς πέντε· κώθωνες διμέτρητοι δύο· ψυκτῆρες εἴκοσι δύο, ὧν ὁ μέγιστος ἐχώρει μετρητὰς τριάκοντα, ὁ δὲ ἐλάχιστος μετρητήν. Ἐπόμ‐ | |
πευσαν δὲ τρίποδες χρυσοῖ μεγάλοι τέτταρες· καὶ χρυσωματοθήκη χρυσῆ διάλιθος, πηχῶν δέκα ὕψος, | 61 | |
215 | ἔχουσα βασμοὺς ἓξ, ἐν οἷς καὶ ζῷα τετραπάλαιστα, ἐπιμελῶς πεποιημένα, πολλὰ τὸν ἀριθμόν· καὶ κυλι‐ κεῖα δύο, καὶ ὑάλινα διάχρυσα δύο· ἐγγυθῆκαι χρυσαῖ τετραπήχεις δύο, ἄλλαι ἐλάττους τρεῖς, ὑδρίαι δέκα, βωμὸς τρίπηχυς, μαζονόμια εἴκοσι πέντε. Μετὰ δὲ | |
220 | ταῦτα ἐπορεύοντο παῖδες χίλιοι καὶ ἑξακόσιοι, ἐνδεδυ‐ κότες χιτῶνας λευκοὺς, ἐστεφανωμένοι οἱ μὲν κισσῷ, οἱ δὲ πίτυϊ· ὧν διακόσιοι μὲν καὶ πεντήκοντα χοεῖς εἶχον χρυσοῦς, τετρακόσιοι δὲ ἀργυροῦς, ἕτεροι δὲ τριακόσιοι καὶ εἴκοσι ψυκτήρια ἔφερον χρυσᾶ, οἱ δὲ | |
225 | ἀργυρᾶ. Μεθ’ οὓς ἄλλοι παῖδες ἔφερον κεράμια πρὸς τὴν τοῦ γλυκισμοῦ χρείαν· ὧν εἴκοσι μὲν ἦν χρυσᾶ, πεντήκοντα δὲ ἀργυρᾶ, τριακόσια δὲ κεκηρογραφημένα χρώμασι παντοίοις. Καὶ κερασθέντων ἐν ταῖς ὑδρίαις καὶ πίθοις πάντες κοσμίως ἐγλυκάνθησαν οἱ ἐν τῷ στα‐ | |
230 | δίῳ.» Ἑξῆς τούτοις καταλέγει τετραπήχεις τραπέζας· ἐφ’ ὧν πολλὰ θέας ἄξια πολυτελῶς κατεσκευασμένα περιήγετο θεάματα. «Ἐν οἷς καὶ ὁ τῆς Σεμέλης θά‐ λαμος, ἐν ᾧ ἔχουσι χιτῶνας τινὲς διαχρύσους καὶ λι‐ | |
235 | θοκολλήτους τῶν πολυτιμήτων. Οὐκ ἄξιον δ’ ἦν πα‐ ραλιπεῖν τήνδε τὴν τετράκυκλον, μῆκος οὖσαν πηχῶν εἴκοσι δύο, πλάτος τεσσαρεσκαίδεκα, ὑπὸ ἀνδρῶν ἑλ‐ κομένην πεντακοσίων· ἐφ’ ἧς ἄντρον ἦν βαθὺ καθ’ ὑπερβολὴν κισσῷ καὶ μίλτῳ. Ἐκ τούτου περιστεραὶ | |
240 | καὶ φάσσαι καὶ τρυγόνες καθ’ ὅλην ἐξίπταντο τὴν ὁδὸν, λημνίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. Ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ δύο, ὁ μὲν γάλακτος, ὁ δὲ οἴνου. Πᾶσαι δ’ αἱ περὶ αὐτὸν Νύμφαι στεφάνους εἶχον χρυσοῦς· | |
245 | ὁ δὲ Ἑρμῆς καὶ κηρύκειον χρυσοῦν, ἐσθῆτας δὲ πολυ‐ τελεῖς. Ἐπὶ δὲ ἄλλης τετρακύκλου, ἣ περιεῖχε τὴν ἐξ Ἰνδῶν κάθοδον Διονύσου, Διόνυσος ἦν δωδεκάπηχυς, ἐπ’ ἐλέφαντος κατακείμενος, ἠμφιεσμένος προφυρίδα, καὶ στέφανον κισσοῦ καὶ ἀμπέλου χρυσοῦν ἔχων, εἶχεν | |
2(250) | ἐν ταῖς χερσὶ θυρσόλογχον χρυσοῦν· ὑπεδέδετο δ’ ἐμ‐ βάδας χρυσογραφεῖς. Προεκάθητο δ’ αὐτοῦ ἐπὶ τῷ τραχήλῳ τοῦ ἐλέφαντος σατυρίσκος πεντάπηχυς, ἐστε‐ φανωμένος πίτυος στεφάνῳ χρυσῷ, τῇ δεξιᾷ αἰγείῳ κέρατι χρυσῷ σημαίνων. Ὁ δὲ ἐλέφας σκευὴν εἶχε | |
255 | χρυσῆν, καὶ περὶ τῷ τραχήλῳ κίσσινον χρυσοῦν στέ‐ φανον. Ἠκολούθουν δὲ τούτῳ παιδίσκαι πεντακόσιαι, κεκοσμημέναι χιτῶσι πορφυροῖς, χρυσῷ διεζωσμέναι. Ἐστεφάνωντο δὲ αἱ μὲν ἡγούμεναι ἑκατὸν εἴκοσι χρυ‐ σοῖς πιτυΐνοις στεφάνοις, ἠκολούθουν δὲ αὐταῖς Σάτυ‐ | |
260 | ροι ἑκατὸν εἴκοσι, πανοπλίας οἱ μὲν ἀργυρᾶς, οἱ δὲ χαλκᾶς ἔχοντες. Μετὰ δὲ τούτους ἐπορεύοντο ὄνων ἶλαι πέντε, ἐφ’ ὧν ἦσαν Σειληνοὶ καὶ Σάτυροι ἐστεφα‐ νωμένοι. Τῶν δὲ ὄνων οἱ μὲν χρυσᾶς, οἱ δὲ ἀργυρᾶς προμετωπίδας καὶ σκευασίας εἶχον. | |
265 | «Μετὰ δὲ τούτους ἐλεφάντων ἅρματα ἀφείθη εἴ‐ κοσι τέσσαρα, καὶ συνωρίδες τράγων ἑξήκοντα, κώλων δώδεκα, ὀρύγων ἑπτὰ, βουβάλων πεντεκαίδεκα, στρου‐ θῶν συνωρίδες ὀκτὼ, ὀνελάφων ἑπτὰ, καὶ συνωρίδες | |
τέσσαρες ὄνων ἀγρίων, ἅρματα τέσσαρα. Ἐπὶ δὲ | 62 | |
270 | πάντων τούτων ἀναβεβήκει παιδάρια, χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. Παραναβεβήκει δὲ παιδι‐ σκάρια, διεσκευασμένα πελταρίοις καὶ θυρσολόγχοις, κεκοσμημένα ἱματίοις καὶ χρυσίοις. Ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα παιδάρια πίτυϊ, τὰ δὲ παιδισκάρια | |
275 | κισσῷ. Ἐπῆσαν δὲ καὶ συνωρίδες καμήλων, ἐξ ἑκα‐ τέρου μέρους τρεῖς· αἷς ἐπηκολούθουν ἀπῆναι ὑφ’ ἡμιόνων ἀγόμεναι. Αὗται δ’ εἶχον σκηνὰς βαρβαρικὰς, ἐφ’ ὧν ἐκάθηντο γυναῖκες Ἰνδαὶ καὶ ἕτεραι, κεκοσμη‐ μέναι ὡς αἰχμάλωτοι. Κάμηλοι δ’ αἱ μὲν ἔφερον λι‐ | |
280 | βανωτοῦ μνᾶς τριακοσίας, σμύρνης τριακοσίας, κρόκου καὶ κασσίας καὶ κινναμώμου καὶ ἴριδος καὶ τῶν λοιπῶν ἀρωμάτων διακοσίας. Ἐχόμενοι τούτων ἦσαν Αἰ‐ θίοπες δωροφόροι, ὧν οἱ μὲν ἔφερον ὀδόντας ἑξακοσίους, ἕτεροι δὲ ἐβένου κορμοὺς δισχιλίους, ἄλλοι χρυσοῦς καὶ | |
285 | ἀργυροῦς κρατῆρας ἑξήκοντα, καὶ ψήγματα χρυσίου. Μεθ’ οὓς ἐπόμπευσαν κυνηγοὶ δύο, ἔχοντες σιβύνας ἐπιχρύσους. Ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακό‐ σιοι, οἱ μὲν Ἰνδοὶ, οἱ λοιποὶ δὲ Ὑρκανοὶ καὶ Μολοσσοὶ καὶ ἑτέρων γενῶν. Ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα, | |
290 | φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. Εἶτ’ ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ, καὶ ταῲ, καὶ μελεαγρίδες, καὶ φασιανοὶ ὄρνιθες, καὶ ἄλλοι Αἰ‐ θιοπικοὶ, πλήθει πολλοί.» Εἰπὼν δὲ καὶ ἄλλα πλεῖστα, καὶ καταλέξας ζῴων ἀγέλας, ἐπιφέρει· | |
295 | «Πρόβατα Αἰθιοπικὰ ἑκατὸν τριάκοντα, Ἀράβια τριακόσια, Εὐβοϊκὰ εἴκοσι, ὁλόλευκοι βόες Ἰνδικοὶ εἴκοσι ἓξ, Αἰθιοπικοὶ ὀκτὼ, ἄρκτος μὲν λευκὴ μεγάλη μία, παρδάλεις τεσσαρεσκαίδεκα, πάνθηρες ἑκκαίδεκα, λυγκία τέσσαρα, ἄρκηλοι τρεῖς, καμηλοπάρδαλις μία, | |
2(300) | ῥινόκερως Αἰθιοπικὸς εἷς. «Ἑξῆς ἐπὶ τετρακύκλου Διόνυσος περὶ τὸν τῆς Ῥέας βωμὸν καταπεφευγὼς, ὅτε ὑπὸ Ἥρας ἐδιώκετο, στέφανον ἔχων χρυσοῦν, Πριάπου αὐτῷ παρεστῶτος, ἐστεφανωμένου χρυσῷ κισσίνῳ. Τὸ δὲ τῆς Ἥρας ἄγαλ‐ | |
305 | μα στεφάνην εἶχε χρυσῆν. Ἀλεξάνδρου δὲ καὶ Πτολε‐ μαίου ἀγάλματα, ἐστεφανωμένα στεφάνοις κισσίνοι ἐκ χρυσοῦ. Τὸ δὲ τῆς Ἀρετῆς ἄγαλμα, τὸ παρεστὸς τῷ Πτολεμαίῳ, στέφανον εἶχεν ἐλαίας χρυσοῦν. Καὶ Πρία‐ πος δ’ αὐτοῖς συμπαρῆν, ἔχων στέφανον κίσσινον ἐκ χρυ‐ | |
310 | σοῦ. Κόρινθος δ’ ἡ πόλις, παρεστῶσα τῷ Πτολεμαίῳ, ἐστεφάνωτο διαδήματι χρυσῷ. Παρέκειντο δὲ πᾶσι τούτοις κυλικεῖον μεστὸν χρυσωμάτων, κρατήρ τε χρυ‐ σοῦς, μετρητῶν πέντε. Τῇ δὲ τετρακύκλῳ ταύτῃ ἠκο‐ λούθουν γυναῖκες, ἔχουσαι ἱμάτια πολυτελῆ καὶ κόσμον· | |
315 | προσηγορεύοντο δὲ πόλεις, αἵ τ’ ἀπ’ Ἰωνίας, καὶ λοιπαὶ Ἑλληνίδες, ὅσαι τὴν Ἀσίαν καὶ τὰς νήσους κατοικοῦσαι ὑπὸ τοὺς Πέρσας ἐτάχθησαν· ἐφόρουν δὲ πᾶσαι στεφά‐ νους χρυσοῦς. Ἐφέρετο καὶ ἐπ’ ἄλλων τετρακύκλων θύρσος ἐνενηκοντάπηχυς χρυσοῦς, καὶ λόγχη ἀργυρᾶ | |
320 | ἑξηκοντάπηχυς, καὶ ἐν ἄλλῃ φαλλὸς χρυσοῦς, πηχῶν ἑκατὸν εἴκοσι, διαγεγραμμένος, καὶ διαδεδεμένος στέμ‐ μασι διαχρύσοις, ἔχων ἐπ’ ἄκρου ἀστέρα χρυσοῦν, οὗ ἦν ἡ περίμετρος πηχῶν ἕξ. «Πολλῶν οὖν καὶ ποικίλων εἰρημένων ἐν ταῖς πομ‐ | |
325 | παῖς ταύταις, μόνα ἐξελεξάμεθα, ἐν οἷς ἦν χρυσὸς καὶ ἄργυρος. Καὶ γὰρ διαθέσεις πολλαὶ ἀκοῆς ἦσαν ἄξιαι, καὶ θηρίων πλήθη, καὶ ἵππων, καὶ λέοντες παμ‐ μεγέθεις εἴκοσι καὶ τέσσαρες. Ἦσαν δὲ καὶ ἄλλαι τε‐ τράκυκλοι, οὐ μόνον εἰκόνας βασιλέων φέρουσαι, ἀλλὰ | 63 |
330 | καὶ θεῶν πολλαί. Μεθ’ ἃς χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων· ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριακόσιοι, ἐπιχρύσους ἔχοντες ὅλας κιθάρας καὶ στεφάνους χρυ‐ σοῦς. Μεθ’ οὓς ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι, χρυσοκέρῳ, προμετωπίδας χρυσᾶς καὶ ἀνὰ μέσον στε‐ | |
335 | φάνους ὅρμους τε καὶ αἰγίδας πρὸ τῶν στηθῶν ἔχοντες· ἦν δ’ ἅπαντα ταῦτα χρυσᾶ. «Καὶ μετὰ ταῦτα Διὸς ἤγετο πομπὴ καὶ ἄλλων παμπόλλων θεῶν, καὶ ἐπὶ πᾶσιν Ἀλεξάνδρου, ὃς ἐφ’ ἅρματος ἐλεφάντων ἀληθινῶν ἐφέρετο χρυσοῦς, Νίκην | |
340 | καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχων. Ἐπόμπευσαν δὲ καὶ θρόνοι πολλοὶ, ἐξ ἐλέφαντος καὶ χρυσοῦ κατεσκευ‐ ασμένοι· ὧν ἐφ’ ἑνὸς ἔκειτο στεφάνη χρυσῆ, ἐπ’ ἄλλου δίκερας χρυσοῦν, ἐπ’ ἄλλου δὲ ἦν στέφανος χρυσοῦς, καὶ ἐπ’ ἄλλου δὲ κέρας ὁλόχρυσον. Ἐπὶ δὲ τὸν Πτολεμαίου | |
345 | τοῦ Σωτῆρος θρόνον στέφανος ἐπέκειτο ἐκ μυρίων κα‐ τεσκευασμένος χρυσῶν. Ἐπόμπευσε δὲ καὶ θυμιατήρια χρυσᾶ τριακόσια καὶ πεντήκοντα, καὶ βωμοὶ δὲ ἐπί‐ χρυσοι, ἐστεφανωμένοι χρυσοῖς στεφάνοις· ὧν ἑνὶ παρε‐ πεπήγεσαν δᾷδες χρυσαῖ δεκαπήχεις τέσσαρες. Ἐπόμ‐ | |
2(350) | πευσαν δὲ καὶ ἐσχάραι ἐπίχρυσοι δώδεκα· ὧν ἡ μὲν δωδεκάπηχυς τῇ περιμέτρῳ, τεσσαρακοντάπηχυς ὕψει, ἡ δὲ πηχῶν πεντεκαίδεκα. Ἐπόμπευσαν δὲ καὶ Δελφι‐ κοὶ τρίποδες χρυσοῖ ἐννέα, ἐκ πηχῶν τεσσάρων· ἄλλοι ὀκτὼ, πηχῶν ἕξ· ἄλλος πηχῶν τριάκοντα, ἐφ’ οὗ ἦν ζῷα | |
355 | χρυσᾶ πενταπήχη, καὶ στέφανος κύκλῳ χρυσοῦς ἀμπέ‐ λινος. Παρῆλθον δὲ καὶ φοίνικες ἐπίχρυσοι ὀκταπήχεις ἑπτὰ, καὶ κηρύκειον ἐπίχρυσον πηχῶν τεσσαράκοντα πέντε, καὶ κεραυνὸς ἐπίχρυσος πηχῶν τεσσαράκοντα, ναός τε ἐπίχρυσος, οὗ ἡ περίμετρος πηχῶν τεσσαρά‐ | |
360 | κοντα· δίκερας πρὸς τούτοις ὀκτάπηχυ. Πολὺ δὲ καὶ ζῴων πλῆθος ἐπιχρύσων συνεπόμπευεν, ὧν ἦν τὰ πολλὰ δωδεκαπήχη· καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσι, καὶ ἀετοὶ πηχῶν εἴκοσι. Στέφανοί τ’ ἐπίχρυσοι ἐπόμπευσαν τρισχίλιοι διακόσιοι, ἕτερός τε μυστικὸς χρυσοῦς, λίθοις | |
365 | πολυτελέσι κεκοσμημένος, ὀγδοηκοντάπηχυς· οὗτος δὲ περιετίθετο τῷ τοῦ Βερενικείου θυρώματι, αἰγίς τε ὁμοίως χρυσῆ. Ἐπόμπευσαν δὲ καὶ στεφάναι χρυσαῖ πάνυ πολλαὶ, ἃς ἔφερον παιδίσκαι πολυτελῶς κεκοσμημέναι· ὧν μία δίπηχυς εἰς ὕψος, τὴν δὲ περίμετρον ἔχουσα | |
370 | ἑκκαίδεκα πηχῶν. Ἐπόμπευσε δὲ καὶ θώραξ χρυσοῦς πηχῶν δώδεκα, καὶ ἕτερος ἀργυροῦς πηχῶν ὀκτωκαί‐ δεκα, *** ἐννέα, ἔχων ἐφ’ ἑαυτὸν κεραυνοὺς χρυσοῦς δεκαπήχεις δύο, καὶ στέφανον δρυὸς διάλιθον· ἀσπίδες χρυσαῖ εἴκοσι, πανοπλίαι χρυσαῖ ἑξήκοντα τέσσαρες, | |
375 | κνημῖδες χρυσαῖ τριπήχεις δύο, λεκάναι χρυσαῖ δώδεκα, φιάλαι πολλαὶ πάνυ τὸν ἀριθμὸν, οἰνοχόαι τριάκοντα, ἐξάλειπτρα μεγάλα δέκα, ὑδρίαι δώδεκα, μαζονόμια πεντήκοντα, τράπεζαι διάφοροι, κυλικεῖα χρυσωμάτων | |
πέντε, κέρας ὁλόχρυσον πηχῶν τριάκοντα. Ταῦτα δὲ | 64 | |
380 | τὰ χρυσώματα ἐκτὸς ἦν τῶν ἐν τῇ τοῦ Διονύσου πομπῇ διενεχθέντων. Εἶτ’ ἀργυρωμάτων ἅμαξαι τετρακόσιαι, καὶ χρυσωμάτων εἴκοσι, ἀρωμάτων δὲ ὀκτακόσιαι. «Ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ δυνάμεις αἱ ἱπ‐ πικαὶ καὶ πεζικαὶ, πᾶσαι καθωπλισμέναι θαυμασίως. | |
385 | Πεζοὶ μὲν ἐς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, ἱππεῖς δὲ δισμύριοι τρισχίλιοι διακόσιοι. Πάντες δ’ οὗτοι ἐπόμπευσαν, τὴν ἁρμόζουσαν ἑκάστῳ ἠμφιεσμένοι στολὴν, καὶ τὰς προσηκούσας ἔχοντες παν‐ οπλίας. Ἐκτὸς δ’ ὧν πάντες οὗτοι εἶχον πανοπλιῶν, | |
390 | καὶ ἄλλαι πλεῖσται ἦσαν ἀποκείμεναι, ὧν οὐδὲ τὸν ἀρι‐ θμὸν ἀναγράψαι ῥᾴδιον·» Κατέλεξε δ’ αὐτὸν ὁ Καλλί‐ ξενος. «Ἐστεφανώθησαν δ’ ἐν τῷ ἀγῶνι καὶ στεφάνοις χρυσοῖς εἴκοσι· Πτολεμαῖος δὲ ὁ πρῶτος καὶ Βερενίκη εἴκοσι τρισὶν ἐφ’ ἁρμάτων χρυσῶν καὶ τεμένεσιν ἐν Δω‐ | |
395 | δώνῃ. Καὶ ἐγένετο τὸ δαπάνημα τοῦ νομίσματος τά‐ λαντα δισχίλια διακόσια τριάκοντα ἐννέα, μναῖ πεντή‐ κοντα· καὶ ταῦτ’ ἠριθμήθη πάντα παρὰ τοῖς οἰκονόμοις, διὰ τὴν τῶν στεφανούντων προθυμίαν, πρὸ τοῦ τὰς θέας παρελθεῖν. Ὁ δὲ Φιλάδελφος Πτολεμαῖος, υἱὸς | |
2(400) | αὐτῶν, εἴκοσι χρυσαῖς, δυσὶ μὲν ἐφ’ ἁρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἑξαπήχει μιᾷ, πενταπήχεσι πέντε, τε‐ τραπήχεσιν ἕξ.» | |
3a | Athenaeus XI: Καρχήσιον. Καλλίξενος ὁ Ῥόδιος ἐν τοῖς Περὶ Ἀλεξανδρείας φησὶν, ὅτι ποτήριόν ἐστιν ἐπίμηκες, συνηγμένον εἰς μέσον ἐπιει‐ κῶς, ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα. | |
3b | Idem XI: Ἀδαῖος δ’ ἐν τοῖς Περὶ δια‐ θέσεως, τὸ αὐτὸ ὑπολαμβάνει θηρίκλειον εἶναι καὶ καρ‐ χήσιον. Ὅτι δὲ διαφέρει, σαφῶς παρίστησι Καλλίξε‐ νος, ἐν τοῖς Περὶ Ἀλεξανδρείας φάσκων, τινὰς ἔχοντας | |
5 | θηρικλείους πομπεύειν, τοὺς δὲ καρχήσια. Ὁποῖον δ’ ἐστὶ τὸ καρχήσιον, ἐν τοῖς ἑξῆς λεχθήσεται. | |
3c | Idem V: Ἐν τούτοις ὁ Λυσίας εἰπὼν ὅτι καὶ χαλκῆ ἦν ἡ ἐγγυθήκη, σαφῶς παρίστησιν, ὡς καὶ ὁ Καλλίξενος εἴρηκε, λεβήτων αὐτὰς ὑποθήματα εἶναι. Οὕτως γὰρ καὶ Πολέμων κ. τ. λ. | |
3d | Harpocration v. ἐγγυθήκη: Εἴη δ’ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τοιούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον εἶναι, ὡς Καλλίξενός τε ἐν δ’ Περὶ Ἀλεξανδρείας ὑποσημαίνει, καὶ Δαΐμαχος ὁ Πλαταιεὺς | |
5 | ἐν βʹ Περὶ Ἰνδικῆς. | |
3e | Idem XI: Καλλίξενος δ’ ἐν τετάρτῳ Περὶ Ἀλε‐ ξανδρείας, ἀναγράφων τὴν τοῦ Φιλαδέλφου πομπὴν, καὶ καταλέγων πολλὰ ἐκπώματα, γράφει καὶ τάδε· «Κώ‐ θωνες διμέτρητοι δύο.» | |
3f | Idem IX: Καλλίξενος δ’ ὁ Ῥόδιος ἐν τετάρτῃ Περὶ Ἀλεξανδρείας, διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλου‐ μένου βασιλέως, ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων | |
5 | τούτων οὕτως γράφει· «Εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιτ‐ τακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί.» | |
3g | Idem XV: Σειληνὸς δ’ ἐν ταῖς Γλώσσαις φησίν· «Ἰσθμὸν στέφανον.» Φιλητᾶς δέ φησι· «Στέ‐ φανος. Ἤγουν ὁμωνυμία ἀμφοτέρωθι, οἷον τῆς κεφα‐ λῆς καὶ τοῦ πρώτου κόσμου. Λέγω δὲ τὸ ἐπὶ τοῦ φρέα‐ | |
5 | τος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.» Τιμαχίδας δὲ καὶ Σιμίας, οἱ Ῥόδιοι, ἀποδιδόασιν ἓν ἀνθ’ ἑνὸς «Ἴσθμιον, στέφανον,» οὗ μνημονεύει καὶ Καλλίξενος, ὁ Ῥόδιος καὶ αὐτὸς γένος, ἐν τοῖς Περὶ Ἀλεξανδρείας γράφων οὕ‐ τως. | |
4 | Plinius H. N. XXXVI, 9, 14: Alexandriae statuit unum (obeliscum) octoginta cubitorum Ptolemaeus Philadelphus, quem exciderat Nectabis rex purum: maiusque opus fuit in devehendo statuendove multo, | |
5 | quam in exscindendo, et Satyro architecto aliqui de‐ vectum tradunt rate: Callixenus a Phoenice, fossa perducta usque jacentem obeliscum e Nilo. Naves‐ que duas in latitudinem patulas, pedalibus ex eo‐ dem lapide ad rationem geminati per duplicem | |
10 | mensuram ponderis oneratas, ita ut subirent obeli‐ scum pendentem extremitatibus suis in ripis utrin‐ que: postea ejectis laterculis allevatas naves exce‐ pisse onus statutum. Excisos autem sex tales in monte eodem, et artificem donatum talentis quin‐ | |
15 | quaginta. Hic fuit in Arsinoe positus a rege supra dicto, munus amoris in conjugem eandemque soro‐ | |
rem, Arsinoen. | 65 | |
t5 | ΖῼΓΡΑΦΩΝ ΚΑΙ ΑΝΔΡΙΑΝΤΟΠΟΙΩΝ ΑΝΑΓΡΑΦΗ. | |
5 | Photius cod. 161 de Sopatri Eclogis: Ὁ δὲ δωδέ‐ κατος αὐτῷ λόγος συνήθροισται ἐξ ἄλλων τε διαφόρων καὶ ἐκ τῆς τοῦ Καλλιξένου ζῳγράφων καὶ ἀνδριαντο‐ | |
ποιῶν ἀναγραφῆς. | 66 |