TLG 1239 002 :: Domitius CALLISTRATUS :: Fragmenta

Domitius CALLISTRATUS Hist.
(1 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 354–356.

frr. 1–11

Citation: Fragment — (line)

t1a-10

ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ.

t1a-2

E LIBRO SECUNDO.

1a

Scholiasta ad Apollonium Rhodium II, 780: Ἰδίως τὸν θρηνούμενον Πριόλαόν φησι, τῶν ἄλλων Βάρυνον λεγόν‐ των τὸν Τιτίου υἱὸν, ὡς Νύμφις καὶ Καλλίστρατος.

1b

Schol. Aeschyl. Pers. 941: Καλ‐ λίστρατος ἐν δευτέρῳ Περὶ Ἡρακλείας, Τιτίου παῖδας εἶναί φησι δύο, Πριόλαν καὶ Μαριανδυνὸν, ὃν κυνηγοῦντα ἀπολέσθαι, καὶ μέχρι τοῦ νῦν Μαριαν‐
5δυνοὺς ἐν ἀκμῇ θέρους θρηνεῖν αὐτόν· τὸν δὲ Μαριαν‐
δυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν καὶ διδάξαι ταύτην Ὕαγνιν τὸν Μαρσύου πατέρα.

2

Schol. Apoll. Rhod. I, 1126: Καλλίστρατος δὲ ἐν τῷ δευτέρῳ τοῦ καθ’ Ἡρακλείαν περὶ Τιτίου φησί· «Τιτίας, ἥρως ἐγχώριος, ὃν οἱ μὲν μυθεύονται παῖδα Διὸς, οἱ δὲ πρεσβύτερον (l. τὸν πρεσβύτατον) τῶν Μα‐
5ριανδυνοῦ τοῦ Κιμμερίου παίδων· δι’ ὃν μάλιστα τὸ ἔθνος ηὔξηται, καὶ προάγεται ἔτι εἰς εὐδαιμονίαν.» Καὶ Προ‐ μαθίδας δὲ ἐν τοῖς Περὶ Ἡρακλείας λέγει περὶ Τιτίου ὅστις ἦν, καὶ Θεοφάνης. Ἀπεθεώθη δὲ ἀπὸ Μαριανδυνῶν. Cf. idem II, 780: Τὸν Τιτίαν οἱ μέν φασι Διὸς
10παῖδα, [οἱ δὲ] ἕνα τῶν Ἰδαίων Δακτύλων, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ παίδων. Ὁ δὲ Μαριαν‐ δυνὸς Φινέως ἢ Φρίξου ἢ Κιμμερίου λέγεται παῖς εἶναι. Ἀπὸ δὲ Τιτίου φασὶ Τίτιον τὴν πόλιν κληθῆναι.

t3-4

E LIBRO TERTIO.

3

Stephan. Byz.: Τάφραι καὶ Τάφρη, ἑνικῶς, χώρα ταφρευθεῖσα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς δεσποίναις συμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Σκυθῶν, τῶν δεσποτῶν πολεμούντων τοῖς Θρᾳξὶν
5ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλίστρατος ἐν τρίτῳ. Ταύ‐ την τὴν χώραν κατοικῆσαι Σατορχαίους. Οἱ οἰκοῦντες Σατορχαῖοι.

4

Idem: Ψίλιον, ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυ‐ νίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ Περὶ Ἡρακλείας· «Ἐγκυριεύσαντες ἀπὸ τοῦ Σαγγαρίου χωρίου ἕως τοῦ Ψιλίου ποταμοῦ·» Ἔστι καὶ ἄλλος Ψίλις ποταμὸς
5τῆς Βιθυνίας, ἐκρέων εἰς τὸν Εὔξεινον πόντον.

t5-6

E LIBRO QUARTO.

5

Idem: Ἀρκιρόεσσα, πόλις ἐν Πόντῳ, Ἡρακλείας ὑποτελής. Δομίτιος Καλλίστρατος ἐν τετάρτῃ Περὶ
Ἡρακλείας.

6

Idem: Μόκατα, Βιθυνίας πόλις, ὡς Δομίτιος Καλ‐ λίστρατος ἐν τῷ Περὶ Ἡρακλείας τετάρτῳ.

7

(t)

LIBER VI.
1 Idem: Ὁδιούπολις, χωρίον Ἡρακλείας τῆς πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν Περὶ Ἡρακλείας.

t9

E LIBRO SEPTIMO.

9

Idem: Ὀλύμπη, πόλις Ἰλλυρίας, ὡς Δομίτιος Καλ‐ λίστρατος ἑβδόμῳ Περὶ Ἡρακλείας.

10

Athenaeus VI: Τάχ’ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκεν· Δωροφόροι καλεοίαθ’ ὑποφρίσσοντες ἄνακτας.
5Λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος, ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους, ἀφαιροῦντες τὸ πικρὸν τῆς ἀπὸ τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν Εἱλώτων, Θετταλοὶ δ’ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ’ ἐπὶ τῶν κλαρωτῶν.
10Καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυ‐ σωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατ’ ἀγρὸν, ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον· διὰ τὸ κλη‐ ρωθῆναι δὲ κλαρώτας.

11

(t)

ΠΕΡΙ ΣΑΜΟΘΡᾼΚΗΣ.
1 Dionys. Hal. A. R. I, 68: Ὁρᾶν μὲν δὴ ταῦτα ἔξεστι, ἀκούειν δὲ καὶ γράφειν ὑπὲρ αὐτῶν, ἃ Καλλίστρατός τε ὁ Περὶ Σαμοθρᾴκης συνταξάμενος
5ἱστορίαν, καὶ Σάτυρος ὁ τοὺς ἀρχαίους μύθους συναγα‐ γὼν καὶ ἄλλοι συχνοὶ, παλαιότατος δὲ, ὧν ἡμεῖς ἴσμεν, ποιητὴς Ἀρκτῖνος. Λέγουσι γοῦν ὧδε· Χρύσην τὴν Πάλλαντος θυγατέρα γημαμένην Δαρδάνῳ, φερνὰς ἐπε‐ νέγκασθαι δωρεὰς Ἀθηνᾶς, τὰ δὲ Παλλάδια καὶ τὰ ἱερὰ
10τῶν μεγάλων θεῶν, διδαχθεῖσαν αὐτῶν τὰς τελετάς. Ἐπειδὴ δὲ τὴν ἐπομβρίαν φεύγοντες Ἀρκάδες Πελο‐ πόννησον μὲν ἐξέλιπον, ἐν δὲ τῇ Θρᾳκίᾳ νήσῳ τοὺς βίους ἱδρύσαντο, κατασκευάσαι τὸν Δάρδανον ἐνταῦθα τῶν θεῶν τούτων ἱερὸν, ἀρρήτους τοῖς ἄλλοις ποιοῦντα
15τὰς ἰδίας αὐτῶν ὀνομασίας καὶ τὰς τελετὰς αὐτοῖς, τὰς καὶ εἰς τόδε χρόνου γινομένας ὑπὸ Σαμοθρᾴκων, ἐπι‐ τελεῖν. Ὡς δὲ μετῆγε τοῦ λαοῦ τὴν πλείονα μοῖραν εἰς τὴν Ἀσίαν, τὰ μὲν ἱερὰ τῶν θεῶν καὶ τὰς τελετὰς τοῖς ὑπομείνασιν ἐν τῇ νήσῳ καταλιπεῖν· τὰ δὲ Παλλάδια
20καὶ τὰς τῶν θεῶν εἰκόνας κατασκευασάμενον ἀγαγέσθαι μετ’ αὐτοῦ. Διαμαντευό‐ μενον δὲ περὶ τῆς οἰκήσεως τά τε ἄλλα μαθεῖν, καὶ περὶ τῶν ἱερῶν τῆς φυλακῆς τόνδε χρησμὸν λαβεῖν· Εἰς πόλιν, ἣν κτίσητε, θεοῖς σέβας ἄφθιτον αἰεὶ
25θεῖναι, καὶ φυλακαῖς τε σέβειν θυσίαις τε χοροῖς τε. Εὖτ’ ἂν γὰρ τάδε σεμνὰ καθ’ ὑμετέραν χώραν ᾒ, δῶρα Διὸς κούρης, ἀλόχου σέθεν, ἡ δὲ πόλις σοι ἔσται ἀπόρθητος τὸν ἀεὶ χρόνον ἤματα πάντα.
30Δάρδανον μὲν οὖν ἐν τῇ κτισθείσῃ τε ὑφ’ ἑαυτοῦ καὶ
ὀνομασίας ὁμοίας τυχούσῃ πόλει τὰ ἕδη καταλιπεῖν. Ἰλίου δ’ ἐν ὑστέρῳ χρόνῳ συνοικισθέντος, ἐκεῖ μετενε‐ χθῆναι πρὸς τῶν συγγόνων αὐτοῦ τὰ ἱερά. Ποιήσασθαι δὲ τοὺς Ἰλιεῖς νεών τε καὶ ἄδυτον
35αὐτοῖς ἐπὶ τῆς ἄκρας, καὶ φυλάττειν δι’ ἐπιμελείας ἧς ἐδύναντο πλείστης, θεόπεμπτά τε ἡγουμένους εἶναι καὶ σωτηρίας κύρια τῇ πόλει. Ἁλισκομένης δὲ τῆς κάτω πόλεως, τὸν Αἰνείαν κύριον τῆς ἄκρας γενόμενον, ἄραντα ἐκ τῶν ἀδύτων τά τε ἱερὰ τῶν μεγάλων θεῶν καὶ ὅπερ
40ἔτι περιῆν Παλλάδιον. Θἄτερον γὰρ Ὀδυσσέα καὶ Διο‐ μήδη νυκτὸς εἰς Ἴλιον ἀφικομένους λαβεῖν. Οἴχεσθαι δὲ κομίσαντα τὸν Αἰνείαν ἐκ τῆς πόλεως καὶ ἐλθεῖν ἄγοντα εἰς Ἰταλίαν. Ἀρκτῖνος δέ φησιν ὑπὸ Διὸς δο‐ θῆναι Δαρδάνῳ Παλλάδιον ἓν καὶ εἶναι τοῦτο ἐν Ἰλίῳ
45ἕως ἡ πόλις ἡλίσκετο, κεκρυμμένον ἐν ἀβάτῳ. Εἰκόνα δὲ ἐκείνου κατεσκευασμένην μηδὲ ἓν τοῦ ἀρχετύπου διάφορον, ἀπάτης τῶν ἐπιβουλευόντων ἕνεκα, ἐν φα‐ νερῷ τεθῆναι, καὶ αὐτὴν Ἀχαίους ἐπιβουλεύσαντας λα‐ βεῖν. Τὰ μὲν οὖν εἰς Ἰταλίαν ὑπ’ Αἰνείου κομισθέντα

11

(50)

ἱερὰ, τοῖς εἰρημένοις ἀνδράσι πειθόμενος, γράφω τῶν τε μεγάλων θεῶν εἰκόνας εἶναι, οὓς Σαμοθρᾷκες Ἑλ‐
λήνων μάλιστα ὀργιάζουσι.