TLG 1230 001 :: 〈BROTINUS〉 :: Fragmentum

〈BROTINUS〉 Phil., vel Brontinus
(Metapontinus: 3/2 B.C.)

Fragmentum

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 55.

Citation: Page — (line)

55

(19t)

Περὶ νοῦ καὶ διανοίας
20 Iambl. De comm. math. sc. p. 34 Festa (also Sophon. CAG 23.1 p.130 Hayd.) διόπερ καὶ Βροτῖνος ἐν τῷ Περὶ νοῦ καὶ διανοίας χωρίζων αὐτὰ ἀπ’ ἀλλήλων (sc. τὰ διανοητὰ ἀπὸ τῶν νοητῶν) τάδε λέγει· ἁ δὲ διάνοια τῶ νῶ μεῖζόν ἐστι, καὶ τὸ διανοατὸν τῶ νοατῶ· ὁ μὲν γὰρ νόος ἐστὶ τό τε ἁπλόον καὶ τὸ ἀσύνθετον καὶ τὸ πρᾶτον νοέον καὶ τὸ νοεόμενον (τοιοῦτον
25δ’ ἐστὶ τὸ εἶδος· καὶ γὰρ ἀμερὲς καὶ ἀσύνθετον καὶ πρᾶτόν ἐστι τῶν ἄλλων), ἁ δὲ διάνοια τό τε πολλαπλόον καὶ μεριστὸν καὶ τὸ δεύτερον νοέον (ἐπιστάμαν γὰρ καὶ λόγον [τὸν] προσείληφε)· παραπλησίως δὲ καὶ τὰ διανοητά· ταῦτα δ’ ἐντὶ τὰ ἐπιστατὰ καὶ τὰ ἀποδεικτὰ καὶ τὰ
καθόλω τὰ ὑπὸ τῶ νόω διὰ τῶ λόγω καταλαμβανόμενα.55