TLG 1226 001 :: BITON :: Κατασκευαὶ πολεμικῶν ὀργάνων καὶ καταπαλτικῶν

BITON Mech.
(3/2 B.C.)

Κατασκευαὶ πολεμικῶν ὀργάνων καὶ καταπαλτικῶν

Source: Rehm, A., Schramm, E. (eds.), Bitons Bau von Belagerungsmaschinen und Geschützen [Abhandlungen der bayerischen Akademie der Wissenschaften, Philosoph.–hist. Abt., N.F. 2] Munich: Oldenbourg, 1929: 9–28.

Citation: Section — (line)

t

ΒΙΤΩΝΟΣ ΚΑΤΑΣΚΕΥΑΙ ΠΟΛΕΜΙΚΩΝ ΟΡΓΑΝΩΝ ΚΑΙ ΚΑΤΑΠΑΛΤΙΚΩΝ

1

Λιθοβόλου ὀργάνου κατασκευὴν ἐπιβέβλημαι γράψαι, ὦ Ἄτ‐ ταλε βασιλεῦ· καὶ μὴ σκώψῃς, εἴ τινα ἑτέραν αὐτοῦ εἰς ὑπόθεσιν πίπτοντα τυγχάνει ὄργανα, ... δι’ ὧν πέπεισμαι, ὅτι ταῦτα τὰ κατὰ τὰς προσβολὰς τῶν πολεμίων ὄργανα ῥᾳδίως ἀναστρέ‐
5ψεις, ἀντιστρατευόμενος ταῖς ὑπογεγραμμέναις μεθόδοις. πειρῶ δὲ ταῖς ἐπιστήμαις χρῆσθαι· χρὴ γὰρ χρῆσθαι καὶ τοῖς μέτροις καὶ ἔτι τοῖς ῥυθμοῖς τῶν προβεβλημένων. Πειρῶ δέ, ὅσα μὲν ἂν ᾖ ξύλινα, κατασκευάζειν εἰς τὴν χρείαν διά τε τῶν μελεΐνων ξύλων, ..... ταῦτα γὰρ ἁρμόσειεν 〈ἂν〉 μάλιστα.

2

Ἀρξόμεθα οὖν καταβαλέσθαι τοῦ ὑπογεγραμμένου πρῶτον
λιθοβόλου τὴν κατασκευήν· ἀναθεωρεῖν δέ σε παρακαλῶ τῇ λο‐ γοθεσίᾳ. ἔστι δὲ τοῦτο 〈τὸ〉 πετροβόλον ἐν Ῥόδῳ ἠρχιτεκτονευμένον ὑπὸ Χάρωνος τοῦ Μαγνησίου. ἔστι γὰρ ἔχον ὀρθοὺς κανόνας τοὺς ΑΒ.9
5εἶτα οὗτοι ἔστωσαν ἔχοντες τὸ μὲν μῆκος ποδῶν ϛʹ, τὸ δὲ πλάτος καὶ τὸ ὕψος ἡμιποδιαῖον· εἶτα ἕτεροι δύο παράλληλοι κανόνες συμ‐ πεπηγότες τοῖς πρώτοις οἱ ΓΓ, ἔχοντες τὸ μὲν μῆκος ποδῶν γ𐅵ʹ, τὸ δὲ πλάτος ποδὸς αʹ. ἔσται δὲ τὰ ἄκρα τῶν κανόνων σεσιδηρω‐ μένα ἢ κεχαλκωμένα, μὴ ἔλασσον ἢ ἐπὶ πόδας βʹ τὸ μῆκος, πρὸς
10τὸ ἐν ταῖς βίαις μὴ ῥήττεσθαι. εἶτα ἔστωσαν οὗτοι οἱ κανόνες οἱ ΑΒ ἔχοντες ὀδόντας πριόνων σιδηροῦς, μὴ ἐλάσσον〈ασ〉 δὲ δυοῖν δακτύλων· ἔστωσαν 〈δὲ〉 ἔχουσαι αἱ λεπίδες ἀνάλογον τὸ πάχος καὶ τὸ πλάτος αἱ ὠδοντωμέναι.
εἶτα ἔστωσαν ἄλλοι δύο
15κανόνες ὅμοιοι καὶ ἰσοπαχεῖς τοῖς πρώτοις ἑαυτῶν τοῖς Γ〈Γ〉 οἱ ΔΕ. ἔστωσαν δὲ οὗτοι μὴ ἐνδεδεμένοι, ἀλλὰ ἐν σωληνιδίοις ὑπαρχέ‐
τωσαν, ὥστε δύνασθαι αὐτοὺς κατὰ τὰς ἐπιτάσεις ἀναβαίνειν μὲν τὸν ἄνω, καταβαίνειν δὲ τὸν κάτω. ἔστωσαν δὲ καὶ οὗτοι οἱ κανόνες ἔχοντες ὀδόντας ὁμοειδεῖς τοῖς πάχεσι καὶ τοῖς εἴδεσι καὶ τοῖς μεγέ‐10
20θεσι τοῖς πρώτοις· ἔστωσαν δὲ παράλληλοι, ὥστε, ἐπὰν σφιγχθῇ τὸ ὄργανον διὰ τῆς ἐπιτάσεως, ἐμπίπτειν τοὺς ὀδόντας τοὺς ἐν τοῖς κα‐ νόσι πρὸς ἀλλήλους καὶ γίνεσθαι τῶν ἄνω δύο κανόνων μίαν τὴν συναφὴν καὶ πάλιν τῶν κάτω δύο κανόνων μίαν. ἔστωσαν γὰρ καὶ οἱ κανόνες ὁμαλοὶ πρὸς ἀλλήλους, τὸ δὲ μέγεθος τοῦ διαστή‐
25ματος τῶν σωληνίων τὸ αὐτὸ ἔστω πρὸς τὸ ἄνωθεν καὶ κάτωθεν τῶν κανόνων. ἐπὶ δὲ τοῦ ἄνω κανόνος τοῦ Δ ἔστω σφενδόνη, ἀπέ‐ χουσα ἀπὸ τῶν κανόνων τῶν ΑΒ ἐξ ἑκατέρου ποδὸς τὸ 𐅵ʹ. ἔστω δὲ ἡ σφενδόνη τριχίνη, δυναμένη βαστάζειν τὴν ἐπιτιθε‐ μένην πέτραν. ἔστω δὲ ἡ περίμετρος αὐτῆς δακτύλων ιʹ. εἶτα ἐπὶ
30μιᾶς ἀρχῆς τῆς σφενδόνης κοχλίας σιδηροῦς περι .... συμπεπλεγμένος τῇ σφενδόνῃ ἔστω. εἶτα πάλιν ἀπὸ τοῦ Α ἀπέχον πόδα α𐅵ʹ ἔστω τόξον προσηρτημένον πρὸς τὸν κανόνα τὸν Γ ἔχον τὴν τάσιν, 〈ἐὰν〉 ἐπι‐ τείνῃ διὰ τῶν κανόνων 〈τῶν〉 Ζ〈Η τῶν〉 ἐπὶ στηματίων τῶν ΚΘ ὁ μέλλων ἐξαφίειν τὸν πέτρον. ἐχέτω δὲ ὁ κάτω κανὼν ὁ Γ ἀγκῶνας σιδη‐
35ροῦς, ὅπως ἰσχύῃ τὰς ἀφέσεις φέρειν.
τὸ δὲ σχῆμα οἷον τυγχάνει ὑπόκειται.11

3

Ὑπογράψομεν δέ σοι καὶ ἑτέρῳ τρόπῳ λιθοβόλου κατασκευήν. πολλάκις γὰρ αἱ τῶν τόπων θέσεις οὐκ ἐπιδέχονται τὰ αὐτὰ τῶν ὀργάνων. ἔστι δὲ τοῦτο κατεσκευασμένον ἐν Θεσσαλονίκῃ ὑπὸ Ἰσιδώρου τοῦ Ἀβυδηνοῦ. εἶχε δὲ καταβολὴν τῆς ἀρχιτεκτονίας
5τοιαύτην. κανὼν ἦν τετράγωνος, ἔχων τὸ μῆκος ποδῶν ιεʹ, τὸ δὲ πλάτος ποδῶν βʹ καὶ τὸ πάχος ὁμοίως· ἦν δὲ εἰργασμένος ὁμα‐
λὸς πανταχόθεν· εἶχε δὲ καὶ περισεσιδηρωμένα τὰ ἄκρα ἄνωθεν καὶ κάτωθεν ἐπὶ πόδας βʹ; καὶ ἔστω οὗτος ὁ κανὼν ὁ Α. εἶτα ἀπὸ τῆς σιδηρώσεως ἦν ἕτερος κανὼν τὸ μῆκος ἔχων ποδῶν ιβʹ ὁ Κ, ἔχων12
10τὸ πλάτος ποδὸς αʹ. εἶτα ὁμοίως καὶ ἐν τῷ ἄλλῳ μέρει ἀπὸ τῆς σιδηρώσεως ἕτερος κανὼν ἰσομεγέθης τῷ Κ ὁ Λ, καὶ διὰ τῶν ΚΛ κανόνων ἦν διωσμένος κοχλίας σιδηροῦς ἐνηρμοσμένος ἐν ἐπιτονίοις. εἶχε δὲ τὴν διάμετρον ὁ κοχλίας ποδὸς τρίτον μέρος. ἐχέτωσαν
δὲ οἱ ΚΛ κανόνες ἀγκῶνας σιδηροῦς τοὺς ΔΕ. εἶτα ἀπὸ ποδὸς13
15𐅵ʹ τοῦ Κ κανόνος ἐπὶ τὸν Α κανόνα ὀρθὸν ἕτερον κανόνα ὑποθήσο‐ μεν ἴσον τοῖς ΚΛ τὸν Μ· εἶτα τούτῳ ἕτερον κανόνα ἴσον, τὸ αὐτὸ διάστημα ἀπέχοντα ἀπὸ τοῦ Λ ὅσον ὁ Μ ἀπὸ τοῦ Κ· ἔστω δὲ οὗτος ὁ κανὼν ὅπου τὸ Ν. καὶ διώσθω δι’ αὐτῶν κοχλίας ἕτερος ἰσομεγέθης τῷ ἐπάνω· καθηρμόσθω δὲ καὶ οὗτος ἐν ἐπιτονίοις. εἶτα ἀγκὼν ἄλλος
20φερέτω σιδηροῦς ἀπὸ μέσης τοῦ Μ κανόνος ἐπὶ τὸν Δ σιδηροῦν ὁ Τ, ἀπέχων τοῦ κάτω κοχλία πόδα αʹ. ἀποστήσας δὲ ἀπὸ τοῦ κάτω κοχλία πάλιν πόδα αʹ ἕτερος ἀγκὼν διωσμένος διὰ μέ‐ σης τοῦ Ν κανόνος ἔστω. καὶ ἐνδεδεμένος δὲ ἔστω ἑκάτερος σιδηραῖς
λεπίσιν .... πρὸς τὸ ἀκινήτους δὲ εἶναι τὰς λινέας ὅ τε Ν κανὼν καὶ14
25ὁ Μ ἐχέτωσαν κόρακας σιδηροῦς ἀδιαιρέτως παντὶ ἔργῳ στερεμνίους ὡς ὅτι μάλιστα, ἐπ’ ἄκρων ἔχοντας δύο ἀνακαμπάς. εἶτα καὶ ἕτερος κανὼν ἐπικείσθω ἐπὶ τῶν ΜΝ κανόνων, βεβηκὼς δὲ κατὰ τῶν ΛΚ, ὁ Ξ, σιδήρῳ ἐνδεδεμένος ἀραρότως. διὰ δὲ τοῦ μέρους τοῦ κανόνος τοῦ ἀπολαμβανομένου ὑπὸ τῶν ΜΝ διακείσθω τόξον τὸ Π.
30ἐχέτωσαν δὲ οἱ κόρακες οἱ ἀπὸ τῶν λινεῶν ἄλλα ἀγκίστρια,
〈ἃ〉 ἐκτείνει τὴν νευρὰν τοῦ τόξου ἐν ταῖς ἐπιτάσεσι τῶν κοχλιῶν. εἶτα ἔστω ἐν τοῖς ΜΝ κανόσι σφενδόνη κατηρτισμένη ἐκ τριχῶν, ὥστε δύνασθαι τὸν πέτρον βαστάζειν, ἡ Ψ. τὸ δὲ σχῆμα οἷον τυγχάνει ὑποτέτακται.15

4

Ἐχομένως δὲ τούτων ἑλεπόλεώς σοι κατασκευὴν ὑποτάσσομεν, ἣν ἠρχιτεκτόνευσε Ποσειδώνιος ὁ Μακεδὼν Ἀλεξάνδρῳ τῷ Φι‐ λίππου. ἔστι δὲ ἡ τῶν ξύλων κατεργασία παντοδαπή· ὅσα γὰρ εἰς τὰ ἐπιμήκη καὶ τὰς σανιδώσεις, ἤτοι πεύκινα ἢ ἐλάτινα ἢ
5πιτύινα, ὅσα δὲ εἰς τοὺς ἄξονας καὶ τροχούς, δρύϊνα ἢ μελέϊνα, τὰ δὲ αὐτὰ καὶ εἰς τοὺς κανόνας καὶ τὰ ὑποστυλώματα. δεῖ δέ σε προειδέναι, ὅτι πρὸς τὰς προσβολὰς τῶν τειχῶν καὶ τὰ μεγέθη τῶν ἑλεπόλεων δεῖ κατασκευάζειν, καὶ ὑπεραίρειν τοῖς μεγέθεσι τὰς ἑλεπόλεις. ἔστι δὲ καὶ τοῦτο μεθοδικὴ θεωρία, ἣν διείλεγμαι
10ἐν τοῖς Ὀπτικοῖς· ἔγκειται γάρ μοι τὸ γένος τοῦ διοπτρικοῦ. νῦν δὲ ἐπὶ τὸ ὑποκείμενον ἔργον χρὴ τὴν μετάβασιν τῶν λόγων ποιεῖσθαι. Ἔστω πρῶτον ἡμῖν ὁ λόγος περὶ τοῦ ἄξονος 〈καὶ〉 τοῦ τράφηκος. ἔστω γὰρ οὗτος ἔχων τὸ μὲν μῆκος ποδῶν ξʹ· οὗτος δὲ ἔστω ὁ
15Λ. ἐν δὲ τούτῳ ἄξονες παράλληλοι ἔστωσαν τὰ μήκη ἔχοντες ποδῶν νʹ. ἔστω δὲ ὁ τράφηξ τὸ ὕψος ποδῶν γʹ καὶ κατασεσιδηρω‐ μένος πρὸς τὸ μή, βασανιζομένου αὐτοῦ, ῥήγματα λαμβάνειν. εἶτα ἔστωσαν ὑπὲρ τὸν ἄξονα κατὰ τὸν τράφηκα ὑποστυλώ‐ ματα ποδῶν βʹ, ὥστε ψήχειν τὰς ἀψῖδας τῶν τροχῶν καὶ μὴ16
20θλίβεσθαι τοὺς φέροντας αὐτοὺς ἀνθρώπους. εἶτα διπλοῦς τράφηξ, τῷ ὕψει διπλασίων ....., τῷ δὲ μήκει ἴσος τῷ πρώτῳ· οὗτος δὲ ἔστω ὁ Μ, ἐκκεκολαμμένος τὴν πλευρὰν κατὰ τὴν μέσην εἰς προπυ‐ λίδα τὴν Ω· ἐχέτω δὲ ἡ προπυλὶς ἴσον τῷ πλάτει αὐτὸ τὸ πρόπυλον τῷ ἐπιτιθεμένῳ πύργῳ. εἶτα ἐπάνω τοῦ τράφηκος τοῦ
25διπλοῦ ἐφεστάτωσαν ὑποστυλώματα ἔχοντα ὕψη ποδῶν ϛʹ, στερεὰ τοῖς πάχεσιν· οὐ γὰρ χρεία ἐπὶ τῶν τοιούτων ἔργων ῥυκανήσεως ἢ λεπτουργίας, ἀλλὰ ἰσχύος. εἶτα ἀνὰ μέσον τῶν διαστυλίων χιά‐ σματα, ἵνα κατέχηται πάντοθεν τὸ σύστημα. εἶτα ἐπάνω τῶν χιασμάτων τράφηξ ἔχων τὸ μῆκος ἀπὸ τῆς γωνίας ἕως τῆς
30προπυλίδος, ἐξέχων τὸ ὕψος ἑκατέρωσε πόδας βʹ· ἔστωσαν δὲ καὶ οὗτοι ἐψαλιδωμένοι πρὸς τὸ μὴ λαμβάνειν ῥήγματα ἐν ταῖς
βίαις καὶ δεδέσθωσαν αἱ συνθέσεις αὐτῶν πρὸς ἀλλήλας ἔχουσαι ἀραρότως πρὸς τὸ ἀσαλεύτους εἶναι. εἶτα ἔστω ὑπέρθυρον ἐν μέσῳ, ἔχον ἐπάνω τὴν καμπήν, ὅσον ἔχοντα τυγχάνει πλάτος τὰ ὑπο‐17
35στυλώματα τὰ μέσα τὰ βληθέντα ἕνεκεν τῆς προπυλίδος· ἐχέ‐ τωσαν δὲ τὰ ὕψη πόδας ϛʹ, ὡς εἴρηται. εἶτα ἐπάνω τῆς καμπῆς τράφηξ διηνεκής, ἐψαλιδωμένος, στερέμνιος, ἔχων τὸ ὕψος ποδῶν βʹ, τὸ δὲ μῆκος ἴσον τῷ ὑποκάτω τράφηκι. ἐστεγάσθω δὲ τὸ πᾶν ἔργον. μὴ λανθανέτω δέ σε, ὅτι ὑπὲρ μιᾶς ἐπιφανείας διελέχθην·
40ὃν γὰρ ἂν ἔχῃ μία πλευρὰ τρόπον, τοῦτον ἕξουσι πᾶσαι. ἐστε‐ γάσθω 〈δὲ〉 τὸ μὲν πρῶτον ὕλῃ ξυλικῇ, εἶτα ἐπάνω κέντρωσιν ἤτοι ἱματισμοῖς ὡς ὅτι μάλιστα. ψηχέτω δὲ κατὰ τὰ μέσα τροχὸς ἐργα‐ τοκυλίνδριοις, ὅστις τοὺς ἄξονας εὐκινητοτέρους παρέξει, τῶν τρο‐ χῶν ἐχόντων τὴν μὲν περίμετρον τῶν τυμπάνων ποδῶν θʹ, τὸ δὲ
45ὕψος ποδῶν γʹ.
ἔστω δὲ καὶ πύργος κατὰ τὸ πρόπυλον τὸ ὑποκεί‐ μενον, ἔχων τὸ ὕψος ποδῶν νʹ, ξύλινος, κεκονιαμένος, ἔχων ἐν ἑαυτῷ τὰς ἀρχὰς τῶν ἐγκλιμάτων τε καὶ τῶν † ἀποτελεσμάτων τῆς κατὰ τὸ ὕψος διαθέσεως, ὥστε τὸ παραβαλλόμενον τοῦ τείχους

4

(50)

μέγεθος ἰσόπεδον εἶναι τῷ ἐγκλίματι τοῦ ὑποκειμένου ὕψους τοῦ πύργου· τῆς δὲ αὐτῆς διαθέσεως ὑπαρχούσης ἐν τῷ ὀργάνῳ καὶ τῶν αὐτῶν ἐπιπέδων τοῦ τείχους καὶ τοῦ πύργου εἰς ἄλληλα συγκει‐ μένων [τοῦ] κατὰ τὸν αὐτὸν λόγον, δεῖ οὖν μικρὸν ἔξωθεν τοῦ τείχους ἀπενεγκόντα τὸ ὄργανον πρὸς τὴν τῶν ἑλκόντων ἀνδρῶν18
55διάθεσιν καταμερίσαι τὸ πλῆθος † αὐτῶν, ὅπως οἱ μὲν ἕλκοιεν τὸ πᾶν ἔργον, οἱ δὲ λοιποὶ συνήθως ἀπομερίσουσι τὰ ἐγκλίματα ἐν τοῖς βάθεσι τῶν πύργων. οἱ δὲ ἄνω ἄνθρωποι καὶ οἱ ἀρχιτεκτο‐ νεύοντες τιθέτωσαν περὶ αὐτοὺς τοὺς πύργους ἐρινοῦς πόκους, ἵνα τὰ προσπίπτοντα βέλη ὑπὸ τῶν ἐναντίων μηδὲν αὐτοὺς ἀδικῇ εἰς
60αὐτοὺς ἐμπίπτοντα. τὸ δὲ σχῆμα οἷόν ἐστιν ὑπογέγραπται.

5

Ἐχομένως δὲ τῶν προγεγραμμένων ὑπογράψομέν 〈σοι〉 σαμβύκης κατασκευήν. φέρει γὰρ καὶ τοῦτο τὸ ὄργανον ἐν τοῖς πολεμικοῖς ἀγῶσι μεγάλων πραγμάτων κινήσεις. ὑπογράψω δέ σοι, ὃ ἠρχι‐ τεκτόνευσε Δᾶμις ὁ Κολοφώνιος. εἶχε γὰρ τὴν κατασκευὴν τῆς
5συμμετρίας τοιαύτην. ἦν τράφηξ καὶ εἶχεν ἐν αὑτῷ παραλλή‐ λους ἄξονας· οἱ δὲ ἄξονες ἦσαν τετροχισμένοι. ἦσαν δὲ τῶν μὲν
τροχῶν αἱ διάμετροι ποδῶν γʹ, τοῦ δὲ τράφηκος τὸ πλάτος ποδῶν γʹ καὶ τὸ ὕψος ποδῶν βʹ, τὸ δὲ μῆκος ποδῶν κζʹ· ὕψος δὲ τοῦ κιλλίβαντος τοῦ ἐπὶ τῷ τράφηκι ποδῶν ιδʹ. ἔστω δὲ ὁ κιλλίβας19
10ὁ Ν, στερεῶς καὶ ὀρθῶς ἀραρὼς πρὸς τὸν τράφηκα, σεσιδηρωμέ‐ νος κατὰ τοὺς ἀναγκαίους τῶν τόπων. ἔπειτα διὰ τοῦ ἐπιστυλίου τοῦ κιλλίβαντος ἤχθωσαν κανόνες οἷον ἡμισοαγκωνοειδεῖς· καὶ δι’ αὐ‐ τῶν καὶ τῆς κορυφῆς τοῦ κιλλίβαντος διώσθω κοχλίας, οὗ τὸ μὲν
μῆκος ποδῶν ιεʹ, ἡ δὲ περίμετρος δακτύλων ιθʹ. καὶ κατὰ τὰς20
15βάσεις τοῦ κοχλίου ἀντὶ τοῦ ἐπιτονίου ἔστω ἐργάτης, ὡς ἐπιστρέφειν τὸν κοχλίαν κατὰ τὰς ἐκτάσεις καὶ πάλιν εἰς τὸ ἐναντίον στρέ‐ φειν κατὰ τὰς ἐλαττώσεις. ἔστω δὲ ὁ ἐργάτης ὁ Κ. εἶτα ὑπὲρ τὴν κορυφὴν τοῦ κιλλίβαντος ἐν τῷ κοχλίᾳ ἄνω κείσθω κατακλεὶς ἡ ΔΕ, διπλῆ, ἐκκεκολαμμένη πᾶσι τοῖς κλίμασιν, ἔχουσα μὴ
20πολὺ τὸ ψῆχον τῆς διαστάσεως, ἀλλ’ ὥσπερ συμπεφυκὸς πᾶσι τοῖς ἐμβαλλομένοις. κατὰ δὲ τὸν ἐνδεχόμενον λόγον τῇ παραθέσει τὸ
μῆκος ἔστω, ὥστε γινομένων 〈τῶν ἐκτάσεων〉 εἶναι τὴν ἀπ’ αὐτῶν τῶν ὀπῶν μοῖραν ὑπὸ δυοδεκαπλάσιον τοῦ † ὅλου μήκους. εἶτα διὰ τῆς κατακλεῖδος παρὰ τὸν κοχλίαν διώσθω σαμβύκη ἔχουσα τὸ μῆκος ποδῶν ξʹ,21
25γεγονυῖα τῷ πλάτει πρὸς τὴν ἐκ τοῦ τρήματος τοῦ κοχλία 〈ἐξαιρομένην κατακλεῖδα ὁμαλή〉. εἶτα διατειχιζέσθω, ὥστε τοὺς ἐπιβαίνοντας ἄνδρας τεθαρρηκότως ποιεῖσθαι τὴν ἀνάβασιν εἰς αὐτήν. ἐχέτω δὲ κατὰ τὸ Ω πλινθίον ποδῶν ϛʹ πάντοθεν 〈τὸ〉 πλάτος καὶ τὸ μῆκος. ἐχέτω δὲ μολίβδου τὸ πλινθίον τοσοῦτον τὸ πλῆθος,
30ὥστε ἀντίρροπον ποιεῖν τὸν μόλιβδον τὸ ὅλον σήκωμα τῆς σαμβύκης. εἶτα πάλιν κατὰ τὸ ἄκρον τὸ ἄνω ἔστω πλατυτέρα ἡ σαμβύκη, ὅπως ἡ ἐπίβασις γένηται ῥᾳδιεστέρα τοῖς ἐπὶ τὸ τεῖχος ἀποβαίνουσιν. εἶτα ἀποστήσας ἀπὸ τοῦ ἄκρου τοῦ ἄνω 〈ἐκ〉 διαστήματος ὡς ὅσον ποδῶν ϛʹ ἔστω κλῖμαξ ἐν κανόσι στερεμνίως ἐνδεδεμένη καὶ τὴν κίνησιν ἐχέτω στε‐
35ρεμνίαν· ἐχέτω δὲ τὸ μῆκος ἴσον τῷ κιλλίβαντι, ὥστε, ὅταν ἡ κλῖμαξ ἅψηται τοῦ ἐδάφους, ὀρθὴν γίνεσθαι κατὰ τὸ κέρας τῆς σαμβύκης, ὅταν δὲ ἀναλάβῃ τὰ σώματα, τότε χρωμένους τῇ ἐπι‐ στροφῇ τῇ τοῦ κοχλίου δημιουργεῖν τὴν ὑποκειμένην πρᾶξιν.
τὸ δὲ σχῆμα οἷόν ἐστιν ὑπογέγραπται.22

6

Ἐχομένως δὲ τῶν καταπαλτικῶν γαστραφέτου σοι ἀρχιτεκτό‐ νευμα προκεχείρισμαι ἀναγράψαι. ἔχει δὲ τόνδε τὸν τρόπον. ἔστω γὰρ ὁ ὑποκείμενος γαστραφέτης ὃν ἠρχιτεκτόνευσε Ζώπυρος ὁ Ταραντῖνος ἐν Μιλήτῳ. εἶχε γὰρ βάσιν τὴν Α· ἧς τὸ μὲν
5μῆκος ἦν ποδῶν θʹ, τὸ δὲ πλάτος ποδῶν γʹ, ὕψος δὲ ποδὸς αʹ.
εἶτα ἐπάνω τῆς βάσεως κιλλίβαντας εἶχεν ἀραρότως ἔχοντας τὸ ὕψος ποδῶν εʹ. εἶτα ἐπάνω αὐτῶν κανὼν κοῖλος, οἷος καὶ ὁ κα‐ ταπαλτικός, ἔχων τὸ μῆκος ποδῶν ζʹ, ὁ Θ. οἱ δὲ κιλλίβαντες τρεῖς πόδας ἐχέτωσαν τὸ μῆκος 〈ποδῶν ..〉. εἶτα κατὰ μέσον τοῦ κανόνος ὀρθὸς23
10ἑστάτω κίων ὁ Ε, κατὰ τὸ Δ, ἔχων τὸ μῆκος ποδῶν βʹ, τὸ δὲ πλάτος καὶ τὸ πάχος ποδὸς αʹ. εἶτα ἐχέτω ἄνωθεν, ἀπὸ τοῦ κοίλου κανόνος ὡς ἀπὸ παλαιστοῦ αʹ, κατακλεῖδα στενήν, ἐπιδέ‐ ξασθαι τὸ τόξον τὸ προκείμενον δυναμένην. ἔστω δὲ ἡ μὲν ὀπὴ ἡ Ζ, τὸ δὲ τόξον τὸ Ψ, ἔχον τὴν μὲν περιφέρειαν ποδῶν θʹ, τὸ δὲ
15πάχος δακτύλων ιεʹ, νευρᾷ καθημμένον στερεμνίᾳ, ἐχούσῃ τὴν περίμετρον δακτύλων δʹ· ἔστω δὲ τὸ τόξον ὁμοτονοῦν ἑαυτῷ ἀρ‐ ραγές. εἶτα διώσθωσαν δύο φῶτα παράλληλα τῇ διώστρᾳ, ὅθεν τὰ βέλη διωσθήσεται. ἔστω δὲ τῶν βελῶν τὰ μήκη ποδῶν ϛʹ, τὰ δὲ πάχη τῆς διαμέτρου δακτύλων ϛʹ. εἶτα ἀπὸ τοῦ στύλου τὰ κα‐
20τατεθέντα βέλη ἐναποστήσας ἀπὸ τοῦ Θ ... ἢ πόδας βʹ, ἔνθες κανόνα ἐπὶ τῷ κοίλῳ κανόνι πλάγιον ὥσπερ παράλληλον τῷ ὁρί‐
ζοντι τὸν Μ, καὶ δι’ αὐτοῦ διώσθω 〈ἡ〉 λινέα τῶν κοράκων· ἔστωσαν γὰρ ἐξ ἑκατέρου μέρους τοῦ τόξου κόρακες δισσοί, οἳ ἐντείνουσι τὸ τόξον ... αἱ δὲ λινέαι αὐτῶν διώσθωσαν κατὰ τὸν κανόνα τὸν Ν. φερέσθωσαν24
25δὲ ἀπὸ τοῦ κανόνος τοῦ Μ ἐπὶ τὰ μέλλοντα λέγεσθαι διτρόχια.
ἔστω γὰρ παρὰ τὸν κιλλίβαντα ἄξων κατὰ τὸ Φ, καὶ ἐν αὐτῷ ἐγ‐ κείσθω τὰ διτρόχια· ἐπὶ ταῦτα δὲ καὶ αἱ λινέαι φερέτωσαν. τὸ δὲ σχῆμα οἷόν ἐστιν ὑπογέγραπται.25

7

Τούτου δ’ ἐχόμενόν σοι τὸν ὀρεινοβάτην γαστραφέτην ὑπογρά‐ ψομεν· ἔχει γὰρ τόνδε τὸν τρόπον. ἐκθήσω δέ σοι, οἷον ἠρχιτεκ‐ τόνευσε Ζώπυρος ὁ Ταραντῖνος ἐν Κύμῃ τῇ κατ’ Ἰταλίαν. ἔστιν ἄρα βάσις ἡ Α, ἧς τὸ μῆκος ποδῶν [ι]εʹ, τὸ δὲ πλάτος ποδῶν γ𐅵ʹ,
5ὕψος δὲ ποδὸς αʹ· ἐπάνω αὐτῆς κιλλίβαντες οἱ ΧΧ, ὧν ὁ μὲν ἐλάσσων, ὁ δὲ μείζων, καὶ ὁ μὲν ἐλάσσων ὁ Ι, ὁ δὲ μείζων ὁ Θ. ἔστι δὲ τοῦ ἐλάσσονος τὸ ὕψος πόδες γʹ, τοῦ δὲ μείζονος πόδες εʹ. εἶτα ἐπάνω κανὼν ὁ Μ, οἷος ὁ γεγραμμένος ἐπὶ τοῦ γαστραφέτου, ἔχων τὸ μὲν μῆκος πόδας εʹ, τὸ δὲ ὕψος πόδα αʹ, τὸ δὲ πλάτος
10πόδας γʹ, κοῖλος ἔσωθεν. ἔστωσαν δὲ προσηρτημένοι οἱ κιλλίβαντες τῷ κανόνι· ὁ δὲ κανὼν ἔστω εὐσήκωτος πάντοθεν. εἶτα ἀποστήσας πόδας δʹ ἀπὸ τοῦ προσώπου δὸς κατακλειδίῳ τόπον κατὰ τὸ Μ. εἶτα διὰ τῆς ὀπῆς κάθες τὸ τόξον, οὗ τὸ μὲν μῆκος ποδῶν ζʹ, ἡ δὲ πε‐ ρίμετρος δακτύλων θʹ, καὶ περιήφθω νευρὰ ἔχουσα τὴν
15περίμετρον δακτύλων † θʹ. εἶτα ἀποστήσας πόδας γʹ ἀπὸ τοῦ αὐτοῦ προσώπου θήσεις κατὰ τὸ κάτω μέρος ἐπὶ τοῦ Θ ἀγκῶνα κρα〈τευ‐〉 τῆρα ἔχοντα τὸ μῆκος ἕως ἐπὶ τὴν κορωνίδα τοῦ τόξου. εἶτα στῦλος ἐγηγερμένος ἀπέχων τοῦ τόξου πόδας γ𐅵ʹ, ἀγκῶνος ἔχων τάξιν, ὃς σταθεὶς κωλύσει πᾶν τὸ ἐπ’ αὐτῷ προσφερόμενον. ἔστω δὲ ὁ
20στῦλος οὗτος ὁ Φ. μετὰ δὲ τοῦτον, ἀπέχων πόδας βʹ, ἔστω κανὼν ἔχων τὸ μῆκος πόδας [δ]ζʹ, τὸ δὲ πλάτος καὶ τὸ ὕψος πόδα αʹ. ἐπὶ δὲ τοῦ ἄκρου τοῦ ὀπισθίου κατὰ τὸν κιλλίβαντα τὸν ἐλάσσονα, τὸν Ι, ἔστω τροχίασμα ἐν ἄξονι ἐνδεδεμένον, ὡς καὶ ἐπὶ τῶν λοιπῶν καταπαλτῶν τυγχάνει· εἶτα δι’ αὐτοῦ ἤχθω λινέα καὶ τοῦ κα‐
25νόνος τοῦ Τ ἄνωθεν καὶ κάτωθεν, καθὼς καὶ ἐπὶ τοῦ ὑποδείγματος τυγχάνει, ἔχουσα ..... καὶ διὰ τοῦ στύλου ὁμοίως τοῦ ἄνω μέρους ..... 〈, ὅπως ..., δινευθ〉ὲν δὲ εὐτονώτερον καὶ μακρότερον ἀφιῆται τὸ βέλος.
τὸ δὲ σχῆμα οἷόν ἐστιν ὑπογέγραπται.26

8

Ὅσα μὲν οὖν μάλιστα ἐνομίζομέν σοι ἁρμόζειν, ἀνεγράψα‐ μεν. πεπείσμεθα γάρ, ὅτι σὺ διὰ τούτων τὰ ὁμοειδῆ ἐξευρήσεις. μὴ παραταραχθῇς δέ, ὅτι ἱσταμένοις μέτροις κεχρήμεθα, μήποτε καὶ σὲ δεήσῃ τοῖς αὐτοῖς μέτροις κεχρῆσθαι. ἐάν τε γὰρ βούλῃ
5μείζονα κατασκευάζειν, ἐπιτέλει, ἐάν τε ἐλάσσονα· μόνον πειρῶ τὴν ἀναλογίαν φυλάττειν. τὰ δὲ σχήματα καὶ τὰ μέτρα προγέ‐
γραπται.27