TLG 1220 002 :: BATRACHOMYOMACHIA :: Batrachomyomachia (prosodia Byzantina) BATRACHOMYOMACHIA Parod. Batrachomyomachia (prosodia Byzantina) Citation: (Line) | ||
42 | οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν, ἀλλ’ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην. ἄνθρωπον οὐ δέδια καί περ μέγα σῶμα φοροῦντα, | |
---|---|---|
45 | ἀλλ’ ἐπὶ λέκτρον ἰὼν ἄκρον δάκτυλον δάκνω, καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἵκανεν ἄνδρα, νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο. ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπ’ αἶαν, κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν, | |
(50) | καὶ παγίδα στονόεσσαν, ὅπου δολόεις πέλε πότμος· πλεῖστον δὴ γαλέην περιδείδια, ἥ τις ἀρίστη, | |
ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει. | 170 | |
97a | ποινὴν ἀντέκτισίν τ’ ὀρθὴν ὅς κ’ ἀποδώσει | |
98 | ποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδ’ ὑπαλύξεις | |
100a | καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν | 172 |
117 | ἣν παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν. | 173 |
170a | ὡς βατράχων στρατὸς ἔβρεμεν εὖτε γιγάντων | |
170b | καὶ μῦες κενταύρων μεγαλαύχων ἦσαν ὁμοῖοι | 176 |
210 | Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε· ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη. Λιμνόχαρις δ’ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον, Τρωγλοδύτην ἁπαλοῖο δι’ αὐχένος τρῶσεν ἐπιφθὰς | |
213a | πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκότος ὄσσε κάλυψε· | |
214 | Ὠκιμίδην δ’ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ | |
215 | οὐδ’ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δ’ ἐνόησε Λειχήνωρ δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ καὶ βάλεν, οὐδ’ ἀφάμαρτε καθ’ ἧπαρ· ὡς δ’ ἐνόησε Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις. ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης ἀλλ’ ἤλασεν αὐτόν· | |
220 | κάππεσε δ’, οὐκ ἀνένευσεν, ἐβάπτετο δ’ αἵματι λίμνη πορφυρέῳ, αὐτὸς δὲ παρ’ ἠιόν’ ἐξετανύσθη, | |
χορδῇσιν λιπαρῇσί τ’ ἐπορνύμενος λαγόνεσσιν. | 178 | |
227 | Ὑδρόχαρις δ’ ἔπεφνεν Πτερνοφάγον βασιλῆα, | 179 |
251 | ἔσχατος δ’ ἐκ λίμνης ἀνεδύσετο, τείρετο δ’ αἰνῶς | |
259 | ἥρωας κρατερούς, ἀλλ’ ἔδυνε βένθεσι λίμνης | 180 |
261a | μεριδάρπαξ ὄρχαμος μιμούμενος αὐτὸν ἄρηα | |
261b | ὃς μόνος ἐν μύεσσιν ἀρίστευεν καθ’ ὅμιλον | |
262a | αὐτὸς δ’ ἑστήκει γαυρούμενος κατὰ λίμνην | |
273 | οὐ μικρόν με πλήσσει μεριδάρπαξ ὃς κατὰ λίμνην | 181 |
281 | κινείσθω τιτανοκτόνον ὀβριμοεργόν | |
281a | ᾧ Τιτᾶνας πέφνες ἀρίστους ἔξοχα πάντων | |
287 | αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον | |
ἧκ’ ἐπιδινήσας· ὁ δ’ ἄρ’ ἔπτατο χειρὸς ἄνακτος | 182 |