TLG 1213 001 :: Julia BALBILLA :: Epigrammata Epigrammata Source: Kaibel, G. (ed.), Epigrammata Graeca ex lapidibus conlecta. Berlin: Reimer, 1878: 414–417. frr. 988–992 Citation: Epigram — (line) | ||
988(n) | In Memnonis pede sinistro. C. I. 4727 coll. Add. III p. 1202. | |
1 | Ἔκλυον αὐδάσαντος ἐγὼ ’πὺ λίθω Βάλβιλλα φώνας τᾶς θείας Μέμνονος ἢ Φαμένωθ· ἦνθον ὔμοι δ’ ἐράται βασιλήιδι τυῖδε Σαβίνναι, ὤρας δὲ πρώτας ἄλιος ἦχε δρόμος, | |
---|---|---|
5 | κοιράνω Ἀδριάνω πέμπτωι δεκότωι δ’ ἐνιαύτωι, φῶτ]α δ’ ἔχεσκεν Ἄθυρ εἴκοσι καὶ πέσυρα· | |
εἰκόστωι πέμπτωι δ’ ἄματι μῆνος Ἄθυρ. | 414 | |
989(n) | In statua Memnonis. C. I. 4729 coll. Add. III p. 1202. | |
t | Ὅτε τῇ πρώτῃ ἡμέρᾳ οὐκ ἀκούσαμεν τοῦ Μέμνονος. | |
1 | ‘Χθίσδον μάν, [φίλε] Μέμνον, ὃς [οὐ φώνην ἐθέλησας, ὠς πάλιν ἀλλοτρί[ω]ς βάξιν ἄναυ[δ]ος [ἔφυς· .... γὰρ σέ[π]τα μόρφα βασιλήιδος, [αἴ ϝοι ἐ[λ]θοίσαι [γ’ α]ὔται θήιον ἆχον ἴη[ς· | |
5 | μὴ καί τοι βασίλευς κοτέ[σῃ, ὄ] νυ δᾶρον [ἀπεῦσαν τὰν σέμναν κατέχῃς κουριδίαν ἄλοχον.‘ κὠ Μέμνων τρέσσαις μεγάλως μένος Ἀ[δρ]ι[άνοιο ἐξαπίνας αὔδας’· ἁ δ’ ὀίοις’ [ἐ]χάρη. | |
990(n) | In Memnonis crure sinistro. C. I. 4725 coll. Add. III p. 1201 sq. | |
t1 | Ἰουλίας Βαλβίλλης, ὅτε ἤκουσε τοῦ Μέμνονος ὁ σεβαστὸς | |
t2 | Ἀδριανός. | |
1 | Μέμνονα πυνθανόμαν Αἰγύπτιον, ἀλίω αὔγαι | |
αἰθόμενον, φώνην Θηβαίκω ’πὺ λίθω· Ἀδρίανον δ’ ἐςίδων, τὸν παμβασίληα πρὶν αὐγὰς ἀελίω χαίρην εἶπέ [ϝ]οι ὠς δύνοτον· | 415 | |
5 | Τίταν δ’ ὄττ’ ἐλάων λεύκοισι δι’ αἴθερος ἴπποις ἐ]ν σκίαι ὠράων δεύτερον ἦχε μέτρον, ὠς χάλκοιο τυπέντος ἴη Μέμνων πάλιν αὔδαν ὀξύτονον· χαίρων καὶ τρίτον ἆχον ἴη. κοίρανος Ἀδρίανος χ[ήρ]αις δ’ ἀσπάσσατο καὖτος | |
10 | Μέμνονα. κἀ[πιθέμαν] καλλ[ιλό]γοισι πόνοις γρόππατα σαμαίνο[ν]τά τ’ ὄς’ εὔιδε κὤσς’ ἐςάκουσε· δᾶλον παῖσι δ’ ἔγε[ν]τ’ ὤς [ϝ]ε φίλ[ε]ισι θέοι. | |
991(n) | In Memnonis crure sinistro. C. I. 4730 coll. Add. III p. 1202 sq. | |
1 | Χαῖρε καὶ αὐδάσαις πρόφρων ἔμε [δέχνυσο, Μέμνον, τὰν [μέγα δυστυχίαι σᾶι ἔπι μυρομέναν· γλῶσσαν μέν τοι τ[μ]ᾶξ[ε ............ Καμβύσαις ἄθεος ........... | |
5 | δῶκέν τοι ποίναν τῶ σῶ οἰκτ[ίρματος ἠδ’ ἇς τόλμας, ἇς Ἆπιν ............ ἄλλ’ ἔγω οὐ δοκίμωμι σέθεν τό [γε θῆον ὄλεσθαι, ψύχαν δ’ ἀθανάταν, ἄ[φθιτε], σῶ[σδες ἄι. εὐσέβεες γὰρ ἔμοι γένεται σέ[πτας ἀπὸ ῥίσδας | |
10 | Βάλβιλλός τε σόφος κἀντίοχος [προπάτωρ· Βάλβιλλος γένετ’ ἐκ μᾶτρος βασιλήιδος Ἄκ[μας, | |
τῶ πάτερος δὲ πάτηρ Ἀντίοχος βασίλευς· κήνων ἐκ γενέας κἄγω λόχον αἶμα τὸ κᾶλον, Βαλβίλλας δ’ ἔμεθεν γρόπτα τόδ’ εὐσέβ[εος. | 416 | |
992(n) | In Memnonis crure sinistro. C. I. 4731 coll. Add. III p. 1203. | |
t | Ὅτε σὺν τῆι Σεβαστῆι Σαβείνηι ἐγενόμην παρὰ τῶι Μέμνονι. | |
1 | Αὔως καὶ γεράρω, Μέμνον, πάι Τιθώνοιο, Θηβάας θάσσων ἄντα Δίος πόλιος, ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν ἴρηες μύθων τῶν παλάων ἴδριες. | |
5 | ——— | 417 |