TLG 1210 002 :: AUTOLYCUS :: De ortibus et occasibus

AUTOLYCUS Astron.
(Pitanaeus: 4 B.C.)

De ortibus et occasibus

Source: Mogenet, J. (ed.), Autolycus de Pitane. Louvain: Université de Louvain, 1950: 214–258.

Citation: Chapter — section — (line)

1

t

ΑΥΤΟΛΥΚΟΥ ΠΕΡΙ ΕΠΙΤΟΛΩΝ ΚΑΙ ΔΥΣΕΩΝ βιβλίον πρῶτον

1

p

Τῶν ἀπλανῶν ἄστρων αἱ ἐπιτολαί τε καὶ δύσεις αἱ μὲν λέγονται ἀληθιναί, αἱ δὲ φαινόμεναι. Τῶν δὲ ἀληθινῶν ἑῴα μέν ἐστιν ἐπιτολή, ὅταν ἅμα τῷ ἡλίῳ ἀνατέλλοντι ἄστρον τι συνανατέλλῃ· ἑῴα δὲ δύσις, ὅταν
5ἅμα τῷ ἡλίῳ ἀνατέλλοντι ἄστρον τι δύνῃ· ἑσπερία δὲ ἀνα‐ τολή, ὅταν ἅμα τῷ ἡλίῳ δύνοντι ἄστρον τι ἀνατέλλῃ· ἑσπε‐ ρία δὲ δύσις, ὅταν ἅμα τῷ ἡλίῳ δύνοντι ἄστρον τι συνδύνῃ. Τῶν δὲ φαινομένων ἑῴα μέν ἐστιν ἐπιτολή, ὅταν πρὶν τὸν ἥλιον ἀνατεῖλαι ἄστρον τι πρώτως φανῇ ἀνατέλλον· ἑῴα
10δὲ δύσις, ὅταν πρὶν τὸν ἥλιον ἀνατεῖλαι ἄστρον τι πρώτως φανῇ δῦνον· ἑσπερία δὲ ἐπιτολή, ὅταν μετὰ τὸ τὸν ἥλιον δῦναι ἄστρον τι ἐσχάτως φανῇ ἀνατέλλον· ἑσπερία δὲ δύσις, ὅταν μετὰ τὸ τὸν ἥλιον δῦναι ἄστρον τι ἐσχάτως φανῇ δῦνον.

1

.

1

Ἑκάστου τῶν ἀπλανῶν ἄστρων αἱ ἑῷαι ἐπιτολαί τε καὶ δύσεις αἱ φαινόμεναι ὕστεραί εἰσιν τῶν ἀληθινῶν, αἱ δὲ ἑσπέ‐ ριοι ἐπιτολαί τε καὶ δύσεις αἱ φαινόμεναι πρότεραί εἰσι τῶν
ἀληθινῶν.214
5 Ἔστω ἐν κόσμῳ ὁρίζων κύκλος ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου [Omitted graphic marker]κύκλος θέσιν ἐχέτω ὡς τὴν αεγζʹ, καὶ ἔστω ἀνατολικὰ μὲν μέρη τὰ πρὸς τῷ δʹ δυτικὰ δὲ τὰ πρὸς τῷ βʹ, καὶ ἔστω ὑπὸ
10γῆν τὸ αεγʹ ἡμικύκλιον, καὶ τοῦ ἡλίου ἀνατέλλοντος κατὰ τὸ αʹ ἄστρον τι τῶν ἀπλανῶν συνανατελλέτω τὸ δʹ· τοῦ ἄρα δʹ ἄστρου ἡ ἀληθινή ἐστιν ἑῴα
15ἀνατολή· λέγω ὅτι ἡ φαινο‐ μένη ἐπιτολὴ τοῦ δʹ ἄστρου ὑστέρα ἐστὶν τῆς ἀληθινῆς. Τοῦ μὲν οὖν ἡλίου ἀνατέλλον‐ τος κατὰ τὸ αʹ, τὸ δʹ ἄστρον οὐ φαίνεται ἀνατέλλον, οὐδὲ
20μὴν τοῦ ἡλίου τὴν γζαʹ περιφέρειαν διαπορευομένου τὸ δʹ ἄστρον φαίνεται ἀνατέλλον, ὡς δειχθήσεται ὕστερον· μετὰ ἄρα τινὰς ἡμέρας τὸ δʹ ἄστρον φανήσεται ἀνατέλλον τοῦ ἡλίου διελθόντος τηλικαύτην περιφέρειαν ὥστε τὸ δʹ ἄστρον ἐκφεύγειν τὰς τοῦ ἡλίου αὐγάς. Φαινέσθω οὖν πρώτως τοῦ
25ἡλίου ὄντος πρὸς τῷ εʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ εʹ, τοῦ δʹ ἄστρου ἐστὶν ἡ φαινομένη ἑῴα ἀνατολή. Καὶ ἐπεὶ ὁ ἥλιος πρότερον ἐπὶ τὸ αʹ παραγίγνεται ἤπερ ἐπὶ τὸ εʹ, ἀλλ’ ὅταν μὲν ἐπὶ τὸ αʹ παραγένηται, τοῦ δʹ ἄστρου ἐστὶν ἑῴα ἀληθινὴ ἐπιτολή, ὅταν δὲ ἐπὶ τὸ εʹ, ἡ ἑῴα φαινομένη ἐπιτολή,
30ἡ ἄρα φαινομένη ὕστερόν ἐστι τῆς ἀληθινῆς. Πάλιν δὴ τοῦ ἡλίου ἀνατέλλοντος κατὰ τὸ αʹ, ἄστρον τι τῶν ἀπλανῶν δυνέτω τὸ βʹ· τοῦ ἄρα βʹ ἄστρου ἡ ἀληθινὴ ἑῴα ἐστὶ δύσις· λέγω δὴ ὅτι ἡ φαινομένη ὕστερόν ἐστι τῆς ἀληθινῆς. Τοῦ μὲν οὖν ἡλίου ἀνατέλλοντος κατὰ τὸ αʹ,
35τὸ βʹ ἄστρον οὐ φαίνεται δῦνον, οὐδὲ μὴν τοῦ ἡλίου τὴν γζαʹ
περιφέρειαν διαπορευομένου τὸ βʹ ἄστρον φαίνεται δῦνον· μετὰ ἄρα τινὰς ἡμέρας τὸ βʹ ἄστρον φανήσεται δῦνον τοῦ ἡλίου διελθόντος τηλικαύτην περιφέρειαν ὥστε τὸ βʹ ἐκφεύ‐ γειν τὰς τοῦ ἡλίου αὐγάς. Ἐκφευγέτω οὖν τὸ βʹ ἄστρον215
40τὰς τοῦ ἡλίου αὐγὰς πρώτως τοῦ ἡλίου ὄντος πρὸς τῷ εʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ εʹ, τοῦ βʹ ἄστρου ἐστὶν ἡ ἑῴα φαινομένη δύσις. Καὶ ἐπεὶ πρότερον ὁ ἥλιος ἐπὶ τὸ αʹ παρα‐ γίγνεται ἤπερ ἐπὶ τὸ εʹ, ἀλλ’ ὅταν μὲν ἐπὶ τὸ αʹ παραγένη‐ ται, τοῦ βʹ ἄστρου ἐστὶν ἡ ἀληθινὴ ἑῴα δύσις, ὅταν δὲ ἐπὶ
45τὸ εʹ, ἡ φαινομένη, ἡ ἄρα φαινομένη ὕστερόν ἐστι τῆς ἀλη‐ θινῆς. Πάλιν δὴ τοῦ ἡλίου δύνοντος κατὰ τὸ γʹ, ἄστρον τι τῶν ἀπλανῶν ἀνατελλέτω τὸ δʹ· τοῦ ἄρα δʹ ἄστρου ἐστὶν ἡ ἑσπερία ἀληθινὴ ἀνατολή· λέγω δὴ ὅτι ἡ φαινομένη πρότε‐

1

.

1

(50)

ρόν ἐστι τῆς ἀληθινῆς. Τοῦ μὲν οὖν ἡλίου δύνοντος κατὰ τὸ γʹ, τὸ δʹ ἄστρον οὐ φαίνεται ἀνατέλλον, οὔτε μὴν τοῦ ἡλίου μεταπεπτωκότος εἰς τὸ γζαʹ ἡμικύκλιον τὸ δʹ ἄστρον φαίνεται ἀνατέλλον· πρὶν ἄρα τὸν ἥλιον ἐπὶ τὸ γʹ παραγε‐ νέσθαι τὸ δʹ ἄστρον φανήσεται ἀνατέλλον. Φαινέσθω οὖν
55ἐσχάτως τοῦ ἡλίου ὄντος πρὸς τῷ ηʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ ηʹ, τοῦ δʹ ἄστρου ἐστὶν ἡ φαινομένη ἑσπερία ἀνα‐ τολή. Καὶ ἐπεὶ πρότερον ὁ ἥλιος ἐπὶ τὸ ηʹ παραγίγνεται ἤπερ ἐπὶ τὸ γʹ, ἀλλ’ ὅταν μὲν ἐπὶ τὸ ηʹ παραγένηται, τοῦ δʹ ἄστρου ἐστὶν ἡ ἑσπερία φαινομένη ἐπιτολή, ὅταν δὲ ἐπὶ τὸ
60γʹ, ἡ ἀληθινή, ἡ ἄρα φαινομένη πρότερόν ἐστι τῆς ἀληθινῆς. Πάλιν δὴ τοῦ ἡλίου δύνοντος κατὰ τὸ γʹ, ἄστρον τι τῶν ἀπλανῶν δυνέτω τὸ βʹ· τοῦ ἄρα βʹ ἄστρου ἐστὶν ἡ ἑσπερία ἀληθινὴ δύσις· λέγω ὅτι ἡ φαινομένη πρότερόν ἐστι τῆς ἀληθινῆς. Τοῦ μὲν οὖν ἡλίου δύνοντος κατὰ τὸ γʹ, τὸ βʹ
65ἄστρον οὐ φαίνεται δῦνον, οὐδὲ μὴν τοῦ ἡλίου μεταπεπτω‐ κότος εἰς τὸ γζαʹ ἡμικύκλιον τὸ βʹ ἄστρον φαίνεται δῦνον·
πρὶν ἄρα τὸν ἥλιον ἐπὶ τὸ γʹ παραγενέσθαι τὸ βʹ ἄστρον φανή‐ σεται δῦνον. Φαινέσθω ἐσχάτως τοῦ ἡλίου ὄντος πρὸς τῷ ηʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ ηʹ, τοῦ βʹ ἄστρου ἐστὶν ἡ ἑσπε‐216
70ρία φαινομένη δύσις. Καὶ ἐπεὶ πρότερον ὁ ἥλιος ἐπὶ τὸ ηʹ παραγίγνεται ἤπερ ἐπὶ τὸ γʹ, ἀλλ’ ὅταν μὲν ἐπὶ τὸ ηʹ παρα‐ γένηται, τοῦ βʹ ἄστρου ἐστὶν ἡ ἑσπερία φαινομένη δύσις, ὅταν δὲ ἐπὶ τὸ γʹ, ἡ ἀληθινή, ἡ ἄρα φαινομένη προτέρα ἐστὶν τῆς ἀληθινῆς.
75
[Omitted graphic marker]Τὸ εἰρημένον. Ἔστω τὰ αὐτά· λέγω ὅτι οὐδὲ τὴν γζαʹ περιφέρειαν δια‐ πορευομένου τοῦ ἡλίου φανή‐ σεται τὸ δʹ ἄστρον ἀνατέλλον.
80Ἀνατελλέτω γὰρ ὁ ἥλιος κατὰ τὸ ηʹ. Καὶ ἐπεὶ τὸ ηʹ πρότε‐ ρον ἀνατέλλει ἤπερ τὸ αʹ, τὸ δὲ αʹ τῷ δʹ συνανατέλλει, πρό‐ τερον ἄρα τὸ ηʹ ἀνατέλλει ἤπερ
85τὸ δʹ· τὸ δʹ ἄρα οὐ φανήσε‐ ται· ὥστε, ὅταν τὴν γζαʹ περι‐ φέρειαν διαπορεύηται ὁ ἥλιος, οὐ φαίνεται τὸ δʹ ἀνατέλλον.

1

.

2

Ἕκαστον τῶν ἀπλανῶν ἀστέρων ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς ἑκάστης νυκτὸς ὁρᾶται ἐπιτέλλον μέχρι τῆς ἑσπε‐ ρίας φαινομένης ἐπιτολῆς, ἐν ἄλλῳ δὲ χρόνῳ οὐθενί, καὶ ἔστιν ὁ χρόνος ἐν ᾧ ὁρᾶται τὸ ἄστρον ἐπιτέλλον ἐλάσσων
5ἡμίσους ἐνιαυτοῦ. Ἔστω ἐν κόσμῳ ὁρίζων κύκλος ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου
κύκλος θέσιν ἐχέτω ὡς τὴν αεγζʹ, καὶ τοῦ ἡλίου ἀνα‐ τέλλοντος κατὰ τὸ αʹ ἄστρον τι τῶν ἀπλανῶν συνανατελλέτω [Omitted graphic marker]κατὰ τὸ δʹ· τοῦ ἄρα δʹ ἄστρου217
10ἐστὶν ἡ ἑῴα ἀληθινὴ ἐπιτολή· ὕστεραι δέ εἰσιν αἱ φαινόμε‐ ναι τῶν ἀληθινῶν. Ἔστω δὴ τοῦ δʹ ἄστρου ἡ φαινομένη ἑῴα ἐπιτολὴ τοῦ ἡλίου ὄντος πρὸς
15τῷ εʹ. Ὑποκείσθω δὴ πάλιν τοῦ δʹ ἀνατέλλοντος ὁ ἥλιος δύνων κατὰ τὸ γʹ· τοῦ ἄρα δʹ ἄστρου ἐστὶν ἡ ἑσπερία ἀληθι‐ νὴ ἐπιτολή· πρότεραι δέ εἰσιν
20αἱ φαινόμεναι τῶν ἀληθινῶν. Ἔστω οὖν τοῦ δʹ ἄστρου ἡ ἑσπερία φαινομένη ἐσχάτη ἐπιτολὴ τοῦ ἡλίου ὄντος πρὸς τῷ ηʹ· τοῦ μὲν οὖν ἡλίου διαπορευομένου τὰς αεʹ ηγʹ περι‐ φερείας οὐ φαίνεται τὸ δʹ ἄστρον ἐπιτέλλον, οὐδὲ μὴν τοῦ
25ἡλίου τὴν γζαʹ περιφέρειαν διαπορευομένου φανήσεται τὸ δʹ ἄστρον ἐπιτέλλον· μόνην ἄρα τὴν εηʹ διαπορευομένου τοῦ ἡλίου φαίνεται τὸ δʹ ἄστρον ἀνατέλλον. Καὶ ἔστιν ὁ χρόνος ἐν ᾧ ὁ ἥλιος τὴν εηʹ περιφέρειαν διαπορεύεται ἐλάσσων ἡμί‐ σους ἐνιαυτοῦ· ἐλάσσων γάρ ἐστιν ἡ εηʹ περιφέρεια ἡμικυ‐
30κλίου.

1

.

3

Ἕκαστον τῶν ἀπλανῶν ἄστρων ἀπὸ ἑῴας φαινομένης δύσεως ἑκάστης νυκτὸς ὁρᾶται δῦνον μέχρι τῆς ἑσπερίας φαινομένης δύσεως, ἐν ἄλλῳ δὲ χρόνῳ οὐθενί, καὶ ἔστιν ὁ χρόνος ἐν ᾧ τὸ ἄστρον ὁρᾶται δῦνον ἐλάσσων ἡμίσους ἐνιαυ‐
5τοῦ.
Ἔστω ἐν κόσμῳ ὁρίζων ὁ αβγδʹ, ζῳδιακὸς δὲ ὁ αεγζʹ, καὶ ἔστω ὑπὸ γῆν τὸ αεγʹ ἡμικύκλιον, καὶ τοῦ ἡλίου ἀνα‐ [Omitted graphic marker]τέλλοντος κατὰ τὸ αʹ ἄστρον τι τῶν ἀπλανῶν δυνέτω τὸ βʹ·218
10τοῦ ἄρα βʹ ἄστρου ἐστὶν ἀλη‐ θινὴ ἑῴα δύσις· ὕστεραι δέ εἰσιν αἱ φαινόμεναι τῶν ἀληθινῶν. Ἔστω οὖν τοῦ βʹ ἄστρου ἡ φαινομένη πρώτως ἑῴα δύσις
15τοῦ ἡλίου ὄντος πρὸς τῷ εʹ. Πάλιν δὴ τοῦ βʹ ἄστρου δύνον‐ τος ὑποκείσθω ὁ ἥλιος δύνων κατὰ τὸ γʹ· τοῦ βʹ ἄρα ἄστρου ἐστὶν ἡ ἑσπερία ἀληθινὴ δύσις·
20πρότεραι δέ εἰσιν αἱ φαινό‐ μεναι τῶν ἀληθινῶν. Ἔστω οὖν τοῦ βʹ ἄστρου ἡ φαινομένη ἐσχάτη ἑσπερία δύσις τοῦ ἡλίου ὄντος πρὸς τῷ ηʹ· τοῦ μὲν οὖν ἡλίου τὰς αεʹ ηγʹ περιφερείας διαπορευομένου οὐ φαί‐ νεται τὸ βʹ ἄστρον δῦνον, οὐδὲ μὴν τοῦ ἡλίου τὴν γζαʹ
25περιφέρειαν διαπορευομένου τὸ βʹ ἄστρον φαίνεται δῦνον· μόνην ἄρα τὴν εηʹ περιφέρειαν τοῦ ἡλίου διαπορευομένου τὸ βʹ ἄστρον φανήσεται δῦνον. Καὶ ἔστιν ὁ χρόνος ἐν ᾧ ὁ ἥλιος τὴν εηʹ περιφέρειαν διαπορεύεται ἐλάσσων ἡμίσους ἐνιαυτοῦ.

1

.

4

Τῶν ἀπλανῶν ἀστέρων ὅσα μέν ἐστιν ἐπὶ τοῦ ζῳδιακοῦ κύκλου ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς ἑῴαν φαινομένην δύσιν ποιεῖται διὰ ἡμίσους ἐνιαυτοῦ, τὰ δὲ πρὸς ἄρκτους διὰ πλείονος, τὰ δὲ πρὸς μεσημβρίαν δι’ ἐλάσσονος.
5Ἔστω ἐν κόσμῳ ὁρίζων κύκλος ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου
κύκλος θέσιν ἐχέτω ὡς τὴν αεγζʹ, καὶ ἔστω ὑπὸ γῆν τὸ αεγʹ ἡμικύκλιον, καὶ τοῦ ἡλίου ἀνατέλλοντος κατὰ τὸ αʹ ἄστρα [Omitted graphic marker]τινὰ τῶν ἀπλανῶν συνανα‐ τελλέτω τὰ βʹ αʹ δʹ, τὸ μὲν219
10αʹ ἐπὶ τοῦ ζῳδιακοῦ, τὸ δὲ βʹ πρὸς ἄρκτους, τὸ δὲ δʹ πρὸς μεσημβρίαν· λέγω ὅτι τῷ μὲν αʹ ἄστρῳ ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς ἑῴα φαι‐
15νομένη δύσις γίνεται διὰ ἡμί‐ σους ἐνιαυτοῦ, τῷ δὲ βʹ διὰ πλείονος, τῷ δὲ δʹ δι’ ἐλάσ‐ σονος. Ἐπεὶ γὰρ τῷ ἡλίῳ ἀνατέλ‐
20λοντι κατὰ τὸ αʹ ἄστρα τινὰ τῶν ἀπλανῶν συνανατέλλει τὰ βʹ αʹ δʹ, τῶν ἄρα βʹ αʹ δʹ ἄσ‐ τρων εἰσὶν αἱ ἑῷοι ἀληθιναὶ ἐπιτολαί· ὕστερον δέ εἰσιν αἱ φαινόμεναι τῶν ἀληθινῶν. Ἔστωσαν οὖν τῶν βʹ αʹ δʹ ἄστρων αἱ φαινόμεναι ἑῷοι ἐπιτολαὶ τοῦ ἡλίου ὄντος πρὸς τῷ εʹ.
25Καὶ ἐπεὶ τὰ ἐπὶ τοῦ τῶν ζῳδίων κύκλου ἄστρα τὰ κατὰ διά‐ μετρον ὄντα κατὰ συζυγίαν ἀνατέλλει τε καὶ δύνει, τοῦ ἄρα αʹ δύνοντος τὸ κατὰ διάμετρον αὐτῷ τὸ γʹ ἀνατέλλει, καὶ ἔσται τὸ μὲν αεγʹ ἡμικύκλιον ὑπὲρ γῆν, τὸ δὲ αζγʹ ὑπὸ γῆν. Καὶ τοίνυν ὅταν τὸ αʹ δύνῃ καὶ τὸ γʹ ἀνατέλλῃ καὶ
30ὁ ἥλιος πρὸς τῷ γʹ γένηται, 〈...〉 ἀνατέλλει καὶ ἔσται τοῦ αʹ ἄστρου ἡ ἀληθινὴ ἑῴα δύσις· ὕστεραι δέ εἰσιν αἱ φαινό‐ μεναι τῶν ἀληθινῶν. Ἔστω οὖν τοῦ αʹ ἄστρου ἡ φαινομένη ἑῴα δύσις τοῦ ἡλίου ὄντος πρὸς τῷ ζʹ. Καὶ ἐπεὶ τετήρηται
τὰ ἄστρα ἐν ἴσῳ χρόνῳ ἐκφεύγοντα τὰς τοῦ ἡλίου αὐγάς,220
35ἴση ἄρα ἐστὶν ἡ αεʹ περιφέρεια τῇ γζʹ περιφερείᾳ· κοινὴ δὲ ἡ γεʹ· ὅλη ἄρα ἡ αεγʹ ὅλῃ τῇ εγζʹ ἐστὶν ἴση· ἡμικύκλιον δέ ἐστιν τὸ αεγʹ· ἡμικύκλιον ἄρα ἐστὶ καὶ τὸ εγζʹ. Καὶ διαπορεύεται ὁ ἥλιος τὸ εγζʹ ἡμικύκλιον ἐν ἡμίσει ἐνιαυ‐ τοῦ, ἐπειδήπερ καὶ τὸ αεγʹ· τῷ ἄρα αʹ ἄστρῳ ἀπὸ ἑῴας
40φαινομένης ἐπιτολῆς ἑῴα δύσις γίγνεται φαινομένη διὰ ἡμί‐ σους ἐνιαυτοῦ. Καὶ ἐπεὶ τὰ βʹ αʹ δʹ ἄστρα ἅμα ἀνατέλλει, τὸ μὲν βʹ τοῦ αʹ ὕστερον δύνει, τὸ δὲ δʹ τοῦ αʹ πρότερον δύνει· διὰ δὴ τοῦτο φανερὸν ὅτι τῷ μὲν βʹ διὰ πλείονος, τῷ δὲ δʹ δι’ ἐλάσσονος.
45 Ἔστω ὁρίζων κύκλος ὁ αβγδʹ, ζῳδιακὸς δὲ ὁ αεγζʹ, [Omitted graphic marker]καὶ ἀνατελλέτω τινὰ ἅμα ἄστρα τὰ βʹ αʹ δʹ, ὧν τὸ μὲν βʹ πρὸς ἄρκτους, τὸ δὲ αʹ ἐπὶ τοῦ ζῳδια‐ κοῦ, τὸ δὲ δʹ πρὸς μεσημβρίαν·

1

.

4

(50)

λέγω ὅτι τὸ βʹ ἄστρον ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς ἑῴαν φαι‐ νομένην ποιεῖται δύσιν διὰ πλείο‐ νος ἡμίσους ἐνιαυτοῦ, τὸ δὲ δʹ δι’ ἐλάττονος.
55 Ἔστωσαν καθ’ ὧν φέρεται τὰ βʹ αʹ παράλληλοι κύκλοι οἱ βηʹ αθʹ. Καὶ ἐπεὶ τὸ βʹ τοῦ αʹ ὕστερον δύνει, τοῦ αʹ ἄρα πρὸς τῇ δύσει ὄντος τὸ βʹ ὑπὲρ γῆν ἔσται· ἀλλὰ τοῦ αʹ δύ‐
60νοντος τὸ γʹ ἀνατέλλει καὶ ὁ τῶν ζῳδίων κύκλος θέσιν ἕξει ὡς τὴν ζκνθʹ, τὸ δὲ αεγʹ ἡμικύκλιον ἔσται τὸ θνκʹ καὶ ἔσται ὑπὲρ γῆν, ἡ δὲ αεʹ περιφέρεια ἔσται ἡ θνʹ· τοῦ γʹ ἄρα ἀνατέλλοντος τὸ βʹ ὑπὲρ γῆν ἐστιν· τὸ ἄρα συνανα‐ τέλλον ἄστρον τῷ βʹ δύνοντι ἐπὶ τῆς κζθʹ ἐστὶ περιφερείας.
65Ἔστω τὸ μʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ μʹ, τοῦ βʹ ἄστρου ἐστὶν ἡ ἑῴα ἀληθινὴ δύσις· ὕστεραι δέ εἰσιν αἱ φαινόμεναι τῶν ἀληθινῶν· διελθόντος ἄρα τοῦ ἡλίου περιφέρειάν τινα ὥστε τὸ βʹ ἐκφεύγειν τὰς τοῦ ἡλίου αὐγάς, ἔσται τοῦ βʹ ἑῴα φαινομένη δύσις. Διερχέσθω τὴν μοʹ· ἴση ἄρα ἐστὶν221
70ἡ θνʹ τῇ ομʹ· μείζων ἄρα ἐστὶν ἡ οκʹ τῆς θνʹ· κοινὴ προσ‐ κείσθω ἡ κνʹ· μείζων ἄρα ἡ οκνʹ τῆς κνθʹ· ἡμικυκλίου δὲ ἡ θνκʹ· μείζων ἄρα ἡμικυκλίου ἡ νκοʹ· τὸ βʹ ἄρα ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς ἑῴαν φαινομένην δύσιν ποιεῖται διὰ πλείονος ἡμίσους ἐνιαυτοῦ.
75 Λέγω δὴ ὅτι τὸ δʹ ἄστρον ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς [Omitted graphic marker]ἑῴαν φαινομένην δύσιν ποιεῖ‐ ται δι’ ἐλάττονος ἡμίσους ἐνιαυ‐ τοῦ. Ἐπεὶ γὰρ τὸ δʹ τοῦ αʹ πρότερον δύνει, τοῦ ἄρα αʹ δύνον‐
80τος τὸ δʹ ὑπὸ γῆν ἐστιν· ἀλλὰ τοῦ αʹ δύνοντος τὸ γʹ ἀνατέλλει καὶ ὁ τῶν ζῳδίων κύκλος θέσιν ἕξει ὡς τὴν ηλκνμʹ, ἡ δὲ αεʹ περιφέρεια θέσιν ὡς τὴν ηξʹ·
85τοῦ γʹ ἄρα ἀνατέλλοντος τὸ δʹ ὑπὸ γῆν ἐστιν· τὸ ἄρα συνανα‐ τέλλον ἄστρον τοῦ δʹ δύνοντος ἐπὶ τῆς ημκʹ περιφερείας ἐστίν. Ἔστω τὸ νʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ νʹ καὶ ἀνατέλλον‐
90τος τὸ δʹ δύνει, καὶ ἔσται τοῦ δʹ ἄστρου ἑῴα ἀληθινὴ δύσις· προτέρα δέ ἐστιν ἡ ἀληθινὴ τῆς φαινομένης· διελθόντος ἄρα τοῦ ἡλίου περιφέρειάν τινα ὥστε τὸ δʹ ἐκφεύγειν τὰς τοῦ ἡλίου αὐγάς, ἔσται τοῦ δʹ ἡ ἑῴα φαινομένη δύσις. Διερχέσθω τὴν
νκοʹ· καὶ ἐπεὶ ἴση ἐστὶν ἡ οκνʹ τῇ ηξʹ, ἐλάσσων ἐστὶν222
95ἡ οκʹ τῆς ηξʹ· κοινὴ δὲ προσκείσθω ἡ κξʹ· ὅλη ἄρα ἡ ξκοʹ ὅλης τῆς ηξκʹ ἐλάσσων ἐστίν· ἡμικύκλιον δὲ ἡ κξηʹ· ἡ ξκοʹ ἄρα ἐλάσσων ἐστὶν ἡμικυκλίου· τὴν ξκοʹ ἄρα περι‐ φέρειαν διαπορεύεται ὁ ἥλιος ἐν ἐλάσσονι χρόνῳ ἡμίσους ἐνι‐ αυτοῦ· ὥστε τὸ δʹ ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς ἑῴαν

1

.

4

(100)

φαινομένην ποιεῖται δύσιν δι’ ἐλάττονος χρόνου ἡμίσους ἐνιαυτοῦ.

1

.

5

Τῶν ἀπλανῶν ἄστρων ὅσα μέν ἐστιν ἐπὶ τοῦ τῶν ζῳδίων κύκλου ἀπὸ ἑσπερίας φαινομένης ἐπιτολῆς ἑσπερίαν φαινο‐ μένην δύσιν ποιεῖται διὰ ἡμίσους ἐνιαυτοῦ, τὰ δὲ πρὸς ταῖς ἄρκτοις διὰ πλείονος, τὰ δὲ πρὸς μεσημβρίαν δι’ ἐλάττονος.
5 Ἔστω ἐν κόσμῳ ὁρίζων κύκλος ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου κύκλος θέσιν ἐχέτω ὡς τὴν αεγζʹ, καὶ ἔστω ὑπὸ γῆν τὸ αεγʹ ἡμικύκλιον, καὶ τοῦ ἡλίου δύνοντος κατὰ τὸ γʹ ἄστρα τινὰ τῶν ἀπλανῶν ἀνατελλέτω τὰ βʹ αʹ δʹ, τὸ μὲν αʹ ἐπὶ τοῦ ζῳδιακοῦ, τὸ δὲ βʹ πρὸς ἄρκτους, τὸ δὲ δʹ πρὸς μεσημβρίαν·
10λέγω ὅτι τῷ μὲν αʹ ἄστρῳ ἀπὸ ἑσπερίας φαινομένης ἐπι‐ [Omitted graphic marker]τολῆς ἑσπερία φαινομένη δύσις γίγνεται διὰ ἡμίσους ἐνιαυτοῦ, τῷ δὲ βʹ διὰ πλείονος, τῷ δὲ δʹ δι’ ἐλάττονος.
15 Ἐπεὶ γὰρ τοῦ ἡλίου δύνον‐ τος κατὰ τὸ γʹ ἄστρα τινὰ τῶν ἀπλανῶν ἀνατέλλει τὰ βʹ αʹ δʹ, τῶν ἄρα βʹ δʹ αʹ ἄστρων ἐστὶν ἡ ἑσπερία ἀληθινὴ ἐπιτολή· προ‐
20τέρα δέ ἐστιν ἡ φαινομένη τῆς ἀληθινῆς. Ἔστωσαν οὖν τῶν
βʹ αʹ δʹ ἑσπέριοι φαινόμεναι ἐπιτολαὶ τοῦ ἡλίου ὄντος πρὸς τῷ εʹ. Πάλιν ἐπεὶ τὰ ἐπὶ τοῦ τῶν ζῳδίων κύκλου ἄστρα κατὰ διάμετρον ὄντα κατὰ συζυγίαν ἀνατέλλει τε καὶ δύνει,223
25τοῦ γʹ ἄρα ἀνατέλλοντος τὸ κατὰ διάμετρον αὐτῷ τὸ αʹ δύνει· ὥστε τοῦ γʹ ἀνατέλλοντος ὁ ἥλιος ὢν πρὸς τῷ αʹ δύσεται· καὶ συνδύσεται τῷ ἡλίῳ τὸ αʹ ἄστρον καὶ ἔσται τοῦ αʹ ἄστρου ἡ ἑσπερία ἀληθινὴ δύσις· προτέρα δέ ἐστιν ἡ φαινομένη τῆς ἀληθινῆς. Ἔστω οὖν τοῦ αʹ ἡ φαινομένη ἑσπερία δύσις τοῦ
30ἡλίου ὄντος πρὸς τῷ ζʹ· ἴση ἄρα ἐστὶν ἡ γεʹ περιφέρεια τῇ αζʹ περιφερείᾳ· καὶ ἔσται κατὰ τὰ αὐτὰ τῷ αʹ ἄστρῳ ἀπὸ ἑσπερίας φαινομένης ἐπιτολῆς ἑσπερία φαινομένη δύσις διὰ ἡμίσους ἐνιαυτοῦ. Καὶ φανερὸν ὅτι τῷ μὲν βʹ διὰ πλείονος, τῷ δὲ δʹ δι’ ἐλάττονος.

1

.

6

Ἕκαστον τῶν ἀπλανῶν ἄστρων τῶν ἀνατολὰς καὶ δύσεις ποιουμένων συνανατέλλει τῷ ἡλίῳ δι’ ἐνιαυτοῦ ἔγγιστα τὴν ἀληθινὴν ἑῴαν ἐπιτολὴν ποιούμενον, ὁμοίως δὲ καὶ συν‐ δύνει.
5Ἔστω ἐν κόσμῳ ὁρίζων ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου κύκλος [Omitted graphic marker]θέσιν ἐχέτω ὡς τὴν αεγζʹ, καὶ τοῦ ἡλίου ἀνατέλλοντος κατὰ τὸ αʹ ἄστρον τι τῶν ἀπλανῶν συνανατελλέτω τὸ δʹ· τοῦ ἄρα
10δʹ ἄστρου ἐστὶν ἡ ἀληθινὴ ἑῴα ἐπιτολή· λέγω δὴ ὅτι τὸ δʹ ἄστρον δι’ ἐνιαυτοῦ ἔγγιστα συν‐ ανατέλλει τῷ ἡλίῳ. Εἰ μὲν οὖν ὁ ἥλιος ἀνατεί‐
15λας κατὰ τὸ αʹ ἐν ὅλαις περι‐ φοραῖς τὸν αεγζʹ κύκλον δια‐ πορεύεται, δῆλον ὡς τὸ δʹ ἄσ‐
τρον συνανατέλλει τῷ ἡλίῳ δι’ ἐνιαυτοῦ· ἐπεὶ δὲ ἐλλείπει ἐφ’ ὅλαις περιφοραῖς καὶ μόριόν224
20τι περιφορᾶς, μικρά τις ἂν γένοιτο παραλλαγὴ τοῦ μὴ οὐχὶ τὸ δʹ ἄστρον συνανατεῖλαι τῷ ἡλίῳ· τετήρηται γὰρ ἕκαστον τῶν ἀπλανῶν ἄστρων διὰ δεκαπέντε περιφορῶν ἐκφεῦγον τοῦ ἡλίου τὰς αὐγάς, ὁ δὲ ἐνιαυτὸς γίγνεται τῷ ἡλίῳ ἐξ ὅλων περιφορῶν καὶ τετάρτου· ἔγγιστα ἄρα ἔσται ἡ τοῦ δʹ ἄστρου
25ἑῴα ἀληθινὴ ἐπιτολὴ δι’ ἐνιαυτοῦ· ὥστε ἕκαστον τῶν ἀπλα‐ νῶν ἄστρων τῶν ἐπιτολάς τε καὶ δύσεις ποιουμένων συνανα‐ τέλλει τῷ ἡλίῳ δι’ ἐνιαυτοῦ ἔγγιστα τὴν ἀληθινὴν ἑῴαν ἐπιτολὴν ποιούμενον· ὁμοίως δὲ δειχθήσεται ὅτι καὶ συν‐ δύνει.

1

.

7

Ἕκαστον τῶν ἀπλανῶν ἄστρων ἀπὸ ἑῴας ἀληθινῆς ἐπι‐ [Omitted graphic marker]τολῆς ἑσπερίαν ἀληθινὴν ἐπιτο‐ λὴν ποιεῖται διὰ ἡμίσους ἐνιαυ‐ τοῦ ἔγγιστα, καὶ ἀπὸ ἑσπε‐
5ρίας ἀληθινῆς δύσεως ἑῴαν ἀλη‐ θινὴν δύσιν. Ἔστω ἐν κόσμῳ ὁρίζων ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου κύκλος θέσιν ἐχέτω ὡς τὴν αεγζʹ, καὶ
10τοῦ ἡλίου ἀνατέλλοντος κατὰ τὸ αʹ ἄστρον τι τῶν ἀπλανῶν ἀνα‐ τελλέτω τὸ δʹ· τῷ ἄρα δʹ ἄστρῳ ἀληθινή ἐστιν ἑῴα ἐπιτολή· λέγω ὅτι τοῦ δʹ ἄστρου ἀπὸ ἑῴας
15ἀληθινῆς ἐπιτολῆς ἑσπερία ἀληθινὴ ἐπιτολὴ γίγνεται διὰ ἡμίσους ἐνιαυτοῦ ἔγγιστα. Εἰ μὲν οὖν ὁ ἥλιος τὴν αεγʹ περιφέρειαν διέρχεται ἐν ὅλαις ἡμέραις, δῆλον ὡς δύσεται κατὰ τὸ γʹ καὶ ἔσται τοῦ δʹ ἄστρου
ἡ ἑσπερία ἀληθινὴ ἐπιτολὴ διὰ ἡμίσους ἐνιαυτοῦ· εἰ δὲ μὴ225
20διέρχεται τὴν αεγʹ περιφέρειαν ἐν ὅλαις ἡμέραις, μικρά τις ἂν γένοιτο παραλλαγὴ τοῦ μὴ οὐχὶ συνδῦναι τὸν ἥλιον τῷ δʹ ἄστρῳ· ὥστε τῷ δʹ ἄστρῳ ἀπὸ ἑῴας ἀληθινῆς ἐπιτολῆς ἑσπε‐ ρία ἀληθινὴ γίγνεται ἀνατολὴ διὰ ἡμίσεος ἐνιαυτοῦ ἔγγιστα. Ὁμοίως δὴ δείξομεν ὅτι καὶ ἀπὸ ἑσπερίας ἀληθινῆς δύσεως
25ἑῴαν ἀληθινὴν δύσιν ποιεῖται διὰ ἡμίσεος ἐνιαυτοῦ.

1

.

8

Ὅσα τῶν ἄστρων ἐστὶν ἐπὶ τοῦ τῶν ζῳδίων κύκλου, ἐκεῖνα μετὰ τὴν ἐσχάτην ἑσπερίαν φάσιν τὴν ἑῴαν πρώτην φάσιν ποιεῖται ἀφανισθέντα ἡμέρας τινὰς καὶ νύκτας. Ἔστω ἐν κόσμῳ ὁρίζων ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου κύκλος
5[Omitted graphic marker]θέσιν ἐχέτω ὡς τὴν αεγʹ, καὶ ὁ ἥλιος πορευέσθω ὡς ἐπὶ τὰ γʹ εʹ αʹ μέρη, ἄστρον δέ τι τῶν ἀπλανῶν ἐπὶ τοῦ τῶν ζῳ‐ δίων κύκλου ἔστω τὸ εʹ, καὶ τὸ
10εʹ ἄστρον ἐσχάτως μὲν περικα‐ ταλαμβανέσθω ὑπὸ τῶν τοῦ ἡλί‐ ου αὐγῶν τοῦ ἡλίου ὄντος πρὸς τῷ ζʹ, πρώτως δὲ ἐκφευγέτω τὰς τοῦ ἡλίου αὐγὰς τοῦ ἡλίου
15ὄντος πρὸς τῷ ηʹ [τουτέστιν ἔστω τοῦ εʹ ἄστρου ἡ μὲν ἐσχάτη ἑσπερία φάσις τοῦ ἡλίου ὄντος πρὸς τῷ ζʹ, ἡ δὲ ἑῴα πρώτη φάσις τοῦ ἡλίου ὄντος πρὸς τῷ ηʹ]· λέγω ὅτι τοῦ ἡλίου
20διαπορευομένου τὴν ζηʹ περιφέρειαν τὸ εʹ ἄστρον οὐ φαίνε‐ ται.
Ἔστω γὰρ ὁ ἥλιος πρὸς τῷ θʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ θʹ τὸ εʹ ἄστρον οὐ φαίνεται ἀνατέλλον· προανατέλλει γὰρ αὐτοῦ τὸ θʹ [τουτέστιν ὁ ἥλιος]· ἀλλ’ οὐδὲ δῦνον ὁρα‐226
25θήσεται, ἐπειδήπερ τοῦ εʹ ἄστρου ἐστὶν ἡ ἐσχάτη ἑσπερία φά‐ σις τοῦ ἡλίου ὄντος πρὸς τῷ ζʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ θʹ τὸ εʹ ἄστρον οὐ φαίνεται. Ὁμοίως δὴ δείξομεν ὅτι οὐδὲ τοῦ ἡλίου τὴν ζεʹ περιφέρειαν διαπορευομένου τὸ εʹ ἄστρον οὐ φαίνεται.
30 Λέγω δὴ ὅτι οὐδὲ τὴν εηʹ. Ἔστω γὰρ πάλιν πρὸς τῷ κʹ ὁ ἥλιος· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ κʹ τὸ εʹ ἄστρον οὐ φαίνεται δῦνον· προδύνει γὰρ τὸ εʹ τοῦ κʹ [τουτέστιν τοῦ ἡλίου]· οὐδὲ μὴν ἀνατέλλον ὁρᾶται, ἐπειδήπερ τοῦ εʹ ἄστρου ἐστὶν ἡ ἑῴα πρώτη φάσις τοῦ ἡλίου ὄντος πρὸς τῷ ηʹ· τοῦ
35ἄρα ἡλίου ὄντος πρὸς τῷ κʹ τὸ εʹ ἄστρον οὐ φαίνεται. Ὁμοίως δὴ δείξομεν ὅτι οὐδὲ τοῦ ἡλίου τὴν εηʹ διαπορευομένου τὸ εʹ ἄστρον φαίνεται· ἐδείχθη δὲ ὅτι οὐδὲ τὴν ζεʹ· ὅλην ἄρα τοῦ ἡλίου τὴν ζεηʹ περιφέρειαν διαπορευομένου τὸ εʹ ἄστρον οὐ φαίνεται.

1

.

9

Τὰ πρὸς μεσημβρίαν ἄστρα μᾶλλον τῶν ἐπὶ τοῦ τῶν ζῳ‐ δίων κύκλου ἀπὸ ἐσχάτης ἑσπερίας φάσεως ἑῴαν φάσιν ποιεῖ‐ ται πρώτην πλέονας ἡμέρας ἀφανισθέντα ἤπερ τὰ ἐπὶ τοῦ τῶν ζῳδίων κύκλου.
5 Ἔστω ἐν κόσμῳ ὁρίζων ὁ αβγʹ, μέγιστος δὲ τῶν ἀεὶ φανερῶν ὁ αδεʹ, ὁ δὲ τοῦ ἡλίου κύκλος θέσιν ἐχέτω ὡς τὴν βζγʹ, ἄστρον δὲ τῶν ἀπλανῶν ἔστω τὸ ηʹ μᾶλλον τοῦ τῶν ζῳδίων κύκλου πρὸς μεσημβρίαν· λέγω ὅτι τὸ ηʹ ἄστρον ἀπὸ ἑσπερίας ἐσχάτης φάσεως ἑῴαν πρώτην φάσιν ποιεῖται
10ἀφανισθὲν πλέονας ἡμέρας ἤπερ τὰ ἐπὶ τοῦ τῶν ζῳδίων
κύκλου. Γεγράφθω γὰρ διὰ τοῦ ηʹ μέγιστος κύκλος ἐφαπτόμενος [Omitted graphic marker]τοῦ αδεʹ ὁ ληδμʹ, ὥστε ἀσύμ‐ πτωτον εἶναι τὸ ἀπὸ τοῦ δʹ227
15ἡμικύκλιον ὡς ἐπὶ τὰ δʹ ηʹ μέρη τῷ ἀπὸ τοῦ αʹ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ αʹ μʹ βʹ μέρη, ἄστρον δέ τι ἐπὶ τοῦ τῶν ζῳδίων κύ‐ κλου ἔστω τὸ ζʹ, καὶ τὸ ζʹ
20ἄστρον ἐσχάτως μὲν περικατα‐ λαμβανέσθω ὑπὸ τῶν τοῦ ἡλίου αὐγῶν τοῦ ἡλίου ὄντος πρὸς τῷ θʹ, ἐκφευγέτω δὲ τὰς τοῦ ἡλίου αὐγὰς πρώτως τοῦ ἡλίου
25ὄντος πρὸς τῷ κʹ· τοῦ ἄρα ἡλίου διαπορευομένου τὴν θκʹ περιφέρειαν τὸ ζʹ ἄστρον οὐ φαίνεται. Καὶ ἐπεὶ τὰ ζʹ ηʹ ἄστρα ὁμοῦ δύνει, ἀσύμπτωτον γάρ ἐστιν τὸ ἀπὸ τοῦ δʹ ἡμικύκλιον ὡς ἐπὶ τὰ δʹ ηʹ μέρη τῷ ἀπὸ τοῦ αʹ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ αʹ βʹ μέρη, τὰ ζʹ ηʹ ἄρα
30ἅμα ἐμπίπτει εἰς τὰς τοῦ ἡλίου αὐγάς· καὶ ἔστι τοῦ ζʹ ἄστρου ἡ ἐσχάτη ἑσπερία φάσις τοῦ ἡλίου ὄντος πρὸς τῷ θʹ· καὶ τοῦ ηʹ ἄρα ἄστρου ἐσχάτη ἑσπερία φάσις ἐστὶν τοῦ ἡλίου ὄντος πρὸς τῷ θʹ. Πάλιν ἐπεὶ τὰ ζʹ ηʹ ὁμοῦ δύνει καὶ οὐχ ὁμοῦ ἀνατέλλει ἀλλὰ πρότερον τὸ ζʹ τοῦ ηʹ, δῆλον ὡς καὶ
35πρότερον ἐκφεύγει τὰς τοῦ ἡλίου αὐγὰς τὸ ζʹ· καὶ ἔστι τοῦ ζʹ ἄστρου ἡ ἑῴα πρώτη φάσις τοῦ ἡλίου ὄντος πρὸς τῷ κʹ· τοῦ ἄρα ἡλίου ὄντος πρὸς τῷ κʹ τὸ ηʹ ἄστρον οὔπω ἐκφεύγει τὰς τοῦ ἡλίου αὐγάς· τὸ ηʹ ἄρα ἄστρον ἀπὸ ἐσχάτης ἑσπε‐ ρίας φάσεως ἑῴαν πρώτην φάσιν ποιεῖται πλείονας ἡμέρας
40ἀφανισθὲν ἤπερ τὰ ἐπὶ τοῦ τῶν ζῳδίων κύκλου.228

1

.

10

Τῶν ἀπλανῶν ἄστρων τῶν ἀνατολάς τε καὶ δύσεις ποιου‐ μένων τῶν πρὸς ἄρκτους ὄντων μᾶλλον τοῦ τῶν ζῳδίων κύκλου τινὰ ἑκάστης νυκτὸς ὁρᾶται. Ἔστω ἐν κόσμῳ ὁρίζων ὁ αβγʹ, μέγιστος δὲ τῶν ἀεὶ
5φανερῶν ὁ αδεʹ, ζῳδιακὸς δὲ ὁ βζγʹ, καὶ τοῦ ἡλίου ὄντος πρὸς τῷ ζʹ ἄστρα τινὰ ἔστω τὰ ηʹ θʹ, ὥστε τὸ μὲν ηʹ ἐκφεύ‐ γειν τὰς τοῦ ἡλίου αὐγὰς πρώτως, τὸ δὲ θʹ περικαταλαμβά‐ νεσθαι ἐσχάτως [τουτέστιν ἵν’ ᾖ τοῦ μὲν ηʹ ἡ ἑῴα φαινομένη ἐπιτολή, τοῦ δὲ θʹ ἡ ἑσπερία φαινομένη δύσις], καὶ διὰ
10τῶν ηʹ θʹ μέγιστοι κύκλοι γεγράφθωσαν ἐφαπτόμενοι τοῦ αδεʹ κύκλου οἱ ληκεʹ μθκδʹ, ὥστε τὸ μὲν εηλʹ ἡμικύ‐ κλιον ἀσύμπτωτον εἶναι τῷ ἀπὸ τοῦ αʹ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ γʹ μέρη, τὸ δὲ δθμʹ τῷ ἀπὸ τοῦ αʹ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ βʹ μέρη [τουτέστιν τὸ μὲν ηεʹ ἡμικύκλιον ἐφαρμόζειν ἐπὶ
15τὴν ἀνατολήν, τὸ δὲ θδʹ ἐπὶ τὴν δύσιν], ἄστρον δέ τι πρὸς ἄρκτον ἔστω τὸ κʹ· λέγω δὴ ὅτι τὸ κʹ ἄστρον ἑκάστης νυκ‐ τὸς ὁρᾶται. Κείσθω γὰρ τῇ ζηʹ ἴση ἡ λνʹ, τῇ δὲ ζθʹ ἴση ἡ μξʹ· ἔσται [Omitted graphic marker]δὴ καὶ ἡ μξʹ τῇ λνʹ ἴση, ἐπεὶ
20καὶ ἡ ζθʹ τῇ ζηʹ [διὰ τὸ ὑπο‐ κεῖσθαι τὰ ἄστρα ἐν ἴσῳ χρόνῳ ἐκφεύγειν τὰς τοῦ ἡλίου αὐγάς]. Καὶ ἐπεὶ κατὰ διάμετρόν ἐστι τὸ ηʹ τῷ λʹ καὶ ἔστι τοῦ ηʹ
25ἄστρου ἡ ἑῴα φαινομένη ἐπι‐ τολὴ τοῦ ἡλίου ὄντος πρὸς τῷ ζʹ, ἔσται ἄρα τοῦ ηʹ ἄστρου ἡ ἑσπερία φαινομένη ἐπιτολὴ τοῦ ἡλίου ὄντος πρὸς τῷ νʹ
30[διὰ τὸ ἴσην εἶναι τὴν ζηʹ πε‐ ριφέρειαν τῇ λνʹ περιφερείᾳ]·
καὶ ἔσται ὁ χρόνος ἐν ᾧ ὁ ἥλιος τὴν ζγνʹ περιφέρειαν διαπο‐ ρεύεται τῷ ηʹ ἄστρῳ ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς ἐπὶ τὴν ἑσπερίαν φαινομένην ἐπιτολήν. Πάλιν ἐπεὶ τὸ θʹ τῷ μʹ κατὰ229
35διάμετρόν ἐστιν καὶ ἔστιν ἴση ἡ ζθʹ περιφέρεια τῇ μξʹ περι‐ φερείᾳ καὶ ἔστι τοῦ θʹ ἄστρου ἡ ἑσπερία φαινομένη δύσις τοῦ ἡλίου ὄντος πρὸς τῷ ζʹ, ἔσται ἄρα τοῦ ἡλίου ὄντος πρὸς τῷ ξʹ τοῦ θʹ ἄστρου ἡ ἑῴα φαινομένη δύσις· καὶ ἔσται ὁ χρόνος ἐν ᾧ ὁ ἥλιος τὴν ξβζʹ περιφέρειαν διαπορεύεται τῷ
40θʹ ἄστρῳ ἀπὸ ἑῴας φαινομένης δύσεως ἐπὶ τὴν ἑσπερίαν φαινομένην δύσιν· ἀλλ’ ἐπεὶ δέδεικται ὅτι ἕκαστον τῶν ἀπλα‐ νῶν ἄστρων ἀπὸ ἑῴας φαινομένης ἐπιτολῆς ἑκάστης νυκτὸς ὁρᾶται ἀνατέλλον ἕως τῆς ἑσπερίας φαινομένης ἐπιτολῆς, τὸ ηʹ ἄρα ἄστρον ἑκάστης νυκτὸς ὁρᾶται ἀνατέλλον τοῦ ἡλίου
45διαπορευομένου τὴν ζγνʹ περιφέρειαν· τὸ δὲ ηʹ τῷ κʹ συνα‐ νατέλλει· τὸ κʹ ἄρα ὁραθήσεται ἑκάστης νυκτὸς ἀνατέλλον τοῦ ἡλίου τὴν ζγνʹ περιφέρειαν διαπορευομένου. Πάλιν ἐπεὶ ἕκαστον τῶν ἀπλανῶν ἄστρων ἀπὸ ἑῴας φαινομένης δύσεως ἑκάστης νυκτὸς ὁρᾶται δῦνον ἕως τῆς ἑσπερίας φαινομένης

1

.

10

(50)

δύσεως, τοῦ ἄρα ἡλίου διαπορευομένου τὴν ξβζʹ περιφέ‐ ρειαν φανήσεται τὸ θʹ ἄστρον δῦνον· τὸ δὲ θʹ ἄστρον τῷ κʹ συνδύνει· καὶ τὸ κʹ ἄρα φανήσεται δῦνον τοῦ ἡλίου διαπο‐ ρευομένου τὴν ξβζʹ περιφέρειαν· φανήσεται ἄρα τὸ κʹ ἄστρον ἑκάστης νυκτὸς δῦνον μέν, ὅταν τὴν ξβζʹ περιφέ‐
55ρειαν διαπορεύηται ὁ ἥλιος, ἀνατέλλον δέ, ὅταν τὴν ζγνʹ περιφέρειαν. Καὶ φανερὸν ὅτι τὸ κʹ ἄστρον καὶ δῦνον καὶ ἀνατέλλον φανήσεται τοῦ ἡλίου τὴν ξβζγνʹ περιφέρειαν διαπορευομέ‐ νου· λέγω δὴ ὅτι τοῦ ἡλίου διαπορευομένου καὶ τὴν νμξʹ
60περιφέρειαν τὸ κʹ ἄστρον ἑκάστης νυκτὸς ὁραθήσεται. Ὑποκείσθω γὰρ ὥστε ἴσην εἶναι τὴν βηʹ τῇ γθʹ· ἴση
ἄρα καὶ ἡ γλʹ τῇ βμʹ· ὥστε καὶ ἡ γνʹ τῇ βξʹ ἴση ἐστίν· καὶ ἔστιν ἑκατέρα τῶν βξʹ γνʹ μείζων ἑκατέρας τῶν ηζʹ ζθʹ, τὰς δὲ μείζους περιφερείας ἀπέχοντος τοῦ ἡλίου ὑπὸ τὸν230
65ὁρίζοντα ἐκφεύγει τὰ ἄστρα τὰς τοῦ ἡλίου αὐγάς, ὥστε τοῦ ἡλίου, ὡς νῦν ἔχει ὁ τῶν ζῳδίων κύκλος θέσεως, δια‐ πορευομένου τὴν νμξʹ περιφέρειαν πάντα τὰ ἄστρα φαίνεται τὰ ἐπὶ τῆς βζγʹ περιφερείας· καὶ τὸ κʹ ἄρα φανήσεται· τὸ ἄρα κʹ ἑκάστης νυκτὸς ὁραθήσεται.
70 Ὅτι δὲ ἑκατέρα τῶν βξʹ γνʹ ἑκατέρας τῶν ηζʹ ζθʹ μείζων ἐστί, φανερόν· ἑκατέρα γὰρ τῶν ηζʹ ζθʹ ἀνὰ ἥμισύ ἐστιν ζῳδίου· ἡ ηθʹ ἄρα ζῳδίου ἐστίν, ὥστε καὶ ἡ λμʹ· ἡ ἄρα νμξʹ δύο ζῳδίων ἐστί· λοιπὴ ἄρα ἑκατέρα τῶν ηξʹ θνʹ ἀνὰ τεσσάρων ἡμίσους ζῳδίων ἐστίν· ὧν ἑκατέρα τῶν βηʹ
75θγʹ ἀνὰ δύο ἥμισυ ζῳδίων ἐστίν· λοιπὴ ἄρα ἑκατέρα τῶν βξʹ γνʹ ἀνὰ δύο ζῳδίων ἐστίν· ὥστε ἑκατέρα τῶν βξʹ γνʹ ἑκατέρας τῶν ηζʹ ζθʹ μείζων ἐστίν.

1

.

11

Οὐθὲν τῶν ἐπὶ τοῦ τῶν ζῳδίων κύκλου ἄστρων ὀφθήσεται φερόμενον ὅλον τὸ φανερὸν ἡμισφαίριον οὐδὲ τῶν βορειοτέ‐ ρων, ὅσα δὲ πρὸς μεσημβρίαν οὐ παντάπασι πλησίον ἐστὶ τοῦ τῶν ζῳδίων κύκλου ἐνδέχεται ὀφθῆναι φερόμενα ὅλον
5τὸ φανερὸν ἡμισφαίριον. Ἔστω ἐν κόσμῳ ὁρίζων ὁ αβγδʹ, ζῳδιακὸς δὲ ὁ δβεʹ, ἄστρα δέ τινα πρὸς ἀνατολὰς τὰ αʹ δʹ γʹ, τὸ μὲν δʹ ἐπὶ τοῦ τῶν ζῳδίων κύκλου, τὸ δὲ αʹ πρὸς ἄρκτους, τὸ δὲ γʹ πρὸς μεσημβρίαν· λέγω ὅτι οὔτε τὸ δʹ ὀφθήσεται φερό‐
10μενον ὅλον τὸ φανερὸν ἡμισφαίριον, οὔτε τὸ αʹ, τινὰ δὲ τῶν πρὸς μεσημβρίαν ὡς τὸ γʹ ἐνδέχεται ὀφθῆναι φερόμενα ὅλον
τὸ φανερὸν ἡμισφαίριον. Ἔστω γὰρ ὑπὸ γῆν τὸ δεβʹ ἡμικύκλιον καὶ φαινέσθω τὰ [Omitted graphic marker]αʹ δʹ γʹ ἀνατέλλοντα τοῦ ἡλίου231
15ὄντος πρὸς τῷ εʹ. Ἐπεὶ οὖν τὰ ἐπὶ τοῦ ζῳδιακοῦ ἄστρα κατὰ διάμετρον ὄντα κατὰ συζυ‐ γίαν ἀνατέλλει καὶ δύνει, τοῦ ἄρα δʹ δύνοντος τὸ κατὰ διά‐
20μετρον αὐτῷ τὸ βʹ ἀνατέλλει καὶ τὸ δεβʹ ἡμικύκλιον ἐν τῷ ὑπὲρ γῆν ἔσται· ἡμέρας ἄρα δύνει τὸ δʹ ἄστρον· οὐκ ἄρα τὸ δʹ ἄστρον ὀφθήσεται φερόμενον
25ὅλον τὸ φανερὸν ἡμισφαίριον. Καὶ ἐπεὶ τὰ αʹ δʹ ὁμοῦ ἀνατέλλει καὶ ἔστι τὸ αʹ πρὸς ἄρκτους, ὕστερον ἄρα δύνει τὸ αʹ τοῦ δʹ· ἡμέρας δὲ δύνει τὸ δʹ· καὶ τὸ αʹ ἄρα ἡμέρας δύσεται· ὥστε τὸ αʹ οὐκ ὀφθήσεται φερό‐ μενον ὅλον τὸ φανερὸν ἡμισφαίριον. Πάλιν ἐπεὶ τὰ γʹ δʹ ὁμοῦ
30ἀνατέλλει, τὸ δʹ ἄρα τοῦ γʹ ὕστερον δύνει· ὥστε ἐνδέχεταί τινα ἄστρα πρὸς μεσημβρίαν ληφθῆναι, ὥστε φανῆναι αὐτὰ φερόμενα ὅλον τὸ φανερὸν ἡμισφαίριον· καὶ γὰρ ἐνδέχεταί τινα κύκλον γραφῆναι ὡς τὸν γηʹ, καὶ τὴν γηʹ ὑπὲρ γῆν αὐτοῦ οὖσαν περιφέρειαν ἐλάσσονα εἶναι ἢ ὁμοίαν τῆς δο‐
35θείσης περιφερείας τοῦ παραλλήλου καθ’ οὗ φέρεται ὁ ἥλιος ἐν ᾧ ἡ εδʹ περιφέρεια τοῦ ζῳδιακοῦ ἀνατέλλει.

1

.

12

Τῶν ἄστρων οἷς ἀπὸ τῆς ἑῴας ἀληθινῆς ἐπιτολῆς ἑῴα ἀλη‐ θινὴ δύσις γίνεται δι’ ἐλάσσονος χρόνου ἡμίσους ἐνιαυτοῦ, ᾧ ἐλάσσων ἐστὶν ὁ χρόνος ἡμίσους ἐνιαυτοῦ, τοῦτον τὸν χρό‐
νον τὸ ἄστρον καὶ δύσεται καὶ ἀνατελεῖ τοῦ ἡλίου ὄντος ἐν232
5τῷ ὑπὸ γῆν, ἄλλον δὲ τούτῳ ἴσον χρόνον τὸ ἄστρον οὔτε δύσεται οὔτε ἀνατελεῖ τοῦ ἡλίου ὄντος ἐν τῷ ὑπὸ γῆν. Ἔστω ἐν κόσμῳ ὁρίζων κύκλος ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου κύκλος θέσιν ἐχέτω ὡς τὴν αεγζʹ, καὶ τοῦ ἡλίου ἀνατέλλον‐ τος κατὰ τὸ αʹ ἄστρον τι πρὸς μεσημβρίαν ἀνατελλέτω τὸ
10δʹ· τῷ ἄρα δʹ ἄστρῳ ἡ ἀπὸ ἑῴας ἀληθινῆς ἐπιτολῆς ἑῴα ἀληθινὴ δύσις γίγνεται δι’ ἐλάσσονος χρόνου ἡμίσους ἐνιαυ‐ τοῦ· λέγω δὴ ὅτι ᾧ ἐλάσσων ἐστὶν ὁ χρόνος ἡμίσους ἐνιαυ‐ τοῦ, τοῦτον τὸν χρόνον τὸ δʹ ἄστρον καὶ δύσεται καὶ ἀνα‐ τελεῖ τοῦ ἡλίου ὄντος ἐν τῷ ὑπὸ γῆν, ἄλλον δὲ τούτῳ ἴσον
15χρόνον τὸ δʹ ἄστρον οὔτε δύσεται οὔτε ἀνατελεῖ τοῦ ἡλίου ὄντος ἐν τῷ ὑπὸ γῆν. Ἔστω γὰρ τῷ δʹ ἄστρῳ ἡ ἀληθινὴ ἑῴα δύσις τοῦ ἡλίου [Omitted graphic marker]ὄντος πρὸς τῷ εʹ· ὁ ἄρα χρόνος ἐν ᾧ ὁ ἥλιος τὴν αεʹ
20περιφέρειαν διαπορεύεται ἀπὸ ἑῴας ἀληθινῆς ἐπιτολῆς ἐστιν χρόνος μέχρις ἑῴας ἀληθινῆς δύσεως τοῦ δʹ ἄστρου· ᾧ ἄρα ἐλάσσων ἐστὶν ὁ χρόνος ἡμί‐
25σους ἐνιαυτοῦ, ὁ χρόνος ἐστὶν ἐν ᾧ ὁ ἥλιος τὴν γεʹ περιφέ‐ ρειαν διαπορεύεται. Καὶ ἐπεὶ τοῦ δʹ ἄστρου ἀνατέλλοντος κατὰ τὸ δʹ αἰεὶ ὁ τῶν ζῳδίων
30κύκλος θέσιν ἔχει τὴν αὐτήν, καὶ ἔσται τὸ μὲν αεγʹ ἡμικύκλιον ἐν τῷ ὑπὸ γῆν, τὸ δὲ λοι‐ πὸν ἐν τῷ ὑπὲρ γῆν τὸ γζαʹ, καὶ τοίνυν, ὅταν τὸ δʹ ἀνατέλλῃ καὶ ὁ ἥλιος τὴν αεγʹ περιφέρειαν διαπορεύηται, ἐν τῷ ὑπὸ
γῆν αὐτὴν διελεύσεται· ὥστε καὶ τὴν γεʹ· τοῦ ἄρα ἡλίου233
35τὴν γεʹ περιφέρειαν διαπορευομένου ἐν τῷ ὑπὸ γῆν, τὸ δʹ ἄστρον ἀνατέλλει μέν, οὐ πάντως δὲ καὶ φανήσεται ἀνατέλ‐ λον. Κείσθω δὴ τῇ εγʹ περιφερείᾳ ἴση τε καὶ ἀπεναντίον ἡ αζʹ· καὶ ἐπεὶ τοῦ δʹ ἄστρου ἐστὶν ἡ ἑῴα ἀληθινὴ δύσις τοῦ ἡλίου ὄντος πρὸς τῷ εʹ, δῆλον ὡς τοῦ δʹ δύνοντος ὁ ἥλιος
40ἀνατέλλει κατὰ τὸ εʹ καὶ ἔτι τὸ μὲν εγζʹ ἡμικύκλιον ἐν τῷ ὑπὸ γῆν ἔσται, τὸ δὲ λοιπὸν ἐν τῷ ὑπὲρ γῆν τὸ ζαεʹ· καὶ τοίνυν, ὅταν τὸ δʹ δύνῃ καὶ ὁ ἥλιος τὴν εγζʹ περιφέρειαν διαπορεύηται, ἐν τῷ ὑπὸ γῆν αὐτὴν διελεύσεται· ὥστε καὶ τὴν εγʹ· τοῦ ἄρα ἡλίου τὴν εγʹ περιφέρειαν διαπορευομένου
45ἐν τῷ ὑπὸ γῆν, τὸ δʹ ἄστρον δύνει· ἐδείχθη δὲ καὶ τοῦ ἡλίου τὴν εγʹ περιφέρειαν διαπορευομένου ἐν τῷ ὑπὸ γῆν, τὸ δʹ ἄστρον ἀνατέλλον· τοῦ ἄρα ἡλίου τὴν εγʹ περιφέρειαν δια‐ πορευομένου ἐν τῷ ὑπὸ γῆν, τὸ δʹ ἄστρον καὶ δύσεται καὶ ἀνατελεῖ.

1

.

12

(50)

Λέγω δὴ ὅτι τοῦ ἡλίου διαπορευομένου τὴν ζαʹ περιφέ‐ ρειαν ὑπὸ γῆν, τὸ δʹ ἄστρον οὔτε δύνει οὔτε ἀνατέλλει τοῦ ἡλίου ὄντος ἐν τῷ ὑπὸ γῆν. Ἐπεὶ γὰρ τοῦ δʹ ἄστρου ἀνατέλλοντος τὸ μὲν αεγʹ ἡμι‐ κύκλιον ἐν τῷ ὑπὸ γῆν ἐστιν, τὸ δὲ γζαʹ ἐν τῷ ὑπὲρ γῆν,
55καὶ τοίνυν, ὅταν τὸ δʹ ἀνατέλλῃ καὶ ὁ ἥλιος τὴν γζαʹ περι‐ φέρειαν διαπορεύηται, ἐν τῷ ὑπὲρ γῆν αὐτὴν διελεύσεται· ὥστε καὶ τὴν ζαʹ· τοῦ ἄρα ἡλίου τὴν ζαʹ περιφέρειαν ἐν τῷ ὑπὲρ γῆν διαπορευομένου, τὸ δʹ ἄστρον ἀνατέλλει. Πάλιν ἐπεὶ τοῦ δʹ δύνοντος τὸ μὲν ζαεʹ ἡμικύκλιον ἐν τῷ ὑπὲρ
60γῆν ἐστιν, τὸ δὲ εγζʹ ἐν τῷ ὑπὸ γῆν, καὶ τοίνυν, ὅταν τὸ δʹ δύνῃ καὶ ὁ ἥλιος τὴν ζαεʹ περιφέρειαν διαπορεύηται, ἐν τῷ ὑπὲρ γῆν αὐτὴν διελεύσεται· ὥστε καὶ τὴν ζαʹ· τοῦ ἄρα ἡλίου τὴν ζαʹ διαπορευομένου ἐν τῷ ὑπὲρ γῆν, τὸ δʹ ἄστρον
καὶ δύσεται καὶ ἀνατελεῖ· ὥστε τοῦ ἡλίου τὴν ζαʹ περιφέ‐234
65ρειαν διαπορευομένου ἐν τῷ ὑπὸ γῆν, τὸ δʹ ἄστρον οὔτε δύ‐ σεται οὔτε ἀνατελεῖ.

1

.

13

Τῶν ἄστρων οἷς ἀπὸ τῆς ἑῴας ἀληθινῆς ἐπιτολῆς ἑῴα ἀληθινὴ δύσις γίνεται διὰ πλείονος χρόνου ἡμίσους ἐνιαυτοῦ, ᾧ πλείων ἐστὶν ὁ χρόνος ἡμίσους ἐνιαυτοῦ, τοῦτον τὸν χρό‐ νον τὸ ἄστρον οὔτε δύσεται οὔτε ἀνατελεῖ τοῦ ἡλίου ὄντος
5ἐν τῷ ὑπὸ γῆν, ἄλλον δὲ αὐτῷ ἴσον χρόνον καὶ δύσεται τὸ ἄστρον καὶ ἀνατελεῖ τοῦ ἡλίου ὄντος ἐν τῷ ὑπὸ γῆν. Ἔστω ἐν κόσμῳ ὁρίζων ὁ αβγδʹ, ὁ δὲ τοῦ ἡλίου κύκλος [Omitted graphic marker]θέσιν ἐχέτω τὴν αεγζʹ, ὑπὸ γῆν δὲ ἔστω τὸ αεγʹ ἡμικύ‐
10κλιον, καὶ τοῦ ἡλίου ἀνατέλλον‐ τος κατὰ τὸ αʹ ἄστρα τινὰ τῶν ἀπλανῶν ἀνατελλέτω τὰ αʹ βʹ δʹ, καὶ ἔστω πρὸς ἄρκ‐ τους τὸ βʹ· τῷ βʹ ἄρα ἄστρῳ
15ἡ ἀπὸ ἑῴας ἀληθινῆς ἐπιτολῆς ἑῴα ἀληθινὴ δύσις γίγνεται διὰ πλείονος χρόνου ἡμίσους ἐνιαυ‐ τοῦ· λέγω δὴ ὅτι ᾧ πλείων ἐστὶν ὁ χρόνος ἡμίσους ἐνιαυ‐
20τοῦ, τοῦτον τὸν χρόνον τὸ βʹ ἄστρον οὔτε δύσεται οὔτε ἀνατελεῖ τοῦ ἡλίου ὄντος ἐν τῷ ὑπὸ γῆν, ἄλλον δὲ τούτῳ ἴσον χρόνον τὸ βʹ ἄστρον καὶ δύσε‐ ται καὶ ἀνατελεῖ τοῦ ἡλίου ὄντος ἐν τῷ ὑπὸ γῆν. Ἔστω γὰρ τοῦ βʹ ἄστρου ἡ ἑῴα ἀληθινὴ δύσις τοῦ ἡλίου
25διελθόντος τὴν αεγζʹ περιφέρειαν καὶ ὄντος πρὸς τῷ ζʹ·
ᾧ ἄρα πλείων χρόνος ἐστὶν ἡμίσους ἐνιαυτοῦ, ὁ χρόνος ἐστὶν ἐν ᾧ ὁ ἥλιος τὴν γζʹ περιφέρειαν διαπορεύεται· λέγω ὅτι τοῦ ἡλίου τὴν γζʹ περιφέρειαν διαπορευομένου ἐν τῷ ὑπὸ γῆν τὸ βʹ ἄστρον οὔτε δύσεται οὔτε ἀνατελεῖ.235
30 Ἐπεὶ γάρ, ὅτε τὸ βʹ ἀνατέλλει, τὸ μὲν αεγʹ ἐστὶν ἐν τῷ ὑπὸ γῆν, τὸ δὲ γζαʹ ἐν τῷ ὑπὲρ γῆν, καὶ τοίνυν, ὅταν τὸ βʹ ἀνατέλλῃ καὶ ὁ ἥλιος τὴν γζαʹ διαπορεύηται, ἐν τῷ ὑπὲρ γῆν αὐτὴν διελεύσεται· ὥστε καὶ τὴν γζʹ· τοῦ ἄρα ἡλίου τὴν γζʹ διαπορευομένου ἐν τῷ ὑπὲρ γῆν, τὸ βʹ ἄστρον ἀνα‐
35τελεῖ μέν, οὐ φανήσεται δὲ ἀνατέλλον. Κείσθω δὴ τῇ γζʹ ἴση τε καὶ ἀπεναντίον ἡ αεʹ· καὶ ἐπεὶ τοῦ βʹ ἄστρου ἐστὶν ἡ ἀληθινὴ ἑῴα δύσις τοῦ ἡλίου ὄντος πρὸς τῷ ζʹ, τοῦ ἄρα βʹ δύνοντος ὁ ἥλιος ἀνατέλλει κατὰ τὸ ζʹ· ὅταν δὲ τὸ ζʹ ἀνατέλλῃ, τὸ εʹ δύνει· καὶ ἔσται τὸ μὲν εγζʹ ἡμικύκλιον
40ἐν τῷ ὑπὲρ γῆν, τὸ δὲ ζαεʹ ἐν τῷ ὑπὸ γῆν· καὶ τοίνυν, ὅταν τὸ βʹ δύνῃ καὶ ὁ ἥλιος τὴν εγζʹ διαπορεύηται, ἐν τῷ ὑπὲρ γῆν αὐτὴν διελεύσεται· ὥστε καὶ τὴν γζʹ· τοῦ ἄρα ἡλίου τὴν γζʹ περιφέρειαν διαπορευομένου ἐν τῷ ὑπὲρ γῆν, δύνει μὲν τὸ βʹ ἄστρον, οὐ φαίνεται δέ· τοῦ ἄρα ἡλίου τὴν γζʹ
45περιφέρειαν διαπορευομένου ἐν τῷ ὑπὲρ γῆν, τὸ βʹ ἄστρον καὶ δύνει καὶ ἀνατέλλει· ὥστε τοῦ ἡλίου τὴν γζʹ περιφέρειαν διαπορευομένου ἐν τῷ ὑπὸ γῆν, τὸ βʹ ἄστρον οὔτε δύσεται οὔτε ἀνατελεῖ. Λέγω δὴ ὅτι τοῦ ἡλίου τὴν αεʹ περιφέρειαν διαπορευομένου

1

.

13

(50)

ἐν τῷ ὑπὸ γῆν τὸ βʹ ἄστρον καὶ δύσεται καὶ ἀνατελεῖ. Ἐπεὶ γὰρ τοῦ βʹ ἀνατέλλοντος τὸ μὲν αεγʹ ἡμικύκλιον ἐν τῷ ὑπὸ γῆν ἐστι, τὸ δὲ γζαʹ ἐν τῷ ὑπὲρ γῆν, καὶ τοίνυν, ὅταν τὸ βʹ ἀνατέλλῃ καὶ ὁ ἥλιος τὴν αεγʹ διαπορεύηται, ἐν
τῷ ὑπὸ γῆν αὐτὴν διελεύσεται· ὥστε καὶ τὴν αεʹ. Πάλιν236
55ἐπεὶ τοῦ βʹ δύνοντος τὸ μὲν ζαεʹ ἐστὶν ἐν τῷ ὑπὸ γῆν, τὸ δὲ ζγεʹ ἐν τῷ ὑπὲρ γῆν, καὶ τοίνυν, ὅταν τὸ βʹ δύνῃ καὶ ὁ ἥλιος τὴν ζαεʹ διαπορεύηται, ἐν τῷ ὑπὸ γῆν αὐτὴν διελεύ‐ σεται· ὥστε καὶ τὴν αεʹ· τοῦ ἄρα ἡλίου τὴν αεʹ περιφέρειαν διαπορευομένου ἐν τῷ ὑπὸ γῆν, τὸ βʹ ἄστρον καὶ δύσεται
60καὶ ἀνατελεῖ.237

2

t

ΑΥΤΟΛΥΚΟΥ ΠΕΡΙ ΕΠΙΤΟΛΩΝ ΚΑΙ ΔΥΣΕΩΝ τὸ δεύτερον

2

.

1

Τοῦ ζῳδιακοῦ ἓν δωδεκατημόριον ἐν ᾧ ἐστιν ὁ ἥλιος οὔτε ἐπιτέλλον οὔτε δυόμενον ὁρᾶται, ἀλλὰ κρύψιν ἄγον· ὁμοίως δὲ καὶ τὸ κατὰ διάμετρον αὐτῷ οὔτε δῦνον οὔτε ἐπιτέλλον θεωρεῖται, ἀλλ’ ὅλας τὰς νύκτας ὑπὲρ γῆς φαινό‐
5μενον. Ἔστω ὁ τῶν ζῳδίων κύκλος ὁ αβʹ, ὁρίζων δὲ ὁ γδʹ, καὶ ἀνατολὴ μὲν τοῦ ἡλίου ἔστω ἐπὶ τοῦ δʹ, δύσις δὲ ἐπὶ τοῦ γʹ, καὶ ὁ κόσμος ἀπὸ τῆς δʹ ἀνατολῆς ἐπὶ δύσιν τὴν γʹ στρεφέσθω, ὁ δὲ ἥλιος εἰς τὰ ἐναντία τῷ ζῳδιακῷ κινείσθω,
10καὶ ἀπειλήφθω ζῳδίου περιφέρεια ἡ δεʹ, καὶ τετμήσθω δίχα κατὰ τὸ ζʹ· λέγω ὅτι ἡ εδʹ περιφέρεια οὔτε ἀνατέλλου‐ σα οὔτε δύνουσα ὁρᾶται, οὐδὲ μὴν ἡ κατὰ διάμετρον, ἀλλὰ μόνην τὴν ὑπὲρ γῆν φορὰν φανερὰν ποιουμένη τοῦ ἡλίου ὄντος ὑπὸ γῆν.
15 Ἐπεὶ γὰρ ὑπόκειται τὰς αὐγὰς ἐκφεύγειν τὰ ἄστρα τὰς τοῦ ἡλίου, ἐὰν τοῦ ὁρίζοντος ὑπὸ γῆν ἥμισυ ζῳδίου ἀπέχῃ ὁ ἥλιος, ἡμίσους δὲ ζῳδίου ἐστὶν ἡ ζδʹ περιφέρεια, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ ζʹ ὄντος τὸ δʹ ἄστρον ἑῴαν φαινομένην ἀνα‐ τολὴν ποιεῖται· ἡ ἄρα ζδʹ περιφέρεια νυκτὸς ἀνατέλλουσα
20οὐχ ὁρᾶται· δῆλον δὲ ὅτι οὐδὲ ἡ ζεʹ ἀνατέλλουσα ὁρᾶται· ὅλη ἄρα ἡ εδʹ περιφέρεια ἀνατέλλουσα οὐχ ὁρᾶται. Διὰ τὰ [Omitted graphic marker]αὐτὰ δὴ οὐδὲ δύνουσα ὁρᾶται ὅλη ἡ εδʹ περιφέρεια τοῦ ἡλίου ὄντος ἐπὶ τοῦ ζʹ, οὐδὲ μὴν ἡ238
25κατὰ διάμετρον αὐτῇ ἡ γηʹ· τῆς γὰρ εδʹ περιφερείας ἀνα‐ τελλούσης ἡ κατὰ διάμετρον αὐτῇ ἡ γηʹ δύνει, τῆς δὲ εδʹ δυνούσης ἡ κατὰ διάμετρον
30ἀνατέλλει· ἡ ἄρα εδʹ περι‐ φέρεια οὔτε ἀνατέλλουσα οὔτε δύνουσα ὁρᾶται, οὐδὲ μὴν ἡ κατὰ διάμετρον, ἀλλ’ ὅλην τὴν ὑπὲρ γῆς φορὰν φανερὰν ποιουμένη.

2

.

2

Τῶν δώδεκα ζῳδίων τὸ προηγούμενον τοῦ ἐν ᾧ ἐστιν ὁ ἥλιος ἐπιτέλλον ἑῷον φαίνεται, τὸ δὲ ἑπόμενον ἑσπέριον δῦνον. Ἔστω ὁ τῶν ζῳδίων κύκλος ὁ αβʹ, ὁρίζων δὲ ὁ γδʹ, [Omitted graphic marker]καὶ δωδεκατημορίου περιφέ‐
5ρεια ἀφῃρήσθω ἡ εδʹ, καὶ κατὰ μέσης αὐτῆς ἔστω ὁ ἥλιος, καὶ ἡγούμενον μὲν τοῦ ἡλίου ἔστω δωδεκατημόριον τὸ δηʹ, ἀκολουθοῦν δὲ τὸ εθʹ· λέγω
10ὅτι ἡ μὲν δηʹ περιφέρεια ἑῴαν ἀνατολὴν ποιεῖται, ἡ δὲ εθʹ ἑσπερίαν δύσιν. Ἡ μὲν γὰρ δηʹ περιφέρεια ὑπὲρ ἥμισυ ζῳδίου περιφερείας
15ἀπέχουσα ἀνατέλλουσα ὁρᾶται,
ὥστε ἑῴαν ἀνατολὴν ποιεῖται, ἡ δὲ δεʹ οὐχ ὁρᾶται ἀνατέλλουσα, ἡ δὲ εθʹ ἡμέρας ἀνατέλ‐ λουσα οὐχ ὁρᾶται. Στρεφομένου δὲ τοῦ κόσμου ἡ μὲν δηʹ περιφέρεια ἑῴαν ἀνατολὴν ποιεῖται, ἡ δὲ δεʹ οὐχ ὁρᾶται239
20ἀνατέλλουσα, ἡ δὲ εθʹ περιφέρεια ὑπὲρ ἥμισυ ζῳδίου περι‐ φερείας ἀπέχουσα φαίνεται δύνουσα, ὥστε ἑσπερίαν δύσιν ποιεῖται ἡ εθʹ, ἡ δὲ δηʹ ἑῴαν ἀνατολήν.

2

.

3

Ἐν τῷ τῆς νυκτὸς χρόνῳ ἕνδεκα ζῳδίων περιφέρεια θεω‐ ρεῖται, ἓξ μὲν τῶν προανατεταλκότων, πέντε δὲ τῶν ἀνα‐ τελλόντων. Ἔστω τῶν ζῳδίων κύκλος ὁ αβʹ, ὁρίζων δὲ ὁ γδʹ, καὶ
5[Omitted graphic marker]ἀφῃρήσθω ζῳδίου περιφέρεια ἡ γεʹ, καὶ περὶ μέσην αὐτὴν ἔστω ὁ ἥλιος ἐπὶ τοῦ ζʹ. Ἐπεὶ οὖν ὑπόκειται τὰ ἄστρα ἐκφεύ‐ γειν τὰς τοῦ ἡλίου αὐγὰς τοῦ
10ἡλίου ὄντος ἐπὶ τοῦ ζʹ τόπου, δῆλον ὅτι τὸ γʹ ἄστρον ἑσπερίαν φαινομένην δύσιν ποιεῖται· ὥστε ὅλον τὸ γαδʹ ἡμικύκλιον ἓξ ζῳδίων ἐστί· λοιπῶν ἄρα ἓξ
15ζῳδίων ὑπαρχόντων ἐν τῷ γβδʹ ἡμικυκλίῳ καὶ ἑνὸς κατεχομέ‐ νου τοῦ γεʹ ὑπὸ τοῦ ἡλίου, τὰ λοιπὰ πέντε ἀνατέλλοντά ἐστιν· ὥστε ἕνδεκα ζῴδια φαίνεται.

2

.

4

Τῶν ἀπλανῶν ἄστρων ὅσα ἀπολαμβάνεται ὑπὸ τοῦ ζῳδια‐ κοῦ ἐπὶ τὰ πρὸς ἄρκτον ἢ ἐπὶ τὰ πρὸς μεσημβρίαν μέρη, ἐκεῖνα ἀπὸ τῆς ἑῴας ἐπιτολῆς ἐπὶ τὴν ἑσπερίαν ἐπιτολὴν
παρέσται διὰ πενταμήνου.240
5 Ἔστω ὁρίζων τὸ φανερὸν καὶ τὸ ἀφανὲς ὁ αβʹ, καὶ τρο‐ [Omitted graphic marker]πικοὶ μὲν ἔστωσαν οἱ γδʹ εζʹ, ἰσημερινὸς δὲ ὁ ηθʹ, ὁ δὲ τῶν ζῳδίων κύκλος ὁ κηλθʹ, καὶ ἔστω ἐπὶ τῆς ἀνατολῆς τρία
10ἄστρα τὰ μʹ θʹ νʹ· λέγω ὅτι τὰ μʹ θʹ νʹ ἀπὸ ἑῴας ἀνατολῆς ἑσπερίαν ἀνατολὴν ποιεῖται διὰ πενταμήνου. Ἀφῃρήσθω γὰρ ζῳδίου πε‐
15ριφέρεια ἡ θξʹ, καὶ τετμήσθω δίχα κατὰ τὸ οʹ, καὶ ἐπὶ τοῦ οʹ ἔστω ὁ ἥλιος· νῦν μὲν δὴ ἑῴαν ἀνατολὴν ποιήσεται τὰ μʹ θʹ νʹ· ὁ δὴ ἥλιος εἰς τὰ ἐναντία τῶν ζῳδίων κινούμενος
20πέντε ζῳδίων περιφέρειαν κεκινήσθω καὶ ἔστω ἐπὶ τοῦ πʹ τόπου· ἀπὸ μὲν ἄρα τοῦ οʹ τόπου ὁ ἥλιος κινηθήσεται πέντε ζῳδίων περιφέρειαν, ἀπὸ δὲ τοῦ ηʹ ἡμίσους ζῳδίου περιφέ‐ ρειαν, καὶ δύνοντος τοῦ ηʹ τὰ μʹ θʹ νʹ ἄστρα ἀπὸ ἑῴας ἀνα‐ τολῆς ἑσπερίαν ἀνατολὴν ποιεῖται.

2

.

5

Τοῖς οἰκοῦσι τὴν βόρειον ζώνην ἕκαστον τῶν ἀπλανῶν [Omitted graphic marker]ἄστρων τάς τε ἀνατολὰς καὶ τὰς δύσεις ἑσπερίας τε καὶ ἑῴας δι’ ἐνιαυτοῦ ποιεῖται.
5 Ἔστω ὁρίζων μὲν ὁ αβʹ, τροπικοὶ δὲ οἱ γδʹ εζʹ, ἰσημε‐ ρινὸς δὲ ὁ ηθʹ, ὁ δὲ τῶν ζῳδίων κύκλος ὁ κηλθʹ, καὶ ἄστρον τι βορειότερον ἔστω τὸ μʹ·
10λέγω ὅτι τὸ μʹ ἄστρον ἀπὸ ἑῴας ἀνατολῆς ἐπὶ ἑῴαν ἀνα‐
τολὴν παρέσται δι’ ἐνιαυτοῦ. Ἀφῃρήσθω γὰρ ἥμισυ ζῳδίου ἡ θνʹ, καὶ τοῦ ἡλίου ἐπὶ τοῦ νʹ γενομένου τὸ θʹ ἄστρον ἑῷον ἀνατελλέτω, καὶ241
15τῇ ἑξῆς νυκτὶ ἀφῃρήσθω περιφέρεια ἡ νξʹ, καὶ τῇ νξʹ ἔστω ἴση ἡ οθʹ, καὶ κοινὴ προσειλήφθω ἡ νοʹ· ὅλη ἄρα ἡ ξοʹ ὅλῃ τῇ νθʹ ἴση ἐστίν· ἡ δὲ νθʹ ἡμίσους ἐστὶ ζῳδίου· καὶ ἡ ξοʹ ἄρα ἡμίσους ἐστὶ ζῳδίου περιφέρεια· καὶ ἐπεὶ τοῦ νʹ προανατέλλει τὸ θʹ, τῷ δὲ θʹ ἅμα ἐστὶν συνανα‐
20τέλλον τὸ μʹ, πρότερον ἄρα τὸ μʹ τοῦ νʹ ἀνατέλλει. Καὶ τοῦτο αἰεὶ ἔσται ἕως ἂν ὁ ἥλιος ἐκπεριελθὼν ὅλην τὴν νληκθνʹ περιφέρειαν ἀφίκηται ἐπὶ τὸ νʹ· ὥστε τὸ μʹ ἄστρον ἀπὸ ἑῴας ἀνατολῆς ἐπὶ ἑῴαν ἀνατολὴν παρέσται δι’ ἐνιαυτοῦ· τὸ αὐτὸ δὲ ἔσται καὶ ἐπὶ τῆς ἑσπερίας ἐπιτολῆς.
25 Πάλιν τῶν αὐτῶν ὑποκειμένων, ἐπεὶ τὸ μʹ ἄστρον τοῦ θʹ βορειότερόν ἐστιν ἅμα δὲ αὐτῷ συνανατέλλει, οὐχ ἅμα ἄρα αὐτῷ δύσεται. Συνδύσεται οὖν τῷ μʹ τῶν ἑπομένων τι τῷ [Omitted graphic marker]θʹ. Συνδυνέτω τὸ νʹ, καὶ τῷ νʹ ἔστω κατὰ διάμετρον τὸ ξʹ,
30καὶ ἀφῃρήσθω ἥμισυ ζῳδίου περιφέρεια ἡ ξοʹ· τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ οʹ γενομένου τὸ ξʹ ἄστρον ἑῷον ἀνατέλλει, τὸ δὲ νʹ ἑῷον δύνει· καὶ τὸ μʹ
35ἄρα ἑῷον δύνει· ἐν δὲ τῷ τῆς ἡμέρας χρόνῳ ὁ ἥλιος διερχέσθω περιφέρειαν τὴν οπʹ, καὶ τῇ ποʹ ἴση ἔστω ἡ ρξʹ· κοινὴ προσει‐ λήφθω ἡ ροʹ· ἡ ἄρα ξοʹ ὅλῃ
40τῇ ρπʹ ἴση ἐστίν· ἡ δὲ ξοʹ ἡμί‐ σους ζῳδίου περιφέρειά ἐστιν·
καὶ ἡ ρπʹ ἄρα ἡμίσους ζῳδίου περιφέρειά ἐστιν· τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ πʹ ὄντος τὸ ρʹ ἑῷον ἀνατέλλει· καὶ προανα‐ τέλλει τὸ ξʹ τοῦ ρʹ, τοῦ δὲ ξʹ ἀνατέλλοντος τὸ νʹ ἑῷον δύνει,242
45καὶ συνδύνει αὐτῷ τὸ μʹ· τὸ μʹ ἄρα ἑῷον δύνει τοῦ ἡλίου ἐπὶ τοῦ πʹ ὄντος. Καὶ τοῦτο αἰεὶ ἔσται ἕως ἂν ὁ ἥλιος ἐκπεριελθὼν ὅλον τὸν κύκλον ἀφίκηται ἐπὶ τὸ οʹ δι’ ἐνιαυ‐ τοῦ· τὸ αὐτὸ δὲ ἔσται καὶ ἐπὶ τῆς ἑσπερίας δύσεως.

2

.

6

Ἕκαστον τῶν ἐπὶ τοῦ ζῳδιακοῦ τεταγμένων ἄστρων ἀπὸ τῆς ἑῴας ἐπιτολῆς ἐπὶ τὴν ἑσπερίαν ἐπιτολὴν παραγίγνεται, ἀπὸ δὲ τῆς ἑσπερίας ἐπιτολῆς ἐπὶ τὴν ἑῴαν δύσιν παραγίγνε‐ ται, ἀπὸ δὲ τῆς ἑῴας δύσεως ἐπὶ τὴν ἑσπερίαν δύσιν, ἀπὸ
5δὲ τῆς ἑσπερίας δύσεως ἐπὶ τὴν ἑῴαν ἐπιτολήν· καὶ ἀπὸ μὲν τῆς ἑσπερίας δύσεως ἐπὶ τὴν ἑῴαν ἐπιτολὴν δι’ ἡμερῶν τριά‐ κοντα καὶ τοῦτον τὸν χρόνον οὔτε ἀνατέλλον οὔτε δῦνον ὁρᾶ‐ ται, ἀπὸ δὲ τῆς ἑῴας ἐπιτολῆς ἐπὶ τὴν ἑσπερίαν ἐπιτολὴν διὰ πέντε μηνῶν παραγίγνεται καὶ τοῦτον τὸν χρόνον ἀνα‐
10τέλλον θεωρηθήσεται, ἀπὸ δὲ τῆς ἑσπερίας ἐπιτολῆς ἐπὶ τὴν ἑῴαν δύσιν παρέσται δι’ ἡμερῶν τριάκοντα καὶ οὔτε ἀνατέλ‐ λον οὔτε δυόμενον φαίνεται, ἀπὸ δὲ τῆς ἑῴας δύσεως ἐπὶ τὴν ἑσπερίαν δύσιν διὰ πέντε μηνῶν παραγίγνεται καὶ τοῦ‐ τον τὸν χρόνον δυόμενον ὁρᾶται.
15 Ἔστω ὁρίζων ὁ αβʹ τὸ φανερὸν καὶ τὸ ἀφανὲς τῆς σφαίρας, ζῳδιακὸς δὲ ὁ γδʹ, καὶ ἄστρον τι ἔστω ἐπὶ τῆς ἀνατολῆς τὸ δʹ, καὶ ἀπειλήφθω ἡμίσους ζῳδίου περιφέρεια ἡ δεʹ, καὶ πάλιν ἡ ζγʹ καὶ ἡ γηʹ καὶ ἡ θδʹ· φανερὸν δὴ ὅτι τοῦ ἡλίου ἐπὶ τοῦ εʹ σημείου ὄντος τὸ δʹ ἄστρον ἑῴαν ἐπιτολὴν ποιεῖ‐
20ται. Ἔστω δὲ ἣν πορεύεται ὁ ἥλιος ἐν τῇ νυκτὶ περιφέρεια ἡ εκʹ, καὶ τῇ εκʹ ἴση ἀπειλήφθω ἡ δλʹ, καὶ κοινὴ ἡ [Omitted graphic marker]λεʹ· ὅλη ἄρα ἡ δεʹ ὅλῃ τῇ λκʹ ἴση ἐστίν· ἡμίσους δὲ ζῳδίου ἐστὶν ἡ δεʹ· ἡμίσους ἄρα καὶ ἡ243
25λκʹ· τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ λʹ ἄστρον ἐπιτελλό‐ μενον ὁρᾶται ἑῷον· καὶ προ‐ ανατέλλει αὐτοῦ τὸ δʹ. Καὶ τοῦ‐ το αἰεὶ ἔσται ἕως ἂν ὁ ἥλιος
30ἀφίκηται ἐπὶ τὸ ζʹ σημεῖον· καὶ γενομένου ἐπὶ τὸ ζʹ καὶ ἀπέχοντος ἡμίσους ζῳδίου περι‐ φέρειαν τὴν γζʹ, τὸ δʹ ἄστρον ἑσπερίαν ἐπιτολὴν ποιεῖται· τὸ
35ἄρα δʹ ἄστρον ἀπὸ ἑῴας ἐπιτολῆς ἐπὶ ἑσπερίαν ἐπιτολὴν παρα‐ γίγνεται διὰ πενταμήνου· πέντε γὰρ ζῳδίων ἐστὶν ἡ εζʹ περι‐ φέρεια καὶ φανερὸν ὅτι πέντε ζῴδια διὰ πενταμήνου διέρχεται. Ὁμοίως δὴ δειχθήσεται καὶ τὰ λοιπὰ τὰ διὰ τῆς προτάσεως· ἀκολούθως γὰρ τὴν ζγηʹ περιφέρειαν διελθὼν ὁ ἥλιος ἑνὸς
40ζῳδίου οὖσαν τὴν ἑῴαν δύσιν ποιεῖται τῷ δʹ ἄστρῳ· καὶ φανερὸν ὡς διὰ ἡμερῶν τριάκοντα· ἔτι δὲ τὴν ηθʹ διελθὼν πέντε ζῳδίων οὖσαν τὴν ἑσπερίαν δύσιν ποιεῖται τῷ δʹ ἄστρῳ καὶ διὰ μηνῶν πέντε· πάλιν δὲ τὴν θδεʹ ὁ ἥλιος διερχό‐ μενος καὶ ἐπὶ τὸ εʹ παραγενόμενος τὴν ἑῴαν ἀνατολὴν ποιεῖ
45τῷ δʹ ἄστρῳ καὶ διὰ ἡμερῶν τριάκοντα· ἑνὸς γὰρ ζῳδίου δίεισιν περιφέρειαν.

2

.

7

Ὅσα ἀπολαμβάνεται ὑπὸ τοῦ ζῳδιακοῦ ἐπὶ τὰ πρὸς ἄρ‐ κτους, ἐκείνων αἱ ἑῷαι δύσεις τῶν ἑῴων ἐπιτολῶν προηγοῦν‐
ται, ὅσα δὲ ἀπολαμβάνεται ὑπὸ τοῦ ζῳδιακοῦ ἐπὶ τὰ πρὸς μεσημβρίαν, ἐκείνων αἱ ἑῷαι ἐπιτολαὶ τῶν ἑῴων δύσεων244
5προηγοῦνται. Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων κύκλος ὁ γδʹ, [Omitted graphic marker]καὶ ἄστρον τι ἐπὶ τῆς ἀνατολῆς ἔστω τὸ δʹ, βορειότερον δὲ τὸ ηʹ· τὸ ἄρα δʹ ἄστρον τῷ ηʹ
10ἄστρῳ ἅμα μὲν ἀνατέλλει, οὐχ ἅμα δὲ δύνει· ὥστε τῶν ἑπο‐ μένων τινὶ τῷ δʹ ἄστρῳ τὸ ηʹ συνδύσεται. Συνδυνέτω τῷ θʹ, καὶ ἔστω τῷ θʹ κατὰ διάμε‐
15τρον τὸ εʹ, καὶ ἀπειλήφθω ἡμί‐ σους ζῳδίου περιφέρεια ἡ δκʹ, καὶ ἔτι ἡ ελʹ. Καὶ ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει,
20τῷ δὲ δʹ ἅμα ἀνατέλλει τὸ ηʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ ηʹ ἑῷον ἀνατέλλει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ λʹ τό‐ που ὄντος τὸ εʹ ἑῷον ἀνατέλλει, τοῦ δὲ εʹ ἀνατέλλοντος τὸ θʹ δύνει καὶ τὸ ηʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ ηʹ ἑῷον δύνει· [συνδύνει γὰρ τὸ ηʹ τῷ θʹ]· ἀλλὰ καὶ ἐπὶ τοῦ κʹ ὄντος
25ἑῷον ἀνατέλλει· ὥστε ἐν ᾧ ὁ ἥλιος τὴν κγελʹ περιφέρειαν δίεισιν, τὸ ηʹ ἄστρον ἑῷον δύνει· καὶ ἔστι μείζων ἡ κγελʹ περιφέρεια τῆς λδκʹ περιφερείας καὶ προηγεῖται τὸ λʹ τοῦ κʹ· ἀπὸ ἄρα ἑῴας ἀνατολῆς ἐπὶ ἑῴαν δύσιν παραγί‐ γνεται ὕστερον καὶ ἀπὸ ἑῴας δύσεως ἐπὶ ἑῴαν ἀνατολὴν πρό‐
30τερον. Πάλιν ἔστω ἐπὶ τῆς ἀνατολῆς νοτιώτερον τὸ μʹ ἄστρον· καὶ ἐπεὶ τὸ μʹ ἄστρον τῷ μὲν δʹ ἄστρῳ ἅμα ἀνατέλλον πρότε‐ ρον δύνει, τῶν προηγουμένων τινὶ αὐτοῦ τοῦ δʹ συνδύσεται.
Συνδυνέτω τῷ νʹ καὶ ἔστω τῷ νʹ κατὰ διάμετρον τὸ ξʹ, καὶ245
35ἀπειλήφθω ἡμίσους ζῳδίου περιφέρεια ἡ ξοʹ. Καὶ ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει, καὶ τὸ μʹ ἑῷον ἀνατέλλει· πάλιν ἐπεὶ τοῦ ἡλίου ὄντος ἐπὶ τοῦ οʹ τὸ μὲν ξʹ ἑῷον ἀνατέλλει, τὸ δὲ νʹ δύνει, τοῦ δὲ νʹ δύνοντος καὶ τὸ μʹ δύνει, ὥστε καὶ τοῦ ἡλίου ἐπὶ τοῦ οʹ ὄντος τὸ μʹ ἑῷον
40δύνει· ἀλλὰ μὴν καὶ ἐπὶ τοῦ κʹ ὄντος ἑῷον ἀνέτελλεν· καὶ ἔστιν ἐλάττων ὁ χρόνος ἐν ᾧ ὁ ἥλιος τὴν κοʹ περιφέρειαν διέρχεται καὶ προηγεῖται τὸ κʹ τοῦ οʹ· ἀπὸ ἄρα τῆς ἑῴας δύσεως ἐπὶ ἑῴαν ἀνατολὴν παρέσται ὕστερον, καὶ ἀπὸ ἑῴας ἀνατολῆς ἐπὶ ἑῴαν δύσιν πρότερον.

2

.

8

Ὅσα ἀπολαμβάνεται ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς ἀνατο‐ λὰς ἐπὶ τὰ πρὸς ἄρκτους, ἐκείνων αἱ ἑσπέριαι δύσεις προη‐ γοῦνται τῶν ἑσπερίων ἐπιτολῶν, ὅσα δὲ πρὸς μεσημβρίαν ὑπὸ τοῦ διὰ μέσων ἀπολαμβάνεται, ἐκείνων αἱ ἑσπέριαι ἀνα‐
5τολαὶ προηγοῦνται τῶν ἑσπερίων δύσεων. Ἔστω ὁρίζων ὁ αβʹ καὶ ὁ τῶν ζῳδίων κύκλος ὁ γδʹ, καὶ ἄστρον τι ἐπὶ τῆς ἀνατολῆς ἐπὶ τὰ πρὸς ἄρκτους ἔστω τὸ ηʹ· τὸ ἄρα ηʹ ἅμα μὲν τῷ δʹ ἀνατέλλει, οὐχ ἅμα δὲ δύνει· τῶν ἄρα ἑπομένων τινὶ τῷ δʹ ἄστρῳ συνδύσεται τὸ ηʹ. Συνδυνέτω
10τὸ θʹ καὶ ἀπειλήφθω ἡμίσους ζῳδίου περιφέρεια ἡ θκʹ καὶ ἔτι ἡ γλʹ. Ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ θʹ ἑσπέριον δύ‐ νει, τοῦ δὲ θʹ δύνοντος καὶ τὸ ηʹ δύνει, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ ηʹ ἑσπέριον δύνει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ὄντος ἐπὶ τοῦ λʹ τὸ γʹ ἑσπέριον δύνει, τοῦ δὲ γʹ δύνοντος τὸ ηʹ ἑσπέ‐
15ριον ἀνατέλλει, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ ηʹ ἑσπέ‐
ριον ἀνατέλλει· μείζων ἄρα ὁ χρόνος ἐν ᾧ ὁ ἥλιος τὴν λδκʹ περιφέρειαν διέρχεται ἢ τὴν κλʹ· ἀπὸ ἄρα τῆς ἑσπερίας ἀνατολῆς ἐπὶ τὴν ἑσπερίαν δύσιν παραγίγνεται ὕστερον, καὶ ἀπὸ τῆς ἑσπερίας δύσεως ἐπὶ τὴν ἑσπερίαν ἀνατολὴν πρότερον.246
20 Πάλιν εἰλήφθω ἄστρον πρὸς μεσημβρίαν τὸ μʹ· καὶ ἐπεὶ [Omitted graphic marker]οὐχ ἅμα μὲν τῷ δʹ τὸ μʹ δύ‐ νει, ἅμα δὲ ἀνατέλλει, ὥστε συνδύσεται τῶν ἡγουμένων τινὶ τοῦ δʹ. Συνδυνέτω τῷ ξʹ, καὶ
25ἀπειλήφθω ἡμίσους ζῳδίου πε‐ ριφέρεια ἡ νξʹ· ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ νʹ ὄντος τὸ ξʹ ἑσπέριον δύνει, τοῦ δὲ ξʹ δύνοντος τὸ μʹ δύνει, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ
30νʹ ὄντος τὸ μʹ ἑσπέριον δύνει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ γʹ ἑσπέριον δύνει, τοῦ δὲ γʹ δύνοντος τὸ δʹ ἑσπέ‐ ριον ἀνατέλλει, καὶ τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ δʹ
35ἑσπέριον ἀνατέλλει· συνανατέλλει δὲ τὸ δʹ τῷ μʹ· ὥστε κατὰ μὲν τοῦ λʹ ὄντος τοῦ ἡλίου τὸ μʹ ἑσπέριον ἀνατέλλει, κατὰ δὲ τοῦ νʹ ἑσπέριον δύνει· καὶ ἔστιν ἡ λγνʹ περιφέρεια τῆς νδλʹ ἐλάσσων· ἀπὸ ἄρα τῆς ἑσπερίας δύσεως ἐπὶ τὴν ἑσπερίαν ἀνατολὴν παραγίγνεται ὕστερον, καὶ ἀπὸ τῆς ἑσπε‐
40ρίας ἀνατολῆς ἐπὶ τὴν ἑσπερίαν δύσιν πρότερον.

2

.

9

Τῶν ἐπὶ τοῦ αὐτοῦ κύκλου φερομένων ἄστρων ὅσα ἀπο‐ λαμβάνεται ὑπὸ τοῦ ζῳδιακοῦ ἐπὶ τὰ πρὸς ἄρκτους, ἐκεῖνα ἐλάσσονα χρόνον κρύψιν ἄξει τῶν ἐπὶ τὰ νότια τοῦ ζῳδια‐ κοῦ.
5 Ἔστω ὁρίζων ὁ αβγδʹ, μεσημβρινὸς δὲ ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ γεγράφθω παράλληλος κύκλος ὁ ηθʹ,
καὶ ἔστω ἐπ’ αὐτοῦ δύο ἄστρα τὰ ηʹ κʹ, βορειότερον μὲν τοῦ ζῳδιακοῦ τὸ ηʹ, νοτιώτερον δὲ τὸ κʹ· λέγω ὅτι τὸ ηʹ τοῦ κʹ [Omitted graphic marker]ἐλάσσονα χρόνον κρύψιν ἄγει.247
10 Ἐπεὶ γὰρ δύο ἄστρα ἐστὶν τὰ ηʹ εʹ, βορειότερον μὲν τὸ ηʹ, ἐπὶ δὲ τοῦ ζῳδιακοῦ τὸ εʹ, ἐλάσσονα χρόνον κρύψιν ἄγει τὸ ηʹ τοῦ εʹ· καὶ ἐπεὶ ἐπὶ τοῦ
15μεσημβρινοῦ δύο ἄστρα ἐστὶν τὰ εʹ κʹ, βορειότερον μὲν τὸ εʹ, νοτιώτερον δὲ τὸ κʹ, ἐλάσσονα χρόνον κρύψιν ἄξει τὸ εʹ τοῦ κʹ· ἀλλὰ τὸ ηʹ τοῦ εʹ ἐλάσσονα
20χρόνον κρύψιν ἄξει· τὸ ηʹ ἄρα τοῦ κʹ ἐλάσσονα χρόνον κρύψιν ἄγει.

2

.

10

Τοῖς ἀπολαμβανομένοις ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς ἀνα‐ τολὰς ἐπὶ τὰ πρὸς ἄρκτους μέρη, οἷς τὰ συνδύνοντα ἀπέχει τῶν συνανατελλόντων αὐτοῖς ἔλαττον ἡμίσους ζῳδίου, ἐκεῖνα ἀπὸ τῆς ἑῴας ἐπιτολῆς ἐπὶ τὴν ἑσπερίαν ἐπιτολὴν παραγίγνε‐
5ται διὰ πενταμήνου καὶ τοῦτον τὸν χρόνον ἀνατέλλοντα θεωρη‐ θήσεται, ἀπὸ δὲ τῆς ἑσπερίας ἐπιτολῆς ἐπὶ τὴν ἑῴαν δύσιν διὰ πλειόνων ἢ τριάκοντα ἡμερῶν καὶ τοῦτον τὸν χρόνον κρύψιν ἄξει, ἀπὸ δὲ τῆς ἑῴας δύσεως ἐπὶ τὴν ἑσπερίαν δύσιν διὰ πενταμήνου καὶ τοῦτον τὸν χρόνον δύνοντα ὁραθήσεται,
10ἀπὸ δὲ τῆς ἑσπερίας δύσεως ἐπὶ τὴν ἑῴαν ἐπιτολὴν δι’ ἐλατ‐ τόνων ἥξει ἢ τριάκοντα ἡμερῶν καὶ τοῦτον τὸν χρόνον κρύψιν ἄξει.
Ἔστω ὁρίζων ὁ αγβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ ἄστρον τι ἔστω ἐπὶ τοῦ ὁρίζοντος ἐπὶ τῆς ἀνατολῆς πρὸς ἄρκτους τὸ248
15[Omitted graphic marker]εʹ· τὸ δὴ εʹ ἅμα μὲν τῷ δʹ ἀνατέλλει, οὐχ ἅμα δὲ αὐτῷ δύνει· τῶν ἄρα ἑπομένων τινὶ τῷ δʹ συνδύνει. Συνδυνέτω τῷ ηʹ· ἡ ἄρα ηδʹ ἐλάττων ἐστὶν
20ἡμίσους ζῳδίου· καὶ ἀπειλή‐ φθω ἡμίσους ζῳδίου περιφέ‐ ρεια ἡ δθʹ καὶ ἔτι ἡ κγʹ, καὶ ἔστω τῷ ηʹ κατὰ διάμετρον τὸ λʹ, καὶ ἀπειλήφθω ἡμίσους ζῳ‐
25δίου περιφέρεια ἡ λμʹ καὶ ἔτι ἡ νδηʹ. Ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ θʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ γʹ ἑσπέριον δύνει, προδύνει γὰρ τὸ κʹ τοῦ γʹ, τοῦ δὲ γʹ δύνοντος τὸ δʹ
30ἀνατέλλει καὶ τὸ εʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ εʹ ἑσπέ‐ ριον ἀνατέλλει· ἀπὸ ἄρα ἑῴας ἐπιτολῆς ἐπὶ ἑσπερίαν ἐπιτο‐ λὴν παραγίγνεται τὸ εʹ ἄστρον ἐν ᾧ ὁ ἥλιος τὴν θκʹ περιφέ‐ ρειαν διέρχεται· καὶ ἔστιν ἡ θκʹ πέντε μηνῶν. Καὶ ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ μὲν λʹ ἑῷον ἀνατέλλει, προανατέλλει
35γὰρ τὸ λʹ τοῦ μʹ, τοῦ δὲ λʹ ἀνατέλλοντος τὸ ηʹ δύνει καὶ τὸ εʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ εʹ ἑῷον δύνει· τὸ ἄρα εʹ ἄστρον παραγίγνεται ἀπὸ ἑσπερίας ἐπιτολῆς ἐπὶ ἑῴαν δύσιν ἐν ᾧ ὁ ἥλιος τὴν κγμʹ περιφέρειαν διέρχεται· καὶ ἔστι μεί‐ ζων ζῳδίου. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ νʹ ὄντος τὸ ηʹ
40ἑσπέριον δύνει, προδύνει γὰρ τοῦ ηʹ τὸ νʹ, τοῦ δὲ ηʹ δύνον‐ τος καὶ τὸ εʹ ἑσπέριον δύνει, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ νʹ ὄντος τὸ εʹ ἑσπέριον δύνει· ἀπὸ ἄρα τῆς ἑῴας δύσεως ἐπὶ τὴν ἑσπε‐ ρίαν δύσιν παραγίγνεται τὸ εʹ ἄστρον ἐν ᾧ ὁ ἥλιος τὴν μνʹ περιφέρειαν διέρχεται· καὶ ἔστιν ἡ μνʹ πέντε μηνῶν· ἐν
45ᾧ δὲ ὁ ἥλιος τὴν νδθʹ περιφέρειαν διαπορεύεται, τὸ εʹ κρύψιν
ἄγει· καὶ ἔστιν ἡ νδθʹ ἐλάσσων ζῳδίου.249

2

.

11

Ὅσα τῶν ἄστρων ἀπολαμβάνεται ὑπὸ τοῦ ζῳδιακοῦ ἐπὶ τὰ πρὸς μεσημβρίαν, ἐκείνοις ἐὰν τὰ συνεπιτέλλοντα ἀπὸ τῶν συνδυνόντων ἀπέχῃ ἐλάττονα ἡμίσους ζῳδίου περιφέ‐ ρειαν, ἐκεῖνα ἀπὸ τῆς ἑῴας ἀνατολῆς ἐχομένην τὴν ἑσπερίαν
5ἐπιτολὴν ποιήσεται, ἔπειτα τὴν ἑῴαν δύσιν δι’ ἐλασσόνων ἢ τριάκοντα ἡμερῶν, εἶτα τὴν ἑσπερίαν δύσιν, εἶτα τὴν ἑῴαν ἐπιτολήν, κρύψιν τε πλείονα χρόνον ἄξει τῶν ἐπὶ τοῦ ζῳδια‐ κοῦ τεταγμένων ἄστρων. Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ εἰλήφθω
10[Omitted graphic marker]ἄστρα δύο ἐπὶ τῆς ἀνατολῆς τὰ δʹ εʹ, καὶ τὸ εʹ τῷ δʹ ἅμα ἀνατελλέτω, πρότερον δὲ δυ‐ νέτω· τῶν ἄρα προηγουμένων τινὶ συνδύνει. Συνδυνέτω τῷ ζʹ·
15ἡ ἄρα ζδʹ περιφέρεια ἐλάττων ἐστὶν ἡμίσους ζῳδίου. Ἔστω τῷ ζʹ κατὰ διάμετρον τὸ ηʹ· καὶ ἡ γηʹ ἄρα ἐλάσσων ἐστὶν ἡμί‐ σους ζῳδίου. Καὶ ἀπειλήφθω
20ἡμίσους ζῳδίου περιφέρεια ἡ γθʹ, καὶ ἡ ηγκʹ, καὶ ἔτι ἥ τε δλʹ καὶ ἡ μζʹ. Ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ θʹ ὄντος τὸ γʹ ἑσπέριον δύνει, τοῦ δὲ
25γʹ δύνοντος τὸ δʹ ἀνατέλλει καὶ τὸ εʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ θʹ ὄντος καὶ δύνοντος τοῦ γʹ, τὸ εʹ ἑσπέριον ἀνατέλλει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ ηʹ ἑῷον ἀνατέλλει, τοῦ δὲ ηʹ ἀνατέλλοντος τὸ κατὰ διάμετρον τὸ ζʹ δύνει, τοῦ δὲ ζʹ δύνοντος καὶ τὸ εʹ δύνει, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ εʹ
30ἑῷον δύνει· καὶ ἔστιν ἐλάσσων ζῳδίου ἡ θηγκʹ. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ ζʹ ἑσπέριον δύνει, τοῦ δὲ ζʹ δύνοντος καὶ τὸ εʹ δύνει, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ εʹ ἑσπέριον δύνει· ἀπὸ ἄρα τῆς ἑσπερίας δύσεως ἐπὶ τὴν ἑῴαν ἀνατολὴν παραγίγνεται ἐν ᾧ ὁ ἥλιος τὴν μδλʹ περιφέρειαν250
35δίεισιν· καὶ ἔστιν ἡ μδλʹ μείζων ζῳδίου.

2

.

12

Ὅσα τῶν ἄστρων ἀπολαμβάνεται ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς ἀνατολὰς ἐπὶ τὰ πρὸς μεσημβρίαν, ὧν τὰ συνανατέλλοντα τῶν συνδυνόντων ἀπέχει ζῳδίου περιφέρειαν, ἐκεῖνα τῇ αὐ‐ τῇ νυκτὶ καὶ ἑσπέρια ἐπιτέλλει καὶ ἑῷα δύνει, καὶ πλείονα
5χρόνον κρύψιν ἄξει τῶν ἐπὶ τοῦ ζῳδιακοῦ τεταγμένων ἄσ‐ τρων. Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ ἄστρον [Omitted graphic marker]ἐπὶ τῆς ἀνατολῆς ἔστω πρὸς μεσημβρίαν τὸ εʹ, καὶ τὸ εʹ
10τῷ δʹ συνανατελλέτω· τῶν ἄρα ἡγουμένων τινὶ τῷ δʹ συνδύ‐ νει. Συνδυνέτω τῷ ζʹ· ἡ ἄρα δζʹ ζῳδίου ἐστίν. Καὶ τῷ ζʹ κατὰ διάμετρον ἔστω τὸ θʹ·
15καὶ ἡ γθʹ ἄρα ζῳδίου ἐστίν. Καὶ τετμήσθω ἡ γθʹ δίχα κατὰ τὸ κʹ σημεῖον καὶ ἀπειλήφθω ἡμί‐ σους ζῳδίου περιφέρεια ἡ ζηʹ καὶ ἔτι ἡ λδʹ. Ἐπεὶ τοῦ ἡλίου
20ἐπὶ τοῦ λʹ ὄντος τὸ δʹ ἄστρον ἑῷον ἀνατέλλει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ γʹ ἄστρον ἑσπέριον δύνει, ἡμίσους γάρ ἐστιν ἡ γκʹ, τοῦ δὲ γʹ δύνοντος τὸ δʹ ἀνατέλλει καὶ τὸ εʹ, τοῦ ἄρα ἡλίου
ἐπὶ τοῦ κʹ ὄντος τὸ εʹ ἑσπέριον ἀνατέλλει. Πάλιν ἐπεὶ τοῦ251
25ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ θʹ ἑῷον ἀνατέλλει, τοῦ δὲ θʹ ἀνα‐ τέλλοντος τὸ ζʹ δύνει, τοῦ δὲ ζʹ δύνοντος καὶ τὸ εʹ δύνει, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ εʹ ἑῷον δύνει· ἀλλὰ μὴν καὶ ἐπὶ τοῦ κʹ ὄντος τὸ εʹ ἑσπέριον ἀνατέλλει· ἐν τῇ ἄρα αὐτῇ νυκτὶ τὸ εʹ ἄστρον ἑσπέριον ἀνατέλλει καὶ ἑῷον δύνει. Πάλιν
30ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ ηʹ ὄντος τὸ ζʹ ἄστρον ἑσπέριον δύνει, τοῦ δὲ ζʹ δύνοντος καὶ τὸ εʹ δύνει, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ ηʹ ὄντος τὸ εʹ ἑσπέριον δύσεται· ἀλλὰ μὴν καὶ ἐπὶ τοῦ λʹ ὄντος ἑῷον ἀνατέλλει· κρύψιν ἄρα ἕξει ἐν ᾧ ὁ ἥλιος τὴν ηδλʹ περιφέρειαν διέρχεται.

2

.

13

Τοῖς ἀπολαμβανομένοις ἄστροις ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς δύσεις ἐπὶ τὰ πρὸς ἄρκτους, ἐὰν τὰ συνδύνοντα ἀπὸ τῶν συνανατελλόντων ἄστρων ἀπέχῃ ἐλάττονα ἡμίσους ζῳδίου περιφέρειαν, ἐκεῖνα ἀπὸ τῆς ἑῴας ἐπιτολῆς ἐχομένην τὴν
5ἑσπερίαν ἐπιτολὴν ποιήσεται, εἶτα τὴν ἑῴαν δύσιν, εἶτα τὴν ἑσπέριον δύσιν, ἐλάττονα δὲ χρόνον κρύψιν ἄγει τῶν ἐπὶ τοῦ ζῳδιακοῦ τεταγμένων ἄστρων. Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ ἄστρον [Omitted graphic marker]τι ἐπὶ τῆς γʹ δύσεως πρὸς ἄρκ‐
10τους ἔστω τὸ εʹ, συνδῦνον μὲν τῷ γʹ, συνανατέλλον δὲ τῶν προηγουμένων τινὶ τοῦ γʹ τῷ ζʹ· ἡ ἄρα γζʹ ἐλάττων ἐστὶν ἡμίσους ζῳδίου. Ἔστω τῷ ζʹ
15κατὰ διάμετρον τὸ ηʹ, καὶ ἀπει‐ λήφθω ἡμίσους ζῳδίου περι‐ φέρεια ἥ τε θγʹ καὶ κγζʹ καὶ ἡ ληʹ καὶ ἔτι ἡ δμʹ. Ἐπεὶ
τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ252
20ζʹ ἑῷον ἀνατέλλει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ ηʹ ἑσπέριον δύνει καὶ τὸ ζʹ ἑσπέριον ἀνατέλλει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει, τοῦ δὲ δʹ ἀνατέλλοντος τὸ γʹ δύνει καὶ τὸ εʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ εʹ ἑῷον δύνει. Πάλιν ἐπεὶ τοῦ
25ἡλίου ἐπὶ τοῦ θʹ ὄντος τὸ γʹ ἑσπέριον δύνει καὶ τὸ εʹ, κατὰ δὲ τὸ κʹ ἑῷον ἀνατέλλει, ἀπὸ ἄρα τῆς ἑῴας ἀνατολῆς ἐπὶ τὴν ἑσπερίαν ἀνατολὴν τὸ εʹ παραγίγνεται, ἀπὸ δὲ τῆς ἑσπερίας ἀνατολῆς ἐπὶ τὴν ἑῴαν δύσιν, καὶ ἀπὸ τῆς ἑῴας δύσεως ἐπὶ τὴν ἑσπερίαν δύσιν, καὶ κρύψιν ἄγει ἐν ᾧ ὁ ἥλιος τὴν θγκʹ
30περιφέρειαν διέρχεται, ἥτις ἐστὶν ἐλάσσων ζῳδίου· ὥστε ἐλάσσονα χρόνον κρύψιν ἄγει τῶν ἐπὶ τοῦ ζῳδιακοῦ.

2

.

14

Τοῖς ἀπολαμβανομένοις ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς δύ‐ σεις ἐπὶ τὰ πρὸς ἄρκτους, ἐὰν τὰ συνδύνοντα ἀπὸ τῶν συνα‐ νατελλόντων ἀπέχῃ ζῳδίου περιφέρειαν, ἐκεῖνα κρύψιν οὐκ ἄξει ἀλλὰ τῆς αὐτῆς νυκτὸς ἑῷά τε ἐπιτέλλοντα καὶ ἑσπέρια
5δύνοντα φανήσεται. Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ ἄστρον [Omitted graphic marker]τι ἐπὶ τῆς δύσεως ἐπὶ τὰ πρὸς ἄρκτους ἔστω τὸ εʹ, καὶ συνα‐ νατελλέτω μὲν τῷ ζʹ, συνδυ‐
10νέτω δὲ τῷ γʹ· ζῳδίου ἄρα περιφέρεια ἡ γζʹ· λέγω ὅτι τὸ εʹ ἄστρον κρύψιν οὐχ ἕξει ἀλλὰ τῆς αὐτῆς νυκτὸς καὶ ἑῷον ἀνατέλλει καὶ ἑσπέριον δύνει.
15 Ἔστω γὰρ τῷ ζʹ κατὰ διά‐ μετρον τὸ ηʹ καὶ τετμήσθω ἡ
γζʹ δίχα κατὰ τὸ θʹ σημεῖον καὶ ἀπειλήφθω ἡμίσους ζῳδίου περιφέρεια ἡ ηκʹ καὶ ἔτι ἡ δλʹ. Ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ θʹ ὄντος τὸ ζʹ ἑῷον ἀνατέλλει, καὶ253
20τὸ εʹ ἄρα ἑῷον ἀνατέλλει, τὸ δὲ γʹ ἑσπέριον δύνει, καὶ τὸ εʹ ἄρα, ἐν τῇ αὐτῇ νυκτὶ ἄρα τὸ εʹ ἄστρον καὶ ἑῷον ἀνατέλλει καὶ ἑσπέριον δύνει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ ηʹ ἑσπέριον δύνει, τοῦ δὲ ηʹ δύνοντος τὸ ζʹ ἀνατέλλει καὶ τὸ εʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ εʹ ἑσπέριον ἀνατέλλει.
25Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει, τοῦ δὲ δʹ ἀνατέλλοντος τὸ γʹ δύνει καὶ τὸ εʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ εʹ ἑῷον δύνει.

2

.

15

Ὅσα τῶν ἄστρων ἀπολαμβάνεται ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς δύσεις ἐπὶ τὰ πρὸς ἄρκτους, τούτοις ἐὰν τὰ συνδύνοντα ἀπὸ τῶν συνανατελλόντων ἀπέχῃ πλέον ζῳδίου περιφερείας, ἐκεῖνα οὐκ ἄξει κρύψιν, ἀλλὰ τῆς αὐτῆς νυκτὸς ἑῷα ἐπιτέλλει
5καὶ ἑσπέρια δύνει ἀπὸ τῆς ἑῴας ἐπιτολῆς μέχρι τῆς ἑσπερίας δύσεως. Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ ἄστρον τι πρὸς δυσμαῖς ἐπὶ τὰ πρὸς ἄρκτους ἔστω τὸ εʹ, καὶ συνδυ‐ νέτω μὲν τῷ γʹ, συνανατελλέτω δὲ τῷ ζʹ, καὶ ἔστω ἡ γζʹ
10[Omitted graphic marker]πλείων ζῳδίου περιφέρεια· λέ‐ γω ὅτι τὸ εʹ ἄστρον κρύψιν οὐκ ἄξει, ἀλλὰ τῆς αὐτῆς νυκτὸς καὶ ἑσπέριον δύνει καὶ ἑῷον ἐπι‐ τέλλει.
15 Ἀπειλήφθω γὰρ ἡμίσους ζῳ‐ δίου περιφέρεια ἡ γηʹ, καὶ ἔτι ἡ θζʹ, καὶ ἔστω τῷ ζʹ κατὰ διάμετρον τὸ κʹ, καὶ ἀπειλήφθω ἡμίσους ζῳδίου περιφέρεια ἡ
20κλʹ, καὶ ἔτι ἡ δμʹ. Καὶ ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ ηʹ ὄντος τὸ γʹ ἑσπέριον δύνει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ θʹ ὄντος τὸ ζʹ ἑῷον ἀνατέλλει καὶ τὸ εʹ, τὴν θηʹ ἄρα περιφέρειαν διερχομένου τοῦ ἡλίου τὸ εʹ ἄστρον καὶ ἑῷον ἀνατέλλον ὁρᾶται καὶ ἑσπέριον δυόμε‐254
25νον. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ κʹ ἑσπέριον δύνει, τὸ δὲ ζʹ ἑσπέριον ἀνατέλλει, καὶ τὸ εʹ ἄρα ἑσπέριον ἀνατέλλει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει, τὸ δὲ γʹ ἑῷον δύνει, καὶ τὸ εʹ ἄρα ἑῷον δύνει· τὴν θγʹ ἄρα περιφέρειαν διερχομένου τοῦ ἡλίου τὸ εʹ ἄστρον
30ἀνατέλλον ὁρᾶται, τὴν δὲ μζηʹ δῦνον· τὴν ἄρα θηʹ καὶ δῦνον καὶ ἀνατέλλον ὁρᾶται.

2

.

16

Τοῖς ἀπολαμβανομένοις ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς δύσεις πρὸς μεσημβρίαν, ἐὰν τὰ συνδύνοντα ἄστρα ἀπὸ τῶν συνα‐ νατελλόντων ἀπέχῃ ἔλαττον ζῳδίου περιφερείας, ἐκεῖνα ἀπὸ τῆς ἑῴας ἐπιτολῆς ἐχομένην τὴν ἑσπερίαν ἐπιτολὴν
5ποιεῖται, εἶτα τὴν ἑῴαν δύσιν, εἶτα τὴν ἑσπερίαν δύσιν, κρύψιν δὲ ἄξει πλείονα χρόνον τῶν ἐπὶ τοῦ ζῳδιακοῦ τεταγμένων ἄστρων. [Omitted graphic marker]Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ ἄστρον ἔστω ἐπὶ τῆς δύσεως πρὸς μεσημ‐
10βρίαν τὸ εʹ, καὶ συνδυνέτω τῷ γʹ, συνανατελλέτω δὲ τῶν ἑπομένων τινὶ τῷ γʹ. Συνανα‐ τελλέτω τῷ ζʹ, καὶ ἡ γζʹ ἔστω ἐλάττων ζῳδίου περιφερείας, καὶ
15τῷ ζʹ ἔστω κατὰ διάμετρον τὸ ηʹ, καὶ ἀπειλήφθω ἡμίσους ζῳ‐
δίου περιφέρεια ἡ δθʹ, καὶ ἡ κηʹ, καὶ ἔτι ἡ ζμʹ καὶ ἡ γλʹ. Ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ ζʹ ἑῷον ἀνατέλλει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ255
20κʹ ὄντος τὸ ηʹ ἑσπέριον δύνει, καὶ τὸ ζʹ ἑσπέριον ἀνατέλλει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ θʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει, τοῦ δὲ δʹ ἀνατέλλοντος τὸ γʹ δύνει καὶ τὸ εʹ, τοῦ ἄρα ἡλίου ἐπὶ τοῦ θʹ ὄντος τὸ εʹ ἑῷον δύνει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ γʹ ἑσπέριον δύνει καὶ τὸ εʹ, ἐν ᾧ
25ἄρα χρόνῳ ὁ ἥλιος τὴν λγμʹ περιφέρειαν διέρχεται, τὸ εʹ κρύψιν ἄγει· καὶ ἔστιν ἡ λγμʹ πλείων ζῳδίου περιφερείας· τὸ ἄρα εʹ ἄστρον πλείονα κρύψιν ἄξει τῶν ἐπὶ τοῦ ζῳδιακοῦ τεταγμένων ἄστρων.

2

.

17

Ὅσα τῶν ἄστρων ἀπολαμβάνεται ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς δύσεις ἐπὶ τὰ πρὸς μεσημβρίαν, τούτοις ἐὰν τὰ συνδύνοντα ἀπὸ τῶν συνανατελλόντων ἀπέχῃ ζῳδίου περιφέρειαν, ἐκεῖνα τῆς αὐτῆς νυκτὸς ἑσπέρια ἀνατέλλει καὶ ἑῷα δύνει, καὶ πλείο‐
5να χρόνον κρύψιν ἄξει τῶν ἐπὶ τοῦ ζῳδιακοῦ τεταγμένων ἄστρων. Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ ἄστρον [Omitted graphic marker]τι ἐπὶ τῆς δύσεως ἔστω πρὸς μεσημβρίαν τὸ εʹ, καὶ συνδυ‐
10νέτω τῷ γʹ· τῶν ἄρα ἑπομέ‐ νων τινὶ τῷ γʹ συνανατέλλει. Συνανατελλέτω τῷ ζʹ, καὶ ἔστω ἡ γζʹ ζῳδίου περιφέρεια, καὶ ἔστω τῷ ζʹ κατὰ διάμε‐
15τρον τὸ θʹ, καὶ τετμήσθω ἡ θδʹ δίχα κατὰ τὸ ηʹ, καὶ ἀπειλή‐ φθω ἡμίσους ζῳδίου περιφέ‐
ρεια ἡ ζλʹ, καὶ ἔτι ἡ γκʹ. Ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ ηʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει,256
20ἑῷον ἄρα δύνει τὸ γʹ καὶ τὸ εʹ. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ ηʹ ὄντος ἑσπέριον δύνει τὸ θʹ, τοῦ δὲ θʹ δύνοντος τὸ ζʹ ἑσπέ‐ ριον ἀνατέλλει καὶ τὸ εʹ, τῆς αὐτῆς ἄρα νυκτὸς ἑῷά τε δύ‐ νει καὶ ἑσπέρια ἀνατέλλει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ γʹ ἑσπέριον δύνει, ἑσπέριον ἄρα καὶ τὸ εʹ δύνει. Πά‐
25λιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ λʹ ὄντος ἑῷον ἀνατέλλει τὸ ζʹ, ἑῷον ἄρα καὶ τὸ εʹ ἀνατέλλει· κρύψιν ἄρα ἄξει τὸ εʹ ἄστρον ἐν ᾧ ὁ ἥλιος τὴν κγλʹ περιφέρειαν διέρχεται· καὶ ἔστιν ἡ κγλʹ περιφέρεια δύο ζῳδίων· πλείονα ἄρα χρόνον κρύψιν ἄξει τὸ εʹ τῶν ἐπὶ τοῦ ζῳδιακοῦ.

2

.

18

Τοῖς ἀπολαμβανομένοις ὑπὸ τοῦ ζῳδιακοῦ κατὰ τὰς δύ‐ σεις ἐπὶ τὰ πρὸς μεσημβρίαν, ἐὰν τὰ συνδύνοντα ἀπὸ τῶν συνανατελλόντων ἀπέχῃ ζῳδίου μείζονα περιφέρειαν, ἐκεῖνα ἀπὸ τῆς ἑῴας ἐπιτολῆς ἐπὶ τὴν ἑῴαν δύσιν ἥξει, ἔπειτα ἐπὶ
5τὴν ἑσπερίαν ἐπιτολήν, εἶτα ἐπὶ τὴν ἑσπερίαν δύσιν, καὶ τῆς αὐτῆς νυκτὸς καὶ ἐπιτέλλοντα καὶ δύνοντα ὁραθήσεται ἀπὸ τῆς ἑῴας δύσεως μέχρι τῆς ἑσπερίας ἐπιτολῆς, κρύψιν τε [Omitted graphic marker]ἄξει πλείονα χρόνον τῶν ἐπὶ τοῦ ζῳδιακοῦ τεταγμένων ἄστρων.
10 Ἔστω ὁρίζων ὁ αβʹ, ὁ δὲ τῶν ζῳδίων ὁ γδʹ, καὶ ἄστρον τι ἐπὶ τῆς δύσεως πρὸς μεσημ‐ βρίαν ἔστω τὸ εʹ, καὶ συν‐ δυνέτω τῷ γʹ, συνανατελλέτω
15δὲ τῷ ζʹ, καὶ ἔστω ἡ γζʹ μεί‐ ζων ζῳδίου περιφέρεια, καὶ τῷ ζʹ κατὰ διάμετρον ἔστω τὸ ηʹ,
καὶ ἀπειλήφθω ἡμίσους ζῳδίου περιφέρεια ἡ ηθʹ, καὶ ἡ κδʹ, καὶ ἔτι ἡ ζλʹ καὶ ἡ γμʹ. Ἐπεὶ257
20τοῦ ἡλίου ἐπὶ τοῦ λʹ ὄντος τὸ ζʹ ἑῷον ἀνατέλλει καὶ τὸ εʹ, πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ κʹ ὄντος τὸ δʹ ἑῷον ἀνατέλλει, τὸ δὲ κατὰ διάμετρον τὸ γʹ ἑῷον δύνει, καὶ τὸ εʹ ἄρα ἑῷον δύνει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ θʹ ὄντος τὸ ηʹ ἑσπέριον δύνει, τοῦ δὲ ηʹ δύνοντος τὸ ζʹ ἑσπέριον ἀνατέλλει, καὶ τὸ
25εʹ ἄρα ἑσπέριον ἀνατέλλει· τὴν κθʹ ἄρα περιφέρειαν διαπο‐ ρευομένου τοῦ ἡλίου τὸ εʹ ἄστρον τῆς αὐτῆς νυκτὸς καὶ ἀνα‐ τέλλει καὶ δύνει. Πάλιν ἐπεὶ τοῦ ἡλίου ἐπὶ τοῦ μʹ ὄντος τὸ γʹ ἑσπέριον δύνει καὶ τὸ εʹ, ἐπὶ δὲ τοῦ λʹ ἑῷον ἀνατέλλει, τοσοῦτον ἄρα χρόνον κρύψιν ἄξει τὸ εʹ ἄστρον, ἐν ᾧ ὁ ἥλιος
30τὴν μγλʹ περιφέρειαν διαπορεύεται· καὶ ἔστι μείζων δύο
ζῳδίων.258