TLG 1208 001 :: ATTICUS :: Fragmenta Fragmenta Source: Baudry, J. (ed.), Atticos. Fragments de son oeuvre. Paris: Les Belles Lettres, 1931: 1–33. frr. 2, 4–9, 12–13 Citation: Fragment — section — (line) | ||
2.1 | Τριχῆ τοίνυν διαιρουμένης τῆς ἐντελοῦς φιλοσο‐ φίας, εἴς τε τὸν ἠθικὸν καλούμενον τόπον καὶ τὸν φυσικὸν καὶ ἔτι τὸν λογικόν, καὶ τοῦ μὲν πρώτου κατασκευάζοντος ἡμῶν ἕκαστον καλὸν καὶ ἀγαθόν, καὶ τοὺς οἴκους ὅλους εἰς | |
5 | τὸ ἄριστον ἐπανορθοῦντος, ἤδη δὲ καὶ δῆμον σύμπαντα πολιτείᾳ τῇ διαφερούσῃ καὶ νόμοις τοῖς ἀκριβεστάτοις κοσμοῦντος, τοῦ δευτέρου δὲ πρὸς τὴν περὶ τῶν θείων γνῶσιν διήκοντος, αὐτῶν τε τῶν πρώτων καὶ τῶν αἰτίων καὶ τῶν ἄλλων, ὅσα ἐκ τούτων γίνεται, ἃ δὴ περὶ φύσεως | |
---|---|---|
10 | ἱστορίαν ὁ Πλάτων ὠνόμακεν· | |
2.2 | εἰς δὲ τὴν περὶ τούτων ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν, τοῦ τρίτου παραλα‐ βομένου, ὅτι μὲν Πλάτων πρῶτος καὶ μάλιστα συναγείρας εἰς ἕν, πάντα τὰ τῆς φιλοσοφίας μέρη, τέως ἐσκεδασμένα | |
5 | καὶ διερριμένα ὥσπερ τὰ τοῦ Πενθέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τι καὶ ζῷον ὁλόκληρον ἀπέφηνε τὴν φιλοσοφίαν, δῆλα παντὶ λεγόμενα. | |
2.3 | Οὔτε γὰρ οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν, καὶ ὅσοι κατὰ τοῦτο γεγό‐ | |
νασι τούτοις ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν οὐδὲ Πιττακὸς καὶ | 1 | |
5 | Περίανδρος καὶ Σόλων καὶ Λυκοῦργος καὶ οἱ παραπλήσιοι τούτοις λανθάνουσί τινας τὴν αὑτῶν φιλοσοφίαν εἰς πολι‐ τείαν καταθέντες. Ζήνων δὲ καὶ πᾶν τὸ Ἐλεατικὸν τοῦτο διδασκαλεῖον καὶ αὐτὸ γνώριμον ἐπὶ τῇ τέχνῃ τῶν λόγων μάλιστα σπουδάσαν. | |
2.4 | Τούτοις δὲ ἐπιγενόμενος Πλάτων, ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς καὶ πολὺ οἷα διενεγκών, κατά‐ πεμπτος ὡς ἀληθῶς ἐκ θεῶν, ἵν’ ὁλόκληρος ὀφθῇ ἡ δι’ αὐτοῦ φιλοσοφία, παρῆκέ τε οὐδὲν καὶ ἕκαστα ἠκρίβωσε, | |
5 | μήτε ἐλλείπων πρὸς τὸ ἀναγκαῖον μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχθείς. Ἐπεὶ τοίνυν πάντων ἔφαμεν μετεῖναι τῷ Πλατωνικῷ καὶ φυσιολογοῦντι καὶ περὶ ἠθῶν λέγοντι καὶ διαλεγομένῳ, φέρε καθ’ ἕκαστον ἐπισκεψώμεθα. [Ταῦτα | |
μὲν ὁ Ἀττικός.] | 2 | |
4.1 | Τῆς γὰρ συμπάσης φιλοσοφίας, κοινῇ γνώμῃ τῶν φιλοσοφησάντων, τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπι‐ σχνουμένης, τριχῆ δὲ διαιρουμένης κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ | |
5 | διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται, ὥστε, πλειόνων ὄντων οἳ διαφέρονται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται. | |
4.2 | Τὸ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλά‐ τωνα παραλλαγὴν ἐποιήσατο μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας, μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχω‐ | |
5 | ρήσας, ἀλλ’ ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετήν, καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν· εἰ δ’ ἐπ’ αὐτῆς ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τὴν εὐδαιμονίαν μεμψάμενος. | |
4.3 | Τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον τῆς γνώμης ἐν τούτῳ τε κἀν τοῖς ἄλλοις οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δὲ οἶμαι πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ τῆς εὐδαιμονίας οὐκ ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλά‐ | 3 |
5 | τωνα καὶ κατὰ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιό‐ τατος, τοῦ δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσῃ καὶ κάλλος, ἀλλὰ καὶ χρυσόν | |
10 | ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδ’ ἴεν, ἠύτε κούρη, ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους καὶ τὴν ἐπὶ τοῦτο ἄγουσαν φιλοσοφίαν διάφορον εἶναι. | |
4.4 | Μιᾷ γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα. | |
5 | ὁρᾷς ἵν’ ἔστ’ ἐκεῖνος ὑψηλὸς πάγος τρηχύς τε καὶ παλίγκοτος ἐν τῷ κάθηται ἐλαφρίζων μάχην. | |
4.5 | Ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦργον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχῃ τινὶ δεῖ χρησα‐ μένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς τὴν γῆν, τῶν | |
5 | οἰκείων αὐτοῖς φθαρέντων, ἢ φύσασαν αὐτήν, ἃ μὴ πέφυκε φύειν λαιψηρὰ κυκλῶσαι πτερά, | |
καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀνίπτασθαι πρὸς τὸν ὑψηλὸν πάγον. Ἕως δ’ ἑκάτερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ | 4 | |
10 | ἔνι κοινωνία τοῖς γηίνοις πρὸς τὰ οὐρανοῦ θρέμματα. | |
4.6 | [Καὶ μεθ’ ἕτερα ἐπιλέγει] Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ πειρωμένου τοῦ Πλάτωνος τὰς τῶν νέων ἕλκειν ἄνω που ψυχὰς πρὸς τὸ θεῖον, καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῇ | |
5 | ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν. Φράσον ἡμῖν, ὦ Περιπατητικέ, πῶς ἐκδι‐ δάξεις ταῦτα· πῶς ὁδηγήσεις ἐπ’ αὐτὰ τοὺς φιλοπλά‐ τωνας; | |
4.7 | Ποῦ σοὶ τῆς αἱρέσεως τοσοῦτον ὕψος λόγων ὥστε τὸ τῶν Ἀλωαδῶν φρόνημα κτήσασθαι καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν, ἣν ἐκεῖνοι μὲν ὤοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι, τὸ δ’ ἄρ’ ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων | |
5 | σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων· | |
4.8 | Τίς οὖν ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια; καὶ πόθεν τις ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων γραμμάτων Ἀριστοτέλους; τίνος τῶν ἀπ’ αὐτοῦ; ἐκ ποίων ἀγράφων; | |
5 | δίδωμί σοι κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. Ἀλλὰ γὰρ οὔτ’ ἔχεις εἰπεῖν, οὔτ’ ἂν ἐπιτρέψαι σοι τῶν ἡγε‐ μόνων τῆς αἱρέσεως οὐδείς. | |
4.9 | Αἱ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμιοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι, καὶ τοσοῦτον ὅσον | |
5 | ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. Τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ βασι‐ λικόν, ὃ παρὰ τοῦ Διὸς ἔχει λαβοῦσα ἀναφαίρετον ἡ ἀρετή, οὐ παλινάγρετον, ὅττι κεν οὗτος τῇ κεφαλῇ ἐπινεύσῃ τοῦτο αὐτὴν ἀφαιρεῖσθαι τολμῶσιν. | 5 |
4.10 | Οὐ γὰρ ἐπι‐ τρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν καθιστᾶσι πλούτῳ καὶ δόξῃ καὶ γένει καὶ ὑγιείᾳ καὶ κάλλει, καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. Ὡς γὰρ τοῦτον | |
5 | ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαίμονα τὸν κεκτημένον ἀποφῆναι, καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντα αὐτὴν εὐδαίμονα. | |
4.11 | Πῶς οὖν οὐ καθῄρεται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; ναί. Ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι. Τί δὴ τοῦτο; καὶ τὴν ὑγίειαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν | |
5 | πρὸς εὐδαιμονίαν, πᾶσι κοινόν. | |
4.12 | Ὁπόταν οὖν τις ἐκ τούτων τῶν δογμάτων καὶ ταύτης τῆς αἱρέσεως, διδάξῃ τὸν ἐν αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαίμονά φησιν ἐπὶ τροχὸν οὐκ ἀναβαίνειν, οὐδὲ ὁ ταῖς | |
5 | Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ’ ἂν εὐδαιμόνων καὶ μακαρίων εἶναι. | |
4.13 | Τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. Τούτοις δ’ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι, μήτ’, εἰ γένοιτο, | |
5 | παραμένειν ἀεί, Φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει | |
ὧς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ’ ἀπολήγει. | 6 | |
4.14 | Ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον, ὦ ποιητά· «ἔαρος δ’ ἐπιγίνεται ὥρη» πολὺς ὁ μεταξὺ χρόνος ᾦ μὴ γίνεται. Εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεᾶς ἀπεικάσαι, | |
5 | παράβαλλε τὴν Ἀριστοτέλους εὐδαιμονίαν. Ῥᾷον τῶν φύλλων, αὕτη καὶ φύεται καὶ ἀπολείπει οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτόν, οὐδ’ αὐτοετεί, οὐδ’ αὐτο‐ μηνί, ἀλλ’ αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται. | |
4.15 | Πολλὰ δὲ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης. Καὶ γὰρ αἱ τοῦ σώματος κῆρες, μυρίαι δὲ αὗται, καὶ πενία καὶ ἀτιμία, καὶ ὅσα τοιαῦτα, καὶ πρὸς οὐδὲν αὐταρκεῖ τὰ τῆς φίλης ἀρετῆς πρὸς βοήθειαν οὐχ ἱκανά, | |
5 | τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν διασώζειν ἀσθενής. | |
4.16 | Τούτοις οὖν τις ἐντραφείς, καὶ τούτοις ἀρεσκόμενος τοῖς λόγοις, τίνα τρόπον ἢ αὐτὸς συνάσεται τοῖς Πλάτωνος, ἢ ἄλλους πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις ἐκ τούτων ὁρμώμενος | |
5 | παραδέξαιτο τὰ Ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα, ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἡ ἀρετή, καὶ, οὔτε ποτὲ ἐνδέουσα πρὸς εὐδαιμονίαν, οὔτε ποτὲ αὐτῆς ἀφαιρουμένη, ἀλλὰ κἂν πενία, κἂν νόσος, κἂν ἀδοξία, κἂν βάσανοι, κἂν πίττα καὶ σταυρός, κἂν τὰ ἐκ τῆς τραγῳδίας, ἅμα πάντα | |
10 | ἐπιρρυῇ, ἔτι ὁ δίκαιος εὐδαίμων καὶ μακάριος. | |
4.17 | Ἐπι‐ κηρυκεύει γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κήρυκι, καθάπερ | |
ἀθλητὴν τινὰ νικηφόρον, τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος, ὁ ἐξ αὐτῆς τῆς δικαιοσύνης τὸν καρπὸν | 7 | |
5 | τῆς εὐδαιμονίας δρεπόμενος. Διαιροῦ τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῆ καὶ τετραχῆ καὶ πολλαχῆ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. Οὐ δή ποθ’ ἡμᾶς δι’ αὐτῶν προσάξεις τῷ Πλάτωνι. | |
4.18 | Τί γὰρ εἰ τῶν ἀγαθῶν, ὡς φής, τὰ μὲν τιμία, καθάπερ οἱ θεοί, τὰ δὲ ἐπαινετά, ὡς αἱ ἀρεταί, τὰ δὲ δυνάμεις, ὡς καὶ ἰσχύς, τὰ δὲ ὠφέλιμα, ὡς αἱ θεραπεῖαι; τί δ’ εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλό‐ | |
5 | μενος λέγοις; Τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη· τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα, οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκα λαμβανόμενα. | |
4.19 | Τί δ’, εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθά, τὰ δὲ οὐ πᾶσιν· ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθά, τὰ δὲ σώματος, τὰ δὲ ἐκτός· ἢ πάλιν ὅτι τῶν ἀγαθῶν, τὰ μὲν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, | |
5 | ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὗλαι, τὰ δὲ ὄργανα; κἂν τὰς δέκα κατηγορίας παρὰ σοῦ μάθῃ τις δεκαχῆ διανέμειν τἀγαθόν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα; Ἕως οὗ γὰρ σὺ μὲν εἴτε ὁμωνύμως, εἴτε ὅπως βούλει, καλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς ἄλλ’ ἄττα πρὸς | |
10 | τὴν εὐδαιμονίαν ὡς ἀνάγκαις παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος· Πλάτων δ’ ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητεῖ τὸ ἔκπλεον εἰς εὐδαιμονίαν ἀπ’ αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ὑμῖν εἴη κατὰ τοῦτο κοινόν. Ἄλλων σοι δεῖ λόγων, ἄλλων τοῖς τοῦ Πλάτωνος | 8 |
4.21 | Ὡς γὰρ οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος. | |
5 | Διαμπερὲς γάρ, εἰ μὴ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο διαφερόντων φαίνονται | |
λέγοντες. | 9 | |
5.2 | Ὅντος δ’ ἔτι μεγίστου καὶ κυριωτάτου τῶν εἰς εὐδαι‐ μονίαν συντελούντων τοῦ περὶ τῆς προνοίας πείσματος, ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλο‐ μεν ἀγνοεῖν | |
5 | πότερον δίκᾳ τεῖχος ὕψιον, ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθονίων γένος ἀνδρῶν. Ὁ μὲν Πλάτων εἰς θεὸν καὶ ἐκ θεοῦ πάντα ἀνάπτει. Φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων | |
10 | ἔχοντα εὐθείᾳ περαίνειν περιπορευόμενον. Καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι, ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγί‐ γνεσθαι περὶ μηδενός· τούτου δὲ ἐκτὸς ὄντα, πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν, εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. Πάντων δὲ ἐπιμελούμενον καὶ πάντα κατὰ δύναμιν | |
15 | κοσμοῦντα, περιφροντικέναι καὶ τῶν ἀνθρώπων. | |
5.3 | [Καὶ μετὰ βραχέα·] | |
Καὶ ὁ μὲν Πλάτων οὕτως. Ὁ δὲ τὴν δαιμονίαν φύσιν ἐκποδὼν ποιούμενος, καὶ τήν γε εἰσαῦθις ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων, τήν τε ἐν τῷ παρόντι πρὸς τῶν | 10 | |
5 | κρειττόνων εὐλάβειαν ἀφαιρούμενος, τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; ἢ πῶς ἂν ἐφ’ ἃ βούλεται Πλάτων παρα‐ καλέσαι καὶ πιστώσαιτο τὰ εἰρημένα; | |
5.4 | πᾶν γὰρ τοὐναντίον συνεργὸς ἂν οὗτός γε καὶ συναγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη. Πᾶς γάρ τις ἄνθρωπος ὢν καὶ ἀνθρωπίναις ὀρέξεσι κατασχόμενος, ἂν καταφρονήσῃ τῶν | |
5 | θεῶν καὶ μηδὲν νομίσῃ πρὸς αὑτὸν ἅτε πόρρω μὲν αὐτῶν ἀπῳκισμένος ἐν τῷ ζῆν, ἀποθανὼν δὲ οὐδὲν ἔτι ὤν, ἕτοιμος ἂν ἔλθοι πρὸς τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις. | |
5.5 | Πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ ἀδύ‐ νατον, ἄν γε ἀνθρώπους δέῃ λανθάνειν· οὐ μὴν ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν πεφορακότων κρατεῖν δυνατός ἐστιν. Ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδι‐ | |
5 | κίαν ἡ τῆς προνοίας ἀπόγνωσις. | |
5.6 | Ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν ὅστις τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθόν, καὶ τὴν ἐκ θεῶν ἄδειαν παρασχόμενος, ἔτι μηχανὴν πρὸς τὸ μὴ ἀδικεῖν πορίζειν οἴεται, ὅμοιόν τι ποιῶν ἰατρῷ τὴν μὲν ἔτι ζῶντος τοῦ | |
5 | κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεῶτος. | |
5.7 | Παραπλησίως δὲ τούτῳ καὶ ὁ Περιπατητικός. Οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν σπουδὴ ὡς ἡ πρὸς τὸ θεῖον ὅτι κήδειτο ἀπιστία τὴν ἀδικίαν ἐπιρρώνυσι. Τί οὖν, φήσαι τις ἄν, ἐν ταὐτῷ τάττεις Ἀριστοτέλην | |
5 | καὶ Ἐπίκουρον; πάνυ μὲν οὖν, ὥς γε πρὸς τὸ προκείμενον. | |
5.8 | Τί γὰρ διαφέρει πρὸς ἡμᾶς ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοικίσασθαι καὶ μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν κόσμῳ τοὺς θεοὺς καθείρξαντα τῶν ἐπὶ γῆς πραγμάτων ἀποστῆσαι· κατ’ ἴσον γὰρ παρ’ ἀμφοτέροις | 11 |
5 | τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους, καὶ ἴση τοῖς ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια. Τὸ δὲ ἐκείνων μενόντων κατ’ οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύει μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ ταύτῃ γε καὶ κατ’ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται. | |
5.9 | Τὰς γοῦν βελτίονας ἀπορροίας αὐτῶν φασι τοῖς μετασχοῦσι μεγάλων ἀγαθῶν παραιτίας γίνεσθαι. Ἀλλ’ οὔτε τοῦτον οὔτ’ ἐκεῖνον δίκαιον ἐν προνοίας ἀριθμεῖσθαι λόγῳ. Εἴπερ γὰρ καὶ κατ’ Ἐπίκουρον τὸ τῆς προνοίας οἴχεται, | |
5 | καίτοι τῶν θεῶν κατ’ αὐτὸν πᾶσαν κηδεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων, οὕτως ἂν οἴχοιτο καὶ κατ’ Ἀριστοτέλην τὸ τῆς προνοίας, εἰ καὶ τὰ κατ’ οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται. | |
5.10 | Πρόνοιαν γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν ἧς οὐ μέτεστι τῷ μήτε δαίμονας μήτε ἥρωας μήτε ὅλως ἐπιδιαμένειν δύνασθαι τὰς ψυχὰς συγκεχωρηκότι. | |
5.11 | Ἐκεῖνο δέ μοι κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπί‐ κουρος δοκεῖ πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοῦς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας, εἰς ταὐτὸ ἐλθόντας αὐτοῖς, καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε | |
5 | καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ’ ἀκοινωνίᾳ παραιτού‐ μενος. Ὁ δὲ περιττὸς ἡμῖν οὗτος τῆς φύσεως εὑρετὴς καὶ | |
τῶν θείων πραγμάτων ἐπιγνώμων ἀκριβής, ὑπ’ αὐτὴν τὴν ὄψιν τῶν θεῶν τὰ ἀνθρώπινα πράγματα ὑποθείς, εἴασεν | 12 | |
10 | ἀτημέλητα καὶ ἀφρόντιστα, φύσει καὶ οὐ θεοῦ λογισμῷ διοικούμενα. Ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ’ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ’ Ἐπικούρου τινὲς μαντεύονται, ὡς ἄρα μὴ κατὰ γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατένειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ | |
15 | θέαν. | |
5.13 | Τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τοῦ ἀνδρός, ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμᾶς ἐνέργειαν, ἐξ ἦς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. Τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ. Ἀπο‐ | |
5 | στήσας γὰρ καὶ παραδοὺς ὄψει μόνῃ τὴν πίστιν πραγματείᾳ κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος τάχ’ ἂν αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς. Οὐ γὰρ ἀπολιπὼν ἔξω τι τοῦ κόσμου, ἀλλ’ οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεούς, ἀνάγκην ἔσχεν ἢ παντάπασιν ἄθεος εἶναι ὁμολογεῖν, | |
10 | ἢ τὴν τοῦ δοκεῖν ἀπολιπεῖν θεοὺς δόξαν ἀνασώζειν, ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας. Ὁ δὲ τὴν τῶν κρειτ‐ τόνων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ, ἔοικεν | |
εὐσχημόνως ἀπιστεῖν τοῖς θεοῖς. | 13 | |
6.2 | Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν, καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος, καὶ λογισάμενος ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς | |
5 | τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας, ἀφεῖλε τὸ ἀγέννητον αὐτοῦ. | |
6.3 | Παραι‐ τούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι, οἷς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον εἶναι, δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν, | |
5 | εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην ὤν, πρὸς Ἕλληνας ἡμᾶς, σαφεῖ τε καὶ τρανῷ τῷ στόματι, διείλεκται. | |
6.4 | «Παραλαβὼν γάρ, φησίν, ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατόν, οὐχ ἡσυχίαν ἄγον, πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον εἰς τάξιν ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος τοῦτο ἐκείνου πάντως ἄμεινον.» Ἔτι δὲ καὶ | |
5 | μᾶλλον ὅτι μὴ δι’ αἰνιγμάτων, μηδ’ ἐπὶ τοῦ σαφοῦς χρείᾳ τὴν γένεσιν παρεδέξατο, δηλοῖ δι’ ὧν ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων δημιουρ‐ γίαν. | |
6.5 | «Ἐπειδὴ γάρ, φησί, γεγένησθε (λέγει δὲ πρὸς | |
τοὺς θεούς), ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθε τῆς ἐμῆς βουλήσεως τυχόντες.» | 14 | |
6.6 | Ἀλλ’ ὅπερ ἔφην, πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγο‐ μένους, ἅτε φίλους ὄντας, φίλως τε καὶ μεθ’ ἡσυχίας πραέσιν ἐλέγχοις διακριθεῖμεν ἄν. Ἔοικε γὰρ καὶ τούτους Ἀριστοτέλης μεταθεῖναι, τῇ μὲν κατηγορίᾳ τοῦ δόγματος | |
5 | ἀντισχεῖν ἀδυνητήσαντας, τὸ δὲ ἁλῶναι δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι Πλάτωνι. | |
6.7 | Κατὰ δὲ τὴν ἡμετέραν ἀκοήν, ἀξιοῦντος Πλάτωνος τὸν κόσμον γεγο‐ νέναι κάλλιστον ἔργον ὑπὸ τοῦ καλλίστου τῶν δημιουργῶν, καὶ περιθέντος τῷ τοῦ παντὸς ποιητῇ δύναμιν δι’ ἧς καὶ | |
5 | οὐκ ὄντα πρότερον ἐποίησε τὸν κόσμον, καὶ ποιήσας εἰσαεὶ βουλόμενός γε σῶον διαφυλάξει, καὶ ταύτῃ δὴ γεννητοῦ καὶ ἀφθάρτου κατ’ αὐτὸν ὑποκειμένου τοῦ κόσμου, τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαῖοι; | |
6.8 | Δεῖ δὲ παραμυθήσασθαι τὸν συναγωνιστὴν τούτων, ὅτι οὐ πάντως εἴ τι γέγονεν, αὐτὸ ἀνάγκη φθαρῆναι, πάλιν δ’ οὐδ’ εἴ τι μὴ φθαρήσεται τοῦτο ἀναγκαῖον ἀγέννητον εἶναι. Οὔτε γὰρ μίαν αἰτίαν τῷ ἀφθάρτῳ τὴν ἐκ τοῦ | |
5 | ἀγεννήτου συγχωρητέον, οὔτε τῷ γενομένῳ τὴν εἰς ὄλεθρον μεταβολὴν ἀβοήθητον καταλειπτέον. | |
6.9 | Πόθεν οὖν ἐκ τῶν Ἀριστοτέλους λάβοιμεν ἂν βοήθειαν εἰς ταῦτα; ἀνδρὸς οὐ τηνάλλως οὐδὲ καθ’ αὑτὸν περαίνοντος τὸν περὶ τούτων λόγον, ἀλλ’ ἐξ ὀρθοῦ πρὸς Πλάτωνα ἐναντιουμένου, καὶ τό | |
5 | τε γενόμενον εἰς ἀνάγκην τοῦ ἀπολέσθαι περιϊστάντος, τό τε μὴ ἀπολλύμενον ἐκ μόνου τοῦ μὴ γενέσθαι λέγοντος κρατύνεσθαι τὸ ἄφθαρτον, οὐ μὴν οὐδὲ δύναμιν ἀπολεί‐ | |
ποντος αὐτοῦ περὶ τὸν θεόν, ᾗ χρώμενος ἀγαθὸν ἄν τι ποιῆσαι ὃ γὰρ οὔπω πρότερον γέγονε, τοῦτο, φησίν, οὐκ ἂν | 15 | |
10 | γένοιτο. | |
6.10 | Τοσοῦτον δὲ ἀποδεῖ τοῦ διὰ τούτων βοηθεῖν τῷ Πλάτωνος λόγῳ ὥστε ἤδη τινὰς καὶ τῶν περὶ Πλά‐ τωνος ἐσπουδακότων φοβήσας, οἶς εἶπεν, ἀπέστησε τοῦ δόγματος, οὐ δυνηθέντας συνιδεῖν ὅτι κατὰ μὲν αὐτῶν | |
5 | φύσιν τῶν πραγμάτων ἦν ἄνευ θεοῦ βουλήσεως καὶ δυνά‐ μεως ἐπινοῆσαι οὔτε τὸ γενόμενον ἄφθαρτον οὔτε τὸ μὴ φθαρησόμενον γεννητὸν ὄν. | |
6.11 | Ὅταν δὲ τὴν ἀρίστην τις αἰτίαν ἐπιστήσῃ τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα. Γελοῖον γὰρ διότι μὲν γέγονέ τι διὰ τοῦτο | |
5 | φθαρῆναι, εἰ δὲ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγέννητόν ἐστι ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐνδεῖν πρὸς τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων. | |
6.12 | Καὶ ὁ μὲν οἰκοδόμος ἱκανὸς οὐκ οὖσαν οἰκίαν κατασκευάσθαι, ἱκανὸς δέ τις καὶ ἀνδριάντα μὴ ὄντα πρότερον ὄντα ποιῆσαι, καὶ ναῦν ἄλλος ἐξ ὕλης ἀργοῦ τεκτηνάμενος παρέσχε τοῖς δεομέ‐ | |
5 | νοις, καὶ τῶν ἄλλων τεχνιτῶν ἕκαστος, ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας, δύναμιν ταύτην ἔχουσιν, ὥς τι τῶν οὐκ ὄντων ἄγειν εἰς οὐσίαν, ὁ δὲ παμβασιλεὺς καὶ ἀριστοτέχνης, οὐδ’ ὅσον ἀνθρωπίνου τεχνίτου δυνάμεως μεθέξει, ἄμοιρος δ’ ἡμῖν πάσης ἔσται γενέσεως, οὔκ, ἐάν | |
10 | γε καὶ κατὰ βραχὺ θείας αἰτίας ἐπιλογισμὸν οἷοί τε ὦμεν λαβεῖν. | |
6.13 | Ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι τὰ καλὰ (ἀγαθὸς γάρ, ἀγαθῷ δὲ οὐδεὶς φθόνος περὶ οὐδενὸς) τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; Καὶ | |
μὴν καὶ οἱ λοιποὶ τεχνῖται πρὸς ἄμφω ἱκανοί. Ὁ γοῦν | 16 | |
5 | οἰκοδόμος καὶ ὁ ναυπηγός, οὐ μόνον καινὰς κατασκευά‐ ζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθει‐ ρομέναις ἱκανοὶ βοηθεῖν, ἕτερα τῶν πεπονημένων ἀντι‐ καθιστάντες αὐταῖς. | |
6.14 | Ὥστε καὶ τῷ θεῷ πάντως τό γε τοσοῦτον συγχωρητέον. Ὁ γάρ τις ὅλον ποιῆσαι δυνατός, τοῦτο πῶς ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν τι δεῖν καινόν, εἴπερ μέλλει τις | |
5 | ὅλως ποιητής, καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασώ‐ ζεσθαι· τὸ γὰρ εὖ γενόμενον ἐθέλειν λύειν κακοῦ. | |
6.15 | Μείζων δὲ ἄλλος εἰς σωτηρίαν τῶν γενομένων δεσμὸς οὐκ ἔστι τῆς τοῦ θεοῦ βουλήσεως. Ἧ ἀνθρωπίνης μὲν σπουδῆς καὶ βουλήσεως μεταλαβόντα πολλά, καὶ ἔθνη καὶ πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα μηκέτ’ | |
5 | ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ γενόμενα, ταῦτα δὲ ἅμα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ παρα‐ μενεῖ; | |
6.16 | Τίνος αἰτίας βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; Πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ’ αὐτή γε τῷ προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν ὅτταν. Ἀλλ’ ἔξωθέν τινος αἰτίας ἀντα‐ | |
5 | γωνιζομένης τῷ θεῷ. Ἀλλ’ οὔτ’ ἐστὶν οὔτε ἐν οἷς ὤφθη κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνομεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλε‐ γόμενοι. | |
6.17 | Ἀλλὰ γὰρ εἰς τὸν περὶ τῆς ἀληθείας λόγον ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι. Δῆλον μὲν καὶ ὃ προυθέμεθα, ὡς οὐκ ἂν εἶεν διδάσκαλοι περὶ κόσμου | |
γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ. | 17 | |
7.1 | Περὶ γοῦν τῶν καλουμένων στοιχείων τῶν πρώτων σωμάτων συνέστηκε, Πλάτων μὲν ἑπόμενος τῇ περὶ αὐτὰ ἐναργείᾳ, καθάπερ καὶ οἱ πρὸ αὐτοῦ, τέσσαρά τε ἔφησεν εἶναι ταῦτα ὁμολογούμενα, πῦρ καὶ γῆν καὶ | |
5 | ἀέρα καὶ ὕδωρ, καὶ ἐκ τούτων συγκρινομένων καὶ τρεπο‐ μένων τὰ λοιπὰ γεννᾶσθαι. Ἀριστοτέλης δέ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ φρονεῖν εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη, προσκατηρίθμησε τοῖς φαινομένοις τέτταρσι σώμασι τὴν πέμπτην οὐσίαν, πάνυ μὲν λαμπρῶς | |
10 | καὶ φιλοδώρως τῇ φύσει χρησάμενος, μὴ συνιδὼν δὲ ὅτι οὐ νομοθετεῖν δεῖ φυσιολογοῦντα, τὰ δὲ τῆς φύσεως αὐτῆς ἐξιστορεῖν. | |
7.2 | Εἰς τοίνυν τὴν ἀπόδειξιν τοῦ τέτταρας εἶναι τὰς πρώτας τῶν σωμάτων φύσεις, ἧς δὴ χρεία τοῖς Πλατωνικοῖς, οὐ μόνον οὐκ ἂν συντελοῖ τι ὁ Περιπατη‐ τικός, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ’ ἄν. Λεγόντων | |
5 | γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρόν, ἢ ξηρὸν ἢ ὑγρόν, ἢ μαλακὸν ἢ σκληρόν, ἢ κοῦφον ἢ βαρύ, ἢ ἀραιὸν ἢ πυκνόν, καὶ εὑρισκόντων ὅτι οὐκ ἂν ἕτερον εἴη τι τὸ | |
μεθέξον τούτων τινὸς παρὰ τὰ τέτταρα· εἰ μὲν γὰρ θερμὸν ἢ πῦρ ἢ ἀήρ, εἰ δὲ ψυχρόν, ὕδωρ ἢ γῆ, καὶ εἰ μὲν ξηρόν, | 18 | |
10 | πῦρ ἢ γῆ· εἰ δὲ ὑγρὸν ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακὸν ἀὴρ ἢ πῦρ· εἰ δὲ σκληρὸν ὕδωρ ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιόν, πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνόν, ὕδωρ καὶ γῆ. Καὶ ἐκ τῶν ἄλλων δὲ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατα‐ νοούντων ὡς οὐκ ἂν εἴη παρὰ ταῦτά τι σῶμα ἕτερον· | |
15 | οὗτος ἀνθίσταται μόνος, φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον σῶμα, μήτε βαρύ, μήτε κοῦφον, μήτε μαλακόν, μήτε σκληρόν, μήτε ὑγρόν, ἀλλὰ μήτε ξηρόν, μονονουχὶ λέγων σῶμα οὐ σῶμα. Τὸ μὲν γὰρ ὄνομα κατα‐ λέλοιπεν αὐτῷ, τὰς δὲ δυνάμεις, δι’ ὧν σῶμα πέφυκε | |
20 | γίνεσθαι πάσας ἀφῄρηκεν. | |
7.3 | Ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης, ἢ τὰ Πλάτωνος βεβαιούμενος τῶν αὐτῷ δοκούντων ἀποστή‐ σεται· ὥστε οὐδαμῆ χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος. | |
7.4 | Ἔτι μὲν ὁ Πλάτων πάντα τὰ σώματα, ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βούλεται τρέπεσθαι καὶ μετα‐ βάλλειν εἰς ἄλληλα· ὁ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ καὶ ἄφθαρτον καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ | |
5 | εὐκαταφρόνητόν τινος πράγματος γεννητὴς εἶναι δοκῇ, περιττὸν μὲν καὶ ἴδιον παντάπασι λέγων οὐδέν, τὰ δὲ ὑπὸ Πλάτωνος ἐπ’ ἄλλων ἑωραμένα καλῶς μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα, καθάπερ τινὲς τῶν ὕστερον γενομένων ἀνδριαντοποιῶν. | |
7.5 | Ἐκεῖνοί τε γὰρ ἀπομιμησάμενοι τοῦδε τοῦ ἀνδριάντος κεφαλήν, ἄλλου δὲ τὸ στέρνον, ἑτέρου δὲ τὴν ζώνην, εἰς ταὐτὸν συνθέντες ἐνίοτε μὴ | |
προσήκοντα πράγματα ἀλλήλοις, ἔπεισαν αὑτοὺς ὥς τι | 19 | |
5 | πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν, τὰ δ’ ἐν αὐτῷ συνηρισμένα καί τι καλὸν ἔχοντα οὐκ αὐτῶν. | |
7.6 | Ὡσαύτως δὲ καὶ Ἀριστοτέλης ἀκούων Πλάτωνος ὅτι ἐστί τις οὐσία καθ’ αὑτὴν νοητή, ἀσώματός τε καὶ ἀχρώματος καὶ ἀναφής, οὔτε γινομένη οὔτε φθειρομένη, οὔτε τρεπομένη, | |
5 | οὔτε μεταβαλλομένη, ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, πάλιν δ’ αὖ περὶ τῶν κατ’ οὐρανὸν ἀκούων, ὡς ὄντα θεῖα καὶ ἄφθαρτα καὶ ἀπαθῆ ἐστι σώματα, συνέθηκε καὶ συνεκόλλησεν ἐξ ἀμφοῖν πράγματα μὴ συνᾴδοντα· παρ’ ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ’ ὧν δὲ τὸ ἀπαθὲς | |
10 | εἶναι λαβών, σῶμα ἀπαθὲς ἐτεκτήνατο. | |
7.7 | Ἐπὶ μὲν οὖν τῶν ἀνδριάντων, εἰ καὶ μὴ καλὸν τὸ ἐκ τῶν διαφερόντων, οὔτι γε ἀδύνατον γενέσθαι. Διδάσκει γοῦν τὰ τοιαῦτα καὶ Ὅμηρος «ὄμματα γάρ, φησί | |
5 | καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.» Τὸ δὲ σῶμα ἀπαθὲς οὐκ ἄν ποτε γένοιτο. Παθητῇ γὰρ καὶ τρεπτῇ συνδεδεμένον φύσει ἀνάγκην ἔχει συμπαθεῖν ᾧ συνέζευκται. Εἰ δέ τι ἀπαθὲς εἴη, τοῦτο ἀφειμένον καὶ | |
10 | ἐλεύθερον ἀπὸ τοῦ πάσχοντος εἶναι δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον ἀσώματον ἀναγκαίως | |
ὁμολογοῖτ’ ἄν. | 20 | |
8.1 | Ἔπειτα τούτοις ἑπόμενα πολλὰ ἐν οἷς διαφέ‐ ρονται, ὁ μὲν γάρ φησι τὰ κατ’ οὐρανὸν τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἔχειν, ὁ δὲ μηδαμῆ μετεῖναι τοῖς οὐρανίοις πυρός. Καὶ ὁ μέν φησιν ἀνάψαι τὸν θεὸν φῶς ἐν τῇ | |
5 | δευτέρᾳ πρὸς γῆν περιόδῳ, ἵν’ ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν περὶ ἡλίου τὸ τοιοῦτον ἀποφαινόμενος· ὁ δέ, ἅτε οὐκ ἐθέλων πῦρ εἶναι τὸν ἥλιον, τὸ δὲ φῶς εἰδὼς πῦρ καθαρόν, ἤ τι πυρὸς ὄν, οὐκ ἐπιτρέπει φῶς περὶ αὐτὸν ἀνῆφθαι. | |
8.2 | Ἔτι ὁ μέν, κατ’ εἶδος ἀφθαρσίαν ἀπονέμων τοῖς κατ’ οὐρανὸν ἅπασιν, ἀποχωρήσεις τινὰς αὐτῶν καὶ προσχωρήσεις συμμέτρους φησὶ γίνεσθαι· ἀναγκάζουσι δὲ αὐτὸν λέγειν ταῦτα, τὰς μὲν ἀποκρίσεις, | |
5 | αἵ τε ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ ἀπόρρυσιν αὐτοῦ γινόμεναι· τὰς δὲ προσκρίσεις, ἡ ἴση τοῦ μεγέθους αὐτοῦ φάσις· οὐ γὰρ ἂν ἤθελεν ἴσα φαίνεσθαι μηδὲν ἀνθ’ ὦν ἀφίησι λαμβάνοντα. | |
8.3 | Ὁ δὲ Ἀριστοτέλης πάντη μένειν ἐπὶ τῆς αὐτῆς οὐσίας αὐτὰ βούλεται, μήτε τινὸς αὐτοῖς ἀποχωροῦντος, μήτε προσιόντος. | |
8.4 | Ἔτι ὁ μὲν πρὸς τῇ κοινῇ κινήσει τῶν ἄστρων, καθ’ ἣν ἐν ταῖς σφαίραις ἐνδεδεμένοι κινοῦνται πάντες οἱ ἀστέρες οἵ τε ἀπλανεῖς καὶ οἱ πλανώμενοι, καὶ ἑτέραν αὐτοῖς κίνησιν | 21 |
5 | ἀποδίδωσιν, ἣν δὴ καὶ ἄλλως καλλίστην εἶναι συμβέβηκε, καὶ προσήκουσαν αὐτῶν τῇ φύσει τοῦ σώματος· σφαιρι‐ κοὶ γὰρ ὄντες εἰκότως σφαιρικὴν ἄν τινα κίνησιν ἕκαστος κινοῖτο περιδινούμενος. Ὁ δὲ ταύτης ἀφαιρεῖται τῆς κινήσεως αὐτούς, ἣν ὡς ἔμψυχοι κινοῦνται, μόνην δὲ | |
10 | ἀπολείπει τὴν ὑπ’ ἄλλων τῶν περιεχόντων ὥσπερ ἀψύχοις συμβαίνουσαν. | |
8.5 | Καὶ δὴ καί φησι τὴν γινομένην φαν‐ τασίαν ἡμῖν ἀπὸ τῶν ἀστέρων ὡς κινουμένων, πάθος εἶναι τῆς ἡμετέρας ὄψεως ἀδυνατούσης καὶ ὡσπερεὶ σειωμένης, ἀλήθειαν δὲ οὐκ εἶναι· ὥσπερ Πλάτωνος ἀπὸ ταύτης τῆς | |
5 | φαντασίας τὴν ὑπὲρ τῆς κινήσεως πίστιν λαμβάνοντος, ἀλλ’ οὐκ ἀπὸ τοῦ λόγου, τοῦ διδάσκοντος ὅτι ἀνάγκη τούτων ἕκαστον ζῷον ὄντα, καὶ ψυχὴν ἔχοντα καὶ σῶμα κινεῖσθαι τὴν ἰδίαν κίνησιν· πᾶν γὰρ σῶμα ᾧ μὲν ἔξωθεν | |
τὸ κινεῖσθαι ἄψυχον, τῷ δὲ ἔνδοθεν καὶ ἐξ ἑαυτοῦ, | 22 | |
10 | ἔμψυχον· κινούμενον δέ, ἅτε θεῖον ὄντα, τὴν καλλίστην κινεῖσθαι κίνησιν· καλλίστης δ’ οὔσης τῆς ἐν κύκλῳ κινήσεως, ταύτῃ αὐτὸν κινεῖσθαι. | |
8.6 | Ἡ δὲ αἴσθησις τὰ μὲν ἐκ τοῦ λόγου μαρτυροῖτο ἂν ὡς ἀληθεύουσα, οὐ μὴν αὐτὴ παρέσχε τὴν πίστιν τῆς κινήσεως. Περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως, ὡς μὲν οὐκ ἐν κύκλῳ τινὶ γίνεται, | |
5 | νικώμενος ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι, παρεῖχε δὲ κἀνταῦθα διαφορὰν αὐτῷ τὸ καλὸν εὕρημα τοῦ σώματος. | |
8.7 | Ὁ μὲν γὰρ Πλάτων, ἅτε ὄντων τεττάρων σωμάτων καὶ πάντων, φύσει κινουμένων ἁπλῆν καὶ εὐθεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὸ ἐκτός, γῆς ἐπὶ τὸ μέσος, τῶν δὲ ἄλλων ἐπὶ τὸ μεταξύ, τὴν ἐν κύκλῳ κίνησιν ἀπέδωκε τῇ | |
5 | ψυχῇ· ὁ δ’ ᾗπερ ἄλλῳ σώματι ἄλλην, οὕτω δὲ καὶ τὴν ἐν κύκλῳ, καθάπερ σωματικήν τινα, τῷ πέμπτῳ προσένειμε σώματι, πάντ’ εὐκόλως αὑτὸν ἐξαπατήσας. | |
8.8 | Τοῖς μὲν γὰρ ἐπ’ εὐθείας κινουμένοις, αἱ βαρύτητες καὶ κουφότητες τὴν ἀρχὴν τῆς κινήσεως παρείχοντο, τὸ δὲ πέμπτον σῶμα, μήτε βάρους μετέχον, μήτε κουφότητος, ἀκινησίας | |
5 | μᾶλλον. | |
8.9 | Οὐ τῆς ἐν κύκλῳ κινήσεως, τοῖς ἐπ’ εὐθείας κινουμένοις τὸ σχῆμα τὴν αἰτίαν ἔχει τῆς κινήσεως, ἀλλ’ ἡ ῥοπή· σῶμα οὐ μόνον τεθὲν ἐν μέσῳ τινὸς ὁμοίου οὐχ ἕξει πῆ κλιθῇ, ἀλλ’ ἐν κύκλῳ περιτεθὲν ὁποίῳ τινί, | |
5 | οὐχ ἕξει τῆς ἐπί τι κλίσεως αἰτίαν, εἴτ’ ἐπὶ δεξί’ ἴωσι, πρὸς ἠῶ τ’ ἠέλιόν τε εἴτ’ ἐπ’ ἀριστερά, εἴτε πρόσω, εἴτ’ ὀπίσω. | |
8.10 | Ἔτι τοῖς μὲν ἄλλοις σώμασιν ἐξωσθεῖσι τῶν οἰκείων τόπων παρέχει τὸ κινεῖσθαι πάλιν ἀφ’ αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῷ πέμπτῳ δὲ ἐκείνῳ μηδέποτε ἐκβαίνοντι τῶν αὑτοῦ τόπων, μένειν ἂν προσήκοι. | 23 |
8.11 | Καὶ περὶ τῶν ἄλλων σωμάτων, ὑπεξαιρουμένου τοῦ πέμπτου, φαίνεται φιλονεικῶν Ἀριστοτέλης μὴ τὰ αὐτὰ λέγειν Πλάτωνι. Ζητήσαντος γὰρ τοῦ Πλάτωνος εἰ ἔστι φύσει βαρὺ σῶμα ἢ φύσει κοῦφον, καὶ ἐπειδὴ ταῦτα κατὰ | |
5 | τὴν πρὸς τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι σκεψαμένου εἴτε ἐστί τι κάτω φύσει καὶ ἄνω, εἴτε μή, καὶ ἀποδείξαντος ἀκριβῶς ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις ἐφ’ ὃ φέροιτο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον ἀφ’ οὗ | |
10 | ἀναχωροῖεν, καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρὸς τούτῳ ἀποδείξαντος, ὅτι μήτε τὸ μέσον, μήτε τὸ πέριξ αὐτῶν εὔλογον ἄνω τι ἢ κάτω λέγεσθαι. | |
8.12 | Ὁ δὲ ἀντίθησι, πανταχόθεν κατα‐ βάλλειν δεῖν ἡγούμενος τὰ ἐκείνου, καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται, τὸ δὲ ἐπὶ τὸ πέριξ κοῦφον· καὶ τὸν μὲν τόπον τὸν ἐν μέσῳ κάτω φησί, τὸν δὲ | |
5 | πέριξ ἄνω. | 24 |
9.1 | Ὑπὲρ δὲ τῆς ψυχῆς τί καὶ λέγοιμεν ἄν; δῆλον γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν, ἀλλ’ ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει, καὶ πολλοὺς ὑπὲρ τούτου πεποίηται | |
5 | λόγους, ποικίλως καὶ παντοίως ἀποδεικνὺς ὅτι ἐστὶν ἀθάνατος ἡ ψυχή. | |
9.2 | Πολλὴ δὲ καὶ τοῖς ἀκριβῶς ἐσπουδακόσι τὰ Πλάτωνος ἡ φιλοτιμία γέγονε, συναγωνι‐ ζομένοις τῷ τε δόγματι καὶ τῷ Πλάτωνι. Σχεδὸν γὰρ τὸ συνέχον τὴν πᾶσαν αἵρεσιν τἀνδρὸς τοῦτ’ ἔστιν. | |
9.3 | Ἥ τε γὰρ τῶν ἠθικῶν δογμάτων ὑπόθεσις ἐπηκολούθησε τῇ τῆς ψυχῆς ἀθανασίᾳ, τὸ μέγα καὶ λαμπρὸν καὶ νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι δυνηθείσης, τά | |
5 | τε τῆς φύσεως πράγματα πάντα κατὰ τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι δύνασθαι. | |
9.4 | Ψυχὴ γὰρ πᾶσα, φησί, παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτ’ ἐν ἄλλοις εἴδεσι γινομένη. Ἀλλὰ μὴν καὶ τὰ τῆς ἐπιστήμης καὶ τῆς σοφίας εἰς τὴν | |
5 | ἀθανασίαν τῆς ψυχῆς ἀνῆπται τῷ Πλάτωνι. Πᾶσαι γὰρ αἱ μαθήσεις, ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σῴζεσθαι καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται. | 25 |
9.5 | Εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ἀθάνατος, οὐδὲ ἀνάμνησις. Εἰ δὲ μὴ τοῦτο, οὐδὲ μάθησις. Πάντων οὖν τῶν Πλά‐ τωνος δογμάτων ἀτεχνῶς ἐξηρτημένων καὶ ἐκκρεμαμένων τῆς κατὰ τὴν ψυχὴν θειότητός τε καὶ ἀθανασίας, ὁ μὴ | |
5 | συγχωρῶν τοῦτο τὴν πᾶσαν ἀνατρέπει φιλοσοφίαν Πλά‐ τωνος. | |
9.6 | Τίς οὖν ἐστιν ὁ πρῶτος ἐγχειρήσας ἀντιτά‐ ξασθαι ἀποδείξεσι, καὶ τὴν ψυχὴν ἀφελέσθαι τῆς ἀθα‐ νασίας καὶ ἄλλης ἁπάσης δυνάμεως; Τίς δ’ ἕτερος πρὸ Ἀριστοτέλους; Τῶν δὲ γὰρ ἄλλων οἱ μὲν ἐπιδιαμένειν | |
5 | συνεχώρησαν, οἱ δέ, εἰ μὴ καὶ τοῦτο, δύναμίν γε ἐν τῷ σώματι καὶ κίνησίν τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῆς ψυχῆς. | |
9.7 | Ὁ δέ, ὅσῳπερ Πλάτων ἀπεσέμνυνε τὸ τῆς ψυχῆς πρᾶγμα, ἀρχὴν γενέσεως καὶ θεοῦ παίδευμα καὶ τῶν ἁπάντων προστάτιν ἀποφηνάμενος, τοσῷδε ἐφιλο‐ νείκησε καθελεῖν καὶ ἀτιμῆσαι μικροῦ δεῖν μηδὲν ἀποφῆναι | |
5 | τὴν ψυχήν. | |
9.8 | Οὔτε γὰρ πνεῦμα, οὔτε πῦρ, οὔτε ὅλως σῶμα, ἀλλ’ οὐδὲ ἀσώματον, οἶον εἶναί τε ἐφ’ αὑτοῦ καὶ κινεῖσθαι, ἀλλ’ οὐδ’ ὅσον ἐπὶ τοῦ σώματος ἀκίνητον εἶναι καὶ ὡς εἰπεῖν ἄψυχον. Οἶον γὰρ τόδε ἐτόλμησεν, ἢ καὶ | |
5 | ἀπηναγκάσθη, ὡς καὶ τὰς πρωτουργοὺς κινήσεις ἀφε‐ λέσθαι τῆς ψυχῆς τὸ βουλεύσασθαι, τὸ διανοηθῆναι, τὸ προσδοκῆσαι, τὸ μνημονεῦσαι, τὸ λογίσασθαι. | |
9.9 | Οὐ γὰρ ψυχῆς ταῦτά φησι τὰ κινήματα ὁ τῆς φύσεως, ὥς φασι, γραμματεύς. Πάνυ γοῦν οὗτός ἐστι πιστός, ὡς συνεικέναι τι περὶ τῶν ἐκτὸς ὁ τῆς αὑτοῦ ψυχῆς τοσοῦτον διημαρ‐ | 26 |
5 | τηκώς, ὡς μηδ’ ὅτι διανοεῖται παρακολουθεῖν. Οὐ γὰρ ἡ ψυχή, φησίν, ἀλλ’ ὁ ἄνθρωπός ἐστιν ὁ τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δὲ ἀκίνητος. | |
9.10 | Τούτῳ τοιγαροῦν ἑπόμενος Δικαίαρχος, καὶ τἀκόλουθον ἱκανὸς ὦν θεωρεῖν, ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς. Ὅτι μὲν γὰρ ἀόρατόν τι καὶ ἀφανές ἐστιν ἡ ψυχὴ δῆλον, ὥστε οὐκ ἂν | |
5 | διά γε τὴν ἀπὸ τῶν αἰσθήσεων ἐνέργειαν δοίημεν εἶναι ψυχήν· αἱ δὲ κινήσεις αὐτῆς ἀφανοῦς οὔσης ἀναγκάζειν ἡμᾶς δοκοῦσιν εἶναί τι τὴν ψυχὴν ὁμολογεῖν. | |
9.11 | Ταῦτα γὰρ ἅπας τις συνιέναι δοκεῖ τῆς ψυχῆς ὄντα, τὸ βου‐ λεύεσθαι καὶ σκοπεῖσθαι καὶ καθ’ ὃν δήποτε τρόπον διανοεῖσθαι· ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου | |
5 | δυνάμεις καὶ ἐνθυμηθῶμεν τὰς τοιαύτας ἐνεργείας, ὡς οὐ σώματος, δίδομεν ἐν ἡμῖν εἶναι ἕτερόν τι τὸ βουλευόμενον· τοῦτο δὲ εἶναι τὴν ψυχήν. Ἐπεὶ πόθεν ἀλλαχόθεν ἐπιστεύσαμεν ὑπὲρ ψυχῆς; | |
9.12 | Ἂν οὖν τις ἐξ ὧν μάλιστα ψυχὴ φαίνεται ταῦτα | |
ἀφελόμενος ἑτέρῳ τινὶ προσάψῃ πράγματι, οὔτε ὅθεν οὖσα ἐμφαίνεται καταλέλοιπεν οὔτε ὅ τι χρήσιμος ἂν εἶναι δοκοίη. Τίς οὖν ἡ βοήθεια τῷ τὴν ψυχὴν ἀθάνατον εἶναι | 27 | |
5 | θέλοντι παρὰ τοῦ ψυχὴν ἀποκτιννύντος; τίς δὲ ἡ διδα‐ σκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ’ ὃν αὐτοκίνητον αὐτήν φαμεν, παρὰ τῶν μηδὲ τὸ παράπαν αὐτῇ κίνησιν νεμόντων. | |
9.13 | Ναί, ἀλλὰ κατά γε τὴν ἀθανασίαν τοῦ νοῦ φῆσαι τις ἂν αὐτὸν κοινωνεῖν Πλάτωνι. Καὶ γὰρ εἰ μὴ πᾶσαν βούλεται τὴν ψυχὴν ἀθάνατον εἶναι, τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ ἄφθαρτον εἶναι. Τίς μὲν οὖν τὴν | |
5 | οὐσίαν καὶ τὴν φύσιν ὁ νοῦς, ὅθεν ὤν, καὶ πόθεν ἐπεισκρι‐ νόμενος τοῖς ἀνθρώποις, καὶ ποῦ πάλιν ἀπαλλαττόμενος; αὐτὸς ἂν εἰδείη εἴ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ νοῦ, καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῷ ἀσαφεῖ τοῦ λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ σηπίαι τὸ | |
10 | δυσθήρευτον, ἐκ τοῦ σκοτεινοῦ ποριζόμενος. | |
9.14 | Πάντως δὲ καὶ ἐν τούτοις διαφέρεται Πλάτωνι. Ὁ μὲν γάρ φησι νοῦν, ἄνευ ψυχῆς ἀδύνατον εἶναι συνίστασθαι, ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν, καὶ τὸ τῆς ἀθανασίας, ὁ μὲν | |
5 | μετὰ τῆς ψυχῆς αὐτῷ δίδωσιν, ὡς ἄλλως οὐκ ἐνδεχόμενον, ὁ δέ φησιν αὐτῷ μόνῳ χωριζομένῳ τῆς ψυχῆς τοῦτο περιγίνεσθαι. Καὶ τὴν μὲν ψυχὴν τοῦ σώματος οὐκ ἠξίωσεν ἐκβαίνειν, ὅτι Πλάτωνι τοῦτο ἤρεσε, τὸν δὲ νοῦν ἀπορρή‐ γνυσθαι τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων | |
10 | τὸ τοιοῦτο. [Ταῦτα μὲν ὁ Ἀττικός] ... | 28 |
12.1 | Ἔτι τοῦ Πλάτωνος λέγοντος τὴν ψυχὴν δια‐ κοσμεῖν τὰ πάντα, διήκουσαν διὰ πάντων, καὶ ταύτην ὑφ’ ἧς καὶ οἱ λοιποὶ διοικεῖσθαι συγχωροῖεν ἂν ἕκαστα, καὶ μηδὲν ἄλλο εἶναι τὴν φύσιν ἢ ψυχήν, καὶ δῆλον ὅτι | |
5 | ψυχὴν οὐκ ἄλογον, καὶ ἐκ τούτων συνάγοντος ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλης ὁμολογεῖ. | |
12.2 | Οὐ γὰρ εἶναι τὴν φύσιν ψυχήν, καὶ τὰ περὶ γῆν, ὑπὸ μιᾶς φύσεως διοι‐ κεῖσθαι. Εἶναι γὰρ ἐφ’ ἑκάστῳ τῶν πραγμάτων ἄλλας καὶ αἰτίας. Τῶν μὲν γὰρ οὐρανίων ἀεὶ κατὰ τὰ αὐτὰ καὶ | |
5 | ὡσαύτως ἐχόντων, αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησιν, τῶν δὲ ὑπὸ σελήνην τὴν φύσιν, τῶν δὲ ἀνθρωπίνων φρόνησιν καὶ πρόνοιαν καὶ ψυχήν· τὸ μὲν γλαφυρὸν ἐν ταῖς τοιαύ‐ ταις διαιρέσεσι παρεχόμενος, τὸ δὲ ἀναγκαῖον οὐ συνορῶν. | |
12.3 | Εἰ γὰρ μὴ μία τις εἴη, δύναμις ἔμψυχος διήκουσα διὰ τοῦ παντὸς καὶ πάντα συνδοῦσα καὶ συνέχουσα οὔτ’ ἂν εὐλόγως τὸ πᾶν οὔτε καλῶς διοικούμενον εἶναι δύναιτο. Τῆς δ’ αὐτῆς ἦν ἄρ’ ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ | |
5 | καλῶς χωρὶς ἑνώσεως διαγενέσθαι, καὶ τὸ πᾶν τόδε ἡγήσασθαι πάγκαλον τῷ λόγῳ διαφυλάξειν, οἶον περι‐ φαίνεται, μὴ συνᾳδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου κοινωνίᾳ. | 29 |
12.4 | Καὶ τοιοῦτον μέν τι πρᾶγμα τὸ διοικοῦν ἕκαστα εἶναί φησιν, οἶον ἀρχὴν εἶναι κινήσεως, τοῦτο δὲ εἶναι ψυχὴν οὐ βούλεται· καίτοι τοῦ Πλάτωνος αὐτοῦ δεικνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν ἀρχὴ καὶ | |
5 | πηγὴ τῆς κινήσεως ἡ ψυχή. Καὶ ὁ μὲν ἂν ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου· τὸ μηδὲν μάτην ποιεῖν, τοῦτο ἀνα‐ τίθησι τῇ φύσει, τοῦ δὲ ὀνόματος αὐτῇ τῆς ψυχῆς οὐ μεταδίδωσιν, ὥσπερ ἐκ τῶν ὀνομάτων, ἀλλ’ οὐκ ἐκ τῶν | |
δυνάμεων, τῶν πραγμάτων λαμβανομένων. | 30 | |
13.1 | Τὸ δὲ κεφάλαιον καὶ τὸ κῦρος τῆς Πλάτωνος αἱρέσεως, ἡ περὶ τῶν νοητῶν διάταξις· ἠτίμασται καὶ προπεπηλάκισται καὶ παντοίως, τό γε ἐξὸν ἐπ’ Ἀριστο‐ τέλει, περιύβρισται. Οὐ γὰρ δυνάμενος ἐννοῆσαι διότι τὰ | |
5 | μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνωσιν δεῖται, τῇ δ’ αὑτοῦ λεπτῇ καὶ ταπεινῇ δριμύτητι πιστεύων ἥτις διαδύναι μὲν τῶν ἐπὶ γῆς πραγμάτων καὶ τὴν ἐν τούτοις ἀλήθειαν ἰδεῖν ἐδύνατο, τῆς δ’ ὄντως ἀληθείας ἐποπτεῦσαι τὸ πεδίον οὐκ οἵα τε | |
10 | ἦν, αὑτῷ κανόνι καὶ κριτῇ τῶν ὑπὲρ αὐτὸν χρησάμενος, ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις, οἵας Πλάτων ἔγνω, λήρους δὲ καὶ τερετίσματα καὶ φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα. | |
13.2 | Τὸ μὲν οὖν ἄκρον τε καὶ ἔσχατον τῶν Πλάτωνος φιλοσοφημάτων ἐστὶ τὸ περὶ τὴν νοητὴν ταύτην καὶ ἀίδιον οὐσίαν τὴν τῶν ἰδεῶν, ἔνθα δὲ πόνος τε καὶ ἀγὼν ἔσχατος τῇ ψυχῇ πρόκειται. Ὁ μὲν γὰρ | |
5 | μετασχὼν καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων, ὁ δὲ ἀπολειφθεὶς καὶ ἀδυνατήσας θεωρὸς γενέσθαι πάντως ἄμοιρος εὐδαιμονίας καταλείπεται. | |
13.3 | Καὶ διὰ τοῦτο Πλάτων τε πανταχῆ διαγωνίζεται, δεικνὺς τὴν ἰσχὺν | |
τούτων τῶν φύσεων· οὔτε γὰρ αἰτίαν ὡντινωνοῦν ἀπο‐ δοῦναί φησιν οἷόν τε εἶναι καλῶς, ἂν μὴ τούτων μεθέξει, | 31 | |
5 | οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ τῇ πρὸς ταῦτα ἀναφορᾷ, ἀλλ’ οὐδὲ λόγου μετέσεσθαί τισιν, εἰ μὴ τὴν πρὸ τούτων οὐσίαν ὁμολογήσειαν. | |
13.4 | Οἵ τ’ αὐτὰ τοῦ Πλάτωνος συνιστάναι ἐγνωκότες τὸν πλεῖστον ἀγῶνα τῶν λόγων ἐν τούτῳ τίθενται πάνυ ἀναγκαίως. Οὐδὲν γὰρ ἔτι τὸ Πλα‐ τωνικὸν ἀπολείπεται, εἰ μὴ τὰς πρώτας φύσεις ταύτας | |
5 | συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος. Ταῦτα γάρ ἐστιν οἷς μάλιστα τῶν ἄλλων ὑπερέχει. | |
13.5 | Νοήσας γὰρ θεὸν πρὸς αὐτὰ τῶν ἁπάντων πατέρα καὶ δημιουργὸν καὶ δεσπότην καὶ κηδεμόνα, καὶ γνωρίζων ἐκ τῶν ἔργων τὸν τεχνίτην πρότερον νοῆσαι τοῦτο ὃ μέλλει δημιουργήσειν, | |
5 | εἶθ’ οὕτω τῷ νοηθέντι κατόπιν ἐπὶ τῶν πραγμάτων προ‐ σάγειν τὴν ὁμοιότητα· ταὐτὸν δή, τὰ τοῦ θεοῦ νοήματα πρεσβύτερα τῶν πραγμάτων, τὰ τῶν γενομένων παραδείγ‐ ματα, ἀσώματα καὶ νοητά, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως | |
ἔχοντα ἀεί. Μάλιστα μὲν καὶ πρώτως αὐτὰ ὄντα παραίτια | 32 | |
10 | δὲ καὶ ἄλλοις τοῦ εἶναι. Τοιαῦτα ἕκαστα οἶαπερ ἐστί. Κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾷστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγῳ σαφῶς δηλωθῆναι δυνάμενα, αὐτὸς ὡς οἶόν τε ἦν ὑπὲρ αὐτῶν εἰπεῖν καὶ φρονῆσαι καὶ παρασκευάσαι τοὺς μέλλοντας ἐπακολου‐ | |
15 | θήσειν πραγματευσάμενος ταῦτα, καὶ τὴν σύμπασαν αὐτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι’ ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παρα‐ | |
γίνεται. | 33 |