TLG 1203 005 :: PAEANES (CA) :: Paean Delphicus i in Apollinem Paean Delphicus i in Apollinem Citation: Fragment — (line) | ||
1(t1) | Ἆισμα μετὰ κιθάρας (?) ε]ἰς τὸν θεὸν ὃ ἐ[πόησε ..... | |
t2 | Ἀθ]ηναῖος | |
---|---|---|
1 | Κέκλυθ’ Ἑλικ]ῶνα βαθύδενδρον αἳ λά[χετε Διὸς] ἐ[ρι]βρόμου θύγατρες εὐώλε[νοι,] μόλε[τ]ε, συνόμαιμον ἵνα Φοῖβον ᾠδαῖσι μέλψητε χρυσεοκόμαν, ὃς ἀνὰ δικόρυμβα Παρνασσίδος | |
5 | τᾶσδε πετέρας ἕδραν’ ἅμ’ [ἀ]γακλυταῖς Δελφίσιν Κασταλίδος εὐύδρου νάματ’ ἐπινίσεται, Δελφὸν ἀνὰ [πρ]ῶνα μαντεῖον ἐφέπων πάγον· [Ἤν,] κλυτὰ μεγαλόπολις Ἀθθὶς εὐχαῖ[σ]ι φερόπλοιο ναί‐ ουσα Τριτωνίδος δά[πε]δον ἄθραυστον· ἁγίοις δὲ βω‐ | |
10 | μοῖσιν Ἅφαιστος αἴθε[ι] νέων μῆρα ταύ‐ ρων· ὁμοῦ δέ νιν Ἄραψ ἀτμὸς ἐς Ὄλυμπον ἀνακίδν[α]ται· λιγὺ δὲ λωτὸς βρέμων αἰόλοις μ[έ]λεσιν ᾠδὰν κρέκει· χρυσέα δ’ ἁδύθρου[ς] [κί]θαρις ὕμνοισιν ἀναμέλπεται· ὁ δὲ [τεχνιτ]ῶν πρόπας ἑσμὸς Ἀθθίδα λαχ[ὼν] | |
15 | [τὸν κιθαρί]σει κλυτὸν παῖδα μεγάλου [Διὸς ὑμ‐ –νοῦσί σε πα]ρ’ ἀκρονιφῆ τόνδε πάγον, ἄμ[βροτ’ ἀψευδέ’ ὃς] πᾶσι θνατοῖς προφαίνει[ς λόγια, τρ]ίποδα μαντεῖον ὡς ε[ἷλες, ἐχθρὸς ὃν ἐφρ]ούρει δράκων, ὅτε τ[εοῖσι βέλεσιν ἔτ]ρησας αἰόλον ἑλικτὰν [φυάν,] | |
20 | [ἔσθ’ ὁ θήρ, συχνὰ] συρίγμαθ’ ἱεὶς ἀθώπε[υτ’, ἀπέπνευς’ ὁμῶς·] [ὡς] δὲ Γαλατᾶν Ἄρης [... ..]ν ἐπέρας’ ἄσεπτ[ος ... ..]ς. Ἀλλ’ ἰὼ γένναν [... ..]ι θάλος φιλόμ[αχον ? .. | |
25 | ..]ε δάμοιο λο[.. ..]ρων ἐφορ[... ..τεον κ[... | |
..]εναι κ[.. ..]θη [.. | 141 | |
30 | .. ... | |
2 | α̣πε ρατ ος | |
3 | α̣ι̣ι̣ο̣ τ̣ιναο | |
εν | 142 |