TLG 1203 002 :: PAEANES (CA) :: Paean Erythraeus ad urbem Dium repertus

PAEANES (CA) Lyr.
(4–2 B.C.)

Paean Erythraeus ad urbem Dium repertus

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 137.

Citation: (Line)

1Παιᾶνα κλυτόμητιν ἀείσατε κοῦ[ροι Λητοΐδην Ἕκατον, ἰὲ ὢ ἰὲ Παιάν, ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο
5,6μειχθεὶς ἐν φιλότητι Κορωνίδι τῇ Φλεγύαο
7Ἰὴ Παιᾶνα Ἀσκληπιὸν δαίμονα κλεινότατον, ἰὲ Παιάν. Τοῦ δὲ καὶ ἐξεγένοντο Μαχάων καὶ Ποδαλείριος ἠδ’ Ἰασὼ Ἀκεσώ τε πολύλλιτος, ὢ ἰὲ Παιάν,
10Αἴγλη τε εὐῶπις Πανάκειά τε Ἠπιόνης παῖδες
14,15σὺν ἀγακλύτῳ εὐαγεῖ Ὑγείᾳ,
16Ἰὴ Παιὰν Ἀσκληπιέ, δαῖμον κλεινότατε, ἰὲ Παιάν. Χαῖρέ μοι, εἵλαος δ’ ἐπινείσεο Δείων πόλιν
20,21εὐρύχορον, ἰὲ ὢ ἰὲ ὢ ἰὲ Παιάν,
22δὸς δ’ ἡμᾶς χαίροντας ὁρᾶν φάος ἠελίου δοκίμους σὺν ἀγακλυτῷ εὐαγεῖ Ὑγείᾳ.
25ἰὴ Παιὰν Ἀσκληπιέ, δαῖμον σεμνότατε,
ἰὲ Παιάν.137